ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 8. Οτι οὐκ ἀκίνδυνον τοίς ἀκροαταίς τὸ σιγάν

Τρίτη 14 Ιουνίου 2016

8. Οτι οὐκ ἀκίνδυνον τοίς ἀκροαταίς τὸ σιγάν



xrysostomos

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51

8.Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χριστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν σημείων τῶν ἀποστόλων.


αʹ. Τὸ μὲν πλέον τοῦ χρέους τοῦ συντεθέντος ἡμῖν ὑπὸ τῆς ἐπιγραφῆς τῶν Πράξεων τῶν ἀποστολικῶν ἐν ταῖς ἔμπροσθεν ὑμῖν κατεβάλομεν ἡμέραις· ἐπειδὴ δὲ ἔτι μικρὸν ἐναπέμεινε λείψανον, ἀνέστην καὶ τοῦτο καταθήσων ὑμῖν σήμερον. Εἰ δὲ μετ' ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς, ὑμεῖς ἂν εἰδείητε  οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν  ἀργυρίων  τούτων  μέλλοντες  τὸν λόγον   διδόναι   τῷ  ∆εσπότῃ  κατὰ  τὴν   ἡμέραν  ἐκείνην,   ὅταν  οἱ  τὰ  τάλαντα πιστευθέντες καλῶνται,  καὶ τὰς εὐθύνας ὑπέχωσιν· ὅταν ἐλθὼν  ὁ Χριστὸς ἀπαιτῇ τοὺς τραπεζίτας τὸ ἀργύριον τοῦτο μετὰ τῶν τόκων. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό. Ὢ  τῆς  πολλῆς  καὶ  ἀφάτου  φιλανθρωπίας   τοῦ  ∆εσπότου!  Ἀνθρώπους  κωλύων ἀπαιτεῖν   τόκους,   αὐτὸς   ἀπαιτεῖ   τόκους.   ∆ιὰ   τί;   Ἐπειδὴ   ἐκεῖνος      τόκος διαβεβλημένος ἐστὶ καὶ κατηγορίας ἄξιος· οὗτος δὲ ἐπαινετὸς καὶ πολλῆς ἀποδοχῆς ἐστιν ἄξιος. Ἐκεῖνος τοίνυν  ὁ τόκος, ὁ τῶν χρημάτων  λέγω, καὶ τὸν λαμβάνοντα, καὶ τὸν  διδόντα  ζημιοῖ, καὶ τοῦ μὲν  λαμβάνοντος  ἀπόλλυσι  τὴν  ψυχὴν,  τοῦ δὲ διδόντος ἐπιτρίβει τὴν πενίαν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον, ἀλλ' ἢ ὅταν τις τὴν πενίαν τοῦ πλησίον ἐμπορεύηται, καὶ τὰς τῶν ἀδελφῶν  πραγματεύηται συμφοράς; ὅταν τις προσωπεῖον φιλανθρωπίας  ἔχων πᾶσαν ἀπανθρωπίαν  ἐπιδείκνυται,  καὶ ὁ χεῖρα μέλλων  ὀρέγειν  πρὸς τὸ βάραθρον ὠθῇ  τὸν  βοηθείας δεόμενον; Τί ποιεῖς, ἄνθρωπε; Οὐ διὰ τοῦτο πρὸς σὰς ἦλθε θύρας ὁ πένης, ἵνα αὐξήσῃς αὐτοῦ τὴν πενίαν, ἀλλ'  ἵνα  λύσῃς  αὐτοῦ  τὴν  πενίαν·  σὺ δὲ  ταυτὸν  ποιεῖς,  οἷον  οἱ  τὰ  δηλητήρια κεραννύντες    φάρμακα·   καὶ   γὰρ   ἐκεῖνοι   τὴν   συνήθη τροφὴν   αὐτοῖς ἀναμίξαντες ἀνεπαίσθητον ποιοῦσι τὴν ἐπιβουλὴν, καὶ οὗτοι φιλανθρωπίας προσχήματι τῶν τόκων τὸν ὄλεθρον κρύψαντες, οὐκ ἐῶσιν αἰσθέσθαι τῆς βλάβης τοὺς μέλλοντας πίνειν τὸ θανάσιμον τοῦτο φάρμακον. ∆ιόπερ εὔκαιρον, ὃ περὶ τῆς ἁμαρτίας εἴρηται, καὶ περὶ τῶν τοκιζόντων  καὶ δανειζομένων  εἰπεῖν. Τί δὲ περὶ τῆς ἁμαρτίας εἴρηται; Πρὸς καιρὸν, φησὶ, γλυκαίνει τὸν λάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον  μᾶλλον μαχαίρας διστόμου. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν   δανειζομένων   γίνεται·   ὅταν  μὲν  γὰρ  λαμβάνῃ   τὰ  χρήματα    δεόμενος, παραμυθίαν   λαμβάνει   μικράν   τινα   καὶ  πρόσκαιρον·  ὕστερον  δὲ  τῶν   τόκων αὐξομένων, καὶ τοῦ φορτίου μείζονος τῆς δυνάμεως γενομένου, ἐκεῖνο τὸ γλυκὺ καὶ λιπάναν τὸν λάρυγγα πικρότερον χολῆς ὄψεται γινόμενον, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου, τῶν πατρῴων πάντων ἀποστῆναι ἀθρόον ἀναγκαζόμενος.

βʹ. Ἀλλ' ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ πνευματικὰ τὸν λόγον μετάγωμεν. Ἔδει σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, ἐκείνου τοῦ ἀργυρίου τραπεζίτας  ὑμᾶς καλῶν  τοὺς  τῶν  ῥημάτων  τούτων  ἀκροατάς. Καὶ τίνος  ἕνεκεν τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός; Παιδεύων ἅπαντας τὴν αὐτὴν σπουδὴν ἐπιδείκνυσθαι περὶ τὴν δοκιμασίαν τῶν λεγομένων,  ὅσην ἐκεῖνοι σπουδὴν ἔχουσι περὶ τὴν ἐξέτασιν καὶ εἴσοδον τῶν νομισμάτων. Καθάπερ γὰρ οἱ τραπεζῖται τὸ μὲν κίβδηλον καὶ παράσημον ἐκβάλλουσι νόμισμα, τὸ δὲ δόκιμον καὶ ὑγιὲς δέχονται, καὶ  διακρίνουσι  τὸ  νόθον  ἀπὸ  τοῦ  γνησίου·  οὕτω  καὶ  σὺ  ποίησον,  καὶ  μὴ  πάντα παραδέχου λόγον, ἀλλὰ τὸν μὲν κίβδηλον καὶ διεφθαρμένον ἔκβαλλε ἀπὸ σοῦ. τὸν δὲ ὑγιῆ καὶ σωτηρίαν ἔχοντα παράπεμπε τῇ διανοίᾳ. Ἔστι γὰρ, ἔστι καὶ σοὶ ζυγὰ καὶ σταθμία  οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου κατεσκευασμένα, ἀλλ' ἀπὸ ἁγνείας καὶ πίστεως  συγκείμενα, καὶ διὰ τούτων  δοκίμαζε λόγον  ἅπαντα. Καὶ γὰρ διὰ τοῦτό φησι,  Γίνεσθε τραπεζῖται  δόκιμοι,  οὐχ  ἵνα  ἐπὶ  τῆς  ἀγορᾶς  ἑστῶτες  τὰ  ἀργύρια ἀριθμῆτε, ἀλλ' ἵνα τοὺς λόγους βασανίζητε μετὰ ἀκριβείας ἁπάσης· διὰ τοῦτο καὶ ὁ ἀπόστολος Παῦλός φησι· Πάντα δοκιμάζετε, τὸ καλὸν δὲ κατέχετε μόνον. Οὐ διὰ τὴν δοκιμασίαν δὲ μόνον ὑμᾶς τραπεζίτας ἐκάλεσεν, ἀλλὰ καὶ διὰ τὴν τῶν καταβαλλομένων  νομήν.  Καὶ γὰρ  τοῖς  τραπεζίταις,  ἐὰν  μόνον  ὑποδεχόμενοι  τὰ χρήματα  κατακλείωσιν  οἴκοι,  μηκέτι  δὲ  εἰς  ἑτέρους  διανέμωσιν,  ἅπαν  τὸ  τῆς ἐμπορίας οἰχήσεται· οὕτω καὶ ἐπὶ τῶν  ἀκροατῶν τὸ αὐτὸ τοῦτο γίνεται.  Ἂν γὰρ δεξάμενος τὴν διδασκαλίαν παρὰ σαυτῷ κατασχῇς, μηκέτι δὲ εἰς ἑτέρους ἐκβάλῃς, πᾶσά σου ἡ πραγματεία διαῤῥυήσεται. ∆ιὰ τοῦτο ἐπὶ τῶν ἐργαστηρίων ἐκείνων διὰ πάσης ἡμέρας εἴσοδόν τε καὶ ἔξοδον γινομένην  ὁρῶμεν. Τοῦτο τοίνυν  καὶ ἐπὶ τῆς διδασκαλίας γινέσθω. Καὶ γὰρ καὶ ἐπὶ τῶν  τραπεζιτῶν  ἐκείνων  ὁρῶμεν τοὺς μὲν καταβάλλοντας χρήματα, τοὺς δὲ λαμβάνοντας εὐθέως, καὶ ἀπιόντας, καὶ τοῦτο διὰ πάσης ἡμέρας γινόμενον  ἴδοι τις ἄν. ∆ιὰ τοῦτο, καίτοι τῶν  χρημάτων  οὐκ ὄντων αὐτοῖς  οἰκείων,  ἐπειδὴ  τῇ  χρήσει πρὸς  τὸ  δέον  κέχρηνται,  διὰ  τῶν  ἀλλοτρίων πολλὴν ἑαυτοῖς συλλέγουσι τὴν εὐπορίαν. Οὕτω καὶ σὺ ποίησον. Οὐκ ἔστι ταῦτα τὰ λόγια σὰ, ἀλλὰ τοῦ Πνεύματος· ἀλλ' ὅμως ἐὰν ἀρίστην ἐπιδείξῃ τὴν χρῆσιν, πολλὴν ἑαυτῷ συνάξεις τὴν εὐπορίαν τὴν πνευματικήν· διὰ τοῦτο καὶ τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός. Τίνος δὲ ἕνεκεν ἀργύριον τὸν λόγον ἐκάλεσεν; Ἐπειδὴ καθάπερ τὸ ἀργύριον τὸν χαρακτῆρα ἔχει ἀπηρτισμένον τὸν βασιλικὸν (κἂν γὰρ μὴ τοῦτον ἔχῃ, οὐκ ἔστιν ἀργύριον δόκιμον, ἀλλὰ κίβδηλον καλεῖται), οὕτω καὶ τὴν διδασκαλίαν τῆς πίστεως τὸν χαρακτῆρα τοῦ λόγου ἀπηρτισμένον ἔχειν δεῖ. Πάλιν τῶν ἀργυρίων ἡ χρῆσις πᾶσαν  ἡμῶν  συγκροτεῖ τὴν  ζωὴν,  καὶ  συμβολαίων  ἁπάντων  ὑπόθεσις γίνεται, κἂν ἀγοράσαι τι, κἂν πωλῆσαι δέῃ, διὰ τούτων ἅπαντα πράττομεν. Τοῦτο καὶ ἐπὶ τῆς διδασκαλίας γίνεται· τῶν γὰρ συμβολαίων πνευματικῶν  ὑπόθεσίς ἐστι καὶ ῥίζα τὸ ἀργύριον τοῦτο τὸ πνευματικόν· ὅθεν κἂν παρὰ τοῦ Θεοῦ τι βουληθῶμεν ἀγοράσαι, τὸν  λόγον  τῆς  εὐχῆς  καταβαλόντες  πρῶτον,  οὕτω  λαμβάνομεν  ἅπερ αἰτοῦμεν. Κἂν ἀδελφὸν ἴδωμεν ἠμελημένον καὶ ἀπολλύμενον, τὴν σωτηρίαν αὐτοῦ κερδήσομεν, καὶ τὴν ζωὴν ἀγοράσομεν, τὸν λόγον τῆς διδασκαλίας καταβάλλοντες. ∆ιὸ χρὴ μετὰ ἀκριβείας ἁπάσης φυλάττειν  καὶ κατέχειν ἅπαντα, ἵνα καὶ εἰς ἑτέρους αὐτὰ  διανείμωμεν·   καὶ  γὰρ  καὶ  τόκους  τῶν   ἀργυρίων   τούτων   ἀπαιτούμεθα. Προσέχωμεν  τοίνυν  τῇ  ὑποδοχῇ,  ἵνα  καὶ  εἰς  ἑτέρους  διανεῖμαι  δυνηθῶμεν  τὰ ἀργύρια· καὶ γὰρ ἕκαστος, ἐὰν θέλῃ, δύναμιν  ἔχει διδασκαλίας. Οὐ δύνασαι Ἐκκλησίαν ὀρθῶσαι τοσαύτην· ἀλλὰ δύνασαι τὴν γυναῖκα τὴν σὴν νουθετῆσαι. Οὐ δύνασαι  πρὸς  πλῆθος  τοσοῦτον  διαλεχθῆναι·  ἀλλὰ  τὸν  υἱόν  σου  σωφρονίσαι δύνασαι. Οὐ δύνασαι πρὸς δῆμον  τηλικοῦτον  τὸν  λόγον  ἀποτεῖναι  διδασκαλίας· ἀλλὰ  τὸν  οἰκέτην  σου βελτίονα  ἐργάσασθαι δύνασαι  Οὐκ ἔστι  σου μείζων  τῆς δυνάμεως  ἐκεῖνος  τῶν  μαθητῶν  ὁ σύλλογος· οὐκ ἔστι σου πλέον  τῆς  συνέσεως ἐκεῖνο  τῆς  διδασκαλίας  τὸ μέτρον, ἀλλὰ  καὶ ἡμῶν  εὐκολώτερον  ὑμεῖς  ἐκείνους πάντας   ῥυθμίζειν   δύνασθε.    Ἐγὼ  μὲν   γὰρ  ὑμῖν   ἅπαξ  τῆς   ἑβδομάδος συγγίνομαι, ἢ καὶ δεύτερον πολλάκις· σὺ δὲ διαπαντὸς ἔνδον ἔχεις τῆς οἰκίας τοὺς μαθητὰς, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδία, καὶ τοὺς οἰκέτας, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐν τραπέζῃ, καὶ διὰ πάσης ἡμέρας δύνασαι διορθοῦν αὐτούς. Καὶ ἑτέρωθεν δὲ ἡ ἰατρεία αὕτη εὐκολωτέρα γίνεται· ἐγὼ μὲν γὰρ ἐν πλήθει τοσούτῳ διαλεγόμενος οὐκ οἶδα τὸ ἐνοχλοῦν  ὑμῖν πάθος τῆς ψυχῆς, διὸ καὶ ἀναγκάζομαι καθ'  ἑκάστην διδασκαλίαν ἅπαντα προτιθέναι τὰ φάρμακα· ὑμᾶς δὲ οὐχ οὕτω ποιεῖν ἀνάγκη, ἀλλ' ἔξεστιν ὑμῖν μετὰ  ἐλάττονος  πόνου  πλείονα  καρποῦσθαι  τὴν  διόρθωσιν·  ἴστε γὰρ  σαφῶς  τὰ ἁμαρτήματα τῶν ὑμῖν συνοικούντων, διὸ καὶ ταχυτέραν δύνασθε ποιῆσαι τὴν θεραπείαν.

γʹ. Μὴ τοίνυν, ἀγαπητοὶ, ἀμελῶμεν τῶν συνοικούντων ἡμῖν· καὶ γὰρ μεγίστη κόλασις κεῖται καὶ ἄφατος τιμωρία τοῖς ἀμελοῦσι τῶν οἰκείων. Εἰ γάρ τις, φησὶν ὁ Παῦλος, τῶν ἰδίων οὐ προνοεῖται, καὶ μάλιστα τῶν οἰκείων, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Ὁρᾷς ποῦ τῶν ἀμελούντων τῶν οἰκείων ὁ Παῦλος ἠκόντισε; Καὶ μάλα εἰκότως· ὁ γὰρ τῶν οἰκείων ἀμελῶν, φησὶ, πῶς τῶν ἀλλοτρίων ἐπιμελήσεται; Οἶδα πολλάκις ταῦτα παραινέσας ὑμῖν· ἀλλὰ καὶ παραινῶν οὐδέποτε παύσομαι, καίτοι γε ἐγὼ ἀνεύθυνος λοιπὸν τῆς τῶν ἑτέρων ῥᾳθυμίας εἰμί· Ἔδει γάρ σε, φησὶ,  καταβαλεῖν  τὸ  ἀργύριόν  μου  ἐπὶ  τοὺς  τραπεζίτας,  καὶ  πλέον  οὐδὲν ἀπῄτησεν. Ἐγὼ δὲ καὶ τὸ ἀργύριον κατέβαλον, καὶ λόγον οὐδένα ἔχω· ἀλλ' ὅμως καίτοι γε ἀνεύθυνος ὢν, καὶ τῆς τιμωρίας ἀπηλλαγμένος τῆς ἐπὶ τούτοις, καθάπερ ὑπεύθυνος  ὢν  κολάσει καὶ τιμωρίᾳ, οὕτω  δέδοικα καὶ τρέμω περὶ τῆς ὑμετέρας σωτηρίας,  Μηδεὶς  τοίνυν   ἁπλῶς  μηδὲ  ἠμελημένως   ἀκουέτω  τῶν  λόγων   τῶν πνευματικῶν·  οὐδὲ γὰρ εἰκῆ καὶ μάτην  μακρὰ ποιοῦμαι  τὰ προοίμια, ἀλλ' ὥστε ἀσφαλεστέραν γίνεσθαι τῶν καταβαλλομένων  τὴν φυλακὴν,  ὥστε μὴ μάτην μηδὲ ἁπλῶς κροτήσαντας καὶ θορυβήσαντας οἴκαδε ἀπελθεῖν. Οὐ γὰρ μέλει μοι τῶν παρ' ὑμῶν ἐπαίνων,  ἀλλὰ φροντίζω τῆς ὑμετέρας σωτηρίας. Οἱ μὲν γὰρ ἐπὶ τῆς σκηνῆς ἀγωνιζόμενοι  τὸν ὑπὲρ τούτου μισθὸν τὸν ἔπαινον  παρὰ τοῦ δήμου λαμβάνουσιν· ἡμεῖς δὲ οὐκ ἐπὶ τούτοις ἀπεδυσάμεθα, ἀλλ' ἐπὶ τὸν παρὰ τοῦ ∆εσπότου μισθὸν τὸν ἐπὶ τούτοις κείμενον  λαβεῖν. ∆ιὰ τοῦτο καὶ συνεχῶς ὑμῖν ταῦτα παρακελευόμεθα, ὥστε πρὸς τὸ βάθος τῆς διανοίας ὑμῶν καταβῆναι τὰ λεγόμενα. Καθάπερ γὰρ τῶν φυτῶν  ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, ἄσειστα γίνεται  ταῖς τῶν ἀνέμων  προσβολαῖς· οὕτω  καὶ τῶν  νοημάτων  ὅσῳπερ ἂν ἐν τῷ  βάθει μένῃ τῆς διανοίας, οὐ ῥᾳδίως ὑπὸ τῆς τῶν  πραγμάτων  ἀνασπᾶται ἐπιβουλῆς. Εἰπὲ γάρ μοι, ἀγαπητὲ, εἰ λιμῷ τὸν παῖδα τηκόμενον εἶδες, ἆρα ἂν ἠνέσχου περιιδεῖν, ἀλλ' οὐχὶ πάντα ἂν ὑπέμεινας, ὥστε λῦσαι αὐτοῦ τὸν λιμόν; Εἶτα λιμῷ μὲν ἄρτου διαφθειρόμενον  οὐκ ἂν περιεῖδες, λιμῷ δὲ θείας διδασκαλίας ἀπολλύμενον  ἀνέχῃ περιορᾷν; Καὶ πῶς ἄξιος ἂν ἦς καλεῖσθαι πατήρ; Καὶ γὰρ οὗτος ὁ λιμὸς ἐκείνου χαλεπώτερος,  ὅσῳ καὶ πρὸς μείζονα τελευτᾷ θάνατον,  ὅθεν καὶ πλείονα  ἐνταῦθα ποιεῖσθαι χρὴ τὴν σπουδήν. Ἐκτρέφετε γὰρ, φησὶ, τὰ τέκνα  ὑμῶν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Αὕτη καλλίστη πατέρων  ἐπιμέλεια, αὕτη γνησία κηδεμονία γεγεννηκότων·  οὕτω γὰρ ἐγὼ ἐπιγινώσκω  τῆς φύσεως τὴν συγγένειαν, ἐὰν ἐν τοῖς πνευματικοῖς πλείονα ἐπιδείξωνται τὴν σπουδήν. Ἀλλὰ τῶν μὲν προοιμίων ἀρκετὸς ὁ λόγος· ἀνάγκη δὲ λοιπὸν καταβαλεῖν καὶ τὸ χρέος· διὰ γὰρ τοῦτο τὸν μακρὸν καὶ πολὺν τοῦτον    ὑμῖν    ἀπεμήκυνα    λόγον,    ἵνα    μετὰ   πάσης   ὑποδέξησθε   τὸ καταβαλλόμενον  φυλακῆς.  Τί οὖν  τὸ  ὄφλημα,  ὅπερ  ἀνεχωρήσαμεν  ὀφείλοντες πρώην;      καὶ   τοῦτο   τάχα   ἐπιλέλησθε;   Οὐκοῦν   ἀνάγκη   παρ'   ἡμῶν   ὑμᾶς ὑπομνησθῆναι, καὶ πρότερον ἀναγνῶναι  τὸ γραμματεῖον, δι' οὗ καὶ τὴν προτέραν καταβολὴν ἐποιησάμεθα, καὶ τίνα ἦν τὰ καταβληθέντα  εἰπεῖν, ἵνα ἴδωμεν ἐκ τῶν καταβληθέντων  τὰ λειπόμενα. Τίνα οὖν ἐστι τὰ καταβληθέντα πρότερον; Εἶπον ἐκεῖ τίς ἦν ὁ τὸ βιβλίον γράψας τῶν Πράξεων, καὶ τίς ὁ πατὴρ τοῦ λόγου τούτου· μᾶλλον δὲ οὐχ ὁ πατὴρ τοῦ λόγου, ἀλλ' ὁ διάκονος· οὐ γὰρ αὐτὸς ἔτεκε τὰ εἰρημένα, ἀλλ' αὐτὸς διηκόνησε τοῖς εἰρημένοις. Εἶπον περὶ τῶν Πράξεων αὐτῶν, καὶ τί ποτ' οὖν βούλεται ἐνδείξασθαι τὸ τῶν Πράξεων ὄνομα· εἶπον καὶ περὶ τῆς τῶν ἀποστόλων προσηγορίας.  Ἀνάγκη   λοιπὸν   εἰπεῖν,   τίνος   ἕνεκεν   οἱ  Πατέρες  ἡμῶν   ἐν   τῇ Πεντηκοστῇ τὸ  βιβλίον  τῶν  Πράξεων ἀναγινώσκεσθαι  ἐνομοθέτησαν.  Τάχα γὰρ μέμνησθε  ὅτι  καὶ  τοῦτο  τότε  ὑπεσχόμεθα  ἐρεῖν.  Οὐ γὰρ  ἁπλῶς  οὐδὲ  εἰκῆ  τοὺς καιροὺς  ἡμῖν  τούτους  παρετήρησαν  οἱ  Πατέρες, ἀλλὰ  μετά  τινος  λόγου  σοφοῦ πεποιήκασι τοῦτο· οὐχ ἵνα ὑπὸ ἀνάγκην καιρῶν τὴν ἐλευθερίαν ἡμῖν ὑποβάλωσιν, ἀλλ'  ἵνα  τῇ  τῶν  ἀσθενεστέρων  πτωχείᾳ  συγκαταβάντες,  ἐπὶ  τὸν  πλοῦτον  τῆς γνώσεως αὐτοὺς ἀναγάγωσι. Καὶ ὅτι διὰ τοῦτο παρατηροῦσι καιροὺς, οὐχ ἑαυτοὺς τῇ ἀνάγκῃ  τῆς  παρατηρήσεως  ὑποβάλλοντες,  ἀλλὰ  τοῖς  ἀσθενεστέροις συγκατιέναι σπουδάζοντες,  ἄκουσον τί  φησιν  ὁ Παῦλος· Ἡμέρας παρατηρεῖτε  καὶ μῆνας  καὶ καιροὺς  καὶ  ἐνιαυτούς;  Φοβοῦμαι μή  πως  εἰκῆ  κεκοπίακα  εἰς  ὑμᾶς.  Σὺ  δὲ  οὐ παρατηρεῖς ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτούς;  Τί οὖν; εἰ ἴδωμεν  τὸν  κωλύοντα παρατηρεῖν ἡμέρας καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς  παρατηροῦντα  ταῦτα, τί ἐροῦμεν, εἰπέ μοι; ὅτι μάχεται  ἑαυτῷ, καὶ φιλονεικεῖ;  Μὴ γένοιτο! ἀλλ' ὅτι τῶν παρατηρούντων τοὺς καιροὺς τὴν ἀσθένειαν ἀνελεῖν βουλόμενος συγκαταβαίνει διὰ τῆς  παρατηρήσεως  πρὸς  ἐκείνους.  Οὕτω  καὶ  ἰατροὶ  ποιοῦσι,  τῶν  σιτίων  τῶν διδομένων  τοῖς νοσοῦσιν ἀπογεύονται  πρότερον, οὐκ αὐτοὶ δεόμενοι τῶν  σιτίων, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθῶσαι σπουδάζοντες. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· οὐδὲν δεόμενος τῆς παρατηρήσεως τῶν  καιρῶν, τοὺς καιροὺς ἐτήρησεν, ἵνα τοὺς παρατηροῦντας  ἀπαλλάξῃ  τῆς  ἀσθενείας  τῆς  κατὰ  τὴν  παρατήρησιν.  Καὶ ποῦ παρετήρησε καιροὺς ὁ Παῦλος; Προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ. Τῇ δὲ ἐπιούσῃ, φησὶ,  κατεπλεύσαμεν  εἰς  Μίλητον.  Κεκρίκει  γὰρ    Παῦλος  παραπλεῦσαι  τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Εἶδες πῶς ὁ λέγων, Ἡμέρας μὴ παρατηρεῖσθε καὶ  μῆνας  καὶ  καιροὺς, τὴν  ἡμέραν  τῆς  Πεντηκοστῆς παρετήρει;

