ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 12.Επιτίμησις Κατὰ τών ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας,

Τρίτη 14 Ιουνίου 2016

12.Επιτίμησις Κατὰ τών ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας,



patrologia

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51 


12.Επιτίμησις Κατὰ τῶν ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας, εἰς τὸ κήδεσθαι τῶν ἀδελφῶν, καὶ εἰς τὸ προοίμιον τῆς πρὸς Κορινθίους ἐπιστολῆς, "Παῦλος κλητὸς," καὶ περὶ ταπεινοφροσύνης.

αʹ. Ὅταν εἰς τὴν ὀλιγότητα ἀπίδω τὴν ὑμετέραν καὶ τὸ ποίμνιον  θεάσωμαι καθ' ἑκάστην  σύναξιν  ἐλαττούμενον,   καὶ  ἀθυμῶ,  καὶ  χαίρω·  χαίρω  μὲν  δι'  ὑμᾶς  τοὺς παρόντας, ἀθυμῶ δὲ δι' ἐκείνους τοὺς ἀπόντας. Ὑμεῖς μὲν γὰρ ἐπαίνων  ἄξιοι, οὐδὲ ἀπὸ τῆς ὀλιγότητος  ῥᾳθυμότεροι γενόμενοι·  ἐκεῖνοι  δὲ ὑπεύθυνοι  ἐγκλημάτων,  οὐδὲ ἀπὸ τῆς ὑμετέρας σπουδῆς εἰς προθυμίαν διεγειρόμενοι.  ∆ιὰ τοῦτο ὑμᾶς μὲν μακαρίζω καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι οὐδὲν ὑμᾶς παρέβλαψεν ἡ ἐκείνων ὀλιγωρία· ἐκείνους δὲ ταλανίζω  καὶ δακρύω, ὅτι οὐδὲν αὐτοὺς ὠφέλησεν ἡ ὑμετέρα σπουδή. Οὐκ ἤκουσαν γὰρ τοῦ  προφήτου  λέγοντος·  Ἐξελεξάμην  παραῤῥιπτεῖσθαι  ἐν  τῷ  οἴκῳ  τοῦ  Θεοῦ, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Οὐκ εἶπεν, Ἐξελεξάμην κατοικεῖν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ  μου,  οὐδὲ,   διατρίβειν,   οὐδὲ,   εἰσιέναι·   ἀλλ',   Ἐξελεξάμην   παραῤῥιπτεῖσθαι. Ἀγαπητόν  μοι καὶ ἐν τοῖς ἐσχάτοις  τετάχθαι· στέργω ἐν τούτῳ,  κἂν τῶν  προ θύρων ἐπιβῆναι  καταξιωθῶ,  φησί· μεγίστην ἡγοῦμαι δωρεὰν, κἄν με τῶν τελευταίων ἀριθμήσειέ τις ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Τὸν κοινὸν ∆εσπότην ὁ πόθος ἴδιον ποιεῖται· τοιοῦτον γὰρ ἡ ἀγάπη. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Ὁ φιλῶν  οὐχὶ τὸν φιλούμενον  μόνον ἐπιθυμεῖ  ἰδεῖν,  ἀλλὰ  καὶ τὸν  οἶκον  ἐκείνου  μόνον,  ἀλλὰ  καὶ τὸν  πυλῶνα·  οὐχὶ  τὸν πυλῶνα  τῆς οἰκίας  μόνον,  ἀλλὰ  καὶ αὐτὸν  τὸν  στενωπὸν  καὶ τὸ ἄμφοδον· καὶ κἂν ἱμάτιον,  κἂν ὑπόδημα ἴδῃ τοῦ φιλουμένου,  αὐτὸν  νομίζει  παρεῖναι  τὸν  φιλούμενον. Τοιοῦτοι ἦσαν οἱ προφῆται· ἐπειδὴ  τὸν  Θεὸν οὐχ ἑώρων  τὸν  ἀσώματον,  ἑώρων  τὸν οἶκον, καὶ διὰ τοῦ οἴκου τὴν ἐκείνου παρουσίαν ἐφαντάζοντο. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.  Ἕκαστος τόπος, ἕκαστον χωρίον, πρὸς τὴν σύγκρισιν τοῦ οἴκου τοῦ Θεοῦ, σκήνωμα ἁμαρτωλῶν  ἐστι, κἂν δικαστήριον εἴπῃς, κἂν βουλευτήριον, κἂν τὴν ἑκάστου οἰκίαν.  Κἂν γὰρ  εὐχαὶ  γίνωνται  ἐκεῖ,  κἂν  ἱκετηρίαι,  ἀλλ'  ἀνάγκη  καὶ  φιλονεικίας γίνεσθαι καὶ μάχας καὶ λοιδορίας, καὶ συλλόγους ὑπὲρ βιωτικῶν  φροντίδων· ὁ δὲ οἶκος οὗτος τούτων καθαρεύει πάντων· διὰ τοῦτο, ἐκεῖνα μὲν σκηνώματα ἁμαρτωλῶν, οὗτος δὲ οἶκος τοῦ Θεοῦ· καὶ καθάπερ λιμὴν πνευμάτων  καὶ κυμάτων ἀπηλλαγμένος πολλὴν τοῖς ὁρμιζομένοις πλοίοις παρέχει τὴν ἀσφάλειαν, οὕτω δὴ καὶ ὁ τοῦ Θεοῦ οἶκος, ὥσπερ ἀπό τινος  χειμῶνος  τῶν  ἔξωθεν  πραγμάτων  τοὺς εἰσιόντας ἐξαρπάζων, μετὰ πολλῆς παρέχει  τῆς γαλήνης  καὶ τῆς ἀσφαλείας  ἑστάναι, καὶ τῶν  θείων  ἀκροᾶσθαι λογίων.

 Τοῦτο τὸ  χωρίον  ὑπόθεσίς  ἐστιν  ἀρετῆς,  διδασκαλεῖον  φιλοσοφίας·  οὐκ  ἐν  συνάξει μόνον, ὅτε ἀκρόασις Γραφῶν καὶ διδασκαλία πνευματικὴ, καὶ συνέδριον Πατέρων αἰδεσίμων·  ἀλλὰ  καὶ  ἐν  παντὶ  τῷ  λοιπῷ  καιρῷ,  ἐπίβηθι  τῶν  προθύρων  μόνον,  καὶ εὐθέως ἀπέθου τὰς φροντίδας  τὰς βιωτικάς. Εἴσελθε τῶν προθύρων εἴσω, καὶ καθάπερ αὔρα τις πνευματικὴ  περιίσταταί  σου τὴν ψυχήν.  Αὕτη ἡ ἡσυχία εἰς φρίκην  ἄγει, καὶ διδάσκει φιλοσοφεῖν· ἀνίστησι τὸ φρόνημα, καὶ οὐκ ἀφίησι μεμνῆσθαι τῶν παρόντων, μεθίστησί σε ἀπὸ γῆς εἰς τὸν οὐρανόν. Εἰ δὲ χωρὶς συνάξεως τοσοῦτον τὸ κέρδος τῆς ἐνταῦθα παρουσίας, ὅταν προφῆται πάντοθεν βοῶσιν, ὅταν ἀπόστολοι εὐαγγελίζωνται, ὅταν ὁ Χριστὸς ἐν μέσῳ εἱστήκῃ, ὅταν Πατὴρ ἀποδέχηται  τὰ γινόμενα,  ὅταν Πνεῦμα ἅγιον παρέχῃ τὴν οἰκείαν ἀγαλλίασιν,  πόσης μὲν ὠφελείας  ἐμπλησθέντες  οἱ παρόντες ἀπέρχονται! οἱ ἀπόντες δὲ πόσην ζημίαν ὑπομένουσιν! Ἐβουλόμην εἰδέναι ποῦ διατρίβουσιν  οἱ τῆς  συνάξεως  καταφρονήσαντες,  τί  κατέσχεν  αὐτοὺς,  καὶ  τῆς  ἱερᾶς ταύτης τραπέζης ἀπήγαγε, περὶ τίνων  ἡ διάλεξις. Μᾶλλον δὲ οἶδα σαφῶς· ἢ γὰρ περὶ ἀτόπων  καὶ καταγελάστων  πραγμάτων  διαλέγονται,  ἢ βιωτικαῖς  εἰσι προσηλωμένοι φροντίσιν·  ἀμφοτέρων  δὲ ἡ διατριβὴ  συγγνώμης  ἀπεστέρηται,  καὶ κόλασιν  ἔχει  τὴν ἐσχάτην. Καὶ περὶ μὲν τῆς προτέρας οὐδὲ λόγου δεῖ, οὔτε ἀποδείξεως· ὅτι δὲ καὶ οἱ τὰ τῆς οἰκίας ἡμῖν προβαλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται  συγγνώμης τυχεῖν, ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα καλούμενοι,  καὶ οὐδὲ τότε  ἀνεχόμενοι  τὰ πνευματικὰ  τῶν  γηΐνων  προτιμῆσαι  πραγμάτων,  ἀπὸ τῶν Εὐαγγελίων  δῆλον.  