δʹ. Καὶ οὐ μόνον  ἡμέραν  παρετήρει, ἀλλὰ  καὶ  τόπον·  οὐ γὰρ μόνον  τὴν ἡμέραν  τῆς  Πεντηκοστῆς  ἔσπευδε  ποιῆσαι,  ἀλλὰ  καὶ  ἐν  Ἱεροσολύμοις  αὐτὴν ἐπιτελέσαι. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; Τὰ Ἱεροσόλυμα κατελύθη, ἠρημώθη τὰ Ἅγια  τῶν  ἁγίων  τῇ  τοῦ  Θεοῦ ψήφῳ,  ἡ πολιτεία  ἡ προτέρα ἐλύθη.  Σὺ πρὸς Γαλάτας βοᾷς λέγων· Οἱ ἐν νόμῳ δικαιοῦσθαι προσδοκῶντες, τῆς χάριτος ἐξεπέσατε· καὶ  τί  πάλιν  ἡμᾶς  πρὸς  τὴν  δουλείαν  ἄγεις  τοῦ  νόμου;  Οὐκ ἔστι  μικρὸν  τὸ κινούμενον, μαθεῖν εἰ μάχεται ἑαυτῷ ὁ Παῦλος. Οὐδὲ γὰρ ἡμέρας μόνον παρατηρεῖ ὁ Παῦλος,  ἀλλὰ  καὶ  ἄλλα  φυλάττει   νομικὰ  παραγγέλματα,  καὶ  βοᾷ  λέγων   τοῖς Γαλάταις· Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Οὗτος τοίνυν  ὁ Παῦλος, ὁ λέγων  ὅτι Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, φαίνεται  αὐτὸς περιτέμνων  τὸν Τιμόθεον. Εὑρὼν γὰρ, φησὶν, ὁ Παῦλος  ἐν  Λύστροις τινὰ  νεανίαν,  υἱὸν  Ἰουδαίας  γυναικὸς  πιστῆς,  πατρὸς  δὲ Ἕλληνος, περιέτεμεν αὐτόν· οὐκ ἐβούλετο γὰρ ἀκρόβυστον πέμπειν διδάσκαλον. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; ἀναιρεῖς τῷ λόγῳ τὴν περιτομὴν, καὶ βεβαιοῖς τῷ ἔργῳ πάλιν; Οὐ βεβαιῶ, φησὶν, ἀλλ' ἀναιρῶ διὰ τῶν ἔργων. Καὶ γὰρ υἱὸς γυναικὸς ἦν Ἰουδαίας πιστῆς ὁ Τιμόθεος, πατρὸς δὲ Ἕλληνος, ἀκροβύστου δὲ γένους. Ἐπεὶ οὖν ἔμελλεν αὐτὸν ὁ Παῦλος προπέμπειν τοῖς Ἰουδαίοις διδάσκαλον, οὐκ ἐβούλετο δὲ ἀκρόβυστον πέμψαι, ἵνα μὴ εὐθέως ἀπὸ τῶν προοιμίων ἀποκλείσῃ τὰς θύρας τῷ λόγῳ. Προοδοποιῶν τοίνυν τῇ ἀναιρέσει τῆς περιτομῆς, καὶ ἀνοίγων ὁδὸν τῇ διδασκαλίᾳ τοῦ Τιμοθέου, περιέθηκεν αὐτῷ περιτομὴν, ἵνα ἀνέλῃ περιτομήν. ∆ιὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐχ ἵνα Ἰουδαῖοςγένηται, τοῦτο εἴρηκεν ὁ Παῦλος, ἀλλ' ἵνα τοὺς μένοντας Ἰουδαίους πείσῃ μηκέτι εἶναι Ἰουδαίους· διὰ τοῦτο καὶ τοῦτον περιέτεμεν, ἵνα ἀνέλῃ τὴν περιτομήν. Τῇ περιτομῇ τοίνυν κατὰ τῆς περιτομῆς ἐχρήσατο. Ἔλαβε γὰρ περιτομὴν καὶ ὁ Τιμόθεος, ἵνα δυνηθῇ παραδεχθῆναι  ὑπὸ  τῶν  Ἰουδαίων,  καὶ  εἰσελθὼν  κατὰ  μικρὸν  ἐξελκύσῃ  ταύτης αὐτοὺς  τῆς  παρατηρήσεως.  Εἶδες τίνος  ἕνεκεν  καὶ  Πεντηκοστὴν  καὶ  περιτομὴν ἐτήρησεν ὁ Παῦλος; Βούλεσθε καὶ ἄλλα  ὑμῖν  ἀποδείξω  νόμιμα  τηροῦντα  αὐτόν; Προσέχετε ἀκριβῶς. Ἀνῆλθέ ποτε εἰς Ἱεροσόλυμα, καὶ ἰδόντες αὐτὸν οἱ ἀπόστολοι ἔλεγον αὐτῷ· Θεωρεῖς, ἀδελφὲ Παῦλε, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων  τῶν συνεληλυθότων,  καὶ οὗτοι πάντες  κατήχηνται  περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου  διδάσκεις. Τί οὖν;  Ποίησον ὅ σοι λέγομεν.  Εἰσὶ παρ'  ἡμῖν  ἄνδρες  εὐχὴν ἔχοντες ἐν ἑαυτοῖς· τούτους λαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ ξύρησαι τὴν κεφαλὴν μετ' αὐτῶν, ἵνα ἔργῳ πιστωθῶσιν, ὅτι ὧν κατήχηνται  περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ τηρεῖς καὶ αὐτὸς τὸν νόμον τοῦ Μωϋσέως. Εἴδετε συγκατάβασιν θαυμασίαν; Καιροὺς παρατηρεῖ, ἵνα ἀνέλῃ καιρῶν παρατήρησιν· περιτομὴν περιτίθησιν, ἵνα παύσῃ περιτομήν· θυσίαν προσάγει, ἵνα καθέλῃ τὴν παρατήρησιν τῶν θυσιῶν. Καὶ ὅτι διὰ τοῦτο ταῦτα ἐποίει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγενόμην τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, καὶ ἐλεύθερος ὢν ἐκ πάντων,  51.103 πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Ἐποίει δὲ ταῦτα ὁ Παῦλος μιμούμενος τὸν ἑαυτοῦ ∆εσπότην. Καθάπερ γὰρ αὐτὸ
ς Ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ'  ἑαυτὸν  ἐκένωσε  μορφὴν  δούλου  λαβὼν,  καὶ  ἐλεύθερος  ὢν  δοῦλος γέγονεν· οὕτω καὶ οὗτος ἐλεύθερος ὢν ἐκ πάντων  πᾶσιν ἑαυτὸν ἐδούλωσεν, ὥστε πάντας κερδᾶναι. ∆οῦλος ἐγένετο τὴν φύσιν τὴν ἡμετέραν ἀναλαβὼν  ὁ ∆εσπότης, ἵνα τοὺς δούλους ἐλευθέρους ποιήσῃ· Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, ἵνα τοὺς κάτω μένοντας ἀναγάγῃ εἰς οὐρανόν. Ἔκλινεν οὐρανούς· οὐκ εἶπε· Κατέλιπεν οὐρανοὺς, καὶ  κατέβη,  ἀλλ'  Ἔκλινεν,  εὐκολωτέραν  σοι  τὴν  ἄνοδον  ποιῶν  τὴν  εἰς  τοὺς οὐρανούς. Τοῦτον καὶ ὁ Παῦλος ἐμιμήσατο κατὰ δύναμιν, διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε,  καθὼς  κἀγὼ  Χριστοῦ. Καὶ πῶς  σὺ, ὦ μακάριε Παῦλε, τοῦ Χριστοῦ ἐγένου μιμητής; Πῶς; Ἐπειδὴ οὐδαμοῦ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν,  ὅπως  σωθῶσι, καὶ ἐλεύθερος ὢν  ἐκ πάντων,  πᾶσιν ἐμαυτὸν  ἐδούλωσα. Οὐδὲν τοίνυν  ταύτης τῆς δουλείας βέλτιον, ἐλευθερίας γὰρ ἑτέροις αἰτία γίνεται. Ἁλιεὺς ἦν πνευματικὸς ὁ Παῦλος· Ποιήσω γὰρ ὑμᾶς, φησὶν, ἁλιεῖς ἀνθρώπων· διὰ τοῦτο καὶ ταῦτα ἐποίει. Καὶ γὰρ καὶ οἱ ἁλιεῖς, ἐπειδὰν ἴδωσι τὸν ἰχθὺν καταπιόντα τὸ ἄγκιστρον, οὐκ εὐθέως  ἀνθέλκουσιν,  ἀλλ' ἐνδιδόντες  μέχρι πολλοῦ  διαστήματος ἀκολουθοῦσιν   ἀναμένοντες   ἐμπαγῆναι   τὸ  ἄγκιστρον   καλῶς,   ἵνα   οὕτω   μετὰ ἀσφαλείας τὴν θήραν ἑλκύσωσιν. Οὕτω καὶ οἱ ἀπόστολοι τότε ἐποίουν· ἐνέβαλλον τὸ ἄγκιστρον τῆς διδασκαλίας τοῦ λόγου ψυχῇ τῇ Ἰουδαϊκῇ, οἱ δὲ ἀνθεῖλκον  εἰκῆ, καὶ κατέσχον εἰς περιτομὴν ἑαυτοὺς ἄγοντες, εἰς ἑορτὰς, εἰς καιρῶν παρατήρησιν, εἰς θυσίας, εἰς τὸ ξυρᾶσθαι καὶ ἕτερα τοιαῦτα  ποιεῖν· οἱ δὲ ἀπόστολοι πανταχοῦ ἠκολούθουν  αὐτοῖς,  καὶ οὐκ ἀνθεῖλκον·  ὥστε κἂν  περιτομὴν  ζητῇς, φησὶν,  οὐκ ἀντιτείνω,  ἀλλ' ἕπομαι· κἂν θυσίαν αἰτῇς, θύω, κἂν ξυρᾶσθαι βουληθῇς ἐμὲ τὸν ἀποστάντα τῆς σῆς πολιτείας, πάρειμι, καὶ ποιῶ τὸ κελευόμενον· κἂν Πεντηκοστὴν κελεύῃς  παρατηρῆσαί  με, οὐδὲ  ἐνταῦθα  φιλονεικῶ·  ἀλλ'  ὅπουπερ  ἂν  περιάγῃς, ἀκολουθῶ καὶ ἐνδίδωμι  ἐμπαγῆναί  σοι ἀναμένων  τοῦ λόγου τὸ ἄγκιστρον, ὥστε δυνηθῆναι μετὰ ἀσφαλείας ἅπαν ὑμῶν ἐξελκύσαι τὸ ἔθνος τῆς παλαιᾶς λατρείας καὶ πολιτείας. ∆ιὰ τοῦτο γὰρ καὶ ἀπὸ Ἐφέσου εἰς Ἱεροσόλυμα ἦλθον. Ὁρᾷς πόσονπαρηκολούθησεν ὁ Παῦλος τῇ ἁλείᾳ τῶν ἰχθύων ἐνδιδοὺς τῷ λόγῳ; ὁρᾷς ὅτι ἡ παρατήρησις τῶν καιρῶν, καὶ ἡ συγκατάβασις τῆς περιτομῆς, καὶ ἡ κοινωνία  τῶν θυσιῶν διὰ τοῦτο ἐγίνετο, οὐχ ἵνα αὐτοὶ πρὸς τὴν παλαιὰν ἐπανέλθωσι πολιτείαν, ἀλλ' ἵνα ἐκείνους τοῖς τύποις παρακαθημένους πρὸς τὴν ἀλήθειαν ἐπαναγάγωσιν; Ὁ γὰρ ἐν ὕψει καθήμενος, ἐὰν διαπαντὸς ἐπὶ τοῦ ὕψους μένῃ, οὐδέποτε δυνήσεται τὸν κάτω  κείμενον  ἀναγαγεῖν,  ἀλλὰ  δεῖ  πρότερον  ἐκεῖνον  ταπεινωθῆναι,   καὶ  τότε τοῦτον ὑψωθῆναι. ∆ιὰ τοῦτο κατέβησαν οἱ ἀπόστολοι ἀπὸ τοῦ ὕψους τῆς πολιτείας τῆς   εὐαγγελικῆς,   ἵνα   ἀπὸ   τῆς   ταπεινότητος    τῆς   πολιτείας   τῆς   Ἰουδαϊκῆς ἀναγάγωσιν εἰς τὸ ὕψος ἐκεῖνο τοὺς Ἰουδαίους.
 εʹ. Ἀλλ' ὅτι μὲν ἡ τῶν καιρῶν παρατήρησις καὶ τὰ λοιπὰ πάντα χρησίμως καὶ συμφερόντως ἐγίνοντο, ἀπὸ τούτων δῆλον· ἴδωμεν δὲ λοιπὸν τίνος ἕνεκεν τὸ  βιβλίον  τῶν  Πράξεων τῶν  ἀποστόλων  ἐν  τῷ  καιρῷ τῆς Πεντηκοστῆς ἀναγινώσκεται.  ∆ιὰ γὰρ τοῦτο  ταῦτα  πάντα  ἐκινήσαμεν,  ἵν',  ὅταν  ἴδητε  καιρῶν παρατήρησιν  ἐγκειμένην,  μὴ νομίσητε πολιτείαν  νοσεῖν  Ἰουδαϊκὴν  τοὺς ἀποστόλους. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ· οὐ γὰρ μικρόν ἐστι ζήτημα τὸ  μέλλον  ῥηθήσεσθαι. Ἐν  τῇ  ἡμέρᾳ τοῦ  σταυροῦ τὰ  περὶ  τοῦ  σταυροῦ πάντα ἀναγινώσκομεν· ἐν τῷ σαββάτῳ τῷ μεγάλῳ πάλιν, ὅτι παρεδόθη ἡμῶν ὁ Κύριος, ὅτι ἐσταυρώθη, ὅτι ἀπέθανε τὸ κατὰ σάρκα, ὅτι ἐτάφη· τίνος οὖν ἕνεκεν καὶ τὰς Πράξεις τῶν ἀποστόλων οὐ μετὰ τὴν Πεντηκοστὴν ἀναγινώσκομεν,  ὅτε καὶ ἐγένοντο,  καὶ ἀρχὴν ἔλαβον; Καὶ οἶδα μὲν ὅτι πολλοὶ τοῦτο ἀγνοοῦσι· διόπερ ἀπὸ τοῦ βιβλίου τῶν Πράξεων αὐτὸ πιστώσασθαι ἀναγκαῖον,  ἵνα μάθητε, ὅτι τὴν ἀρχὴν τῶν  Πράξεων τῶν ἀποστολικῶν οὐχ ἡ Πεντηκοστὴ ἔχει, ἀλλ' ὁ καιρὸς ὁ μετὰ τὴν Πεντηκοστήν. ∆ιὸ καὶ δικαίως ἄν τις ζητήσειε, τί δήποτε τὸν μὲν σταυρὸν ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ καὶ τοῦ πάθους ἀναγινώσκειν  νενομοθέτηται· τὰς δὲ Πράξεις τὰς ἀποστολικὰς οὐκ αὐταῖς  ταῖς  ἡμέραις  ἀναγινώσκομεν,  οὐδὲ τῷ  καιρῷ  καθ' ὃν  ἐπράχθησαν, ἀλλὰ προφθάνομεν τὸν καιρόν. Οὐδὲ γὰρ εὐθέως ὅτε ἀνέστη Χριστὸς, θαύματα ἐποίουν οἱ ἀπόστολοι, ἀλλὰ  τεσσαράκοντα ἡμέρας αὐτοῖς  συνηλίζετο  ἐπὶ  τῆς  γῆς. Τίνος δὲ ἕνεκεν τὰς τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς, ἐν ἑτέρῳ καιρῷ δηλώσομεν·  τέως  δὲ  ἐπὶ  τὸ  προκείμενον  ἴωμεν  τοῦ  λόγου,  δεικνύντες,  ὅτι  οὐκ εὐθέως εἰς τὸν οὐρανὸν ἀνέβη μετὰ τὴν ἀνάστασιν ὁ Χριστὸς, ἀλλὰ τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς διέτριψε μετὰ τῶν μαθητῶν, καὶ οὐχ ἁπλῶς διέτριψεν, ἀλλὰ καὶ συναλιζόμενος, καὶ τραπέζης κοινωνῶν, καὶ ὁμιλίας μεταδιδοὺς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνῆλθε  πρὸς τὸν  Πατέρα ἐν  τοῖς  οὐρανοῖς, καὶ οὐδὲ τότε ἐθαυματούργουν, ἀλλ' ἕτεραι δέκα ἐγίνοντο ἡμέραι, καὶ πληρουμένης τῆς Πεντηκοστῆς ἐπέμφθη αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τότε λαβόντες τὰς πυρίνας γλώσσας ἤρξαντο  ποιεῖν  θαύματα. Ταῦτα δὲ πάντα,  ἀγαπητοὶ,  ἀπὸ τῶν  Γραφῶν πιστωσόμεθα· οἷον ὅτι τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο, ὅτι μετὰ τὴν Πεντηκοστὴν  κατῆλθε  τὸ  Πνεῦμα τὸ  ἅγιον,  ὅτι  τότε  τὰς  γλώσσας  ἔλαβον  τὰς πυρίνας,  ὅτι  τῶν  σημείων  ἔκτοτε  ἤρξαντο.  Τίς οὖν  ταῦτα  πάντα  φησίν;  Ὁ τοῦ Παύλου μαθητὴς, ὁ τίμιος καὶ μέγας Λουκᾶς, οὕτω ποιούμενος τὴν ἀρχὴν καὶ λέγων· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς  τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος  αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν  αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι. Ὁρᾷς ὅτι μετὰ τὴν ἀνάστασιν τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς ἦν ὁ Κύριος, λέγων περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ συναλιζόμενος τοῖς ἀποστόλοις; ὁρᾷς ὅτι καὶ τραπέζης ἐκοινώνει; Καὶ παρήγγειλεν  αὐτοῖς, φησὶν, ἀπὸ Ἱεροσολύμων  μὴ  χωρίζεσθαι,  ἀλλὰ  περιμένειν  τὴν  ἐπαγγελίαν  τοῦ  Πατρὸς, ἣν ἠκούσατέ μου, φησίν·  ὅτι  Ἰωάννης  μὲν  ἐβάπτισεν  ὕδατι,  ὑμεῖς  δὲ  βαπτισθήσεσθε ἐν  Πνεύματι ἁγίῳ  οὐ μετὰ πολλὰς  ταύτας  ἡμέρας. Ταῦτα δὲ ἔλεγεν  ὁ Σωτὴρ ἐν ταῖς τεσσαράκοντα ἡμέραις, Οἱ μὲν οὖν συνελθόντες  ἐπηρώτων  αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἐν τῇ Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπὼν, βλεπόντων  αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν  αὐτὸν ἀπὸ τῶν  ὀφθαλμῶν  αὐτῶν. Εἶδες πῶς καὶ τεσσαράκοντα ἡμέρας  αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς ὁ Χριστὸς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τότε ἀνελήφθη ἐν τοῖς οὐρανοῖς· ἀλλ' ἴδωμεν εἰ ἐν τῇ Πεντηκοστῇ τὸ Πνεῦμα ἐπέμφθη τὸ ἅγιον. Καὶ ἐν τῷ συμπληροῦσθαι, φησὶ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἐγένετο ἄφνω ἦχος ἐκ τοῦ οὐρανοῦ ὡσεὶ φερομένης πνοῆς βιαίας, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Εἴδετε ἀκριβῆ τὴν  ἀπόδειξιν  γεγενημένην,  οἷον  ὅτι τεσσαράκοντα ἡμέρας ἦν ἐπὶ γῆς ὁ Χριστὸς, καὶ οὐδὲ ἐθαυματούργουν οἱ ἀπόστολοι; Πῶς γὰρ ἔμελλον θαυματουργεῖν τὴν τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος χάριν οὐδέπω ἔχοντες; Εἴδετε, ὅτι μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνελήφθη  εἰς τὸν οὐρανὸν ὁ Ἰησοῦς; εἴδετε πάλιν, ὅτι μετὰ τὰς δέκα ἡμέρας ἐθαυματούργουν  οἱ ἀπόστολοι; Ἐν γὰρ τῷ  συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς κατεπέμφθη τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο οὖν ἐστι λοιπὸν τὸ ζητούμενον, τίνος ἕνεκεν αἱ Πράξεις τῶν ἀποστόλων ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται.  Εἰ γὰρ τότε ἤρξαντο ποιεῖν τὰ σημεῖα οἱ ἀπόστολοι, ἤγουν μετὰ τὴν Κυρίου ἀνάστασιν, τότε ἔδει καὶ τὸ βιβλίον ἀναγινώσκεσθαι τοῦτο. Ὥσπερ γὰρ τὰ περὶ τοῦ σταυροῦ ἐν τῇ ἡμέρᾳ σταυροῦ ἀναγινώσκομεν, καὶ τὰ ἐν τῇ ἀναστάσει ὁμοίως, καὶ τὰ ἐν ἑκάστῃ ἑορτῇ γεγονότα τῇ αὐτῇ πάλιν ἀναγινώσκομεν, οὕτως ἔδει καὶ τὰ θαύματα τὰ ἀποστολικὰ ἐν ταῖς ἡμέραις τῶν ἀποστολικῶν σημείων ἀναγινώσκεσθαι.

ς ʹ.  Τίνος οὖν ἕνεκεν  οὐ τότε αὐτὰ ἀναγινώσκομεν,  ἀλλ'  εὐθέως  μετὰ  τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν, ἀκούσατε μετὰ ἀκριβείας τὴν αἰτίαν ἅπασαν. Μετὰ τὸν σταυρὸν  εὐθέως   ἀνάστασιν  καταγγέλλομεν   τοῦ  Χριστοῦ,  τῆς  δὲ   ἀναστάσεως ἀπόδειξίς ἐστι τὰ σημεῖα τὰ ἀποστολικὰ, τῶν δὲ σημείων ἀποστολικῶν διδασκαλεῖόν ἐστι τοῦτο τὸ βιβλίον. Ὃ τοίνυν μάλιστα πιστοῦται τὴν ἀνάστασιν τὴν ∆εσποτικὴν, τοῦτο   μετὰ  τὸν   σταυρὸν  καὶ  τὴν   ζωηφόρον   ἀνάστασιν   εὐθέως   οἱ  Πατέρες ἐνομοθέτησαν ἀναγινώσκεσθαι. ∆ιὰ τοῦτο τοίνυν, ἀγαπητοὶ, μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν εὐθέως ἀναγινώσκομεν τὰ σημεῖα τῶν ἀποστόλων, ἵνα ἔχωμεν σαφῆ καὶ ἀναμφισβήτητον  τῆς ἀναστάσεως τὴν ἀπόδειξιν.  Οὐκ εἶδες αὐτὸν  ἀναστάντα τοῖς ὀφθαλμοῖς τοῦ σώματος, ἀλλὰ βλέπεις  αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τῆς πίστεως· οὐκ εἶδες αὐτὸν διὰ τῶν ὀμμάτων τούτων ἀναστάντα, ἀλλ' ὄψει αὐτὸν ἀναστάντα διὰ τῶν θαυμάτων ἐκείνων. Ἡ γὰρ τῶν σημείων ἐπίδειξις χειραγωγεῖ σε πρὸς τὴν τῆς πίστεως θεωρίαν. Ὅθεν τοῦ φανῆναι αὐτὸν ἀναστάντα πολλῷ μείζων ἦν ἀπόδειξις καὶ σαφεστέρα τὸ σημεῖα γίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ. Βούλει μαθεῖν, πῶς  τοῦτο  μᾶλλον  πιστοῦται  τὴν  ἀνάστασιν, ἢ εἰ ἐφάνη  πᾶσιν ἀνθρώποις  κατ' ὀφθαλμούς; Ἀκούσατε νουνεχῶς· καὶ γὰρ πολλοὶ τοῦτο ἐρωτῶσι, καὶ λέγουσι· Τίνος ἕνεκεν ἀναστὰς οὐκ εὐθέως ἐφάνη τοῖς Ἰουδαίοις; ἀλλὰ περιττὸς ὁ λόγος οὗτος καὶ μάταιος. Εἰ γὰρ ἔμελλε πρὸς τὴν πίστιν αὐτοὺς ἐπισπάσασθαι, οὐκ ἂν παρῃτήσατο μετὰ τὴν ἀνάστασιν φανῆναι πᾶσιν· ὅτι δὲ οὐκ ἔμελλεν αὐτοὺς ἐπισπάσασθαι φανεὶς αὐτοῖς  μετὰ τὴν  ἀνάστασιν, δείκνυσι διὰ τοῦ Λαζάρου. Τοῦτον γὰρ τετραήμερον νεκρὸν ἀναστήσας, ὀδωδότα, διεφθορότα, καὶ μετὰ τῶν κειριῶν δεδεμένον ποιήσας αὐτὸν ἐξελθεῖν ὑπὸ τὰς ἁπάντων ὄψεις, οὐ μόνον οὐκ ἐπεσπάσατο πρὸς τὴν πίστιν αὐτοὺς, ἀλλὰ καὶ παρώξυνεν·  ἐλθόντες  γὰρ ἠβουλήθησαν καὶ αὐτὸν  ἀνελεῖν  διὰ τοῦτο. Εἰ οὖν ἕτερον ἀνέστησε καὶ οὐκ ἐπίστευσαν, ἑαυτὸν  ἀναστήσας εἰ ἔδειξεν ἑαυτὸν, οὐκ ἂν πάλιν ἐμάνησαν κατ' αὐτοῦ; Εἰ καὶ μηδὲν ἔμελλον ἀνύειν, ἀλλ' ὅμως διὰ τῆς ἐπιχειρήσεως ἔμελλον ἀσεβεῖν. Ὥστε βουλόμενος αὐτοὺς ἀπαλλάξαι μανίας περιττῆς, ἔκρυψεν ἑαυτόν· μᾶλλον γὰρ ἂν ἐποίησεν ὑπευθύνους κολάσει, εἰ μετὰ τὸν σταυρὸν ἐφάνη. ∆ιὰ τοῦτο φειδόμενος  αὐτῶν  ἔκρυψε μὲν ἑαυτὸν ἐκ τῆς ἐκείνων ὄψεως· ἔδειξε δὲ διὰ τῆς τῶν σημείων ἀποδείξεως. Τοῦ γὰρ ἰδεῖν αὐτὸν ἀναστάντα οὐκ ἔλαττον ἦν ἀκοῦσαι Πέτρου λέγοντος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει.  Καὶ ὅτι  τοῦτο  ἀναστάσεως  μεγίστη  ἀπόδειξις,  καὶ  εὐκολώτερον  πρὸς πίστιν    ἐκεῖνο  τὸ  πρότερον,  καὶ  μᾶλλον  ἠδύνατο  πεῖσαι  τὰς  διανοίας  τῶν ἀνθρώπων  τὸ σημεῖα φαίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ γινόμενα, ἢ τὸ ἰδεῖν αὐτὸν ἀναστάντα, δῆλον ἐκεῖθεν. Ἀνέστη καὶ ἔδειξεν ἑαυτὸν τοῖς μαθηταῖς ὁ Χριστός· ἀλλ' ὅμως εὑρέθη τις ἀπιστῶν καὶ ἐν ἐκείνοις Θωμᾶς ὁ λεγόμενος ∆ίδυμος, καὶ ἐδεήθη τοῦ τὰς χεῖρας εἰσενεγκεῖν εἰς τοὺς τύπους τῶν ἥλων· ἐδεήθη δὲ καὶ τὴν πλευρὰν αὐτοῦ καταμαθεῖν. Εἰ δὲ ὁ μαθητὴς ἐκεῖνος ὁ τρεῖς χρόνους διατρίψας μετ' αὐτοῦ, ὁ τραπέζης ∆εσποτικῆς κοινωνήσας, ὁ σημεῖα καὶ τέρατα θεασάμενος μέγιστα, ὁ ῥημάτων   ∆εσποτικῶν   μετασχὼν,   καὶ   ἰδὼν   αὐτὸν   ἀναστάντα,   οὐ   πρότερον ἐπίστευσεν, ἕως ὅτε τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὰ τραύματα εἶδε· πῶς ἡ οἰκουμένη πιστεύειν ἔμελλεν, εἰπέ μοι, εἰ εἶδεν αὐτὸν ἀναστάντα; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἐντεῦθεν  δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν δείξομεν, ὅτι μᾶλλον ἔπειθε τὰ σημεῖα τοῦ θεάσασθαι κατ' ὄψιν ἀναστάντα. Ἀκούσαντες γὰρ οἱ ὄχλοι τοῦ Πέτρου τῷ χωλῷ   λέγοντος,  Ἐν  ὀνόματι  Ἰησοῦ  Χριστοῦ ἔγειραι  καὶ  περιπάτει,  τρισχίλιοι ἐπίστευσαν καὶ πεντακισχίλιοι  τῷ Χριστῷ ἄνδρες· ὁ δὲ μαθητὴς ἰδὼν  ἀναστάντα ἠπίστησεν. Ὁρᾷς πῶς τοῦτο εὐκολώτερον μᾶλλον πρὸς τὴν τῆς ἀναστάσεως πίστιν; Ἐκεῖνο  μὲν  γὰρ  καὶ  ὁ οἰκεῖος  μαθητὴς  ἰδὼν  ἠπίστησε· ταῦτα  δὲ  καὶ  οἱ  ἐχθροὶ θεασάμενοι ἐπίστευσαν. Οὕτω μεῖζον τοῦτο ἐκείνου  καὶ σαφέστερον, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο καὶ ἔπειθε πρὸς τὴν ἀνάστασιν. Καὶ τί λέγω τὸν Θωμᾶν; Ὅτι γὰρ οὐδὲ οἱ λοιποὶ μαθηταὶ ἐκ πρώτης ὄψεως ἐπίστευον, ἄκουσον νουνεχῶς. Ἀλλὰ μὴ καταγνῷς αὐτῶν, ἀγαπητέ· εἰ γὰρ ὁ Χριστὸς οὐ κατέγνω  αὐτῶν, μηδὲ σὺ καταγνῷς   αὐτῶν·   καὶ  γὰρ  πρᾶγμα  ξένον   εἶδον   οἱ  μαθηταὶ   καὶ  παράδοξον, πρωτότοκον  αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστάντα· τὰ δὲ τοιαῦτα μέγιστα θαύματα ἐκ πρώτης  ἐκπλήττειν   εἴωθεν,   ἕως  ἂν  τῷ  χρόνῳ   μόνιμα  γένηται   ἐν  ταῖς  τῶν πιστευόντων  ψυχαῖς·  ὅπερ οὖν  καὶ  ἐπὶ  τῶν  μαθητῶν  ἐγένετο  τότε. Ἐπειδὴ γὰρ ἀναστὰς ὁ Χριστὸς ἐκ νεκρῶν εἶπεν αὐτοῖς· Εἰρήνη ὑμῖν, Πτοηθέντες, φησὶν, ἐκεῖνοι καὶ ἔμφοβοι  γενόμενοι  ἐδόκουν  πνεῦμα  θεωρεῖν,  καὶ εἶπεν  αὐτοῖς  ὁ Ἰησοῦς· Τί τεταραγμένοι ἐστέ; Καὶ μετὰ ταῦτα ἐπιδείξας αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ Ἀπιστούντων  αὐτῶν  ἀπὸ  τῆς  χαρᾶς,  καὶ  θαυμαζόντων,  εἶπεν  αὐτοῖς·  Ἔχετέ τι βρώσιμον ἐνθάδε; διὰ τούτων  βουλόμενος αὐτοῖς τὴν ἀνάστασιν πιστώσασθαι. Οὐ πείθει σε, φησὶν, ἡ πλευρὰ, οὐδὲ τὰ τραύματα; πειθέτω κἂν ἡ τράπεζα.

ζʹ. Ἵνα δὲ μάθῃς ἀκριβῶς, ὅτι διὰ τοῦτο εἶπεν, Ἔχετέ τι βρώσιμον ἐνθάδε φαγεῖν; ἵνα μὴ νομίσωσιν εἴδωλον εἶναι, μηδὲ πνεῦμα, μηδὲ φαντασίαν, ἀλλ' ἀληθῆ καὶ ἐνυπόστατον  ἀνάστασιν, ἄκουσον, πῶς  ὁ Πέτρος ἀπὸ τούτων  πιστοῦται  τὴν ἀνάστασιν. Εἰπὼν  γὰρ ὅτι  Ἀνέστησεν αὐτὸν  ὁ Θεὸς, καὶ  ἔδωκεν  αὐτὸν  ἐμφανῆ γενέσθαι   μάρτυσι   τοῖς   προκεχειροτονημένοις   ἡμῖν,   εἶτα   καὶ   ἀπόδειξιν   τῆς ἀναστάσεως τιθεὶς, ἐπήγαγεν· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ ἀναστήσας νεκρὰν ὁ Χριστὸς, ἵνα πιστώσηται τὴν ἀνάστασιν ἔφη· ∆ότε αὐτῇ φαγεῖν. Ὅταν οὖν ἀκούσῃς, ὅτι παρέστησεν ἑαυτὸν ζῶντα δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος  αὐτοῖς καὶ συναλιζόμενος, μάνθανε τῆς τραπέζης τὴν αἰτίαν, ὅτι οὐχὶ δεόμενος αὐτὸς τραπέζης ἔτρωγεν, ἀλλὰ βουλόμενος τὴν ἀσθένειαν διορθῶσαι τῶν  μαθητῶν,  ὅθεν  δῆλον  ὅτι τὰ τέρατα καὶ σημεῖα τῶν  ἀποστόλων ἀπόδειξις ἦν μεγίστη τῆς ἀναστάσεως. ∆ιὸ καὶ αὐτός φησιν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων  εἰς ἐμὲ, τὰ ἔργα ἃ ποιῶ  ἐγὼ, κἀκεῖνος  ποιήσει, καὶ μείζονα  τούτων ποιήσει. Ἐπειδὴ γὰρ ὁ σταυρὸς μεταξὺ  παρεμπεσὼν  ἐσκανδάλισε πλείστους,  διὰ τοῦτο καὶ μειζόνων ἐδέησε μετὰ ταῦτα σημείων. Καίτοι γε εἰ τελευτήσας ὁ Χριστὸς ἐναπέμεινε τῷ θανάτῳ καὶ τῷ τάφῳ, καὶ οὐκ ἀνέστη, καθάπερ οἱ Ἰουδαῖοί φασιν, οὐδὲ ἀνέβη εἰς τοὺς οὐρανοὺς, οὐ μόνον οὐκ ἔδει μείζονα γίνεσθαι τὰ μετὰ ταῦτα σημεῖα τὰ μετὰ τὸν σταυρὸν, ἀλλὰ καὶ τὰ πρότερα γινόμενα  ἀποσβεσθῆναι ἐχρῆν. Προσέχετέ μοι  μετὰ  ἀκριβείας  ἐνταῦθα·  ἀναστάσεως  γάρ  εἰσιν  ἀναμφισβητήτου ἀποδείξεις τὰ λεγόμενα, διὸ καὶ πάλιν τὰ αὐτὰ ἐρῶ. Ἐποίησε σημεῖα πρὸ τούτου ὁ Χριστὸς, νεκροὺς ἤγειρε, λεπροὺς ἐκάθηρε, δαίμονας  ἀπήλασεν· ἐσταυρώθη μετὰ ταῦτα, καὶ ὡς οἱ παράνομοι Ἰουδαῖοι λέγουσιν, οὐκ ἀνέστη ἐκ νεκρῶν. Τί οὖν ἂν εἴποιμεν  πρὸς αὐτούς; Ὅτι εἰ μὴ ἀνέστη, πῶς  μετὰ ταῦτα  ἐν  τῷ  ὀνόματι  αὐτοῦ μείζονα ἐγένετο σημεῖα; Οὐδεὶς  γὰρ τῶν ζώντων τελευτήσας μείζονα σημεῖα ἐποίησε μετὰ τὴν  τελευτὴν,  ἐνταῦθα  δὲ μείζονα  καὶ τῷ  τρόπῳ  καὶ τῇ φύσει τὰ θαύματα μετὰ ταῦτα ἦν. Φύσει γὰρ μείζονα ἦν, ὅτι μὲν τοῦ Χριστοῦ οὐδέποτε σκιαὶ νεκροὺς ἀνέστησαν· ἐπὶ δὲ τῶν ἀποστόλων αἱ σκιαὶ αὐτῶν πολλὰ τοιαῦτα ἐποίουν. Τρόπῳ δὲ μείζονα ἐγένετο  σημεῖα, ὅτι τότε μὲν αὐτὸς ἐπιτάττων  ἐθαυματούργει· μετὰ  δὲ  τὸν  σταυρὸν  οἱ  δοῦλοι  αὐτοῦ  τῷ  σεβασμίῳ καὶ  ἁγίῳ  αὐτοῦ  ὀνόματι χρώμενοι μείζονα καὶ ὑψηλότερα ἐποίουν, ὥστε μειζόνως αὐτοῦ καὶ ἐνδοξοτέρως διαλάμψαι  τὴν  ἰσχύν. Τοῦ γὰρ αὐτὸν  ἐπιτάττειν  πολλῷ  μεῖζον ἦν τὸ ἕτερον τῷ ἐκείνου κεχρημένον ὀνόματι τοιαῦτα θαυματουργεῖν. Εἶδες, ἀγαπητὲ, καὶ τῇ φύσει καὶ τῷ τρόπῳ μείζονα ὄντα  τὰ σημεῖα τῶν  ἀποστόλων  μετὰ τὴν  ἀνάστασιν τοῦ Χριστοῦ; Οὐκοῦν ἀναμφισβήτητος ἡ ἀπόδειξις τῆς ἀναστάσεως. Ὅπερ γὰρ ἔλεγον, καὶ πάλιν  ἐρῶ, εἰ ἐτετελευτήκει  ὁ Χριστὸς, καὶ οὐκ ἀνέστη, ἔδει καὶ τὰ σημεῖα τελευτῆσαι   καὶ  ἀποσβεσθῆναι·  νυνὶ   δὲ  οὐ  μόνον   οὐκ  ἀπεσβέσθη,  ἀλλὰ   καὶ λαμπρότερα καὶ ἐνδοξότερα γέγονε μετὰ ταῦτα. Εἰ γὰρ μὴ ἀνέστη ὁ Χριστὸς, οὐκ ἂν ἕτεροι ἐν τῷ ὀνόματι αὐτοῦ τοιαῦτα σημεῖα ἐποίησαν. Ἡ αὐτὴ μὲν γὰρ δύναμις καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν ἐθαυματούργει· καὶ πρῶτον μὲν δι' ἑαυτοῦ, ὕστερον  δὲ  διὰ  τῶν  μαθητῶν·  ἵνα  δὲ  σαφεστέρα καὶ  ἐνδοξοτέρα  γένηται  τῆς ἀναστάσεως ἡ  ἀπόδειξις,  μείζονα  καὶ  ὑψηλότερα  μετὰ  τὸν  σταυρὸν ἐγένετο  τὰ σημεῖα. Καὶ πόθεν δῆλον ὅτι σημεῖα γέγονε τότε; ὁ ἄπιστος ἐρεῖ Πόθεν δὲ καὶ δῆλον ὅτι ἐσταυρώθη ὁ Χριστός; Ἀπὸ τῶν θείων Γραφῶν, φησί. Καὶ γὰρ ὅτι σημεῖα γέγονε τότε καὶ ὅτι ἐσταυρώθη ὁ Χριστὸς, ἀπὸ τῶν ἁγίων Γραφῶν δῆλον. Ἐκεῖναι μὲν γὰρ καὶ ταῦτα κἀκεῖνα λέγουσιν. Εἰ δὲ λέγει ὁ ὑπεναντίος, ὅτι οὐκ ἐποίησαν σημεῖα οἱ ἀπόστολοι, μειζόνως αὐτῶν δεικνύεις τὴν δύναμιν  καὶ τὴν θείαν χάριν, ὅτι χωρὶς σημείων τοσαύτην οἰκουμένην  ἐπεσπάσαντο πρὸς θεοσέβειαν. Τοῦτο γὰρ μέγιστον σημεῖον καὶ παράδοξον θαῦμα, ὅταν οἱ πτωχοὶ, καὶ πένητες, καὶ εὐκαταφρόνητοι, καὶ ἀγράμματοι, καὶ ἰδιῶται, καὶ εὐτελεῖς, καὶ δώδεκα τὸν ἀριθμὸν, πόλεις τοσαύτας, καὶ ἔθνη, καὶ δήμους, καὶ βασιλεῖς, καὶ τυράννους, καὶ φιλοσόφους, καὶ ῥήτορας, καὶ πᾶσαν, ὡς  εἰπεῖν,  τὴν  γῆν  χωρὶς  σημείων  φαίνωνται  πρὸς ἑαυτοὺς  ἑλκύσαντες. Βούλει δὲ καὶ νῦν σημεῖα γινόμενα ἰδεῖν; Ἐγώ σοι δείξω καὶ μείζονα τῶν προτέρων, οὐχ ἕνα νεκρὸν ἐγειρόμενον, οὐχ ἕνα τυφλὸν ἀναβλέποντα, ἀλλὰ πᾶσαν τὴν γῆν τὸ σκότος τῆς πλάνης ἀποθεμένην· οὐχ ἕνα λεπρὸν καθαιρόμενον, ἀλλ' ἔθνη τοσαῦτα τὴν λέπραν τῆς ἁμαρτίας ἀποσμήξαντα καὶ διὰ τοῦ λουτροῦ παλιγγενεσίας καθαρθέντα. Τί τούτων τῶν σημείων μεῖζον ἐπιζητεῖς, ἄνθρωπε, ἀθρόον τοσαύτην τῆς οἰκουμένης μεταβολὴν ὁρῶν γεγενημένην;