Καὶ γὰρ  οἱ  κληθέντες  ἐπὶ  τὸν  γάμον  τὸν  πνευματικὸν, ταύτας  προεβάλλοντο   τὰς  προφάσεις,    μὲν  ὅτι  ζεῦγος  ὠνήσατο,    δὲ  ὅτι  ἀγρὸν ἐπριάσατο, ὁ δὲ ὅτι νύμφην ἠγάγετο, ἀλλ' ἐκολάσθησαν ὅμως. Ἀναγκαῖαι μὲν αἱ αἰτίαι· ἀλλ' ὅταν ὁ Θεὸς καλῇ, ἀπολογίαν οὐκ ἔχουσι· μετὰ γὰρ τὸν Θεὸν ἡμῖν πάντα ἀναγκαῖα. Μετὰ τὴν ἐκείνου τιμὴν, τότε τὰ ἄλλα ἀπολαυέτω  σπουδῆς. Τίς γὰρ οἰκέτης, εἰπέ μοι, πρὶν ἢ τὴν δεσποτικὴν  πληρώσῃ διακονίαν,  τῶν  κατὰ τὴν ἰδίαν  οἰκίαν  ἐπιμελήσεταί ποτε; Πῶς οὖν οὐκ ἄτοπον ἐπ' ἀνθρώπῳ μὲν, ἔνθα ψιλὸν ὄνομα ἡ δεσποτεία, τοσαύτην τοῖς κυρίοις παρέχειν τὴν αἰδῶ καὶ τὴν ὑπακοὴν, τὸν δὲ ἀληθῶς ∆εσπότην, οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, μηδὲ τῆς αὐτῆς τοῖς ἡμετέροις συνδούλοις ἀξιοῦν θεραπείας; Εἴθε ἦν δυνατὸν ὑμῖν εἰς τὸ συνειδὸς αὐτῶν εἰσεληλυθέναι,  καὶ τότε εἴδετε ἂν καλῶς, πόσων τραυμάτων ἔγεμον, ὅσας ἀκάνθας εἶχον. Καθάπερ γὰρ γῆ, γεωργικῶν οὐκ ἀπολαύουσα χειρῶν,  χερσοῦται καὶ ὑλομανεῖ· οὕτω  καὶ ψυχὴ,  πνευματικῆς  οὐκ ἀπολαύουσα  διδασκαλίας,  ἀκάνθας  καὶ  τριβόλους  ἐκπέμπει.  Εἰ  γὰρ  ἡμεῖς  οἱ  καθ' ἑκάστην ἡμέραν τῆς τῶν προφητῶν καὶ ἀποστόλων μετέχοντες ἀκροάσεως, μόλις κατέχομεν θυμὸν, μόλις χαλινοῦμεν ὀργὴν, μόλις καταστέλλομεν ἐπιθυμίαν, μόλις ἐκβάλλομεν τηκεδόνα φθόνου, συνεχεῖς ἐπῳδὰς τὰς ἀπὸ τῶν θείων Γραφῶν ἐπᾴδοντες τοῖς ἡμετέροις πάθεσι, μόλις καταστέλλομεν  τὰ ἀναίσχυντα  θηρία· ἐκεῖνοι οἱ μηδέποτε ταύτης  ἀπολαύοντες   τῆς  ἰατρείας,  μηδὲ  τῆς  θείας  ὑπακούοντες  φιλοσοφίας,  ποίαν σωτηρίας   ἐλπίδα   ἕξουσιν,  εἰπέ   μοι;  Ἐβουλόμην   δύνασθαι   δεῖξαι   τοῖς   ὑμετέροις ὀφθαλμοῖς τὴν ἐκείνων ψυχὴν, καὶ εἴδετε ἂν ῥυπῶσαν, αὐχμῶσαν, κατακεχυμένην,  καὶ τεταπεινωμένην,  καὶ  ἀπαῤῥησίαστον.  Ὥσπερ  γὰρ  τὰ  βαλανείων   οὐκ  ἀπολαύοντα σώματα  αὐχμοῦ   καὶ  ῥύπου  γέμει   πολλοῦ·  οὕτω   καὶ    ψυχὴ,   διδασκαλίας   οὐκ ἀπολαύουσα  πνευματικῆς,   πολλὴν   τῶν  ἁμαρτημάτων   ἔχει  περικειμένην   αὐτῇ  τὴν κηλῖδα.  Καὶ γὰρ βαλανεῖόν  ἐστι τὰ ἐνταῦθα  πνευματικὸν,  τῇ θέρμῃ  τοῦ Πνεύματος πάντα ἀποσμῆχον ῥύπον· μᾶλλον  δὲ οὐχὶ ῥύπον ἀποσμῆχον μόνον τὸ τοῦ Πνεύματος πῦρ, ἀλλὰ καὶ βαφήν. Ἐὰν γὰρ ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν,  ὡς χιόνα  λευκανῶ·  κἂν μετὰ τῆς αὐτῆς, φησὶν, ἀκριβείας τῶν ἁμαρτημάτων  ὁ ῥύπος δάκῃ τῆς ψυχῆς τὴν οὐσίαν, ὡς εἰς ἕξιν βαφῆς ἀκίνητον  καταστῆναι, καὶ οὕτως ἐγὼ δύναμαι εἰς τὴν ἐναντίαν  αὐτὴν καταστῆσαι ποιότητα· ἀρκεῖ γὰρ νεῦσαι, καὶ πάντα ἀφανίζεται  τὰ ἁμαρτήματα.


βʹ. Ταῦτα λέγω, οὐχ ἵνα ὑμεῖς ἀκούσητε· οὐδὲ γὰρ ὑμεῖς δεῖσθε τῶν φαρμάκων, διὰ τὴν τοῦ Θεοῦ χάριν· ἀλλ' ἵνα ἐκεῖνοι δι' ὑμῶν μάθωσιν. Εἰ δὲ ἐδυνάμην εἰδέναι τοὺς τόπους  ἐν  οἷς  συλλέγονται,  οὐκ  ἂν  ἠνώχλησα  τὴν  ὑμετέραν  ἀγάπην·  ἀλλ'  ἐπειδὴ ἀδύνατόν  μοι  ἑνὶ  ὄντι  τοσοῦτον  εἰδέναι  δῆμον,  ὑμῖν  ἐγχειρίζω  τῶν  ἀδελφῶν  τῶν ὑμετέρων τὴν θεραπείαν· ἐπιμελήσασθε τῶν ἀδελφῶν τῶν οἰκείων, ἐπισπάσασθε, καλέσατε. Οἶδα ὅτι πολλάκις  τοῦτο ἐποιήσατε· ἀλλ' οὐδὲν τὸ πολλάκις  τοῦτο ποιῆσαι, ἀλλ' ἕως τότε ποιῆσαι, ἕως ἂν πείσητε καὶ ἑλκύσητε. Οἶδα ὅτι ἠνωχλήσατε, ὅτι φορτικοὶ πολλάκις ἐνομίσθητε, ὅτι  οὐκ ἐπείσατε· καὶ τοῦτο ὑμᾶς ὀκνηροτέρους ἐποίησεν· ἀλλὰ  παραμυθείσθω  ὑμᾶς ὁ Παῦλος λέγων·  Ἡ ἀγάπη πάντα  ἐλπίζει,  πάντα  πιστεύει, ἀγάπη οὐδέποτε ἐκπίπτει. Σὺ τὸ σαυτοῦ ποίησον· κἂν ἐκεῖνος μὴ δέξηται τὴν θεραπείαν, σὺ τὸν μισθὸν ἔχεις παρὰ τῷ Θεῷ. Ἐπὶ μὲν γὰρ τῆς γῆς ἂν καταβάλῃς τὰ σπέρματα, καὶ μὴ ἐξενέγκῃ  τοὺς  ἀστάχυας,  κεναῖς  ἀνάγκη  χερσὶν  ἀπελθεῖν·  ἐπὶ  δὲ τῆς  ψυχῆς  οὐχ οὕτως·  ἀλλὰ  σὺ  μὲν  κατάβαλε  τὴν  διδασκαλίαν,   ἐκείνη  δὲ  κἂν  μὴ  πεισθῇ  τοῖς λεγομένοις,  ἀπηρτισμένον  ἔχεις τὸν μισθὸν, καὶ τοσοῦτον, ὅσον ἂν εἰ ἐπείσθη· οὐ γὰρ τῷ τέλει  τῶν  πραγμάτων  ἁπλῶς,  ἀλλὰ  τῇ γνώμῃ  τῶν  πονούντων προσέχων  ὁ Θεὸς, οὕτω τὰς ἀμοιβὰς ὁρίζειν εἴωθε. Παρακαλῶ οὖν ὑμᾶς, ὅπερ ποιοῦσιν οἱ περὶ τὰ θέατρα μεμηνότες  πρὸς  τὰς  τῶν  ἵππων  ἁμίλλας,  τοῦτο  καὶ  ὑμεῖς  ποιήσατε.  Τί δὲ  ἐκεῖνοι ποιοῦσιν; Ἀπὸ ἑσπέρας ἀλλήλους συντάσσονται, καὶ εἰς τὰς οἰκίας ἀλλήλων  ἀπαντῶσιν ὑπὸ τὴν ἕω, καὶ τόπους ἑτέρους ἑαυτοῖς ἀφορίζουσιν, ἵν' ὁμοῦ συγκροτηθέντες,  μετὰ πλείονος  ἡδονῆς ἐπὶ τὴν σατανικὴν  ἐκείνην  ἀνέλθωσι  θέαν. Ὥσπερ ἐκεῖνοι  κατὰ τῆς ἑαυτῶν  σπουδάζουσι ψυχῆς,  καὶ ἀλλήλους  συγκατασπῶσιν·  οὕτως  ὑμεῖς προνοήσατε τῆς ἑαυτῶν ψυχῆς, καὶ ἀλλήλους συνδιασώσατε, καὶ συνάξεως μελλούσης γίνεσθαι, ἐπὶ τὴν οἰκίαν ἀπάντησον τοῦ ἀδελφοῦ, καὶ ἀνάμεινον  ἔξω τῶν προθύρων, καὶ ἐξελθόντα κάτασχε· κἂν μυρίαι καλῶσιν ἀνάγκαι, μὴ συγχωρήσῃς, μηδὲ ἐπιτρέψῃς ἅψασθαί τινος τῶν  βιωτικῶν,  πρὶν  εἰς  τὴν  ἐκκλησίαν  ἀγαγεῖν  καὶ  πεῖσαι τῆς  συνάξεως  μετασχεῖν ἁπάσης· κἂν φιλονεικῇ,  κἂν ἀντιλέγῃ,  κἂν μυρίας προβάληται προφάσεις, μὴ πεισθῇς, μηδὲ   ἀνάσχῃ,   ἀλλ'   εἰπὼν   καὶ   διδάξας   ὅτι   καὶ   τὰ   ἄλλα   αὐτῷ   τότε   μᾶλλον ἐξευμαρισθήσεται, ὅταν τὴν σύναξιν ἐπιτελέσας, καὶ κοινωνήσας  εὐχῶν, καὶ εὐλογιῶν Πατέρων ἀπολαύσας, οὕτω πρὸς ἐκεῖνα βαδίζει, καὶ τούτοις καὶ πλείοσι τούτων ἑτέροις λόγοις καταδήσας αὐτὸν, οὕτως ἄγε πρὸς τὴν ἱερὰν ταύτην τράπεζαν, ἵνα διπλοῦν ἔχῃς τὸν μισθὸν, καὶ ὑπὲρ τῆς ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνου παρουσίας. Πάντως, ἂν τοσαύτῃ καὶ σπουδῇ καὶ προθυμίᾳ περὶ τὴν ἄγραν τῶν ῥᾳθυμοτέρων χρησώμεθα, ἐπιτευξόμεθα τῆς σωτηρίας. Κἂν γὰρ μυριάκις ὦσιν ὀλίγωροι καὶ ἀναίσχυντοι καὶ φονικοὶ, τὸ συνεχὲς ὑμῶν τῆς προαιρέσεως ἐρυθριάσαντες, ἀποστήσονταί ποτε τῆς ῥᾳθυμίας. Οὐ γάρ εἰσιν ἐκείνου τοῦ δικαστοῦ τοῦ τὸν Θεὸν οὐκ εἰδότος οὐδὲ ἀνθρώπους αἰσχυνομένου χαλεπώτεροι,  κἂν μυριάκις ὦσιν ἀναίσθητοι· ἀλλ' ὅμως ἐκεῖνον τὸν ὠμὸν, τὸν ἄγριον, τὸν  σιδηροῦν,  τὸν  ἀδάμαντα  μιᾶς  γυναικὸς  χήρας  προσεδρεία συνεχὴς  ἐδυσώπησε. Ποίας οὖν κἂν εἴημεν συγγνώμης ἄξιοι, εἰ γυναικὸς χήρας δικαστὴν ὠμὸν, καὶ μήτε τὸν Θεὸν φοβούμενον,  μήτε ἀνθρώπους  ἐντρεπόμενον,  δυνηθείσης  ἐπικάμψαι  καὶ πεῖσαι δοῦναι τὴν χάριν, ἡμεῖς τοὺς ἀδελφοὺς τοὺς ἀνεκτοτέρους ἐκείνου πολλῷ, καὶ μετριωτέρους   ἐκείνου,  μὴ  δυνηθείημεν   ἐφελκύσασθαι,  ὑπὲρ  τῶν   οἰκείων   αὐτοὺς  παρακαλοῦντες  ἀγαθῶν;  Ταῦτα πολλάκις  εἶπον, καὶ λέγων  οὐ παύσομαι, ἕως ἂν ἴδω τοὺς νοσοῦντας ὑγιαίνοντας.   Καθ' ἑκάστην αὐτοὺς ἐπιζητῶ τὴν ἡμέραν, ἕως ἂν δυνηθῶ διὰ τῆς ὑμετέρας σπουδῆς αὐτοὺς εὑρεῖν. ∆έομαι δὲ καὶ ὑμῶν, μετὰ τῆς αὐτῆς ὀδύνης,  μεθ' ἧς ταῦτα  λέγω  νῦν,  μετὰ τοῦ αὐτοῦ πόνου  τὴν  ἔρευναν  ποιεῖσθαι  τῶν ῥᾳθυμοτέρων.  Καὶ γὰρ οὐκ ἐμοὶ μόνον,  ἀλλὰ  καὶ ὑμῖν  Παῦλος ἐπέταξε  τῶν  οἰκείων φροντίζειν  μελῶν. Παρακαλεῖτε γὰρ, φησὶν, εἷς τὸν ἕνα ἐν τοῖς λόγοις τούτοις, καθὼς καὶ  ποιεῖτε·  καὶ  πάλιν·  Οἰκοδομεῖτε  ἀλλήλους.  Καὶ γὰρ    μισθὸς  μέγας  τοῖς  τῶν ἀδελφῶν   κηδομένοις,   καὶ  τιμωρία   μεγίστη  τοῖς  ἀμελοῦσι  καὶ  καταφρονοῦσι   τῆς σωτηρίας αὐτῶν.


γʹ.  Ὅθεν  σφόδρα  θαῤῥῶ  καὶ  πεπίστευκα,  ὅτι  μετὰ  πολλῆς   τῆς  προθυμίας ποιήσετε τὰ εἰρημένα· καὶ διὰ τοῦτο ἐνταῦθα  ταύτην  τὴν παραίνεσιν  στήσας, ἐπὶ τὴν Παύλου  τράπεζαν   ὑμᾶς   ἀγαγεῖν   πειράσομαι.   Παῦλος   κλητὸς   ἀπόστολος.   Ταῦτα πολλάκις  καὶ ὑμεῖς  ἠκούσατε, καὶ ἡμεῖς  ἀνέγνωμεν·  ἀλλ' οὐκ ἀναγινώσκειν μόνον, ἀλλὰ καὶ ἐπιγινώσκειν  χρὴ τὰ λεγόμενα· ἐπεὶ κέρδος οὐδὲν ἡμῖν ἔσται τῆς ἀναγνώσεως. Καὶ γὰρ θησαυρὸς ἄνωθεν πατούμενος οὐκ ἐνδείκνυται  τὸν πλοῦτον, ἀλλὰ χρὴ διορύξαι πρῶτον αὐτὸν, καὶ καταβῆναι κάτω, καὶ οὕτως ἅπασαν τὴν εὐπορίαν εὑρεῖν· οὕτω καὶ ἐπὶ τῶν Γραφῶν· οὐκ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις  δεῖξαι τὸν τῶν ἀποκειμένων  ἀγαθῶν θησαυρὸν, ἂν μὴ διερευνήσῃς τὸ βάθος. Εἰ ἤρκει ἀνάγνωσις, οὐκ ἂν εἶπεν ὁ Φίλιππος τῷ εὐνούχῳ,  Ἆρά γε γινώσκεις  ἃ ἀναγινώσκεις; εἰ ἤρκει ἡ ἀνάγνωσις,  οὐκ ἂν  εἶπεν  ὁ Χριστὸς τοῖς Ἰουδαίοις, Ἐρευνᾶτε τὰς Γραφάς· ὁ δὲ ἐρευνῶν  οὐ μέχρι τῆς ἐπιφανείας ἵσταται, ἀλλὰ πρὸς τὸ βάθος αὐτὸ καταβαίνει. Καὶ γὰρ πολὺ πέλαγος νοημάτων  ἐν τοῖς προοιμίοις ὁρῶ. Ἐν μὲν γὰρ ταῖς βιωτικαῖς  ἐπιστολαῖς αἱ προσρήσεις ἁπλῶς γίνονται, θεραπείαν  ἐμφαίνουσαι  μόνον· ἐνταῦθα  δὲ οὐχ οὕτως, ἀλλὰ  πολλῆς  σοφίας γέμει τὸ προοίμιον.  Οὐ γὰρ  Παῦλός ἐστιν  ὁ φθεγγόμενος,  ἀλλ' ὁ κινῶν  τὴν  ἐκείνου  ψυχὴν Χριστός. Παῦλος κλητός.  Τὸ Παῦλος τοῦτο,  ὄνομα  μέν  ἐστιν  ἓν,  καὶ  ψιλὸν  ὄνομα· τοσοῦτον δὲ ἔχει νοημάτων  θησαυρὸν ἀποκείμενον, ὅσον διὰ τῆς πείρας ἔγνωτε. Εἰ γὰρ δὴ μέμνησθε, ἴστε ὅτι τρεῖς ἡμέρας ὁλοκλήρους  ὑπὲρ τοῦ ὀνόματος τούτου διελέχθην μόνον,  τὰς αἰτίας  λέγων,  δι' ἃς πρὸ τούτου  Σαῦλος καλούμενος,  μετὰ ταῦτα ἐκλήθη Παῦλος,  καὶ  τίνος   ἕνεκεν   οὐκ  εὐθέως   μεταστὰς  πρὸς  τὴν   πίστιν,   ἐδέξατο  τὴν προσηγορίαν,  ἀλλὰ  μέχρι πολλοῦ  διέμεινεν  ἔχων  τὸ ὄνομα, ὅπερ ἐξαρχῆς  ἔθεντο  οἱ γονεῖς· καὶ πολλὴν ἀπὸ τούτου τοῦ Θεοῦ σοφίαν καὶ κηδεμονίαν ἀνεδείκνυμεν, καὶ περὶ ἡμᾶς, καὶ περὶ τοὺς ἁγίους ἐκείνους γεγενημένην.  Εἰ γὰρ ἄνθρωποι τοῖς αὑτῶν παιδίοις οὐχ ἁπλῶς ἐπιτιθέασι τὰ ὀνόματα, ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ πατρὸς, τὸ δὲ ἀπὸ τοῦ πάππου, τὸ δὲ ἀφ' ἑτέρων προγόνων  καλοῦντες· πολλῷ μᾶλλον ὁ Θεὸς τοῖς ἑαυτοῦ δούλοις οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τὰς προσηγορίας ἐπέθηκεν, ἀλλὰ μετὰ πλείονος σοφίας. Ἄνθρωποι  μὲν γὰρ εἴς τε τιμὴν τῶν ἀπελθόντων, εἴς τε ἑαυτῶν παραμυθίαν πολλάκις τοῖς τῶν  τετελευτηκότων ὀνόμασι τοὺς ἑαυτῶν  υἱοὺς καλοῦσι, παραμυθίαν  τινὰ  τῆς τῶν κατοιχομένων τελευτῆς διὰ τῆς τῶν παίδων  προσηγορίας ἐπινοοῦντες·  ὁ δὲ Θεὸς ἀρετῆς ὑπόμνησιν καὶ διδασκαλίαν, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τῶν ἁγίων ἐναποτίθεται. Τὸν γοῦν Πέτρον ἀπὸ τῆς ἀρετῆς οὕτως ἐκάλεσε, τὴν ἀπόδειξιν τῆς περὶ τὴν  πίστιν  στεῤῥότητος ἐναποτιθέμενος αὐτοῦ τῷ ὀνόματι,  ἵνα ἔχῃ διδάσκαλον διηνεκῆ, τὴν προσηγορίαν, τῆς τοιαύτης στεῤῥότητος. Τοῦτο καὶ τὸν Ἰωάννην  καὶ τὸν Ἰάκωβον ἐκάλεσεν,ἀπὸ τῆς κατὰ τὸ κήρυγμα μεγαλοφωνίας. Ἀλλ' ἵνα μὴ πάλιν τὰ αὐτὰ λέγων  διενοχλῶ,   ταῦτα  ἀφεὶς,  ἐκεῖνο  ἐρῶ,  ὅτι  καὶ  αὐτὰ  καθ'  ἑαυτὰ  λεγόμενα  τὰ ὀνόματα τῶν ἁγίων,  καὶ τοῖς φιλοθέοις  εἰσὶν αἰδέσιμα, καὶ τοῖς ἁμαρτάνουσι φοβερά. Τὸν   γοῦν   Ὀνήσιμον   δραπέτην   καὶ   κλέπτην    γενόμενον,    καὶ   τῶν   δεσποτικῶν ὑφελόμενόν  τι χρημάτων,  ὑποδεξάμενος ὁ Παῦλος καὶ μεταβαλὼν, καὶ οὕτω πρὸς τὴν ἱερὰν χειραγωγήσας  μυσταγωγίαν· εἶτα μέλλων  