ηʹ. Βούλει μαθεῖν πῶς ἀναβλέψαι  τὴν οἰκουμένην  ἐποίησεν ὁ Χριστός; Τὸ πρότερον τὸ ξύλον καὶ τὸν λίθον οὐκ ἐνόμιζον εἶναι ξύλον καὶ λίθον οἱ ἄνθρωποι,ἀλλὰ θεοὺς ἐκάλουν τὰ ἀναίσθητα, οὕτως ἦσαν ἀποτετυφλωμένοι·  νυνὶ δὲ εἶδον τί ξύλον, τί λίθος· ἐπίστευσαν τί Θεός. Πίστει γὰρ μόνῃ θεωρεῖται  ἡ ἀνώλεθρος  καὶ μακαρία φύσις ἐκείνη. Βούλει δὲ καὶ ἕτερον ἀναστάσεως ἰδεῖν σημεῖον; Ἀπὸ τῆς τῶν μαθητῶν γνώμης ὄψει καὶ τοῦτο μεῖζον γινόμενον  μετὰ  τὴν ἀνάστασιν. Καὶ γὰρ παρὰ πᾶσιν ὡμολόγηται, ὅτι ὁ μὲν περὶ ζῶντα ἄνθρωπον εὐνοϊκῶς διακείμενος καὶ ἀποθανόντος  ἴσως οὐδὲ μέμνηται· ὁ δὲ περὶ ζῶντα  ἀγνωμόνως  διατεθεὶς  καὶ ἐγκαταλιπὼν  περιόντα, πολλῷ μᾶλλον ἀποθανόντος ἐπιλήσεται. Ὅθεν οὐδεὶς τῶν ἀνθρώπων   τὸν   φίλον   καὶ   τὸν   διδάσκαλον   ἀφεὶς   ζῶντα   καὶ   ἐγκαταλιπὼν, τελευτήσαντα  περὶ πολλοῦ  ποιεῖται,  καὶ  μάλιστα  ὅταν  κινδύνους  μυρίους  αὐτῷ προκειμένους ἀπὸ τῆς περὶ ἐκεῖνον σπουδῆς βλέπῃ. Ἀλλ' ἰδοὺ τοῦτο τὸ ἐπὶ μηδενὸς συμβαῖνον,  ἐπὶ  τοῦ  Χριστοῦ καὶ  τῶν  ἀποστόλων  ἐγένετο,  καὶ  οἱ  ζῶντα  αὐτὸν ἀρνησάμενοι καὶ ἐγκαταλιπόντες,  καὶ συλληφθέντα  ἀφέντες,  καὶ ἀποπηδήσαντες, μετὰ μυρία ἐκεῖνα ὀνείδη καὶ τὸν σταυρὸν, οὕτω περὶ πολλοῦ πεποίηνται, ὡς καὶ τὰς ψυχὰς ἐπιδοῦναι τὰς ἑαυτῶν ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως. Καίτοι γε εἰ καὶ τετελευτήκει Χριστὸς καὶ οὐκ ἀνέστη, πῶς εἶχε λόγον τοὺς ἡνίκα ἔζη φυγόντας διὰ τὸν ἐπικείμενον κίνδυνον, ἡνίκα ἐτελεύτησε μυρίοις ἑαυτοὺς δι' ἐκεῖνον περιβάλλειν  κινδύνοις; Οἱ μὲν οὖν ἄλλοι πάντες ἔφυγον, Πέτρος δὲ καὶ ἠρνήσατο μεθ' ὅρκου τρίτον, καὶ ὁ μεθ' ὅρκου τρίτον αὐτὸν ἀρνησάμενος καὶ θεραπαινιδίου φόβον εὐτελοῦς δείσας, ἐπειδὴ ἐτελεύτησε, βουλόμενος ἡμᾶς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι εἶδεν αὐτὸν ἀναστάντα, οὕτως ἀθρόον μετεβάλλετο ὡς ὁλοκλήρου καταγελάσαι δήμου, καὶ εἰς μέσον τῶν Ἰουδαίων τὸ θέατρον εἰσπηδῆσαι καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς καὶ ταφεὶς ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ εἰς τοὺς οὐρανοὺς ἀνέβη, καὶ μηδὲν αὐτὸν ὑποδεῖσθαι δεινόν. Πόθεν οὖν τὸ θαῤῥεῖν αὐτῷ ἐγένετο; Πόθεν ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς πληροφορίας τῆς κατὰ τὴν ἀνάστασιν; Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν, καὶ διελέχθη, καὶ περὶ τῶν μελλόντων  ἤκουσε, διὰ τοῦτο ὡς ὑπὲρ ζῶντος κινδυνεύων  λοιπὸν, οὕτως ἁπάντων κατετόλμησε τῶν δεινῶν, ἅτε δὴ καὶ πλείονα λαβὼν δύναμιν καὶ μεῖζον τὸ θάρσος ὡς ὑπὲρ αὐτοῦ ἀποθανεῖν, καὶ τῷ  σταυρῷ κατὰ  κεφαλῆς  προσομιλῆσαι. Ὅταν  τοίνυν  ἴδῃς  καὶ  σημεῖα μείζονα γινόμενα, καὶ τοὺς μαθητὰς πλείονα κεκτημένους εὔνοιαν περὶ αὐτὸν τοὺς πρότερον ἐγκαταλιπόντας  αὐτὸν,  καὶ παῤῥησίαν μείζονα  ἐπιδεικνυμένους,  καὶ πανταχόθεν λαμπροτέραν  γινομένην  τῶν  πραγμάτων  τὴν  μεταβολὴν,  καὶ  ἐπὶ  τὸ πεπαῤῥησιασμένον καὶ φαιδρὸν προελθόντα ἅπαντα, μάνθανε δι' αὐτῆς τῶν πραγμάτων  τῆς πείρας, ὅτι οὐ μέχρι θανάτου τὰ κατὰ τὸν Χριστὸν ἔμεινεν, ἀλλὰ ἀνάστασις αὐτὸν διεδέξατο, καὶ ζῇ καὶ μένει διηνεκῶς ὁ σταυρωθεὶς Θεὸς ἀναλλοίωτος.   Οὐ γὰρ  ἂν  εἰ  μὴ  ἀνέστη  καὶ  ἔζη,  μείζονα  μετὰ  ταῦτα  σημεῖα εἰργάσαντο οἱ μαθηταὶ τῶν πρὸ τοῦ σταυροῦ γινομένων.  Τότε μὲν γὰρ αὐτὸν καὶ οἱ μαθηταὶ ἐγκατέλιπον·  νυνὶ  δὲ αὐτῷ καὶ ἡ οἰκουμένη προστρέχει ἅπασα, καὶ οὐχὶ Πέτρος μόνον,  ἀλλὰ  καὶ ἕτεροι μυρίοι, καὶ πολλῷ  πλέον  μετὰ Πέτρον τῶν  οὐχ ἑωρακότων αὐτὸν τὰς ψυχὰς ἐπέδωκαν τὰς ἑαυτῶν ὑπὲρ ἐκείνου, καὶ τὰς κεφαλὰς ἀπετμήθησαν, καὶ μυρία ἔπαθον δεινὰ, ὥστε τὴν εἰς αὐτὸν  ὁμολογίαν ὑγιῆ καὶ ἀκέραιον ἔχοντας ἀπελθεῖν. Πῶς οὖν ὁ νεκρὸς καὶ ἐν τῷ τάφῳ μένων, ὡς σὺ λέγεις, ὦ Ἰουδαῖε, τοσαύτην καὶ ἐν τοῖς μετ' ἐκείνους ἅπασιν ἐπεδείξατο τὴν ἰσχὺν καὶ τὴν δύναμιν, πείθων αὐτοὺς αὐτὸν μόνον προσκυνεῖν, καὶ πάντα αἱρεῖσθαι ὑπομεῖναι καὶ πάσχειν ὑπὲρ τοῦ μὴ τὴν πίστιν ἀπολέσαι τὴν εἰς αὐτόν; Ὁρᾷς διὰ πάντων σαφῆ τῆς ἀναστάσεως τὴν ὑπόδειξιν, διὰ τῶν σημείων τῶν τότε, τῶν νῦν, διὰ  τῆς  εὐνοίας  τῶν  μαθητῶν  τῶν  τότε,  τῶν  νῦν,  διὰ  τῶν  κινδύνων   ἐν  οἷς διετέλεσαν οἱ πιστεύσαντες; Βούλει καὶ τοὺς ἐχθροὺς ἰδεῖν πεφοβημένους αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν δύναμιν, καὶ πολλῷ μᾶλλον μετὰ τὸν σταυρὸν ἀγωνιῶντας;  Ἄκουε καὶ περὶ τούτων  συνετῶς.  Θεωροῦντες γὰρ, φησὶν,  οἱ Ἰουδαῖοι  τὴν  τοῦ  Πέτρου παῤῥησίαν καὶ Ἰωάννου,  καὶ καταλαβόμενοι,  ὅτι  ἄνθρωποι  ἀγράμματοί  εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, καὶ ἠγωνίων, οὐκ ἐπειδὴ ἀγράμματοι ἦσαν, ἀλλ' ἐπειδὴ ἀγράμματοι ὄντες πάντων τῶν σοφῶν περιεγένοντο, καὶ Τὸν ἄνθρωπον σὺν αὐτοῖς ὁρῶντες   τὸν   τεθεραπευμένον,   οὐδὲν   εἶχον   ἀντειπεῖν·   καίτοι   γε  πρὸ  τούτου ἀντέλεγον σημεῖα ὁρῶντες γινόμενα. Πῶς οὖν τότε οὐκ ἀντεῖπον; Ἀπέστησεν αὐτῶν τὴν γλῶτταν  ἡ ἀόρατος τοῦ σταυρωθέντος δύναμις· ἐκεῖνος τὸ στόμα αὐτῶν ἐνέφραξεν·  ἐκεῖνος  τὴν  παῤῥησίαν κατέστειλε· διὰ τοῦτο  καὶ εἱστήκεισαν μηδὲν ἔχοντες ἀντειπεῖν.  Ὅταν δὲ καὶ ἐφθέγξαντο,  ὅρα πῶς τὴν δειλίαν ὁμολογοῦσι τὴν ἑαυτῶν. Βούλεσθε, φησὶν, ἐπαγαγεῖν  ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καὶ  μὴν, εἰ ἄνθρωπός ἐστι ψιλὸς, τί δέδοικας αὐτοῦ τὸ αἷμα; πόσους ἀνεῖλες προφήτας, πόσους ἔσφαξας δικαίους, ὦ Ἰουδαῖε, καὶ οὐδενὸς αὐτῶν τὸ αἷμα ἐφοβήθης; τίνος ἕνεκεν ἐνταῦθα φοβῇ; Κατέσεισεν αὐτῶν ὄντως τὸ συνειδὸς ὁ σταυρωθεὶς, καὶ τὴν ἀγωνίαν  ἣν εἶχον κρύψαι μὴ δυνάμενοι, καὶ ἄκοντες ἐπὶ τῶν ἐχθρῶν ὁμολογοῦσι τὴν οἰκείαν ἀσθένειαν. Καὶ ὅτε μὲν ἐσταύρουν αὐτὸν ἐβόων λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· οὕτω κατεφρόνουν τοῦ αἵματος αὐτοῦ. Μετὰ δὲ τὸν σταυρὸν ἰδόντες  αὐτοῦ τὴν δύναμιν  διαλάμπουσαν, φοβοῦνται  καὶ ἀγωνιῶσι,  καὶ λέγουσι· Βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καίτοι γε εἰ πλάνος ἦν καὶ ἀντίθεος, καθώς φατε, Ἰουδαῖοι παράνομοι, τίνος ἕνεκεν αὐτοῦ δεδοίκατε τὸ αἷμα; Καὶ γὰρ καὶ ἐγκαλλωπίζεσθαι ἔδει τῷ φόνῳ, εἰ τοιοῦτος ἦν. Ἀλλ' ἐπειδὴ τοιοῦτος οὐκ ἦν, διὰ τοῦτο τρέμουσιν.

θʹ. Ὁρᾷς πανταχόθεν  καὶ τοὺς ἐχθροὺς ἀγωνιῶντας  καὶ δεδοικότας; εἶδες αὐτῶν τὴν ἀγωνίαν; Μάθε καὶ τοῦ σταυρωθέντος τὴν φιλανθρωπίαν.  Ἐκεῖνοι μὲν γὰρ ἔλεγον· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα  ἡμῶν· ὁ δὲ Χριστὸς οὐκ ἐποίησεν οὕτως· ἀλλὰ πρὸς τὸν Πατέρα καθικετεύων λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἰ γὰρ ἐγένετο τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν, οὐκ ἂν ἀπὸ τῶν τέκνων αὐτῶν ἐγένοντο ἀπόστολοι· οὐκ ἂν ὁμοῦ τρισχίλιοι ἐπίστευσαν, οὐκ ἂν πεντακισχίλιοι. Ὁρᾷς πῶς ἐκεῖνοι μὲν ὠμοὶ καὶ ἀπηνεῖς περὶ τὰ ἔκγονα αὐτῶν ὄντες καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, ὁ δὲ Θεὸς πατέρων ἁπάντων φιλανθρωπότερος, καὶ μητέρων φιλοστοργότερος γέγονεν;  Ἐγένετο μὲν γὰρ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν· ἐπὶ τὰ τέκνα δὲ οὐχὶ πάντα, ἀλλ' ἐπ' ἐκεῖνα μόνον τὰ μιμησάμενα τὴν πατρικὴν ἀσέβειαν καὶ παρανομίαν, καὶ ὅσοι ἦσαν αὐτοῖς υἱοὶ οὐ κατὰ τὴν τῆς φύσεως διαδοχὴν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως μανίαν, οὗτοι μόνοι γεγόνασιν ὑπεύθυνοι τῶν κακῶν. Σκόπει δέ μοι καὶ ἑτέρωθεν τὴν ἀγαθότητα καὶ φιλανθρωπίαν  τοῦ Θεοῦ. Οὐ γὰρ εὐθέως ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν κόλασιν καὶ τὴν τιμωρίαν,  ἀλλὰ τεσσαράκοντα καὶ πλείονα  ἔτη διέλιπε μετὰ τὸν σταυρόν. Αὐτὸς μὲν γὰρ ὁ Σωτὴρ ἐπὶ Τιβερίου ἐσταυρώθη· ἡ δὲ πόλις αὐτῶν  ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου ἑάλω. Τίνος οὖν ἕνεκεν  τὸν μετὰ ταῦτα τοῦτον  χρόνον διέλιπεν; Βουλόμενος αὐτοῖς δοῦναι καιρὸν μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα,  ὥστε ἀποκρούσασθαι τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ καὶ προθεσμίαν μετανοίας λαβόντες ἔμενον ἀνιάτως  ἔχοντες, ἐπήγαγε λοιπὸν αὐτοῖς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, καὶ τὴν πόλιν καθελὼν ἐξήγαγεν αὐτοὺς διασπείρας πανταχοῦ τῆς οἰκουμένης,  καὶ  τοῦτο  διὰ  φιλανθρωπίαν  ποιῶν.   ∆ιέσπειρε  γὰρ  αὐτοὺς,  ἵνα πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον ἴδωσι τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα ὁρῶντες αὐτὸν προσκυνούμενον ὑπὸ πάντων καὶ μαθόντες αὐτοῦ τὴν δύναμιν, ἐπιγνῶσι τῆς οἰκείας ἀσεβείας τὴν ὑπερβολὴν, καὶ ἐπιγνόντες ἐπανέλθωσι πρὸς τὴν  ἀλήθειαν.  Καὶ λοιπὸν  ἡ αἰχμαλωσία  αὐτοῖς  διδασκαλία  ἐγίνετο,  καὶ ἡ τιμωρία  νουθεσία·  εἰ  γὰρ  ἔμενον  ἐπὶ  τῆς  Ἰουδαίας  γῆς,  οὐκ  ἂν  ἔγνωσαν  τῶν προφητῶν  τὴν ἀλήθειαν.  Τί γὰρ καὶ ἔλεγον  οἱ προφῆται; Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἔδει τοίνυν αὐτοὺς ἐξελθεῖν εἰς τὰ πέρατα τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὀφθαλμοῖς, ὅτι καὶ τὰ πέρατα τῆς γῆς κατέχει ὁ Χριστός. Πάλιν οὖν ἕτερος προφήτης λέγει· Καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπαντα διασπαρῆναι τόπον   τῆς  γῆς, ἵνα  ἴδωσιν  οἰκείοις  ὄμμασιν ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ προσκυνοῦντα αὐτόν. Πάλιν ἄλλος εἶπε· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπασαν τὴν γῆν ἀπελθεῖν, ὥστε ἰδεῖν αὐτὴν πεπληρωμένην  τοῦ γνῶναι τὸν Κύριον, καὶ τὰς θαλάσσας, τουτέστι τὰς πνευματικὰς ταύτας Ἐκκλησίας, τῆς θεοσεβείας μεμεστωμένας. ∆ιὰ ταῦτα διέσπειρεν αὐτοὺς ὁ Θεὸς πανταχοῦ  τῆς γῆς·  εἰ γὰρ ἐν  Ἰουδαίᾳ  ἐκάθηντο,  ταῦτα  ἂν  ἠγνόησαν.  Λοιπὸν βούλεται  αὐτοὺς  καὶ  τῆς  τῶν προφητῶν  ἀληθείας καὶ τῆς αὐτοῦ δυνάμεως αὐταῖς ὄψεσι τὴν πεῖραν λαβεῖν· ἵνα ἐὰν  μὲν  εὐγνωμονῶσι,  διὰ  τούτων  χειραγωγηθῶσι   πρὸς  τὴν  ἀλήθειαν·  ἂν  δὲ ἐπιμένωσι τῇ ἀσεβείᾳ, μηδεμίαν ἔχωσιν ἀπολογίαν ἐν τῇ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ.∆ιὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ  τῆς οἰκουμένης, ἵνα  καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν  εἰρημένας, τὰς περὶ τῆς ἁλώσεως τῶν  Ἱεροσολύμων, ἃς καὶ ὁ ∆ανιὴλ τοῦ βδελύγματος  τῆς  ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας  εἰπὼν,  Ὅτι καὶ ἐν  ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ ∆αυῒδ καὶ ὁ Ἡσαΐας καὶ ἕτεροι πολλοὶ προφῆται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς περὶ τὸν ∆εσπότην ἀγνώμονας γεγενημένους  οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πατρικῆς καὶ τῶν οἰκείων ἁπάντων  θεσμῶν τε καὶ πατρικῶν  παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν  τὴν  προειποῦσαν  αὐτὰ  καὶ  ἐργασαμένην,  καὶ  οἱ  μὲν  ἐχθροὶ  διὰ  τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν· ἡμεῖς δὲ διὰ τῶν εἰς ἐκείνους τιμωριῶν μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν  καὶ δύναμιν, καὶ διὰ παντὸς δοξάζοντες αὐτὸν  διατελῶμεν,  ὅπως  καὶ τῶν  αἰωνίων  καὶ ἀποῤῥήτων  ἀγαθῶν  ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

8.Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χριστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν σημείων τῶν ἀποστόλων.

αʹ. Τὸ μὲν πλέον τοῦ χρέους τοῦ συντεθέντος ἡμῖν ὑπὸ τῆς ἐπιγραφῆς τῶν Πράξεων τῶν ἀποστολικῶν ἐν ταῖς ἔμπροσθεν ὑμῖν κατεβάλομεν ἡμέραις· ἐπειδὴ δὲ ἔτι μικρὸν ἐναπέμεινε λείψανον, ἀνέστην καὶ τοῦτο καταθήσων ὑμῖν σήμερον. Εἰ δὲ μετ' ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς, ὑμεῖς ἂν εἰδείητε  οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν  ἀργυρίων  τούτων  μέλλοντες  τὸν λόγον   διδόναι   τῷ  ∆εσπότῃ  κατὰ  τὴν   ἡμέραν  ἐκείνην,   ὅταν  οἱ  τὰ  τάλαντα πιστευθέντες καλῶνται,  καὶ τὰς εὐθύνας ὑπέχωσιν· ὅταν ἐλθὼν  ὁ Χριστὸς ἀπαιτῇ τοὺς τραπεζίτας τὸ ἀργύριον τοῦτο μετὰ τῶν τόκων. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό. Ὢ  τῆς  πολλῆς  καὶ  ἀφάτου  φιλανθρωπίας   τοῦ  ∆εσπότου!  Ἀνθρώπους  κωλύων ἀπαιτεῖν   τόκους,   αὐτὸς   ἀπαιτεῖ   τόκους.   ∆ιὰ   τί;   Ἐπειδὴ   ἐκεῖνος      τόκος διαβεβλημένος ἐστὶ καὶ κατηγορίας ἄξιος· οὗτος δὲ ἐπαινετὸς καὶ πολλῆς ἀποδοχῆς ἐστιν ἄξιος. Ἐκεῖνος τοίνυν  ὁ τόκος, ὁ τῶν χρημάτων  λέγω, καὶ τὸν λαμβάνοντα, καὶ τὸν  διδόντα  ζημιοῖ, καὶ τοῦ μὲν  λαμβάνοντος  ἀπόλλυσι  τὴν  ψυχὴν,  τοῦ δὲ διδόντος ἐπιτρίβει τὴν πενίαν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον, ἀλλ' ἢ ὅταν τις τὴν πενίαν τοῦ πλησίον ἐμπορεύηται, καὶ τὰς τῶν ἀδελφῶν  πραγματεύηται συμφοράς; ὅταν τις προσωπεῖον φιλανθρωπίας  ἔχων πᾶσαν ἀπανθρωπίαν  ἐπιδείκνυται,  καὶ ὁ χεῖρα μέλλων  ὀρέγειν  πρὸς τὸ βάραθρον ὠθῇ  τὸν  βοηθείας δεόμενον; Τί ποιεῖς, ἄνθρωπε; Οὐ διὰ τοῦτο πρὸς σὰς ἦλθε θύρας ὁ πένης, ἵνα αὐξήσῃς αὐτοῦ τὴν πενίαν, ἀλλ'  ἵνα  λύσῃς  αὐτοῦ  τὴν  πενίαν·  σὺ δὲ  ταυτὸν  ποιεῖς,  οἷον  οἱ  τὰ  δηλητήρια κεραννύντες    φάρμακα·   καὶ   γὰρ   ἐκεῖνοι   τὴν   συνήθη   τροφὴν   αὐτοῖς ἀναμίξαντες ἀνεπαίσθητον ποιοῦσι τὴν ἐπιβουλὴν, καὶ οὗτοι φιλανθρωπίας προσχήματι τῶν τόκων τὸν ὄλεθρον κρύψαντες, οὐκ ἐῶσιν αἰσθέσθαι τῆς βλάβης τοὺς μέλλοντας πίνειν τὸ θανάσιμον τοῦτο φάρμακον. ∆ιόπερ εὔκαιρον, ὃ περὶ τῆς ἁμαρτίας εἴρηται, καὶ περὶ τῶν τοκιζόντων  καὶ δανειζομένων  εἰπεῖν. Τί δὲ περὶ τῆς ἁμαρτίας εἴρηται; Πρὸς καιρὸν, φησὶ, γλυκαίνει τὸν λάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον  μᾶλλον μαχαίρας διστόμου. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν   δανειζομένων   γίνεται·   ὅταν  μὲν  γὰρ  λαμβάνῃ   τὰ  χρήματα    δεόμενος, παραμυθίαν   λαμβάνει   μικράν   τινα   καὶ  πρόσκαιρον·  ὕστερον  δὲ  τῶν   τόκων αὐξομένων, καὶ τοῦ φορτίου μείζονος τῆς δυνάμεως γενομένου, ἐκεῖνο τὸ γλυκὺ καὶ λιπάναν τὸν λάρυγγα πικρότερον χολῆς ὄψεται γινόμενον, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου, τῶν πατρῴων πάντων ἀποστῆναι ἀθρόον ἀναγκαζόμενος.

βʹ. Ἀλλ' ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ πνευματικὰ τὸν λόγον μετάγωμεν. Ἔδει σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, ἐκείνου τοῦ ἀργυρίου τραπεζίτας  ὑμᾶς καλῶν  τοὺς  τῶν  ῥημάτων  τούτων  ἀκροατάς. Καὶ τίνος  ἕνεκεν τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός; Παιδεύων ἅπαντας τὴν αὐτὴν σπουδὴν ἐπιδείκνυσθαι περὶ τὴν δοκιμασίαν τῶν λεγομένων,  ὅσην ἐκεῖνοι σπουδὴν ἔχουσι περὶ τὴν ἐξέτασιν καὶ εἴσοδον τῶν νομισμάτων. Καθάπερ γὰρ οἱ τραπεζῖται τὸ μὲν κίβδηλον καὶ παράσημον ἐκβάλλουσι νόμισμα, τὸ δὲ δόκιμον καὶ ὑγιὲς δέχονται, καὶ  διακρίνουσι  τὸ  νόθον  ἀπὸ  τοῦ  γνησίου·  οὕτω  καὶ  σὺ  ποίησον,  καὶ  μὴ  πάντα παραδέχου λόγον, ἀλλὰ τὸν μὲν κίβδηλον καὶ διεφθαρμένον ἔκβαλλε ἀπὸ σοῦ. τὸν δὲ ὑγιῆ καὶ σωτηρίαν ἔχοντα παράπεμπε τῇ διανοίᾳ. Ἔστι γὰρ, ἔστι καὶ σοὶ ζυγὰ καὶ σταθμία  οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου κατεσκευασμένα, ἀλλ' ἀπὸ ἁγνείας καὶ πίστεως  συγκείμενα, καὶ διὰ τούτων  δοκίμαζε λόγον  ἅπαντα. Καὶ γὰρ διὰ τοῦτό φησι,  Γίνεσθε τραπεζῖται  δόκιμοι,  οὐχ  ἵνα  ἐπὶ  τῆς  ἀγορᾶς  ἑστῶτες  τὰ  ἀργύρια ἀριθμῆτε, ἀλλ' ἵνα τοὺς λόγους βασανίζητε μετὰ ἀκριβείας ἁπάσης· διὰ τοῦτο καὶ ὁ ἀπόστολος Παῦλός φησι· Πάντα δοκιμάζετε, τὸ καλὸν δὲ κατέχετε μόνον. Οὐ διὰ τὴν δοκιμασίαν δὲ μόνον ὑμᾶς τραπεζίτας ἐκάλεσεν, ἀλλὰ καὶ διὰ τὴν τῶν καταβαλλομένων  νομήν.  Καὶ γὰρ  τοῖς  τραπεζίταις,  ἐὰν  μόνον  ὑποδεχόμενοι  τὰ χρήματα  κατακλείωσιν  οἴκοι,  μηκέτι  δὲ  εἰς  ἑτέρους  διανέμωσιν,  ἅπαν  τὸ  τῆς ἐμπορίας οἰχήσεται· οὕτω καὶ ἐπὶ τῶν  ἀκροατῶν τὸ αὐτὸ τοῦτο γίνεται.  Ἂν γὰρ δεξάμενος τὴν διδασκαλίαν παρὰ σαυτῷ κατασχῇς, μηκέτι δὲ εἰς ἑτέρους ἐκβάλῃς, πᾶσά σου ἡ πραγματεία διαῤῥυήσεται. ∆ιὰ τοῦτο ἐπὶ τῶν ἐργαστηρίων ἐκείνων διὰ πάσης ἡμέρας εἴσοδόν τε καὶ ἔξοδον γινομένην  ὁρῶμεν. Τοῦτο τοίνυν  καὶ ἐπὶ τῆς διδασκαλίας γινέσθω. Καὶ γὰρ καὶ ἐπὶ τῶν  τραπεζιτῶν  ἐκείνων  ὁρῶμεν τοὺς μὲν καταβάλλοντας χρήματα, τοὺς δὲ λαμβάνοντας εὐθέως, καὶ ἀπιόντας, καὶ τοῦτο διὰ πάσης ἡμέρας γινόμενον  ἴδοι τις ἄν. ∆ιὰ τοῦτο, καίτοι τῶν  χρημάτων  οὐκ ὄντων αὐτοῖς  οἰκείων,  ἐπειδὴ  τῇ  χρήσει πρὸς  τὸ  δέον  κέχρηνται,  διὰ  τῶν  ἀλλοτρίων πολλὴν ἑαυτοῖς συλλέγουσι τὴν εὐπορίαν. Οὕτω καὶ σὺ ποίησον. Οὐκ ἔστι ταῦτα τὰ λόγια σὰ, ἀλλὰ τοῦ Πνεύματος· ἀλλ' ὅμως ἐὰν ἀρίστην ἐπιδείξῃ τὴν χρῆσιν, πολλὴν ἑαυτῷ συνάξεις τὴν εὐπορίαν τὴν πνευματικήν· διὰ τοῦτο καὶ τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός. Τίνος δὲ ἕνεκεν ἀργύριον τὸν λόγον ἐκάλεσεν; Ἐπειδὴ καθάπερ τὸ ἀργύριον τὸν χαρακτῆρα ἔχει ἀπηρτισμένον τὸν βασιλικὸν (κἂν γὰρ μὴ τοῦτον ἔχῃ, οὐκ ἔστιν ἀργύριον δόκιμον, ἀλλὰ κίβδηλον καλεῖται), οὕτω καὶ τὴν διδασκαλίαν τῆς πίστεως τὸν χαρακτῆρα τοῦ λόγου ἀπηρτισμένον ἔχειν δεῖ. Πάλιν τῶν ἀργυρίων ἡ χρῆσις πᾶσαν  ἡμῶν  συγκροτεῖ τὴν  ζωὴν,  καὶ  συμβολαίων  ἁπάντων  ὑπόθεσις γίνεται, κἂν ἀγοράσαι τι, κἂν πωλῆσαι δέῃ, διὰ τούτων ἅπαντα πράττομεν. Τοῦτο καὶ ἐπὶ τῆς διδασκαλίας γίνεται· τῶν γὰρ συμβολαίων πνευματικῶν  ὑπόθεσίς ἐστι καὶ ῥίζα τὸ ἀργύριον τοῦτο τὸ πνευματικόν· ὅθεν κἂν παρὰ τοῦ Θεοῦ τι βουληθῶμεν ἀγοράσαι, τὸν  λόγον  τῆς  εὐχῆς  καταβαλόντες  πρῶτον,  οὕτω  λαμβάνομεν  ἅπερ αἰτοῦμεν. Κἂν ἀδελφὸν ἴδωμεν ἠμελημένον καὶ ἀπολλύμενον, τὴν σωτηρίαν αὐτοῦ κερδήσομεν, καὶ τὴν ζωὴν ἀγοράσομεν, τὸν λόγον τῆς διδασκαλίας καταβάλλοντες. ∆ιὸ χρὴ μετὰ ἀκριβείας ἁπάσης φυλάττειν  καὶ κατέχειν ἅπαντα, ἵνα καὶ εἰς ἑτέρους αὐτὰ  διανείμωμεν·   καὶ  γὰρ  καὶ  τόκους  τῶν   ἀργυρίων   τούτων   ἀπαιτούμεθα. Προσέχωμεν  τοίνυν  τῇ  ὑποδοχῇ,  ἵνα  καὶ  εἰς  ἑτέρους  διανεῖμαι  δυνηθῶμεν  τὰ ἀργύρια· καὶ γὰρ ἕκαστος, ἐὰν θέλῃ, δύναμιν  ἔχει διδασκαλίας. Οὐ δύνασαι Ἐκκλησίαν ὀρθῶσαι τοσαύτην· ἀλλὰ δύνασαι τὴν γυναῖκα τὴν σὴν νουθετῆσαι. Οὐ δύνασαι  πρὸς  πλῆθος  τοσοῦτον  διαλεχθῆναι·  ἀλλὰ  τὸν  υἱόν  σου  σωφρονίσαι δύνασαι. Οὐ δύνασαι πρὸς δῆμον  τηλικοῦτον  τὸν  λόγον  ἀποτεῖναι  διδασκαλίας· ἀλλὰ  τὸν  οἰκέτην  σου βελτίονα  ἐργάσασθαι δύνασαι  Οὐκ ἔστι  σου μείζων  τῆς δυνάμεως  ἐκεῖνος  τῶν  μαθητῶν  ὁ σύλλογος· οὐκ ἔστι σου πλέον  τῆς  συνέσεως ἐκεῖνο  τῆς  διδασκαλίας  τὸ μέτρον, ἀλλὰ  καὶ ἡμῶν  εὐκολώτερον  ὑμεῖς  ἐκείνους πάντας   ῥυθμίζειν   δύνασθε.  Ἐγὼ  μὲν   γὰρ  ὑμῖν   ἅπαξ  τῆς   ἑβδομάδος συγγίνομαι, ἢ καὶ δεύτερον πολλάκις· σὺ δὲ διαπαντὸς ἔνδον ἔχεις τῆς οἰκίας τοὺς μαθητὰς, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδία, καὶ τοὺς οἰκέτας, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐν τραπέζῃ, καὶ διὰ πάσης ἡμέρας δύνασαι διορθοῦν αὐτούς. Καὶ ἑτέρωθεν δὲ ἡ ἰατρεία αὕτη εὐκολωτέρα γίνεται· ἐγὼ μὲν γὰρ ἐν πλήθει τοσούτῳ διαλεγόμενος οὐκ οἶδα τὸ ἐνοχλοῦν  ὑμῖν πάθος τῆς ψυχῆς, διὸ καὶ ἀναγκάζομαι καθ'  ἑκάστην διδασκαλίαν ἅπαντα προτιθέναι τὰ φάρμακα· ὑμᾶς δὲ οὐχ οὕτω ποιεῖν ἀνάγκη, ἀλλ' ἔξεστιν ὑμῖν μετὰ  ἐλάττονος  πόνου  πλείονα  καρποῦσθαι  τὴν  διόρθωσιν·  ἴστε γὰρ  σαφῶς  τὰ ἁμαρτήματα τῶν ὑμῖν συνοικούντων, διὸ καὶ ταχυτέραν δύνασθε ποιῆσαι τὴν θεραπείαν.

γʹ. Μὴ τοίνυν, ἀγαπητοὶ, ἀμελῶμεν τῶν συνοικούντων ἡμῖν· καὶ γὰρ μεγίστη κόλασις κεῖται καὶ ἄφατος τιμωρία τοῖς ἀμελοῦσι τῶν οἰκείων. Εἰ γάρ τις, φησὶν ὁ Παῦλος, τῶν ἰδίων οὐ προνοεῖται, καὶ μάλιστα τῶν οἰκείων, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Ὁρᾷς ποῦ τῶν ἀμελούντων τῶν οἰκείων ὁ Παῦλος ἠκόντισε; Καὶ μάλα εἰκότως· ὁ γὰρ τῶν οἰκείων ἀμελῶν, φησὶ, πῶς τῶν ἀλλοτρίων ἐπιμελήσεται; Οἶδα πολλάκις ταῦτα παραινέσας ὑμῖν· ἀλλὰ καὶ παραινῶν οὐδέποτε παύσομαι, καίτοι γε ἐγὼ ἀνεύθυνος λοιπὸν τῆς τῶν ἑτέρων ῥᾳθυμίας εἰμί· Ἔδει γάρ σε, φησὶ,  καταβαλεῖν  τὸ  ἀργύριόν  μου  ἐπὶ  τοὺς  τραπεζίτας,  καὶ  πλέον  οὐδὲν ἀπῄτησεν. Ἐγὼ δὲ καὶ τὸ ἀργύριον κατέβαλον, καὶ λόγον οὐδένα ἔχω· ἀλλ' ὅμως καίτοι γε ἀνεύθυνος ὢν, καὶ τῆς τιμωρίας ἀπηλλαγμένος τῆς ἐπὶ τούτοις, καθάπερ ὑπεύθυνος  ὢν  κολάσει καὶ τιμωρίᾳ, οὕτω  δέδοικα καὶ τρέμω περὶ τῆς ὑμετέρας σωτηρίας,  Μηδεὶς  τοίνυν   ἁπλῶς  μηδὲ  ἠμελημένως   ἀκουέτω  τῶν  λόγων   τῶν πνευματικῶν·  οὐδὲ γὰρ εἰκῆ καὶ μάτην  μακρὰ ποιοῦμαι  τὰ προοίμια, ἀλλ' ὥστε ἀσφαλεστέραν γίνεσθαι τῶν καταβαλλομένων  τὴν φυλακὴν,  ὥστε μὴ μάτην μηδὲ ἁπλῶς κροτήσαντας καὶ θορυβήσαντας οἴκαδε ἀπελθεῖν. Οὐ γὰρ μέλει μοι τῶν παρ' ὑμῶν ἐπαίνων,  ἀλλὰ φροντίζω τῆς ὑμετέρας σωτηρίας. Οἱ μὲν γὰρ ἐπὶ τῆς σκηνῆς ἀγωνιζόμενοι  τὸν ὑπὲρ τούτου μισθὸν τὸν ἔπαινον  παρὰ τοῦ δήμου λαμβάνουσιν· ἡμεῖς δὲ οὐκ ἐπὶ τούτοις ἀπεδυσάμεθα, ἀλλ' ἐπὶ τὸν παρὰ τοῦ ∆εσπότου μισθὸν τὸν ἐπὶ τούτοις κείμενον  λαβεῖν. ∆ιὰ τοῦτο καὶ συνεχῶς ὑμῖν ταῦτα παρακελευόμεθα, ὥστε πρὸς τὸ βάθος τῆς διανοίας ὑμῶν καταβῆναι τὰ λεγόμενα. Καθάπερ γὰρ τῶν φυτῶν  ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, ἄσειστα γίνεται  ταῖς τῶν ἀνέμων  προσβολαῖς· οὕτω  καὶ τῶν  νοημάτων  ὅσῳπερ ἂν ἐν τῷ  βάθει μένῃ τῆς διανοίας, οὐ ῥᾳδίως ὑπὸ τῆς τῶν  πραγμάτων  ἀνασπᾶται ἐπιβουλῆς. Εἰπὲ γάρ μοι, ἀγαπητὲ, εἰ λιμῷ τὸν παῖδα τηκόμενον εἶδες, ἆρα ἂν ἠνέσχου περιιδεῖν, ἀλλ' οὐχὶ πάντα ἂν ὑπέμεινας, ὥστε λῦσαι αὐτοῦ τὸν λιμόν; Εἶτα λιμῷ μὲν ἄρτου διαφθειρόμενον  οὐκ ἂν περιεῖδες, λιμῷ δὲ θείας διδασκαλίας ἀπολλύμενον  ἀνέχῃ περιορᾷν; Καὶ πῶς ἄξιος ἂν ἦς καλεῖσθαι πατήρ; Καὶ γὰρ οὗτος ὁ λιμὸς ἐκείνου χαλεπώτερος,  ὅσῳ καὶ πρὸς μείζονα τελευτᾷ θάνατον,  ὅθεν καὶ πλείονα  ἐνταῦθα ποιεῖσθαι χρὴ τὴν σπουδήν. Ἐκτρέφετε γὰρ, φησὶ, τὰ τέκνα  ὑμῶν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Αὕτη καλλίστη πατέρων  ἐπιμέλεια, αὕτη γνησία κηδεμονία γεγεννηκότων·  οὕτω γὰρ ἐγὼ ἐπιγινώσκω  τῆς φύσεως τὴν συγγένειαν, ἐὰν ἐν τοῖς πνευματικοῖς πλείονα ἐπιδείξωνται τὴν σπουδήν. Ἀλλὰ τῶν μὲν προοιμίων ἀρκετὸς ὁ λόγος· ἀνάγκη δὲ λοιπὸν καταβαλεῖν καὶ τὸ χρέος· διὰ γὰρ τοῦτο τὸν μακρὸν καὶ πολὺν τοῦτον    ὑμῖν    ἀπεμήκυνα    λόγον,    ἵνα    μετὰ   πάσης   ὑποδέξησθε   τὸ καταβαλλόμενον  φυλακῆς.  Τί οὖν  τὸ  ὄφλημα,  ὅπερ  ἀνεχωρήσαμεν  ὀφείλοντες πρώην;      καὶ   τοῦτο   τάχα   ἐπιλέλησθε;   Οὐκοῦν   ἀνάγκη   παρ'   ἡμῶν   ὑμᾶς ὑπομνησθῆναι, καὶ πρότερον ἀναγνῶναι  τὸ γραμματεῖον, δι' οὗ καὶ τὴν προτέραν καταβολὴν ἐποιησάμεθα, καὶ τίνα ἦν τὰ καταβληθέντα  εἰπεῖν, ἵνα ἴδωμεν ἐκ τῶν καταβληθέντων  τὰ λειπόμενα. Τίνα οὖν ἐστι τὰ καταβληθέντα πρότερον; Εἶπον ἐκεῖ τίς ἦν ὁ τὸ βιβλίον γράψας τῶν Πράξεων, καὶ τίς ὁ πατὴρ τοῦ λόγου τούτου· μᾶλλον δὲ οὐχ ὁ πατὴρ τοῦ λόγου, ἀλλ' ὁ διάκονος· οὐ γὰρ αὐτὸς ἔτεκε τὰ εἰρημένα, ἀλλ' αὐτὸς διηκόνησε τοῖς εἰρημένοις. Εἶπον περὶ τῶν Πράξεων αὐτῶν, καὶ τί ποτ' οὖν βούλεται ἐνδείξασθαι τὸ τῶν Πράξεων ὄνομα· εἶπον καὶ περὶ τῆς τῶν ἀποστόλων προσηγορίας.  Ἀνάγκη   λοιπὸν   εἰπεῖν,   τίνος   ἕνεκεν   οἱ  Πατέρες  ἡμῶν   ἐν   τῇ Πεντηκοστῇ τὸ  βιβλίον  τῶν  Πράξεων ἀναγινώσκεσθαι  ἐνομοθέτησαν.  Τάχα γὰρ μέμνησθε  ὅτι  καὶ  τοῦτο  τότε  ὑπεσχόμεθα  ἐρεῖν.  Οὐ γὰρ  ἁπλῶς  οὐδὲ  εἰκῆ  τοὺς καιροὺς  ἡμῖν  τούτους  παρετήρησαν  οἱ  Πατέρες, ἀλλὰ  μετά  τινος  λόγου  σοφοῦ πεποιήκασι τοῦτο· οὐχ ἵνα ὑπὸ ἀνάγκην καιρῶν τὴν ἐλευθερίαν ἡμῖν ὑποβάλωσιν, ἀλλ'  ἵνα  τῇ  τῶν  ἀσθενεστέρων  πτωχείᾳ  συγκαταβάντες,  ἐπὶ  τὸν  πλοῦτον  τῆς γνώσεως αὐτοὺς ἀναγάγωσι. Καὶ ὅτι διὰ τοῦτο παρατηροῦσι καιροὺς, οὐχ ἑαυτοὺς τῇ ἀνάγκῃ  τῆς  παρατηρήσεως  ὑποβάλλοντες,  ἀλλὰ  τοῖς  ἀσθενεστέροις συγκατιέναι σπουδάζοντες,  ἄκουσον τί  φησιν  ὁ Παῦλος· Ἡμέρας παρατηρεῖτε  καὶ μῆνας  καὶ καιροὺς  καὶ  ἐνιαυτούς;  Φοβοῦμαι μή  πως  εἰκῆ  κεκοπίακα  εἰς  ὑμᾶς.  Σὺ  δὲ  οὐ παρατηρεῖς ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτούς;  Τί οὖν; εἰ ἴδωμεν  τὸν  κωλύοντα παρατηρεῖν ἡμέρας καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς  παρατηροῦντα  ταῦτα, τί ἐροῦμεν, εἰπέ μοι; ὅτι μάχεται  ἑαυτῷ, καὶ φιλονεικεῖ;  Μὴ γένοιτο! ἀλλ' ὅτι τῶν παρατηρούντων τοὺς καιροὺς τὴν ἀσθένειαν ἀνελεῖν βουλόμενος συγκαταβαίνει διὰ τῆς  παρατηρήσεως  πρὸς  ἐκείνους.  Οὕτω  καὶ  ἰατροὶ  ποιοῦσι,  τῶν  σιτίων  τῶν διδομένων  τοῖς νοσοῦσιν ἀπογεύονται  πρότερον, οὐκ αὐτοὶ δεόμενοι τῶν  σιτίων, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθῶσαι σπουδάζοντες. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· οὐδὲν δεόμενος τῆς παρατηρήσεως τῶν  καιρῶν, τοὺς καιροὺς ἐτήρησεν, ἵνα τοὺς παρατηροῦντας  ἀπαλλάξῃ  τῆς  ἀσθενείας  τῆς  κατὰ  τὴν  παρατήρησιν.  Καὶ ποῦ παρετήρησε καιροὺς ὁ Παῦλος; Προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ. Τῇ δὲ ἐπιούσῃ, φησὶ,  κατεπλεύσαμεν  εἰς  Μίλητον.  Κεκρίκει  γὰρ    Παῦλος  παραπλεῦσαι  τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Εἶδες πῶς ὁ λέγων, Ἡμέρας μὴ παρατηρεῖσθε καὶ  μῆνας  καὶ  καιροὺς, τὴν  ἡμέραν  τῆς  Πεντηκοστῆς παρετήρει;

δʹ. Καὶ οὐ μόνον  ἡμέραν  παρετήρει, ἀλλὰ  καὶ  τόπον·  οὐ γὰρ μόνον  τὴν ἡμέραν  τῆς  Πεντηκοστῆς  ἔσπευδε  ποιῆσαι,  ἀλλὰ  καὶ  ἐν  Ἱεροσολύμοις  αὐτὴν ἐπιτελέσαι. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; Τὰ Ἱεροσόλυμα κατελύθη, ἠρημώθη τὰ Ἅγια  τῶν  ἁγίων  τῇ  τοῦ  Θεοῦ ψήφῳ,  ἡ πολιτεία  ἡ προτέρα ἐλύθη.  Σὺ πρὸς Γαλάτας βοᾷς λέγων· Οἱ ἐν νόμῳ δικαιοῦσθαι προσδοκῶντες, τῆς χάριτος ἐξεπέσατε· καὶ  τί  πάλιν  ἡμᾶς  πρὸς  τὴν  δουλείαν  ἄγεις  τοῦ  νόμου;  Οὐκ ἔστι  μικρὸν  τὸ κινούμενον, μαθεῖν εἰ μάχεται ἑαυτῷ ὁ Παῦλος. Οὐδὲ γὰρ ἡμέρας μόνον παρατηρεῖ ὁ Παῦλος,  ἀλλὰ  καὶ  ἄλλα  φυλάττει   νομικὰ  παραγγέλματα,  καὶ  βοᾷ  λέγων   τοῖς Γαλάταις· Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Οὗτος τοίνυν  ὁ Παῦλος, ὁ λέγων  ὅτι Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, φαίνεται  αὐτὸς περιτέμνων  τὸν Τιμόθεον. Εὑρὼν γὰρ, φησὶν, ὁ Παῦλος  ἐν  Λύστροις τινὰ  νεανίαν,  υἱὸν  Ἰουδαίας  γυναικὸς  πιστῆς,  πατρὸς  δὲ Ἕλληνος, περιέτεμεν αὐτόν· οὐκ ἐβούλετο γὰρ ἀκρόβυστον πέμπειν διδάσκαλον. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; ἀναιρεῖς τῷ λόγῳ τὴν περιτομὴν, καὶ βεβαιοῖς τῷ ἔργῳ πάλιν; Οὐ βεβαιῶ, φησὶν, ἀλλ' ἀναιρῶ διὰ τῶν ἔργων. Καὶ γὰρ υἱὸς γυναικὸς ἦν Ἰουδαίας πιστῆς ὁ Τιμόθεος, πατρὸς δὲ Ἕλληνος, ἀκροβύστου δὲ γένους. Ἐπεὶ οὖν ἔμελλεν αὐτὸν ὁ Παῦλος προπέμπειν τοῖς Ἰουδαίοις διδάσκαλον, οὐκ ἐβούλετο δὲ ἀκρόβυστον πέμψαι, ἵνα μὴ εὐθέως ἀπὸ τῶν προοιμίων ἀποκλείσῃ τὰς θύρας τῷ λόγῳ. Προοδοποιῶν τοίνυν τῇ ἀναιρέσει τῆς περιτομῆς, καὶ ἀνοίγων ὁδὸν τῇ διδασκαλίᾳ τοῦ Τιμοθέου, περιέθηκεν αὐτῷ περιτομὴν, ἵνα ἀνέλῃ περιτομήν. ∆ιὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐχ ἵνα Ἰουδαῖοςγένηται, τοῦτο εἴρηκεν ὁ Παῦλος, ἀλλ' ἵνα τοὺς μένοντας Ἰουδαίους πείσῃ μηκέτι εἶναι Ἰουδαίους· διὰ τοῦτο καὶ τοῦτον περιέτεμεν, ἵνα ἀνέλῃ τὴν περιτομήν. Τῇ περιτομῇ τοίνυν κατὰ τῆς περιτομῆς ἐχρήσατο. Ἔλαβε γὰρ περιτομὴν καὶ ὁ Τιμόθεος, ἵνα δυνηθῇ παραδεχθῆναι  ὑπὸ  τῶν  Ἰουδαίων,  καὶ  εἰσελθὼν  κατὰ  μικρὸν  ἐξελκύσῃ  ταύτης αὐτοὺς  τῆς  παρατηρήσεως.  Εἶδες τίνος  ἕνεκεν  καὶ  Πεντηκοστὴν  καὶ  περιτομὴν ἐτήρησεν ὁ Παῦλος; Βούλεσθε καὶ ἄλλα  ὑμῖν  ἀποδείξω  νόμιμα  τηροῦντα  αὐτόν; Προσέχετε ἀκριβῶς. Ἀνῆλθέ ποτε εἰς Ἱεροσόλυμα, καὶ ἰδόντες αὐτὸν οἱ ἀπόστολοι ἔλεγον αὐτῷ· Θεωρεῖς, ἀδελφὲ Παῦλε, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων  τῶν συνεληλυθότων,  καὶ οὗτοι πάντες  κατήχηνται  περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου  διδάσκεις. Τί οὖν;  Ποίησον ὅ σοι λέγομεν.  Εἰσὶ παρ'  ἡμῖν  ἄνδρες  εὐχὴν ἔχοντες ἐν ἑαυτοῖς· τούτους λαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ ξύρησαι τὴν κεφαλὴν μετ' αὐτῶν, ἵνα ἔργῳ πιστωθῶσιν, ὅτι ὧν κατήχηνται  περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ τηρεῖς καὶ αὐτὸς τὸν νόμον τοῦ Μωϋσέως. Εἴδετε συγκατάβασιν θαυμασίαν; Καιροὺς παρατηρεῖ, ἵνα ἀνέλῃ καιρῶν παρατήρησιν· περιτομὴν περιτίθησιν, ἵνα παύσῃ περιτομήν· θυσίαν προσάγει, ἵνα καθέλῃ τὴν παρατήρησιν τῶν θυσιῶν. Καὶ ὅτι διὰ τοῦτο ταῦτα ἐποίει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγενόμην τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, καὶ ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Ἐποίει δὲ ταῦτα ὁ Παῦλος μιμούμενος τὸν ἑαυτοῦ ∆εσπότην. Καθάπερ γὰρ αὐτὸ
ς Ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ'  ἑαυτὸν  ἐκένωσε  μορφὴν  δούλου  λαβὼν,  καὶ  ἐλεύθερος  ὢν  δοῦλος γέγονεν· οὕτω καὶ οὗτος ἐλεύθερος ὢν ἐκ πάντων  πᾶσιν ἑαυτὸν ἐδούλωσεν, ὥστε πάντας κερδᾶναι. ∆οῦλος ἐγένετο τὴν φύσιν τὴν ἡμετέραν ἀναλαβὼν  ὁ ∆εσπότης, ἵνα τοὺς δούλους ἐλευθέρους ποιήσῃ· Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, ἵνα τοὺς κάτω μένοντας ἀναγάγῃ εἰς οὐρανόν. Ἔκλινεν οὐρανούς· οὐκ εἶπε· Κατέλιπεν οὐρανοὺς, καὶ  κατέβη,  ἀλλ'  Ἔκλινεν,  εὐκολωτέραν  σοι  τὴν  ἄνοδον  ποιῶν  τὴν  εἰς  τοὺς οὐρανούς. Τοῦτον καὶ ὁ Παῦλος ἐμιμήσατο κατὰ δύναμιν, διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε,  καθὼς  κἀγὼ  Χριστοῦ. Καὶ πῶς  σὺ, ὦ μακάριε Παῦλε, τοῦ Χριστοῦ ἐγένου μιμητής; Πῶς; Ἐπειδὴ οὐδαμοῦ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν,  ὅπως  σωθῶσι, καὶ ἐλεύθερος ὢν  ἐκ πάντων,  πᾶσιν ἐμαυτὸν  ἐδούλωσα. Οὐδὲν τοίνυν  ταύτης τῆς δουλείας βέλτιον, ἐλευθερίας γὰρ ἑτέροις αἰτία γίνεται. Ἁλιεὺς ἦν πνευματικὸς ὁ Παῦλος· Ποιήσω γὰρ ὑμᾶς, φησὶν, ἁλιεῖς ἀνθρώπων· διὰ τοῦτο καὶ ταῦτα ἐποίει. Καὶ γὰρ καὶ οἱ ἁλιεῖς, ἐπειδὰν ἴδωσι τὸν ἰχθὺν καταπιόντα τὸ ἄγκιστρον, οὐκ εὐθέως  ἀνθέλκουσιν,  ἀλλ' ἐνδιδόντες  μέχρι πολλοῦ  διαστήματος ἀκολουθοῦσιν   ἀναμένοντες   ἐμπαγῆναι   τὸ  ἄγκιστρον   καλῶς,   ἵνα   οὕτω   μετὰ ἀσφαλείας τὴν θήραν ἑλκύσωσιν. Οὕτω καὶ οἱ ἀπόστολοι τότε ἐποίουν· ἐνέβαλλον τὸ ἄγκιστρον τῆς διδασκαλίας τοῦ λόγου ψυχῇ τῇ Ἰουδαϊκῇ, οἱ δὲ ἀνθεῖλκον  εἰκῆ, καὶ κατέσχον εἰς περιτομὴν ἑαυτοὺς ἄγοντες, εἰς ἑορτὰς, εἰς καιρῶν παρατήρησιν, εἰς θυσίας, εἰς τὸ ξυρᾶσθαι καὶ ἕτερα τοιαῦτα  ποιεῖν· οἱ δὲ ἀπόστολοι πανταχοῦ ἠκολούθουν  αὐτοῖς,  καὶ οὐκ ἀνθεῖλκον·  ὥστε κἂν  περιτομὴν  ζητῇς, φησὶν,  οὐκ ἀντιτείνω,  ἀλλ' ἕπομαι· κἂν θυσίαν αἰτῇς, θύω, κἂν ξυρᾶσθαι βουληθῇς ἐμὲ τὸν ἀποστάντα τῆς σῆς πολιτείας, πάρειμι, καὶ ποιῶ τὸ κελευόμενον· κἂν Πεντηκοστὴν κελεύῃς  παρατηρῆσαί  με, οὐδὲ  ἐνταῦθα  φιλονεικῶ·  ἀλλ'  ὅπουπερ  ἂν  περιάγῃς, ἀκολουθῶ καὶ ἐνδίδωμι  ἐμπαγῆναί  σοι ἀναμένων  τοῦ λόγου τὸ ἄγκιστρον, ὥστε δυνηθῆναι μετὰ ἀσφαλείας ἅπαν ὑμῶν ἐξελκύσαι τὸ ἔθνος τῆς παλαιᾶς λατρείας καὶ πολιτείας. ∆ιὰ τοῦτο γὰρ καὶ ἀπὸ Ἐφέσου εἰς Ἱεροσόλυμα ἦλθον. Ὁρᾷς πόσονπαρηκολούθησεν ὁ Παῦλος τῇ ἁλείᾳ τῶν ἰχθύων ἐνδιδοὺς τῷ λόγῳ; ὁρᾷς ὅτι ἡ παρατήρησις τῶν καιρῶν, καὶ ἡ συγκατάβασις τῆς περιτομῆς, καὶ ἡ κοινωνία  τῶν θυσιῶν διὰ τοῦτο ἐγίνετο, οὐχ ἵνα αὐτοὶ πρὸς τὴν παλαιὰν ἐπανέλθωσι πολιτείαν, ἀλλ' ἵνα ἐκείνους τοῖς τύποις παρακαθημένους πρὸς τὴν ἀλήθειαν ἐπαναγάγωσιν; Ὁ γὰρ ἐν ὕψει καθήμενος, ἐὰν διαπαντὸς ἐπὶ τοῦ ὕψους μένῃ, οὐδέποτε δυνήσεται τὸν κάτω  κείμενον  ἀναγαγεῖν,  ἀλλὰ  δεῖ  πρότερον  ἐκεῖνον  ταπεινωθῆναι,   καὶ  τότε τοῦτον ὑψωθῆναι. ∆ιὰ τοῦτο κατέβησαν οἱ ἀπόστολοι ἀπὸ τοῦ ὕψους τῆς πολιτείας τῆς   εὐαγγελικῆς,   ἵνα   ἀπὸ   τῆς   ταπεινότητος    τῆς   πολιτείας   τῆς   Ἰουδαϊκῆς ἀναγάγωσιν εἰς τὸ ὕψος ἐκεῖνο τοὺς Ἰουδαίους.
 εʹ. Ἀλλ' ὅτι μὲν ἡ τῶν καιρῶν παρατήρησις καὶ τὰ λοιπὰ πάντα χρησίμως καὶ συμφερόντως ἐγίνοντο, ἀπὸ τούτων δῆλον· ἴδωμεν δὲ λοιπὸν τίνος ἕνεκεν τὸ  βιβλίον  τῶν  Πράξεων τῶν  ἀποστόλων  ἐν  τῷ  καιρῷ τῆς Πεντηκοστῆς ἀναγινώσκεται.  ∆ιὰ γὰρ τοῦτο  ταῦτα  πάντα  ἐκινήσαμεν,  ἵν',  ὅταν  ἴδητε  καιρῶν παρατήρησιν  ἐγκειμένην,  μὴ νομίσητε πολιτείαν  νοσεῖν  Ἰουδαϊκὴν  τοὺς ἀποστόλους. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ· οὐ γὰρ μικρόν ἐστι ζήτημα τὸ  μέλλον  ῥηθήσεσθαι. Ἐν  τῇ  ἡμέρᾳ τοῦ  σταυροῦ τὰ  περὶ  τοῦ  σταυροῦ πάντα ἀναγινώσκομεν· ἐν τῷ σαββάτῳ τῷ μεγάλῳ πάλιν, ὅτι παρεδόθη ἡμῶν ὁ Κύριος, ὅτι ἐσταυρώθη, ὅτι ἀπέθανε τὸ κατὰ σάρκα, ὅτι ἐτάφη· τίνος οὖν ἕνεκεν καὶ τὰς Πράξεις τῶν ἀποστόλων οὐ μετὰ τὴν Πεντηκοστὴν ἀναγινώσκομεν,  ὅτε καὶ ἐγένοντο,  καὶ ἀρχὴν ἔλαβον; Καὶ οἶδα μὲν ὅτι πολλοὶ τοῦτο ἀγνοοῦσι· διόπερ ἀπὸ τοῦ βιβλίου τῶν Πράξεων αὐτὸ πιστώσασθαι ἀναγκαῖον,  ἵνα μάθητε, ὅτι τὴν ἀρχὴν τῶν  Πράξεων τῶν ἀποστολικῶν οὐχ ἡ Πεντηκοστὴ ἔχει, ἀλλ' ὁ καιρὸς ὁ μετὰ τὴν Πεντηκοστήν. ∆ιὸ καὶ δικαίως ἄν τις ζητήσειε, τί δήποτε τὸν μὲν σταυρὸν ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ καὶ τοῦ πάθους ἀναγινώσκειν  νενομοθέτηται· τὰς δὲ Πράξεις τὰς ἀποστολικὰς οὐκ αὐταῖς  ταῖς  ἡμέραις  ἀναγινώσκομεν,  οὐδὲ τῷ  καιρῷ  καθ' ὃν  ἐπράχθησαν, ἀλλὰ προφθάνομεν τὸν καιρόν. Οὐδὲ γὰρ εὐθέως ὅτε ἀνέστη Χριστὸς, θαύματα ἐποίουν οἱ ἀπόστολοι, ἀλλὰ  τεσσαράκοντα ἡμέρας αὐτοῖς  συνηλίζετο  ἐπὶ  τῆς  γῆς. Τίνος δὲ ἕνεκεν τὰς τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς, ἐν ἑτέρῳ καιρῷ δηλώσομεν·  τέως  δὲ  ἐπὶ  τὸ  προκείμενον  ἴωμεν  τοῦ  λόγου,  δεικνύντες,  ὅτι  οὐκ εὐθέως εἰς τὸν οὐρανὸν ἀνέβη μετὰ τὴν ἀνάστασιν ὁ Χριστὸς, ἀλλὰ τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς διέτριψε μετὰ τῶν μαθητῶν, καὶ οὐχ ἁπλῶς διέτριψεν, ἀλλὰ καὶ συναλιζόμενος, καὶ τραπέζης κοινωνῶν, καὶ ὁμιλίας μεταδιδοὺς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνῆλθε  πρὸς τὸν  Πατέρα ἐν  τοῖς  οὐρανοῖς, καὶ οὐδὲ τότε ἐθαυματούργουν, ἀλλ' ἕτεραι δέκα ἐγίνοντο ἡμέραι, καὶ πληρουμένης τῆς Πεντηκοστῆς ἐπέμφθη αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τότε λαβόντες τὰς πυρίνας γλώσσας ἤρξαντο  ποιεῖν  θαύματα. Ταῦτα δὲ πάντα,  ἀγαπητοὶ,  ἀπὸ τῶν  Γραφῶν πιστωσόμεθα· οἷον ὅτι τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο, ὅτι μετὰ τὴν Πεντηκοστὴν  κατῆλθε  τὸ  Πνεῦμα τὸ  ἅγιον,  ὅτι  τότε  τὰς  γλώσσας  ἔλαβον  τὰς πυρίνας,  ὅτι  τῶν  σημείων  ἔκτοτε  ἤρξαντο.  Τίς οὖν  ταῦτα  πάντα  φησίν;  Ὁ τοῦ Παύλου μαθητὴς, ὁ τίμιος καὶ μέγας Λουκᾶς, οὕτω ποιούμενος τὴν ἀρχὴν καὶ λέγων· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς  τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος  αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν  αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι. Ὁρᾷς ὅτι μετὰ τὴν ἀνάστασιν τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς ἦν ὁ Κύριος, λέγων περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ συναλιζόμενος τοῖς ἀποστόλοις; ὁρᾷς ὅτι καὶ τραπέζης ἐκοινώνει; Καὶ παρήγγειλεν  αὐτοῖς, φησὶν, ἀπὸ Ἱεροσολύμων  μὴ  χωρίζεσθαι,  ἀλλὰ  περιμένειν  τὴν  ἐπαγγελίαν  τοῦ  Πατρὸς, ἣν ἠκούσατέ μου, φησίν·  ὅτι  Ἰωάννης  μὲν  ἐβάπτισεν  ὕδατι,  ὑμεῖς  δὲ  βαπτισθήσεσθε ἐν  Πνεύματι ἁγίῳ  οὐ μετὰ πολλὰς  ταύτας  ἡμέρας. Ταῦτα δὲ ἔλεγεν  ὁ Σωτὴρ ἐν ταῖς τεσσαράκοντα ἡμέραις, Οἱ μὲν οὖν συνελθόντες  ἐπηρώτων  αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἐν τῇ Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπὼν, βλεπόντων  αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν  αὐτὸν ἀπὸ τῶν  ὀφθαλμῶν  αὐτῶν. Εἶδες πῶς καὶ τεσσαράκοντα ἡμέρας  αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς ὁ Χριστὸς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τότε ἀνελήφθη ἐν τοῖς οὐρανοῖς· ἀλλ' ἴδωμεν εἰ ἐν τῇ Πεντηκοστῇ τὸ Πνεῦμα ἐπέμφθη τὸ ἅγιον. Καὶ ἐν τῷ συμπληροῦσθαι, φησὶ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἐγένετο ἄφνω ἦχος ἐκ τοῦ οὐρανοῦ ὡσεὶ φερομένης πνοῆς βιαίας, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Εἴδετε ἀκριβῆ τὴν  ἀπόδειξιν  γεγενημένην,  οἷον  ὅτι τεσσαράκοντα ἡμέρας ἦν ἐπὶ γῆς ὁ Χριστὸς, καὶ οὐδὲ ἐθαυματούργουν οἱ ἀπόστολοι; Πῶς γὰρ ἔμελλον θαυματουργεῖν τὴν τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος χάριν οὐδέπω ἔχοντες; Εἴδετε, ὅτι μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνελήφθη  εἰς τὸν οὐρανὸν ὁ Ἰησοῦς; εἴδετε πάλιν, ὅτι μετὰ τὰς δέκα ἡμέρας ἐθαυματούργουν  οἱ ἀπόστολοι; Ἐν γὰρ τῷ  συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς κατεπέμφθη τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο οὖν ἐστι λοιπὸν τὸ ζητούμενον, τίνος ἕνεκεν αἱ Πράξεις τῶν ἀποστόλων ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται.  Εἰ γὰρ τότε ἤρξαντο ποιεῖν τὰ σημεῖα οἱ ἀπόστολοι, ἤγουν μετὰ τὴν Κυρίου ἀνάστασιν, τότε ἔδει καὶ τὸ βιβλίον ἀναγινώσκεσθαι τοῦτο. Ὥσπερ γὰρ τὰ περὶ τοῦ σταυροῦ ἐν τῇ ἡμέρᾳ σταυροῦ ἀναγινώσκομεν, καὶ τὰ ἐν τῇ ἀναστάσει ὁμοίως, καὶ τὰ ἐν ἑκάστῃ ἑορτῇ γεγονότα τῇ αὐτῇ πάλιν ἀναγινώσκομεν, οὕτως ἔδει καὶ τὰ θαύματα τὰ ἀποστολικὰ ἐν ταῖς ἡμέραις τῶν ἀποστολικῶν σημείων ἀναγινώσκεσθαι.