ἀποδιδόναι  τῷ δεσπότῃ πάλιν,  τοῦτο πρὸς αὐτὸν ἔγραφε· ∆ιὸ πολλὴν  ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον διὰ τὴν  ἀγάπην,  μᾶλλον  παρακαλῶ,  τοιοῦτος  ὢν  ὡς Παῦλος πρεσβύτης, νυνὶ  δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ. Ὁρᾷς ὅτι τρία ἐπέθηκε, τὰ δεσμὰ τὰ διὰ τὸν Χριστὸν, τὴν πολιτείαν τὴν ἀπὸ τῆς ἡλικίας, τὴν αἰδῶ τὴν ἀπὸ τῆς προσηγορίας; Ἐπειδὴ γὰρ εἷς ἦν ὁ παρακαλῶν,   τριπλοῦν   ἐφιλονείκησε   ποιῆσαι  τὸν   ὑπὲρ  Ὀνησίμου  δεόμενον,   τὸν πρεσβύτην. Ὁρᾷς ὅτι καὶ αὐτὰ τὰ ὀνόματα αἰδέσιμα τοῖς πιστοῖς ἐστι καὶ φιλόθεα; Εἰ γὰρ παιδίου φιλουμένου  προσηγορία ὀνομασθεῖσα πολλάκις καὶ μὴ βουλόμενον τὸν πατέρα ἔπεισε δοῦναι τὴν χάριν διὰ τὸ πρὸς τὸ ὄνομα φίλτρον,  πολλῷ  μᾶλλον  ἐπὶ τῶν ἁγίων συμβαίνειν τοῦτο εἰκὸς ἦν. Ὅτι δὲ καὶ τοῖς ἁμαρτάνουσι φοβερὰ ἦν, καθάπερ παιδίοις ῥᾳθυμοῦσι τὰ τῶν διδασκάλων ὀνόματα, ἄκουσον πῶς Γαλάταις ἐπιστέλλων αὐτὸ τοῦτο ᾐνίξατο.  Ἐπειδὴ γὰρ εἰς ἀσθένειαν  ἀπέκλιναν  Ἰουδαϊκὴν,  καὶ περὶ τὴν  πίστιν  αὐτὴν ἐκινδύνευον,  βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ πεῖσαι μηδὲν Ἰουδαϊκὸν ἐπεισάγειν τῇ τοῦ Εὐαγγελίου διδασκαλίᾳ, οὕτως ἔγραφεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.  Εἶπες, Ἐγώ· τίνος  ἕνεκεν  προστιθεὶς τὸ ὄνομα; τὸ γὰρ, Ἐγὼ, οὐκ ἦν ἱκανὸν δηλῶσαι τὸν γράφοντα; Ἀλλ' ἵνα μάθῃς ὅτι καὶ αὐτὴ ἡ τοῦ ὀνόματος παρενθήκη ἱκανὴ τῶν ἀκουόντων  καθάψασθαι, διὰ τοῦτο προστίθησι τὴν προσηγορίαν, εἰς ὑπόμνησιν  αὐτοὺς ἄγων  τοῦ διδασκάλου. Καὶ ἡμεῖς δὲ τὸ αὐτὸ τοῦτο   πάσχομεν·   ὅταν   γὰρ  ἀναμνησθῶμεν    τῶν   ἁγίων,   κἂν   ἐν   ῥᾳθυμίᾳ   ὦμεν, διανιστάμεθα,  κἂν  ἐν καταφρονήσει,  φοβούμεθα.  Παῦλον γοῦν  τὸν  ἀπόστολον  ὅταν ἀκούσω  ἐγὼ,  ἐννοῶ  τὸν  ἐν  θλίψεσι,  τὸν  ἐν  στενοχωρίαις,  τὸν  ἐν  πληγαῖς,  τὸν  ἐν φυλακαῖς, τὸν ἐν τῷ βυθῷ νυχθήμερον  γενόμενον,  τὸν εἰς τρίτον ἁρπαγέντα οὐρανὸν, τὸν ἐν τῷ παραδείσῳ τὰ ἄῤῥητα ῥήματα ἀκούσαντα, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ, τὸν  εὐξάμενον  ἀνάθεμα  εἶναι  ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν.  Καὶ καθάπερ σειρά τις χρυσῆ, τῶν  κατορθωμάτων  ὁ ὁρμαθὸς μετὰ τῆς τοῦ ὀνόματος  μνήμης  τοῖς μετὰ ἀκριβείας προσέχουσιν ἐπεισέρχεται·  καὶ οὐ μικρὸν ἡμῖν ἀπὸ τούτου γίνεται κέρδος.


δʹ. Ἐνῆν  καὶ  πλείονα  τούτων  εἰς  τὴν  προσηγορίαν  εἰπεῖν· ἀλλ' ἵνα  καὶ  τῆς δευτέρας ἁψώμεθα λέξεως, ἐνταῦθα τὴν περὶ τοῦ ὀνόματος στήσας θεωρίαν, ἐπ' ἐκείνην βαδιοῦμεν λοιπόν. Ὥσπερ γὰρ τὸ Παῦλος ὄνομα πολλὴν παρέσχεν ἡμῖν εὐπορίαν, οὕτω καὶ τὸ Κλητὸς, εἰ βουληθείημεν  αὐτὸ καταμαθεῖν  μετὰ τῆς προσηκούσης σπουδῆς, τῆς ἴσης ἢ καὶ πλείονος  ἐμπλήσειε θεωρίας ἡμᾶς. Καὶ καθάπερ ἀπὸ κόσμου, ἢ διαδήματος βασιλικοῦ  λίθον  ἕνα  τις  ἐξελὼν,  καὶ  οἰκίας  λαμπρὰς  καὶ  πολυτελεῖς   ἀγροὺς,  καὶ οἰκετῶν ἀγέλας, καὶ ἕτερα πολλῷ πλείονα τούτων πρίασθαι δύναιτ' ἂν, τὸν μαργαρίτην ἀποδόμενος  ἐκεῖνον· οὕτω  δὴ καὶ ἐπὶ τῶν  θείων  ῥημάτων,  ἂν μιᾶς ῥήσεως ἔννοιαν ἀναπτύξαι  θελήσῃς, πολλήν  σοι παρέξει πνευματικῆς  εὐπορίας ὑπόθεσιν, οὐκ οἰκίας, οὐδὲ ἀνδράποδα, οὐδὲ πλέθρα γῆς κομίζουσα, ἀλλὰ θεοσεβείας καὶ φιλοσοφίας ἀφορμὰς ἐνιεῖσα ταῖς τῶν προσεχόντων ψυχαῖς. Σκόπει οὖν αὐτὸ τοῦτο τὸ Κλητὸς, εἰς ὅσην ἡμᾶς χειραγωγεῖ  πραγμάτων  ἱστορίαν πνευματικῶν.  ∆εῖ δὲ πρότερον μαθεῖν, τί ποτέ ἐστιν αὐτὸ τὸ Κλητός· καὶ δεύτερον ἐξετάσαι, τίνος ἕνεκεν Κορινθίοις ἐπιστέλλων  μόνον καὶ Ῥωμαίοις οὕτως ἔγραψεν, ἄλλῳ δὲ οὐδενί. Οὐ γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο ποιεῖ. Εἰ γὰρ ἡμεῖς τῶν  ἐπιστολῶν  τὰς προῤῥήσεις οὐχ ἁπλῶς  ποιούμεθα,  ἀλλ' ὑποδεεστέροις μὲν ἐπιστέλλοντες,  Ὁ δεῖνα  τῷ  δεῖνι,  γράφομεν,  ὅταν  δὲ ὁμοτίμοις,  καὶ δεσπότην  ἐν  τῇ  προῤῥήσει καλοῦμεν τὸν δεχόμενον τὴν ἐπιστολήν· ὅταν δὲ πολὺ τὴν ἀξίαν ὑπερέχωσι τὴν ἡμετέραν, καὶ ἕτερα πλείονα προστίθεμεν ὀνόματα, μείζονα ἔχοντα τὴν θεραπείαν· εἰ οὖν ἡμεῖς τοσαύτῃ προνοίᾳ κεχρήμεθα, καὶ οὐχ ἑνὶ τρόπῳ πᾶσι γράφομεν, ἀλλὰ τῇ διαφορᾷ τῶν δεχομένων  προσώπων καταλλήλους  ποιούμεθα τὰς προσηγορίας· πολλῷ μᾶλλον    Παῦλος,  οὐχ  ἁπλῶς,  οὐδὲ  εἰκῆ  τούτοις  μὲν  οὕτως,  ἐκείνοις  δὲ  ἑτέρως ἐπέστελλεν,   ἀλλὰ   μετά  τινος   σοφίας  πνευματικῆς.   Ὅτι  μὲν  οὐδενὶ   τῶν   ἄλλων ἐπιστέλλων,  κλητὸν  ἑαυτὸν  ἐν  τῷ  προοιμίῳ  τῆς  Ἐπιστολῆς  ἐκάλεσεν,  ἔξεστιν  ἡμῖν αὐτὰς τῶν Ἐπιστολῶν τὰς ἀρχὰς ἐπελθοῦσι τοῦτο μαθεῖν. Τίνος δὲ ἕνεκεν τοῦτο ἐποίει, ἡμέτερον ἂν εἴη λοιπὸν εἰπεῖν, ἐπειδὰν δείξωμεν πρότερον τί ἐστιν ὁ κλητὸς, καὶ τί διὰ τῆς ῥήσεως ἡμᾶς διδάξαι ὁ Παῦλος ἠθέλησε ταύτης. Τί ποτ' οὖν ἡμᾶς βούλεται διδάξαι διὰ τοῦ κλητὸν  ἑαυτὸν  καλέσαι; Ὅτι οὐκ αὐτὸς τῷ ∆εσπότῃ προσῆλθε πρῶτος, ἀλλὰ κληθεὶς ὑπήκουσεν· οὐκ αὐτὸς ἐζήτησε καὶ εὗρεν, ἀλλ' εὑρέθη πλανώμενος·  οὐκ αὐτὸς πρὸς τὸ φῶς ἀνέβλεψε πρῶτος, ἀλλὰ τὸ φῶς τὰς οἰκείας ἀκτῖνας πρὸς τὰς ὄψεις ἀφῆκε τὰς ἐκείνου, καὶ τοὺς ἔξω πηρώσας ὀφθαλμοὺς, οὕτω τοὺς ἔνδοθεν ἤνοιξε. Βουλόμενος οὖν  ἡμᾶς  παιδεῦσαι  ὅτι  τῶν  κατορθωμάτων  αὐτοῦ  πάντων  οὐδὲν  ἑαυτῷ  λογίζεται, ἀλλὰ τῷ κεκληκότι  Θεῷ, κλητὸν  ἑαυτὸν  καλεῖ. Ὁ γὰρ τὰς πύλας  μοι τοῦ σκάμματος ἀνοίξας,  φησὶ, καὶ τὸ στάδιον, οὗτος καὶ τῶν  στεφάνων  αἴτιος  γίνεται·  ὁ τὴν  ἀρχὴν παρασχὼν καὶ τὴν ῥίζαν καταβαλλόμενος, οὗτος καὶ τῶν βλαστησάντων μοι μετὰ ταῦτα καρπῶν  παρέσχε  μοι  τὰς  ἀφορμάς.  ∆ιὰ  τοῦτο  καὶ  ἀλλαχοῦ  πάλιν  εἰπὼν,  Πλείονα πάντων ἐκοπίασα, ἐπήγαγεν, Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις ἡ σὺν ἐμοί. Τὸ οὖν Κλητὸς ὄνομα οὐδενός ἐστιν ἔνδειξις   ἑτέρου, ἢ τὸ μηδὲν οἰκεῖον  νομίζειν  εἶναι  Παῦλον τῶν οἰκείων  κατορθωμάτων,  ἀλλὰ  πάντα  ἀνατιθέναι  τῷ  ∆εσπότῃ Θεῷ. Ὅπερ οὖν  καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἐδίδασκε λέγων, Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς· καὶ ὁ Ἀπόστολος τὸ αὐτὸ τοῦτο πάλιν ἐπὶ τῆς αὐτῆς Ἐπιστολῆς αἰνίττεται  λέγων· Τότε  δὲ  ἐπιγνώσομαι,   καθὼς  καὶ  ἐπεγνώσθην·  νῦν  γὰρ,  φησὶν,  οὐκ  ἐγὼ  πρῶτος ἐπέγνων,  ἀλλ' αὐτὸς  ἐπεγνώσθην  πρῶτος.  ∆ιώκοντα  γὰρ αὐτὸν  καὶ πορθοῦντα  τὴν Ἐκκλησίαν ὁ Χριστὸς ἐκάλεσε, λέγων·  Σαῦλε, Σαῦλε, τί με διώκεις; ∆ιὰ τοῦτο κλητὸν ἑαυτὸν καλεῖ. Τίνος ἕνεκεν Κορινθίοις οὕτως ἐπέστελλεν; Ἡ Κόρινθος αὕτη τῆς Ἀχαΐας μητρόπολίς ἐστι, καὶ πνευματικοῖς  ἐκόμα χαρίσμασι· καὶ μάλα εἰκότως· τῆς γὰρ Παύλου γλώττης   πρώτη   ἀπήλαυσε,  καὶ   καθάπερ   ἄμπελος,   ἀρίστου  τινὸς   καὶ   ἐπιμελοῦς ἀπολαύουσα  γεωργοῦ,  πολλοῖς  μὲν  κομᾷ τοῖς  φύλλοις,  πολλῷ  δὲ τῷ  καρπῷ  βρίθει διηνεκῶς·  οὕτω  δὴ καὶ  ἡ πόλις  ἐκείνη,  ὥσπερ τινὸς  ἀρίστου γεωργοῦ,  τῆς  Παύλου διδασκαλίας μετασχοῦσα πρώτη, καὶ ἐπὶ πολὺν ἐντρυφήσασα χρόνον τῇ τούτου σοφίᾳ, πᾶσιν ἐτεθήλει τοῖς ἀγαθοῖς· οὐ πνευματικῶν δὲ αὕτη χαρισμάτων περιουσία μόνη ἦν, ἀλλὰ καὶ βιωτικῶν  πλεονεκτημάτων πολλὴν εἶχε τὴν ἀφθονίαν.  Καὶ γὰρ σοφίᾳ λόγων τῶν ἔξωθεν, καὶ πλούτῳ  καὶ δυναστείᾳ τῶν ἄλλων  ἐκράτει πόλεων. Καὶ ταῦτα αὐτὴν ἐφύσησε καὶ πρὸς ἀπόνοιαν ἦρε, καὶ διὰ τῆς ἀπονοίας εἰς πολλὰ διέστησε μέρη. Τοιαύτη γὰρ τῆς ὑπερηφανίας  ἡ φύσις· τὸν τῆς ἀγάπης διαῤῥήγνυσι σύνδεσμον, καὶ τὸν πλησίον ἀποσχίζει, καὶ καθ' ἑαυτὸν  ἕκαστον εἶναι  ποιεῖ  τὸν  κεκτημένον  αὐτήν.  Καὶ καθάπερ τοῖχος φυσηθεὶς διαλύει τὴν οἰκοδομὴν, οὕτω δὴ καὶ ψυχὴ φυσηθεῖσα τῆς πρὸς ἕτερον συναφείας οὐκ ἀνέχεται, ὃ δὴ καὶ ἡ Κόρινθος ἔπαθε τότε· καὶ πρὸς ἀλλήλους διεστασίαζον,  καὶ  εἰς  πολλὰ  μέρη  τὴν  Ἐκκλησίαν  κατέτεμον,  καὶ  μυρίους  ἑαυτοῖς ἑτέρους   ἐπέστησαν   διδασκάλους,   καὶ   κατὰ   φρατρίας   καὶ   συμμορίας   γενόμενοι ἐλυμήναντο   τὸ  τῆς   Ἐκκλησίας  ἀξίωμα.   Ἐκκλησίας  γὰρ  ἀξίωμα,   ὅταν   σώματος ἀκολουθίαν πρὸς ἑαυτοὺς οἱ συλλεγόμενοι διατηρῶσι.

εʹ. ∆εῖ δὲ ταῦτα  ἀποδεῖξαι  ὑμῖν  πάντα,  ὅτι  πρῶτοι  Παύλου τῆς  διδασκαλίας Κορίνθιοι τότε ἀπήλαυσαν, ὅτι χαρισμάτων  ἦσαν πνευματικῶν πεπληρωμένοι,  ὅτι καὶ βιωτικοῖς  πλεονεκτήμασιν  ἐκράτουν,  ὅτι  διὰ  ταῦτα  ἀπονοηθέντες  ἀλλήλοις ἀπεῤῥάγησαν,  καὶ  οἱ μὲν  τούτοις,  οἱ δὲ ἐκείνοις  προσένεμον  ἑαυτούς.  Ὅτι μὲν  οὖν πρῶτοι  τῆς  Παύλου  διδασκαλίας  ἀπήλαυσαν,  ἄκουσον  πῶς  αὐτὸ  τοῦτο    Παῦλος ᾐνίξατο· Ἐὰν γὰρ, φησὶ, πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ Ἰησοῦ, ἀλλ' οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα· ὁ δὲ γεννήσας πρῶτος εἰς φῶς ἄγει τὸ τεχθέν. Καὶ πάλιν, Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε· δεικνὺς ὅτι πρῶτος  τὴν  διδασκαλίαν   κατεβάλλετο.   Ὅτι  δὲ  χαρίσμασιν  ἐκόμων   πνευματικοῖς, ἐκεῖθεν  δῆλον·  Εὐχαριστῶ τῷ  Θεῷ μου ἐπὶ τῇ χάριτι  τοῦ Θεοῦ, τῇ δοθείσῃ ὑμῖν  ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι. Καὶ μὴν ὅτι σοφίας μετεῖχον  τῆς ἔξωθεν, ἐξ ὧν πολλοὺς καὶ μακροὺς κατὰ τῆς σοφίας ἀποτείνει λόγους, δῆλον ἡμῖν ἐποίησεν. Οὐδαμοῦ γὰρ αὐτὸ ταχέως ἐν ἑτέρᾳ ποιήσας Ἐπιστολῇ, ἐνταῦθα καὶ πολλῇ κέχρηται τῇ κατηγορίᾳ· καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ἐντεῦθεν  ἡ φλεγμονὴ  γέγονεν, ἐκεῖ καὶ τὴν τομὴν ἐπήγαγεν, οὕτω λέγων· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ  ὁ σταυρὸς τοῦ Χριστοῦ. Ὅρα πόση κατηγορία  τῆς ἔξωθεν  σοφίας, ὅτι μὴ μόνον  μηδὲν  φαίνεται   συντελοῦσα  πρὸς  τὴν  εὐσέβειαν,  ἀλλὰ  καὶ  ἐμπόδισμα  καὶ κώλυμα  γίνεται.  Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τῶν  ὄψεων  εὐειδεῖς καὶ καλαὶ, ἂν μέν τινα καλλωπισμοῦ προσθήκην ἔξωθεν λάβωσιν, εἰς τὴν τῆς οἰκείας εὐμορφίας βλάπτονται  δόξαν, τῶν ὑπογραμμάτων  καὶ τῶν ὑπογραφῶν  καὶ τῆς ἄλλης ἐπιτεχνήσεως   μεριζομένων   πρὸς  ἑαυτὰς  τὸν  τοῦ  κάλλους   ἔπαινον·   ἂν  δὲ  μηδὲν ἐπαγάγῃς  αὐταῖς,  μᾶλλον  αὐτῶν  ἐκφαίνεις  τὴν  εὐμορφίαν,  γυμνῆς  καθ' ἑαυτὴν  τῆς ὥρας ἀγωνιζομένης, καὶ ὁλόκληρον καρπουμένης τὸ θαῦμα· οὕτω καὶ ἐπὶ τῆς εὐσεβείας καὶ τῆς νύμφης τῆς πνευματικῆς, ἂν μέν τι τῶν ἔξωθεν ἐπεισαγάγῃς αὐτῇ, ἢ πλοῦτον, ἢ δυναστείαν,  ἢ λόγων  ἰσχὺν, ἐκένωσας τὴν δόξαν αὐτῆς, οὐκ ἀφεὶς ὁλόκληρον  αὐτῆς φανῆναι  τὸ θαῦμα, ἀλλ' εἰς πολλὰ καταμερίσας αὐτῆς τὴν δόξαν· ἐὰν δὲ ἀφῇς γυμνὴν καθ'  ἑαυτὴν   ἀγωνίζεσθαι,   πάντα   ἀποστήσας  τὰ  ἀνθρώπινα,   τότε  ἀκριβῶς  αὐτῆς φανεῖται  τὸ κάλλος ἅπαν, τότε ἐκλάμψει  σαφῶς ἡ ἄμαχος ἰσχὺς, ὅταν μήτε πλούτου, μήτε σοφίας, μήτε δυναστείας, μήτε εὐγενείας, μήτε ἄλλου τινὸς τῶν ἀνθρωπίνων δεηθεῖσα,  πάντων   δύνηται   κρατεῖν  καὶ  περιγίνεσθαι,   δι'  ἀνθρώπων   εὐτελῶν   καὶ ταπεινῶν   καὶ  ἠπορημένων   καὶ  πενήτων   καὶ  ἰδιωτῶν,   καὶ  ἀσεβῶν  ῥητόρων  καὶ φιλοσόφων   καὶ  τυράννων,   καὶ  τῆς  οἰκουμένης  κρατοῦσα  ἁπάσης.  ∆ιὸ  καὶ  Παῦλος ἔλεγεν· Οὐκ ἦλθον καθ' ὑπεροχὴν λόγου, κηρύττων  ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ· καὶ, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Οὐχ ἁπλῶς εἶπε, τὰ μωρὰ, ἀλλὰ, Τὰ τοῦ κόσμου μωρά· οὐ πάντως δὲ, ὅτι τὰ τοῦ κόσμου μωρὰ, καὶ παρὰ τῷ  Θεῷ μωρά· ἀλλὰ  πολλοὶ  τῶν  ἐνταῦθα  δοκούντων  εἶναι  ἀνοήτων,  παρὰ τῷ  Θεῷ πάντων  εἰσὶ  τῶν  ἄλλων  σοφώτεροι· ὥσπερ οὖν  καὶ  πολλοὶ  τῶν  ἐν  πενίᾳ  ζώντων ἐνταῦθα, πάντων  εἰσὶν εὐπορώτεροι παρὰ τῷ Θεῷ. Ἐπεὶ καὶ ὁ Λάζαρος ἐκεῖνος πάντων πτωχότερος ὢν ἐν τῷ κόσμῳ, πάντων ἦν εὐπορώτερος ἐν τοῖς οὐρανοῖς. Μωρίαν τοίνυν τοῦ κόσμου καλεῖ τοὺς οὐκ ἔχοντας γλῶτταν  ἠκονημένην, τοὺς τῆς ἔξωθεν οὐ μετεσχηκότας σοφίας, τοὺς εὐγλωττίας  ἀπεστερημένους. Καὶ τούτους ἐξελέξατο, φησὶν, ὁ Θεὸς, ἵνα καταισχύνῃ  τοὺς σοφούς. Καὶ πῶς, εἰπέ μοι, διὰ τούτων  ἐκεῖνοι καταισχύνονται;   ∆ιὰ  τῆς  τῶν  πραγμάτων   πείρας.  Ὅταν  γὰρ  τὴν  χήραν  τὴν  ἔξω καθημένην καὶ προσαιτοῦσαν, πολλάκις δὲ καὶ τὸ σῶμα ἀνάπηρον οὖσαν ἐξετάσῃς περὶ  ἀθανασίας ψυχῆς, περὶ σωμάτων ἀναστάσεως, περὶ προνοίας Θεοῦ, περὶ τῆς κατ' ἀξίαν ἀντιδόσεως, περὶ τῶν εὐθυνῶν τῶν ἐκεῖ, περὶ τοῦ φοβεροῦ δικαστηρίου, περὶ τῶν ἀποκειμένων  τοῖς κατορθοῦσιν ἀγαθῶν, περὶ τῶν ἠπειλημένων τοῖς ἁμαρτάνουσι τιμωριῶν, περὶ τῶν ἄλλων ἁπάντων· εἶτα μετὰ ἀκριβείας ἀποκρίνεται καὶ πληροφορίας πολλῆς·  ὁ δὲ φιλόσοφος  καὶ μέγα ἐπὶ κόμῃ καὶ βακτηρίᾳ  φρονῶν,  μετὰ τοὺς πολλοὺς καὶ μακροὺς τῶν λόγων διαύλους, μετὰ τὰς πολλὰς καὶ ἀκαίρους ἀδολεσχίας, μηδὲ χᾶναι  δύναται,  μηδὲ  διᾶραι  στόμα περὶ  τούτων  ἔχει· τότε  γνώσῃ  καλῶς,  πῶς Ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Ἅπερ γὰρ ἐκεῖνοι δι' ἀπόνοιαν καὶ ὑπερηφανίαν  οὐκ ἠδυνήθησαν εὑρεῖν, τῆς μὲν τοῦ Πνεύματος ἑαυτοὺς ἀποστήσαντες διδασκαλίας, τοῖς δὲ οἰκείοις  λογισμοῖς  τὸ πᾶν ἐπιῤῥίψαντες,  ταῦτα οἱ πτωχοὶ  καὶ ἀπεῤῥιμμένοι,  καὶ τῆς ἔξωθεν  ἀπεστερημένοι  παιδεύσεως, μετὰ ἀκριβείας ἔμαθον ἅπαντα, τῆς ἐκ τῶν οὐρανῶν ἐξαρτήσαντες ἑαυτοὺς διδασκαλίας. Οὐκ ἐνταῦθα δὲ μόνον ἵσταται κατηγορῶν τῆς ἔξωθεν σοφίας, ἀλλὰ καὶ ἕτερα τούτων πλείονα προστίθησι λέγων· Ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ· καὶ παραινῶν τοῖς ἀκούουσι πάλιν  μετὰ πάσης αὐτοῖς ἀτιμίας καὶ σφοδρότητος ἔλεγεν· Εἰ γάρ τις δοκεῖ, φησὶν, ἐν ὑμῖν σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός· καὶ πάλιν·  Γέγραπται,  Ἀπολῶ  τὴν  σοφίαν  τῶν  σοφῶν,  καὶ  τὴν  σύνεσιν  τῶν  συνετῶν ἀθετήσω·  καὶ  πάλιν,  Κύριος γινώσκει  τοὺς  διαλογισμοὺς  τῶν  ἀνθρώπων,   ὅτι  εἰσὶ μάταιοι.

ςʹ. Ἀλλ' ὅτι μὲν σοφίας μετεῖχον  οἱ Κορίνθιοι, δῆλον  ἐκ τούτων· ὅτι δὲ μέγα ἐφρόνουν  καὶ ἐφυσῶντο,  πάλιν  ἐξ αὐτῆς τῆς Ἐπιστολῆς ἐστι φανερόν.  Κατηγορήσας γάρ που τοῦ πεπορνευκότος, ἐπήγαγε λέγων· Καὶ ὑμεῖς δὲ πεφυσιωμένοι ἐστέ. Ὅτι δὲ ἐκ τῆς ἀπονοίας πρὸς ἀλλήλους  ἤριζον, καὶ αὐτὸ τοῦτο ἐδήλωσε πάλιν  εἰπών· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καὶ τίς ὁ τῆς ἔριδος τρόπος; Εἰς πολλοὺς ἄρχοντας κατέτεμον ἑαυτοὺς, καὶ διὰ τοῦτό φησι· Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν φησιν· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ,  ἐγὼ  δὲ  Κηφᾶ. Ταῦτα  ἔλεγεν,  οὐκ  ἐπειδὴ  Παύλῳ  καὶ  Κηφᾷ καὶ  Ἀπολλῷ προσένεμον ἑαυτοὺς, ἀλλὰ τοῖς ὀνόμασι τούτοις ἀποκρύψαι βούλεται τοὺς τῆς στάσεως αἰτίους γεγενημένους, ὥστε μὴ φανεροὺς καταστήσας, φιλονεικοτέρους ποιῆσαι, καὶ εἰς μείζονα ἀναισχυντίαν  ἀγαγεῖν. Ὅτι γὰρ οὐ Παύλῳ καὶ Πέτρῳ καὶ Ἀπολλῷ προσένεμον ἑαυτοὺς, ἀλλ' ἑτέροις τισὶ, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ἐγκαλέσας γὰρ αὐτοῖς ἐπὶ τῇ διαστάσει ταύτῃ, πάλιν ἐπήγαγε λέγων· Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ὑμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται  φρονεῖν,  ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Πολλοὶ γὰρ τῶν  ἰδιωτῶν  οὐκ ἔχοντες οἴκοθεν ἐπαίρεσιν, οὐδὲ τοὺς πλησίον δάκνειν, προστησάμενοί τινας ἑαυτῶν ἄρχοντας, τοῖς ἐκείνων  πλεονεκτήμασιν  εἰς τὴν καθ' ἑτέρων ὑπερηφανίαν  ἐκέχρηντο· καὶ ἡ τῶν διδασκόντων   αὐτοὺς  σοφία  τῆς  ἑτέρων  αὐτοῖς  ἀπονοίας   ἐγένετο   πρόφασις·  ὅπερ ἐσχάτης  δοξομανίας  ἦν,  οἴκοθεν  οὐκ ἔχοντας  ἐναβρύνεσθαι,  ταῖς  ἑτέρων  ὑπεροχαῖς ἀποχρῆσθαι εἰς τὴν κατὰ τῶν ἀδελφῶν  ὑπεροψίαν, Ἐπεὶ οὖν καὶ εἰς ἀπόνοιαν ἤρθησαν καὶ διεστασίαζον, καὶ εἰς πολλὰ κατέτεμνον  μέρη ἑαυτοὺς, καὶ μέγα ἐφρόνουν  ἐπὶ τῇ διδασκαλίᾳ, ὡς οἴκοθέν τε καὶ παρ' ἑαυτῶν  εὑρόντες, ἀλλ' οὐχ ὡς ἄνωθεν  δεξάμενοι καὶ  ἐκ  τῆς  τοῦ  Θεοῦ χάριτος  τὰ  τῆς  ἀληθείας   δόγματα,  βουλόμενος  αὐτῶν καταστεῖλαι τὸ φύσημα, εὐθέως ἀπὸ τῶν προοιμίων κλητὸν αὑτὸν ἐκάλεσε, μονονουχὶ λέγων·  Εἰ ἐγὼ    διδάσκαλος  οὐδὲν  οἴκοθεν  εὗρον,  οὔτε  πρότερον  αὐτὸς  τῷ  Θεῷ προσῆλθον,  ἀλλὰ  κληθεὶς  τότε  ὑπήκουσα, πῶς  ὑμεῖς  οἱ  μαθηταὶ,  καὶ  παρ'  ἐμοῦ  τὰ δόγματα  δεξάμενοι, δύνασθε μέγα φρονεῖν,  ὡς αὐτοὶ τούτων  εὑρέται γενόμενοι; ∆ιὰ τοῦτο καὶ προϊὼν ἔλεγεν αὐτοῖς· Τίς γάρ σε διακρίνει, τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες,  τί  καυχᾶσαι  ὡς  μὴ  λαβών;  Οὐδὲν οὖν  ἄλλο  ἐστὶ  τὸ  Κλητὸς τοῦτο,  ἀλλ' ἢ ταπεινοφροσύνης  διδασκαλία, καὶ τύφου καθαίρεσις, καὶ πάσης ἀλαζονείας καταστολή· οὐδὲν γάρ ἐστιν, οὐδὲν οὕτως ὃ συγκρατεῖν καὶ συνέχειν ἡμᾶς δύναιτ' ἂν, ὡς ταπεινοφροσύνη,  καὶ μετριάζειν,  καὶ τὸ κατεστάλθαι  καὶ μηδὲν μηδὲν μηδέποτε περὶ ἑαυτῶν μέγα φαντάζεσθαι. Ὅπερ καὶ ὁ Χριστὸς συνειδὼς, καὶ τῆς πνευματικῆς  ἐκείνης διδασκαλίας ἀρχόμενος, ἀπὸ ταπεινοφροσύνης  πρῶτον τῆς παραινέσεως ἤρξατο, καὶ τὸ στόμα ἀνοίξας, τοῦτον πρῶτον εἰσήνεγκε τὸν νόμον, οὕτως εἰπών· Μακάριοι οἱ πτωχοὶ τῷ  πνεύματι.  Καθάπερ γάρ τις  οἰκίαν  μεγάλην  καὶ λαμπρὰν  οἰκοδομεῖσθαι  μέλλων, ἀνάλογον  καταβάλλεται  τὸν  θεμέλιον,  ὥστε δυνηθῆναι  τὸ μετὰ ταῦτα  ἐπιτιθέμενον ἐνεγκεῖν βάρος· οὕτω δὴ καὶ ὁ Χριστὸς, τὴν μεγάλην ἐκείνην οἰκοδομὴν τῆς φιλοσοφίας ἐν ταῖς ψυχαῖς  αὐτῶν  ἐγείρων,  ὥσπερ τινὰ θεμέλιον  καὶ τρόπιν ἀσφαλῆ καὶ κρηπῖδα βεβαίαν καὶ ἀκίνητον,  τὴν τῆς ταπεινοφροσύνης  προκαταβάλλεται  παραίνεσιν, εἰδὼς ὅτι ταύτης  ἐῤῥιζωμένης  ἐν ταῖς διανοίαις  τῶν  ἀκουόντων,  ἅπαντα  ἄλλα  τῆς ἀρετῆς μέρη μετὰ ἀσφαλείας οἰκοδομεῖσθαι δύναται. Ὥσπερ οὖν ταύτης ἀπούσης, κἂν ἅπασάν τις τὴν λοιπὴν ἀρετὴν κατορθώσῃ, εἰκῆ καὶ μάτην καὶ εἰς οὐδὲν δέον ἐστὶ πεπονηκὼς, κατ' ἐκεῖνον τὸν ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν οἰκοδομήσαντα, ὃς τὸν μὲν πόνον ὑπέμεινε, τοῦ δὲ κέρδους οὐκ ἀπώνατο,  ἐπειδὴ θεμέλιον  οὐ κατέβαλεν  ἀσφαλῆ· οὕτως ὁ χωρὶς ταπεινοφροσύνης ὁτιοῦν μετιὼν ἀγαθὸν, ἀπώλεσεν ἅπαντα καὶ διέφθειρε. Ταπεινοφροσύνην δὲ, οὐ τὴν ἐν ῥήμασι λέγω, οὐδὲ τὴν ἐπὶ τῆς γλώττης, ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ, τὴν ἀπὸ τῆς ψυχῆς, τὴν ἐν συνειδότι, ἣν ὁ Θεὸς δύναται  μόνος ὁρᾷν. Ἀρκεῖ τοῦτο τὸ πλεονέκτημα,  καὶ καθ' ἑαυτὸ πολλάκις  φαινόμενον,  ἵλεω ποιῆσαι τὸν Θεόν. Καὶ τοῦτο  ὁ τελώνης  ἐδήλωσεν·  οὐδὲν  γὰρ ἔχων  ἀγαθὸν,  οὐδὲ ἀπὸ κατορθωμάτων φανῆναι  δυνάμενος,  εἰπὼν  μόνον,  Ἱλάσθητί  μοι τῷ  ἁμαρτωλῷ,  κατῆλθεν  ὑπὲρ τὸν Φαρισαῖον δικαιωθείς·  καίτοι  γε οὐδὲ ταπεινοφροσύνης  ἦσαν ἐκεῖνα  τὰ ῥήματα, ἀλλ' εὐγνωμοσύνης   μόνον.   Ταπεινοφροσύνης   μὲν  γάρ  ἐστιν  ὅταν   μεγάλα   τις  ἑαυτῷ συνειδὼς, μηδὲν μέγα περὶ αὑτοῦ φαντάζηται·  εὐγνωμοσύνη  δὲ, ὅταν, ἁμαρτωλὸς ὢν, αὐτὸ τοῦτο ὁμολογῇ.  Εἰ δὲ ὁ μηδὲν  ἑαυτῷ  συνειδὼς  ἀγαθὸν,  ἐπειδὴ τοῦτο, ὅπερ ἦν, ὡμολόγησεν, οὕτω τὸν Θεὸν εἰς εὔνοιαν  ἐπεσπάσατο, πόσης ἀπολαύσονται  παῤῥησίας οἱ  πολλὰ  μὲν  ἔχοντες  ἑαυτῶν  κατορθώματα  εἰπεῖν,  πάντων  δὲ  ἐκείνων ἐπιλανθανόμενοι, καὶ εἰς τοὺς ἐσχάτους ἑαυτοὺς ἀριθμοῦντες;  Καθάπερ οὖν καὶ ὁ Παῦλος  ἐποίησε·   πρῶτος   γὰρ   ἁπάντων   ὢν   τῶν   δικαίων,   πρῶτον   ἑαυτὸν   τῶν ἁμαρτωλῶν ἔλεγεν εἶναι· οὐκ ἔλεγε δὲ μόνον, ἀλλὰ καὶ ἐπέπειστο παρὰ τοῦ ∆ιδασκάλου μαθὼν, ὅτι μετὰ τὸ πάντα  ποιῆσαι ἀχρείους δούλους ἑαυτοὺς χρὴ καλεῖν.  Τοῦτό ἐστι ταπεινοφροσύνη,  τοῦτον ζηλώσατε οἱ κατορθώματα  ἔχοντες, τὸν δὲ τελώνην  ὑμεῖς οἱ ἁμαρτημάτων  γέμοντες, καὶ ὁμολογῶμεν  ὥσπερ ἐσμὲν, καὶ τὸ στῆθος πλήττωμεν,  καὶ τὴν  διάνοιαν  πείθωμεν  μηδὲν  μέγα περὶ ἑαυτῶν  φαντάζεσθαι.  Ἂν  γὰρ οὕτως  ὦμεν διακείμενοι,  ἀρκεῖ τοῦτο ἡμῖν εἰς προσφορὰν καὶ θυσίαν· καθάπερ καὶ ὁ ∆αυῒδ ἔλεγε· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην  καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐχ ἁπλῶς εἶπε τεταπεινωμένην, ἀλλὰ καὶ συντετριμμένην·  τὸ γὰρ συντετριμμένον,  καὶ διακεκλασμένον· οὐδὲ γὰρ, ἐὰν βούληται, ἐπαρθῆναι δύναται. Οὕτω δὴ καὶ ἡμεῖς μὴ ταπεινώσωμεν  μόνον τὴν ψυχὴν τὴν ἡμετέραν, ἀλλὰ καὶ συντρίψωμεν  καὶ  κατανύξωμεν·  συντρίβεται  δὲ οἰκείων  ἁμαρτημάτων μεμνημένη  συνεχῶς.  Ἂν  οὕτως  αὐτὴν  ταπεινώσωμεν,  οὐδὲ βουλομένη  πρὸς τῦφον  ἀναστῆναι δυνήσεται, ὥσπερ τινὸς χαλινοῦ τοῦ συνειδότος ἐπιλαμβανομένου διεγειρομένης  αὐτῆς, καὶ καταστέλλοντος  καὶ πείθοντος  μετριάζειν  ἐν ἅπασιν. Οὕτω δυνησόμεθα παρὰ τῷ Θεῷ καὶ χάριν εὑρεῖν· Ὅσῳ γὰρ μέγας εἶ, φησὶ, τοσούτῳ ταπείνου σεαυτὸν, καὶ ἐναντίον  Κυρίου εὑρήσεις χάριν. Ὁ δὲ παρὰ τῷ Θεῷ χάριν εὑρὼν οὐδενὸς αἰσθήσεται χαλεποῦ,  ἀλλὰ  καὶ ἐνταῦθα  δυνήσεται  μετὰ τῆς τοῦ Θεοῦ χάριτος  ἐκεῖνα ἅπαντα  μετ' εὐκολίας  διαδραμεῖν  τὰ δεινὰ,  καὶ τὰς ἐκεῖ κειμένας  τοῖς  ἁμαρτάνουσι διαφυγεῖν  τιμωρίας, τῆς χάριτος τοῦ Θεοῦ πανταχοῦ  προηγουμένης, καὶ πάντα ἐξευμενιζούσης αὐτῷ· ἧς γένοιτο  πάντας ἡμᾶς ἀπολαύειν  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  


13.Εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον, "Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται," καὶ τὰ ἑξῆς.



αʹ. Ἐπίπονον  μὲν  γηπόνῳ  τὸ ζεῦξαι  βόας, καὶ  ἄροτρον  ἑλκύσαι, καὶ αὔλακα ἀνατεμεῖν,  καὶ σπέρματα καταβαλεῖν,  καὶ ἀνασχέσθαι χειμῶνος,  καὶ κρυμὸν ἐνεγκεῖν, καὶ  περιελάσαι  τάφρον,  καὶ  πλεονεξίαν  ὑδάτων  ἐπιοῦσαν  τοῖς  σπέρμασιν ἀποκρούσασθαι, καὶ ὄχθας ποταμῶν ὑψηλοτέρας ἐργάσασθαι, καὶ διὰ μέσης τῆς ἀρούρας βαθυτέρας  αὔλακας  ἀνατεμεῖν· ἀλλὰ  τὰ  ἐπίπονα  ταῦτα,  καὶ  μόχθον  ἔχοντα,  κοῦφα γίνεται καὶ ῥᾷστα, ὅταν ταῖς ἐλπίσιν ὁ γεωργὸς ἴδῃ κομῶντα τὰ λήϊα, καὶ τὴν δρεπάνην ἠκονημένην,  καὶ τὴν ἅλωνα τῶν δραγμάτων  ἐμπεπλησμένην,  καὶ τὸν καρπὸν ὥριμον μετὰ  πολλῆς  τῆς  εὐφροσύνης  οἴκαδε  εἰσκομιζόμενον.  Οὕτω καὶ κυβερνήτης  ἀγρίων κυμάτων  κατατολμᾷ,  καὶ χειμῶνος,  καὶ μαινομένης  θαλάττης  πολλάκις  καταφρονεῖ, καὶ πνευμάτων  ἀστάτων, καὶ διαποντίους κλύδωνας καὶ μακρὰς οἶδε φέρειν ἀποδημίας, ὅταν  τὰ  φορτία  ἀναλογίζηται,   καὶ  τοὺς  τῆς  ἐμπορίας  λιμένας,  καὶ  τὸν  ἐκ  τούτων ἄπειρον  πλοῦτον  τικτόμενον  ἴδῃ.  Οὕτω καὶ  στρατιώτης  τραύματα  φέρει,  καὶ  νέφη βελῶν ἀποδέχεται, καὶ λιμὸν ὑποφέρει, καὶ κρυμὸν, καὶ τὰς μακρὰς ἀποδημίας, καὶ τοὺς ἐπὶ τῆς παρατάξεως κινδύνους,  ἐντεῦθεν  τὰ τρόπαια καὶ τὰς νίκας καὶ τοὺς στεφάνους ἀναλογιζόμενος.  Ἀλλὰ  τίνος  ἕνεκεν  τούτων  ἐμνήσθην; ἢ τί  μοι  βούλεται  ταῦτα  τὰ παραδείγματα; Παράκλησιν ὑμῖν ἐντεῦθεν πρὸς τὴν ἀκρόασιν εἰσαγαγεῖν βούλομαι, καὶ παραμυθίαν πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας. Εἰ γὰρ τῶν εἰρημένων ἕκαστος τὸ ἐπίπονον κοῦφον ἡγεῖται διὰ τὴν τῶν μελλόντων ἐλπίδα, καὶ ταῦτα, εἰ καί τις αὐτῶν ἐπιτυχεῖν  δυνηθείη,  τῷ παρόντι  συγκαταλυόμενα  βίῳ, πολλῷ  μᾶλλον  ὑμᾶς τὴν ὑπὲρ τῆς πνευματικῆς  διδασκαλίας ἀκρόασιν ἀνέχεσθαι χρὴ, καὶ τὴν ὑπὲρ τῆς αἰωνίου ζωῆς παράταξίν τε καὶ τοὺς ἱδρῶτας γενναίως  φέρειν. Τοῖς μὲν γὰρ ἄδηλα τὰ τῆς προσκαίρου ἐλπίδος ἐστὶ, καὶ ἐν προσδοκίᾳ μόνῃ τῶν χρηστῶν πολλάκις γενόμενοι, τὸν βίον οὕτω κατέλυσαν, ἐντρυφήσαντες  μὲν ταῖς ἐλπίσιν, ἐπὶ δὲ τῶν ἔργων αὐτῶν οὐκ ἐγγίσαντες, καὶ  δὴ διὰ  ταῦτα  τὰ  χαλεπώτερα  ὑπομείναντες.  Οἷόν τι  λέγω·  Μετὰ τοὺς  πολλοὺς ἐκείνους πολλάκις  πόνους τε καὶ ἱδρῶτας ὁ γηπόνος ἐνίοτε ἐν αὐτῷ τῷ τὴν δρεπάνην ἀκονᾷν,  καὶ πρὸς τὸν  ἄμητον  παρασκευάζεσθαι, ἐρυσίβης κατενεχθείσης,  ἢ πλήθους ἀκρίδων,     πέρα  τοῦ  μέτρου  τῆς  ἐπομβρίας  γενομένης,     ἑτέρας  τινὸς   πληγῆς ἐπενεχθείσης ἐκ τῆς τῶν ἀέρων ἀνωμαλίας, ἀπῆλθε κεναῖς οἴκαδε χερσὶ, τὸν μὲν πόνον ἅπαντα  ὑπομείνας,  τοῦ δὲ καρποῦ τῆς ἐλπίδος ἐκπεσών. Καὶ ὁ κυβερνήτης  δὲ ὁμοίως χαίρων  τῷ πλήθει  τῶν  φορτίων,  καὶ μετὰ πολλῆς  τῆς ἡδονῆς  τὰ ἱστία πετάσας, καὶ περάσας  πολὺ  πέλαγος,  ἐν  αὐτῷ  πολλάκις   τῷ  στόματι  τοῦ  λιμένος,     σπιλάδος ἐμπεσούσης, ἢ ὑφάλῳ  καὶ σκοπέλῳ  τινὶ  προσαράξας, ἢ ἄλλῃ  τινὶ  τοιαύτῃ  ἀδοκήτῳ περιστάσει πληγεὶς,  πάντα  τὸν  φόρτον  ἀπώλεσε, καὶ μόλις  τὸ ἑαυτοῦ  σῶμα γυμνὸν διέσωσε μετὰ τοὺς μυρίους κινδύνους   ἐκείνους. Οὕτω καὶ ὁ στρατιώτης μυρίοις πολλάκις   παραταξάμενος  πολέμοις,  καὶ  ἀποκρουσάμενος  τοὺς  ἐναντίους,   καὶ  τῶν ἐχθρῶν περιγενόμενος,  καὶ ἐν αὐτῇ ὢν τῇ προσδοκίᾳ τῆς νίκης, τὴν ζωὴν μεταλλάξας ἀπῆλθεν,  οὐδενὸς ὅλως ἐκ τῶν μόχθων  καὶ τῶν κινδύνων ἀπολαύσας χρηστοῦ. Τὰ δὲ ἡμέτερα οὐ τοιαῦτα· τάς τε γὰρ ἐλπίδας αἰωνίους ἔχει ἀκινήτους τε καὶ βεβαίας, καὶ οὐ τῷ προσκαίρῳ τούτῳ  συγκαταλυομένας  βίῳ, ἀλλὰ  πρὸς τὴν  ἀκήρατον  καὶ μακαρίαν ἐκείνην   καὶ  διαιωνίζουσαν   ζωὴν,  καὶ  οὐ  μόνον  ἀνωμαλίᾳ   ἀέρων  καὶ  ἀδοκήτων πραγμάτων περιστάσει οὐκ ἐπιβουλευομένας,  ἀλλ' οὐδὲ αὐτῷ τῷ θανάτῳ διαλυομένας. Ἀπὸ τῶν ἐλπίδων  δὲ αὐτῶν ἴδοι τις ἂν καὶ ἐν αὐτοῖς τοῖς τυχοῦσι λάμποντα αὐτῶν τὸν καρπὸν, καὶ πολλὴν  καὶ μεγάλην  οὖσαν τὴν  ἀμοιβήν.  ∆ιὰ τοῦτο ὁ μακάριος Παῦλος ἐβόα,  λέγων·  Οὐ μόνον  δὲ,  ἀλλὰ  καὶ  καυχώμεθα  ἐν  ταῖς  θλίψεσι.  Παρακαλῶ  μὴ παραδράμωμεν τὸ εἰρημένον ἁπλῶς· ἀλλ' ἐπειδὴ, οὐκ οἶδα πῶς, πάλιν ἡμᾶς ὁ λόγος εἰς τὸν τοῦ καλοῦ κυβερνήτου Παύλου λιμένα εἰσήγαγεν, ἐντρυφήσωμεν  τῇ λέξει, βραχείᾳ μὲν οὔσῃ, πολλῇ δὲ ἡμᾶς παιδευούσῃ φιλοσοφίᾳ.  Τί ποτ' οὖν ἐστιν ἄρα τὸ εἰρημένον, καὶ τί τοῦτο εἰπὼν  ᾐνίξατο  ἡμῖν, λέγων,  Οὐ μόνον  δὲ, ἀλλὰ  καὶ καυχώμεθα  ἐν ταῖς θλίψεσι; Μικρὸν, εἰ δοκεῖ, ἀνωτέρω τὸν τῆς διδασκαλίας λόγον ἀγάγωμεν, καὶ πολλὴν ὀψόμεθα  τὴν  σαφήνειαν,  καὶ τὴν  τῶν  νοημάτων  δύναμιν  ἐκεῖθεν  τικτομένην  ἡμῖν. Ἀλλὰ μηδένα τὸ σῶμα καταμαλακιζέτω