ς ʹ.  Τίνος οὖν ἕνεκεν  οὐ τότε αὐτὰ ἀναγινώσκομεν,  ἀλλ'  εὐθέως  μετὰ  τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν, ἀκούσατε μετὰ ἀκριβείας τὴν αἰτίαν ἅπασαν. Μετὰ τὸν σταυρὸν  εὐθέως   ἀνάστασιν  καταγγέλλομεν   τοῦ  Χριστοῦ,  τῆς  δὲ   ἀναστάσεως ἀπόδειξίς ἐστι τὰ σημεῖα τὰ ἀποστολικὰ, τῶν δὲ σημείων ἀποστολικῶν διδασκαλεῖόν ἐστι τοῦτο τὸ βιβλίον. Ὃ τοίνυν μάλιστα πιστοῦται τὴν ἀνάστασιν τὴν ∆εσποτικὴν, τοῦτο   μετὰ  τὸν   σταυρὸν  καὶ  τὴν   ζωηφόρον   ἀνάστασιν   εὐθέως   οἱ  Πατέρες ἐνομοθέτησαν ἀναγινώσκεσθαι. ∆ιὰ τοῦτο τοίνυν, ἀγαπητοὶ, μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν εὐθέως ἀναγινώσκομεν τὰ σημεῖα τῶν ἀποστόλων, ἵνα ἔχωμεν σαφῆ καὶ ἀναμφισβήτητον  τῆς ἀναστάσεως τὴν ἀπόδειξιν.  Οὐκ εἶδες αὐτὸν  ἀναστάντα τοῖς ὀφθαλμοῖς τοῦ σώματος, ἀλλὰ βλέπεις  αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τῆς πίστεως· οὐκ εἶδες αὐτὸν διὰ τῶν ὀμμάτων τούτων ἀναστάντα, ἀλλ' ὄψει αὐτὸν ἀναστάντα διὰ τῶν θαυμάτων ἐκείνων. Ἡ γὰρ τῶν σημείων ἐπίδειξις χειραγωγεῖ σε πρὸς τὴν τῆς πίστεως θεωρίαν. Ὅθεν τοῦ φανῆναι αὐτὸν ἀναστάντα πολλῷ μείζων ἦν ἀπόδειξις καὶ σαφεστέρα τὸ σημεῖα γίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ. Βούλει μαθεῖν, πῶς  τοῦτο  μᾶλλον  πιστοῦται  τὴν  ἀνάστασιν, ἢ εἰ ἐφάνη  πᾶσιν ἀνθρώποις  κατ' ὀφθαλμούς; Ἀκούσατε νουνεχῶς· καὶ γὰρ πολλοὶ τοῦτο ἐρωτῶσι, καὶ λέγουσι· Τίνος ἕνεκεν ἀναστὰς οὐκ εὐθέως ἐφάνη τοῖς Ἰουδαίοις; ἀλλὰ περιττὸς ὁ λόγος οὗτος καὶ μάταιος. Εἰ γὰρ ἔμελλε πρὸς τὴν πίστιν αὐτοὺς ἐπισπάσασθαι, οὐκ ἂν παρῃτήσατο μετὰ τὴν ἀνάστασιν φανῆναι πᾶσιν· ὅτι δὲ οὐκ ἔμελλεν αὐτοὺς ἐπισπάσασθαι φανεὶς αὐτοῖς  μετὰ τὴν  ἀνάστασιν, δείκνυσι διὰ τοῦ Λαζάρου. Τοῦτον γὰρ τετραήμερον νεκρὸν ἀναστήσας, ὀδωδότα, διεφθορότα, καὶ μετὰ τῶν κειριῶν δεδεμένον ποιήσας αὐτὸν ἐξελθεῖν ὑπὸ τὰς ἁπάντων ὄψεις, οὐ μόνον οὐκ ἐπεσπάσατο πρὸς τὴν πίστιν αὐτοὺς, ἀλλὰ καὶ παρώξυνεν·  ἐλθόντες  γὰρ ἠβουλήθησαν καὶ αὐτὸν  ἀνελεῖν  διὰ τοῦτο. Εἰ οὖν ἕτερον ἀνέστησε καὶ οὐκ ἐπίστευσαν, ἑαυτὸν  ἀναστήσας εἰ ἔδειξεν ἑαυτὸν, οὐκ ἂν πάλιν ἐμάνησαν κατ' αὐτοῦ; Εἰ καὶ μηδὲν ἔμελλον ἀνύειν, ἀλλ' ὅμως διὰ τῆς ἐπιχειρήσεως ἔμελλον ἀσεβεῖν. Ὥστε βουλόμενος αὐτοὺς ἀπαλλάξαι μανίας περιττῆς, ἔκρυψεν ἑαυτόν· μᾶλλον γὰρ ἂν ἐποίησεν ὑπευθύνους κολάσει, εἰ μετὰ τὸν σταυρὸν ἐφάνη. ∆ιὰ τοῦτο φειδόμενος  αὐτῶν  ἔκρυψε μὲν ἑαυτὸν ἐκ τῆς ἐκείνων ὄψεως· ἔδειξε δὲ διὰ τῆς τῶν σημείων ἀποδείξεως. Τοῦ γὰρ ἰδεῖν αὐτὸν ἀναστάντα οὐκ ἔλαττον ἦν ἀκοῦσαι Πέτρου λέγοντος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει.  Καὶ ὅτι  τοῦτο  ἀναστάσεως  μεγίστη  ἀπόδειξις,  καὶ  εὐκολώτερον  πρὸς πίστιν    ἐκεῖνο  τὸ  πρότερον,  καὶ  μᾶλλον  ἠδύνατο  πεῖσαι  τὰς  διανοίας  τῶν ἀνθρώπων  τὸ σημεῖα φαίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ γινόμενα, ἢ τὸ ἰδεῖν αὐτὸν ἀναστάντα, δῆλον ἐκεῖθεν. Ἀνέστη καὶ ἔδειξεν ἑαυτὸν τοῖς μαθηταῖς ὁ Χριστός· ἀλλ' ὅμως εὑρέθη τις ἀπιστῶν καὶ ἐν ἐκείνοις Θωμᾶς ὁ λεγόμενος ∆ίδυμος, καὶ ἐδεήθη τοῦ τὰς χεῖρας εἰσενεγκεῖν εἰς τοὺς τύπους τῶν ἥλων· ἐδεήθη δὲ καὶ τὴν πλευρὰν αὐτοῦ καταμαθεῖν. Εἰ δὲ ὁ μαθητὴς ἐκεῖνος ὁ τρεῖς χρόνους διατρίψας μετ' αὐτοῦ, ὁ τραπέζης ∆εσποτικῆς κοινωνήσας, ὁ σημεῖα καὶ τέρατα θεασάμενος μέγιστα, ὁ ῥημάτων   ∆εσποτικῶν   μετασχὼν,   καὶ   ἰδὼν   αὐτὸν   ἀναστάντα,   οὐ   πρότερον ἐπίστευσεν, ἕως ὅτε τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὰ τραύματα εἶδε· πῶς ἡ οἰκουμένη πιστεύειν ἔμελλεν, εἰπέ μοι, εἰ εἶδεν αὐτὸν ἀναστάντα; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἐντεῦθεν  δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν δείξομεν, ὅτι μᾶλλον ἔπειθε τὰ σημεῖα τοῦ θεάσασθαι κατ' ὄψιν ἀναστάντα. Ἀκούσαντες γὰρ οἱ ὄχλοι τοῦ Πέτρου τῷ χωλῷ   λέγοντος,  Ἐν  ὀνόματι  Ἰησοῦ  Χριστοῦ ἔγειραι  καὶ  περιπάτει,  τρισχίλιοι ἐπίστευσαν καὶ πεντακισχίλιοι  τῷ Χριστῷ ἄνδρες· ὁ δὲ μαθητὴς ἰδὼν  ἀναστάντα ἠπίστησεν. Ὁρᾷς πῶς τοῦτο εὐκολώτερον μᾶλλον πρὸς τὴν τῆς ἀναστάσεως πίστιν; Ἐκεῖνο  μὲν  γὰρ  καὶ  ὁ οἰκεῖος  μαθητὴς  ἰδὼν  ἠπίστησε· ταῦτα  δὲ  καὶ  οἱ  ἐχθροὶ θεασάμενοι ἐπίστευσαν. Οὕτω μεῖζον τοῦτο ἐκείνου  καὶ σαφέστερον, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο καὶ ἔπειθε πρὸς τὴν ἀνάστασιν. Καὶ τί λέγω τὸν Θωμᾶν; Ὅτι γὰρ οὐδὲ οἱ λοιποὶ μαθηταὶ ἐκ πρώτης ὄψεως ἐπίστευον, ἄκουσον νουνεχῶς. Ἀλλὰ μὴ καταγνῷς αὐτῶν, ἀγαπητέ· εἰ γὰρ ὁ Χριστὸς οὐ κατέγνω  αὐτῶν, μηδὲ σὺ καταγνῷς   αὐτῶν·   καὶ  γὰρ  πρᾶγμα  ξένον   εἶδον   οἱ  μαθηταὶ   καὶ  παράδοξον, πρωτότοκον  αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστάντα· τὰ δὲ τοιαῦτα μέγιστα θαύματα ἐκ πρώτης  ἐκπλήττειν   εἴωθεν,   ἕως  ἂν  τῷ  χρόνῳ   μόνιμα  γένηται   ἐν  ταῖς  τῶν πιστευόντων  ψυχαῖς·  ὅπερ οὖν  καὶ  ἐπὶ  τῶν  μαθητῶν  ἐγένετο  τότε. Ἐπειδὴ γὰρ ἀναστὰς ὁ Χριστὸς ἐκ νεκρῶν εἶπεν αὐτοῖς· Εἰρήνη ὑμῖν, Πτοηθέντες, φησὶν, ἐκεῖνοι καὶ ἔμφοβοι  γενόμενοι  ἐδόκουν  πνεῦμα  θεωρεῖν,  καὶ εἶπεν  αὐτοῖς  ὁ Ἰησοῦς· Τί τεταραγμένοι ἐστέ; Καὶ μετὰ ταῦτα ἐπιδείξας αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ Ἀπιστούντων  αὐτῶν  ἀπὸ  τῆς  χαρᾶς,  καὶ  θαυμαζόντων,  εἶπεν  αὐτοῖς·  Ἔχετέ τι βρώσιμον ἐνθάδε; διὰ τούτων  βουλόμενος αὐτοῖς τὴν ἀνάστασιν πιστώσασθαι. Οὐ πείθει σε, φησὶν, ἡ πλευρὰ, οὐδὲ τὰ τραύματα; πειθέτω κἂν ἡ τράπεζα.

ζʹ. Ἵνα δὲ μάθῃς ἀκριβῶς, ὅτι διὰ τοῦτο εἶπεν, Ἔχετέ τι βρώσιμον ἐνθάδε φαγεῖν; ἵνα μὴ νομίσωσιν εἴδωλον εἶναι, μηδὲ πνεῦμα, μηδὲ φαντασίαν, ἀλλ' ἀληθῆ καὶ ἐνυπόστατον  ἀνάστασιν, ἄκουσον, πῶς  ὁ Πέτρος ἀπὸ τούτων  πιστοῦται  τὴν ἀνάστασιν. Εἰπὼν  γὰρ ὅτι  Ἀνέστησεν αὐτὸν  ὁ Θεὸς, καὶ  ἔδωκεν  αὐτὸν  ἐμφανῆ γενέσθαι   μάρτυσι   τοῖς   προκεχειροτονημένοις   ἡμῖν,   εἶτα   καὶ   ἀπόδειξιν   τῆς ἀναστάσεως τιθεὶς, ἐπήγαγεν· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ ἀναστήσας νεκρὰν ὁ Χριστὸς, ἵνα πιστώσηται τὴν ἀνάστασιν ἔφη· ∆ότε αὐτῇ φαγεῖν. Ὅταν οὖν ἀκούσῃς, ὅτι παρέστησεν ἑαυτὸν ζῶντα δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος  αὐτοῖς καὶ συναλιζόμενος, μάνθανε τῆς τραπέζης τὴν αἰτίαν, ὅτι οὐχὶ δεόμενος αὐτὸς τραπέζης ἔτρωγεν, ἀλλὰ βουλόμενος τὴν ἀσθένειαν διορθῶσαι τῶν  μαθητῶν,  ὅθεν  δῆλον  ὅτι τὰ τέρατα καὶ σημεῖα τῶν  ἀποστόλων ἀπόδειξις ἦν μεγίστη τῆς ἀναστάσεως. ∆ιὸ καὶ αὐτός φησιν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων  εἰς ἐμὲ, τὰ ἔργα ἃ ποιῶ  ἐγὼ, κἀκεῖνος  ποιήσει, καὶ μείζονα  τούτων ποιήσει. Ἐπειδὴ γὰρ ὁ σταυρὸς μεταξὺ  παρεμπεσὼν  ἐσκανδάλισε πλείστους,  διὰ τοῦτο καὶ μειζόνων ἐδέησε μετὰ ταῦτα σημείων. Καίτοι γε εἰ τελευτήσας ὁ Χριστὸς ἐναπέμεινε τῷ θανάτῳ καὶ τῷ τάφῳ, καὶ οὐκ ἀνέστη, καθάπερ οἱ Ἰουδαῖοί φασιν, οὐδὲ ἀνέβη εἰς τοὺς οὐρανοὺς, οὐ μόνον οὐκ ἔδει μείζονα γίνεσθαι τὰ μετὰ ταῦτα σημεῖα τὰ μετὰ τὸν σταυρὸν, ἀλλὰ καὶ τὰ πρότερα γινόμενα  ἀποσβεσθῆναι ἐχρῆν. Προσέχετέ μοι  μετὰ  ἀκριβείας  ἐνταῦθα·  ἀναστάσεως  γάρ  εἰσιν  ἀναμφισβητήτου ἀποδείξεις τὰ λεγόμενα, διὸ καὶ πάλιν τὰ αὐτὰ ἐρῶ. Ἐποίησε σημεῖα πρὸ τούτου ὁ Χριστὸς, νεκροὺς ἤγειρε, λεπροὺς ἐκάθηρε, δαίμονας  ἀπήλασεν· ἐσταυρώθη μετὰ ταῦτα, καὶ ὡς οἱ παράνομοι Ἰουδαῖοι λέγουσιν, οὐκ ἀνέστη ἐκ νεκρῶν. Τί οὖν ἂν εἴποιμεν  πρὸς αὐτούς; Ὅτι εἰ μὴ ἀνέστη, πῶς  μετὰ ταῦτα  ἐν  τῷ  ὀνόματι  αὐτοῦ μείζονα ἐγένετο σημεῖα; Οὐδεὶς  γὰρ τῶν ζώντων τελευτήσας μείζονα σημεῖα ἐποίησε μετὰ τὴν  τελευτὴν,  ἐνταῦθα  δὲ μείζονα  καὶ τῷ  τρόπῳ  καὶ τῇ φύσει τὰ θαύματα μετὰ ταῦτα ἦν. Φύσει γὰρ μείζονα ἦν, ὅτι μὲν τοῦ Χριστοῦ οὐδέποτε σκιαὶ νεκροὺς ἀνέστησαν· ἐπὶ δὲ τῶν ἀποστόλων αἱ σκιαὶ αὐτῶν πολλὰ τοιαῦτα ἐποίουν. Τρόπῳ δὲ μείζονα ἐγένετο  σημεῖα, ὅτι τότε μὲν αὐτὸς ἐπιτάττων  ἐθαυματούργει· μετὰ  δὲ  τὸν  σταυρὸν  οἱ  δοῦλοι  αὐτοῦ  τῷ  σεβασμίῳ καὶ  ἁγίῳ  αὐτοῦ  ὀνόματι χρώμενοι μείζονα καὶ ὑψηλότερα ἐποίουν, ὥστε μειζόνως αὐτοῦ καὶ ἐνδοξοτέρως διαλάμψαι  τὴν  ἰσχύν. Τοῦ γὰρ αὐτὸν  ἐπιτάττειν  πολλῷ  μεῖζον ἦν τὸ ἕτερον τῷ ἐκείνου κεχρημένον ὀνόματι τοιαῦτα θαυματουργεῖν. Εἶδες, ἀγαπητὲ, καὶ τῇ φύσει καὶ τῷ τρόπῳ μείζονα ὄντα  τὰ σημεῖα τῶν  ἀποστόλων  μετὰ τὴν  ἀνάστασιν τοῦ Χριστοῦ; Οὐκοῦν ἀναμφισβήτητος ἡ ἀπόδειξις τῆς ἀναστάσεως. Ὅπερ γὰρ ἔλεγον, καὶ πάλιν  ἐρῶ, εἰ ἐτετελευτήκει  ὁ Χριστὸς, καὶ οὐκ ἀνέστη, ἔδει καὶ τὰ σημεῖα τελευτῆσαι   καὶ  ἀποσβεσθῆναι·  νυνὶ   δὲ  οὐ  μόνον   οὐκ  ἀπεσβέσθη,  ἀλλὰ   καὶ λαμπρότερα καὶ ἐνδοξότερα γέγονε μετὰ ταῦτα. Εἰ γὰρ μὴ ἀνέστη ὁ Χριστὸς, οὐκ ἂν ἕτεροι ἐν τῷ ὀνόματι αὐτοῦ τοιαῦτα σημεῖα ἐποίησαν. Ἡ αὐτὴ μὲν γὰρ δύναμις καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν ἐθαυματούργει· καὶ πρῶτον μὲν δι' ἑαυτοῦ, ὕστερον  δὲ  διὰ  τῶν  μαθητῶν·  ἵνα  δὲ  σαφεστέρα καὶ  ἐνδοξοτέρα  γένηται  τῆς ἀναστάσεως ἡ  ἀπόδειξις,  μείζονα  καὶ  ὑψηλότερα  μετὰ  τὸν  σταυρὸν ἐγένετο  τὰ σημεῖα. Καὶ πόθεν δῆλον ὅτι σημεῖα γέγονε τότε; ὁ ἄπιστος ἐρεῖ Πόθεν δὲ καὶ δῆλον ὅτι ἐσταυρώθη ὁ Χριστός; Ἀπὸ τῶν θείων Γραφῶν, φησί. Καὶ γὰρ ὅτι σημεῖα γέγονε τότε καὶ ὅτι ἐσταυρώθη ὁ Χριστὸς, ἀπὸ τῶν ἁγίων Γραφῶν δῆλον. Ἐκεῖναι μὲν γὰρ καὶ ταῦτα κἀκεῖνα λέγουσιν. Εἰ δὲ λέγει ὁ ὑπεναντίος, ὅτι οὐκ ἐποίησαν σημεῖα οἱ ἀπόστολοι, μειζόνως αὐτῶν δεικνύεις τὴν δύναμιν  καὶ τὴν θείαν χάριν, ὅτι χωρὶς σημείων τοσαύτην οἰκουμένην  ἐπεσπάσαντο πρὸς θεοσέβειαν. Τοῦτο γὰρ μέγιστον σημεῖον καὶ παράδοξον θαῦμα, ὅταν οἱ πτωχοὶ, καὶ πένητες, καὶ εὐκαταφρόνητοι, καὶ ἀγράμματοι, καὶ ἰδιῶται, καὶ εὐτελεῖς, καὶ δώδεκα τὸν ἀριθμὸν, πόλεις τοσαύτας, καὶ ἔθνη, καὶ δήμους, καὶ βασιλεῖς, καὶ τυράννους, καὶ φιλοσόφους, καὶ ῥήτορας, καὶ πᾶσαν, ὡς  εἰπεῖν,  τὴν  γῆν  χωρὶς  σημείων  φαίνωνται  πρὸς ἑαυτοὺς  ἑλκύσαντες. Βούλει δὲ καὶ νῦν σημεῖα γινόμενα ἰδεῖν; Ἐγώ σοι δείξω καὶ μείζονα τῶν προτέρων, οὐχ ἕνα νεκρὸν ἐγειρόμενον, οὐχ ἕνα τυφλὸν ἀναβλέποντα, ἀλλὰ πᾶσαν τὴν γῆν τὸ σκότος τῆς πλάνης ἀποθεμένην· οὐχ ἕνα λεπρὸν καθαιρόμενον, ἀλλ' ἔθνη τοσαῦτα τὴν λέπραν τῆς ἁμαρτίας ἀποσμήξαντα καὶ διὰ τοῦ λουτροῦ παλιγγενεσίας καθαρθέντα. Τί τούτων τῶν σημείων μεῖζον ἐπιζητεῖς, ἄνθρωπε, ἀθρόον τοσαύτην τῆς οἰκουμένης μεταβολὴν ὁρῶν γεγενημένην;


ηʹ. Βούλει μαθεῖν πῶς ἀναβλέψαι  τὴν οἰκουμένην  ἐποίησεν ὁ Χριστός; Τὸ πρότερον τὸ ξύλον καὶ τὸν λίθον οὐκ ἐνόμιζον εἶναι ξύλον καὶ λίθον οἱ ἄνθρωποι,ἀλλὰ θεοὺς ἐκάλουν τὰ ἀναίσθητα, οὕτως ἦσαν ἀποτετυφλωμένοι·  νυνὶ δὲ εἶδον τί ξύλον, τί λίθος· ἐπίστευσαν τί Θεός. Πίστει γὰρ μόνῃ θεωρεῖται  ἡ ἀνώλεθρος  καὶ μακαρία φύσις ἐκείνη. Βούλει δὲ καὶ ἕτερον ἀναστάσεως ἰδεῖν σημεῖον; Ἀπὸ τῆς τῶν μαθητῶν γνώμης ὄψει καὶ τοῦτο μεῖζον γινόμενον  μετὰ  τὴν ἀνάστασιν. Καὶ γὰρ παρὰ πᾶσιν ὡμολόγηται, ὅτι ὁ μὲν περὶ ζῶντα ἄνθρωπον εὐνοϊκῶς διακείμενος καὶ ἀποθανόντος  ἴσως οὐδὲ μέμνηται· ὁ δὲ περὶ ζῶντα  ἀγνωμόνως  διατεθεὶς  καὶ ἐγκαταλιπὼν  περιόντα, πολλῷ μᾶλλον ἀποθανόντος ἐπιλήσεται. Ὅθεν οὐδεὶς τῶν ἀνθρώπων   τὸν   φίλον   καὶ   τὸν   διδάσκαλον   ἀφεὶς   ζῶντα   καὶ   ἐγκαταλιπὼν, τελευτήσαντα  περὶ πολλοῦ  ποιεῖται,  καὶ  μάλιστα  ὅταν  κινδύνους  μυρίους  αὐτῷ προκειμένους ἀπὸ τῆς περὶ ἐκεῖνον σπουδῆς βλέπῃ. Ἀλλ' ἰδοὺ τοῦτο τὸ ἐπὶ μηδενὸς συμβαῖνον,  ἐπὶ  τοῦ  Χριστοῦ καὶ  τῶν  ἀποστόλων  ἐγένετο,  καὶ  οἱ  ζῶντα  αὐτὸν ἀρνησάμενοι καὶ ἐγκαταλιπόντες,  καὶ συλληφθέντα  ἀφέντες,  καὶ ἀποπηδήσαντες, μετὰ μυρία ἐκεῖνα ὀνείδη καὶ τὸν σταυρὸν, οὕτω περὶ πολλοῦ πεποίηνται, ὡς καὶ τὰς ψυχὰς ἐπιδοῦναι τὰς ἑαυτῶν ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως. Καίτοι γε εἰ καὶ τετελευτήκει Χριστὸς καὶ οὐκ ἀνέστη, πῶς εἶχε λόγον τοὺς ἡνίκα ἔζη φυγόντας διὰ τὸν ἐπικείμενον κίνδυνον, ἡνίκα ἐτελεύτησε μυρίοις ἑαυτοὺς δι' ἐκεῖνον περιβάλλειν  κινδύνοις; Οἱ μὲν οὖν ἄλλοι πάντες ἔφυγον, Πέτρος δὲ καὶ ἠρνήσατο μεθ' ὅρκου τρίτον, καὶ ὁ μεθ' ὅρκου τρίτον αὐτὸν ἀρνησάμενος καὶ θεραπαινιδίου φόβον εὐτελοῦς δείσας, ἐπειδὴ ἐτελεύτησε, βουλόμενος ἡμᾶς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι εἶδεν αὐτὸν ἀναστάντα, οὕτως ἀθρόον μετεβάλλετο ὡς ὁλοκλήρου καταγελάσαι δήμου, καὶ εἰς μέσον τῶν Ἰουδαίων τὸ θέατρον εἰσπηδῆσαι καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς καὶ ταφεὶς ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ εἰς τοὺς οὐρανοὺς ἀνέβη, καὶ μηδὲν αὐτὸν ὑποδεῖσθαι δεινόν. Πόθεν οὖν τὸ θαῤῥεῖν αὐτῷ ἐγένετο; Πόθεν ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς πληροφορίας τῆς κατὰ τὴν ἀνάστασιν; Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν, καὶ διελέχθη, καὶ περὶ τῶν μελλόντων  ἤκουσε, διὰ τοῦτο ὡς ὑπὲρ ζῶντος κινδυνεύων  λοιπὸν, οὕτως ἁπάντων κατετόλμησε τῶν δεινῶν, ἅτε δὴ καὶ πλείονα λαβὼν δύναμιν καὶ μεῖζον τὸ θάρσος ὡς ὑπὲρ αὐτοῦ ἀποθανεῖν, καὶ τῷ  σταυρῷ κατὰ  κεφαλῆς  προσομιλῆσαι. Ὅταν  τοίνυν  ἴδῃς  καὶ  σημεῖα μείζονα γινόμενα, καὶ τοὺς μαθητὰς πλείονα κεκτημένους εὔνοιαν περὶ αὐτὸν τοὺς πρότερον ἐγκαταλιπόντας  αὐτὸν,  καὶ παῤῥησίαν μείζονα  ἐπιδεικνυμένους,  καὶ πανταχόθεν λαμπροτέραν  γινομένην  τῶν  πραγμάτων  τὴν  μεταβολὴν,  καὶ  ἐπὶ  τὸ πεπαῤῥησιασμένον καὶ φαιδρὸν προελθόντα ἅπαντα, μάνθανε δι' αὐτῆς τῶν πραγμάτων  τῆς πείρας, ὅτι οὐ μέχρι θανάτου τὰ κατὰ τὸν Χριστὸν ἔμεινεν, ἀλλὰ ἀνάστασις αὐτὸν διεδέξατο, καὶ ζῇ καὶ μένει διηνεκῶς ὁ σταυρωθεὶς Θεὸς ἀναλλοίωτος.   Οὐ γὰρ  ἂν  εἰ  μὴ  ἀνέστη  καὶ  ἔζη,  μείζονα  μετὰ  ταῦτα  σημεῖα εἰργάσαντο οἱ μαθηταὶ τῶν πρὸ τοῦ σταυροῦ γινομένων.  Τότε μὲν γὰρ αὐτὸν καὶ οἱ μαθηταὶ ἐγκατέλιπον·  νυνὶ  δὲ αὐτῷ καὶ ἡ οἰκουμένη προστρέχει ἅπασα, καὶ οὐχὶ Πέτρος μόνον,  ἀλλὰ  καὶ ἕτεροι μυρίοι, καὶ πολλῷ  πλέον  μετὰ Πέτρον τῶν  οὐχ ἑωρακότων αὐτὸν τὰς ψυχὰς ἐπέδωκαν τὰς ἑαυτῶν ὑπὲρ ἐκείνου, καὶ τὰς κεφαλὰς ἀπετμήθησαν, καὶ μυρία ἔπαθον δεινὰ, ὥστε τὴν εἰς αὐτὸν ὁμολογίαν ὑγιῆ καὶ ἀκέραιον ἔχοντας ἀπελθεῖν. Πῶς οὖν ὁ νεκρὸς καὶ ἐν τῷ τάφῳ μένων, ὡς σὺ λέγεις, ὦ Ἰουδαῖε, τοσαύτην καὶ ἐν τοῖς μετ' ἐκείνους ἅπασιν ἐπεδείξατο τὴν ἰσχὺν καὶ τὴν δύναμιν, πείθων αὐτοὺς αὐτὸν μόνον προσκυνεῖν, καὶ πάντα αἱρεῖσθαι ὑπομεῖναι καὶ πάσχειν ὑπὲρ τοῦ μὴ τὴν πίστιν ἀπολέσαι τὴν εἰς αὐτόν; Ὁρᾷς διὰ πάντων σαφῆ τῆς ἀναστάσεως τὴν ὑπόδειξιν, διὰ τῶν σημείων τῶν τότε, τῶν νῦν, διὰ  τῆς  εὐνοίας  τῶν  μαθητῶν  τῶν  τότε,  τῶν  νῦν,  διὰ  τῶν  κινδύνων   ἐν  οἷς διετέλεσαν οἱ πιστεύσαντες; Βούλει καὶ τοὺς ἐχθροὺς ἰδεῖν πεφοβημένους αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν δύναμιν, καὶ πολλῷ μᾶλλον μετὰ τὸν σταυρὸν ἀγωνιῶντας;  Ἄκουε καὶ περὶ τούτων  συνετῶς.  Θεωροῦντες γὰρ, φησὶν,  οἱ Ἰουδαῖοι  τὴν  τοῦ  Πέτρου παῤῥησίαν καὶ Ἰωάννου,  καὶ καταλαβόμενοι,  ὅτι  ἄνθρωποι  ἀγράμματοί  εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, καὶ ἠγωνίων, οὐκ ἐπειδὴ ἀγράμματοι ἦσαν, ἀλλ' ἐπειδὴ ἀγράμματοι ὄντες πάντων τῶν σοφῶν περιεγένοντο, καὶ Τὸν ἄνθρωπον σὺν αὐτοῖς ὁρῶντες   τὸν   τεθεραπευμένον,   οὐδὲν   εἶχον   ἀντειπεῖν·   καίτοι   γε  πρὸ  τούτου ἀντέλεγον σημεῖα ὁρῶντες γινόμενα. Πῶς οὖν τότε οὐκ ἀντεῖπον; Ἀπέστησεν αὐτῶν τὴν γλῶτταν  ἡ ἀόρατος τοῦ σταυρωθέντος δύναμις· ἐκεῖνος τὸ στόμα αὐτῶν ἐνέφραξεν·  ἐκεῖνος  τὴν  παῤῥησίαν κατέστειλε· διὰ τοῦτο  καὶ εἱστήκεισαν μηδὲν ἔχοντες ἀντειπεῖν.  Ὅταν δὲ καὶ ἐφθέγξαντο,  ὅρα πῶς τὴν δειλίαν ὁμολογοῦσι τὴν ἑαυτῶν. Βούλεσθε, φησὶν, ἐπαγαγεῖν  ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καὶ  μὴν, εἰ ἄνθρωπός ἐστι ψιλὸς, τί δέδοικας αὐτοῦ τὸ αἷμα; πόσους ἀνεῖλες προφήτας, πόσους ἔσφαξας δικαίους, ὦ Ἰουδαῖε, καὶ οὐδενὸς αὐτῶν τὸ αἷμα ἐφοβήθης; τίνος ἕνεκεν ἐνταῦθα φοβῇ; Κατέσεισεν αὐτῶν ὄντως τὸ συνειδὸς ὁ σταυρωθεὶς, καὶ τὴν ἀγωνίαν  ἣν εἶχον κρύψαι μὴ δυνάμενοι, καὶ ἄκοντες ἐπὶ τῶν ἐχθρῶν ὁμολογοῦσι τὴν οἰκείαν ἀσθένειαν. Καὶ ὅτε μὲν ἐσταύρουν αὐτὸν ἐβόων λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· οὕτω κατεφρόνουν τοῦ αἵματος αὐτοῦ. Μετὰ δὲ τὸν σταυρὸν ἰδόντες  αὐτοῦ τὴν δύναμιν  διαλάμπουσαν, φοβοῦνται  καὶ ἀγωνιῶσι,  καὶ λέγουσι· Βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καίτοι γε εἰ πλάνος ἦν καὶ ἀντίθεος, καθώς φατε, Ἰουδαῖοι παράνομοι, τίνος ἕνεκεν αὐτοῦ δεδοίκατε τὸ αἷμα; Καὶ γὰρ καὶ ἐγκαλλωπίζεσθαι ἔδει τῷ φόνῳ, εἰ τοιοῦτος ἦν. Ἀλλ' ἐπειδὴ τοιοῦτος οὐκ ἦν, διὰ τοῦτο τρέμουσιν.

θʹ. Ὁρᾷς πανταχόθεν  καὶ τοὺς ἐχθροὺς ἀγωνιῶντας  καὶ δεδοικότας; εἶδες αὐτῶν τὴν ἀγωνίαν; Μάθε καὶ τοῦ σταυρωθέντος τὴν φιλανθρωπίαν.  Ἐκεῖνοι μὲν γὰρ ἔλεγον· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα  ἡμῶν· ὁ δὲ Χριστὸς οὐκ ἐποίησεν οὕτως· ἀλλὰ πρὸς τὸν Πατέρα καθικετεύων λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἰ γὰρ ἐγένετο τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν, οὐκ ἂν ἀπὸ τῶν τέκνων αὐτῶν ἐγένοντο ἀπόστολοι· οὐκ ἂν ὁμοῦ τρισχίλιοι ἐπίστευσαν, οὐκ ἂν πεντακισχίλιοι. Ὁρᾷς πῶς ἐκεῖνοι μὲν ὠμοὶ καὶ ἀπηνεῖς περὶ τὰ ἔκγονα αὐτῶν ὄντες καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, ὁ δὲ Θεὸς πατέρων ἁπάντων φιλανθρωπότερος, καὶ μητέρων φιλοστοργότερος γέγονεν;  Ἐγένετο μὲν γὰρ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν· ἐπὶ τὰ τέκνα δὲ οὐχὶ πάντα, ἀλλ' ἐπ' ἐκεῖνα μόνον τὰ μιμησάμενα τὴν πατρικὴν ἀσέβειαν καὶ παρανομίαν, καὶ ὅσοι ἦσαν αὐτοῖς υἱοὶ οὐ κατὰ τὴν τῆς φύσεως διαδοχὴν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως μανίαν, οὗτοι μόνοι γεγόνασιν ὑπεύθυνοι τῶν κακῶν. Σκόπει δέ μοι καὶ ἑτέρωθεν τὴν ἀγαθότητα καὶ φιλανθρωπίαν  τοῦ Θεοῦ. Οὐ γὰρ εὐθέως ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν κόλασιν καὶ τὴν τιμωρίαν,  ἀλλὰ τεσσαράκοντα καὶ πλείονα  ἔτη διέλιπε μετὰ τὸν σταυρόν. Αὐτὸς μὲν γὰρ ὁ Σωτὴρ ἐπὶ Τιβερίου ἐσταυρώθη· ἡ δὲ πόλις αὐτῶν  ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου ἑάλω. Τίνος οὖν ἕνεκεν  τὸν μετὰ ταῦτα τοῦτον  χρόνον διέλιπεν; Βουλόμενος αὐτοῖς δοῦναι καιρὸν μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα,  ὥστε ἀποκρούσασθαι τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ καὶ προθεσμίαν μετανοίας λαβόντες ἔμενον ἀνιάτως  ἔχοντες, ἐπήγαγε λοιπὸν αὐτοῖς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, καὶ τὴν πόλιν καθελὼν ἐξήγαγεν αὐτοὺς διασπείρας πανταχοῦ τῆς οἰκουμένης,  καὶ  τοῦτο  διὰ  φιλανθρωπίαν  ποιῶν.   ∆ιέσπειρε  γὰρ  αὐτοὺς,  ἵνα πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον ἴδωσι τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα ὁρῶντες αὐτὸν προσκυνούμενον ὑπὸ πάντων καὶ μαθόντες αὐτοῦ τὴν δύναμιν, ἐπιγνῶσι τῆς οἰκείας ἀσεβείας τὴν ὑπερβολὴν, καὶ ἐπιγνόντες ἐπανέλθωσι πρὸς τὴν  ἀλήθειαν.  Καὶ λοιπὸν  ἡ αἰχμαλωσία  αὐτοῖς  διδασκαλία  ἐγίνετο,  καὶ ἡ τιμωρία  νουθεσία·  εἰ  γὰρ  ἔμενον  ἐπὶ  τῆς  Ἰουδαίας  γῆς,  οὐκ  ἂν  ἔγνωσαν  τῶν προφητῶν  τὴν ἀλήθειαν.  Τί γὰρ καὶ ἔλεγον  οἱ προφῆται; Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἔδει τοίνυν αὐτοὺς ἐξελθεῖν εἰς τὰ πέρατα τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὀφθαλμοῖς, ὅτι καὶ τὰ πέρατα τῆς γῆς κατέχει ὁ Χριστός. Πάλιν οὖν ἕτερος προφήτης λέγει· Καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπαντα διασπαρῆναι τόπον   τῆς  γῆς, ἵνα  ἴδωσιν  οἰκείοις  ὄμμασιν ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ προσκυνοῦντα αὐτόν. Πάλιν ἄλλος εἶπε· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπασαν τὴν γῆν ἀπελθεῖν, ὥστε ἰδεῖν αὐτὴν πεπληρωμένην  τοῦ γνῶναι τὸν Κύριον, καὶ τὰς θαλάσσας, τουτέστι τὰς πνευματικὰς ταύτας Ἐκκλησίας, τῆς θεοσεβείας μεμεστωμένας. ∆ιὰ ταῦτα διέσπειρεν αὐτοὺς ὁ Θεὸς πανταχοῦ  τῆς γῆς·  εἰ γὰρ ἐν  Ἰουδαίᾳ  ἐκάθηντο,  ταῦτα  ἂν  ἠγνόησαν.  Λοιπὸν βούλεται  αὐτοὺς  καὶ  τῆς  τῶν προφητῶν  ἀληθείας καὶ τῆς αὐτοῦ δυνάμεως αὐταῖς ὄψεσι τὴν πεῖραν λαβεῖν· ἵνα ἐὰν  μὲν  εὐγνωμονῶσι,  διὰ  τούτων  χειραγωγηθῶσι   πρὸς  τὴν  ἀλήθειαν·  ἂν  δὲ ἐπιμένωσι τῇ ἀσεβείᾳ, μηδεμίαν ἔχωσιν ἀπολογίαν ἐν τῇ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ.∆ιὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ  τῆς οἰκουμένης, ἵνα  καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν  εἰρημένας, τὰς περὶ τῆς ἁλώσεως τῶν  Ἱεροσολύμων, ἃς καὶ ὁ ∆ανιὴλ τοῦ βδελύγματος  τῆς  ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας  εἰπὼν,  Ὅτι καὶ ἐν  ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ ∆αυῒδ καὶ ὁ Ἡσαΐας καὶ ἕτεροι πολλοὶ προφῆται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς περὶ τὸν ∆εσπότην ἀγνώμονας γεγενημένους  οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πατρικῆς καὶ τῶν οἰκείων ἁπάντων  θεσμῶν τε καὶ πατρικῶν  παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν  τὴν  προειποῦσαν  αὐτὰ  καὶ  ἐργασαμένην,  καὶ  οἱ  μὲν  ἐχθροὶ  διὰ  τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν· ἡμεῖς δὲ διὰ τῶν εἰς ἐκείνους τιμωριῶν μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν  καὶ δύναμιν, καὶ διὰ παντὸς δοξάζοντες αὐτὸν  διατελῶμεν,  ὅπως  καὶ τῶν  αἰωνίων  καὶ ἀποῤῥήτων  ἀγαθῶν  ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |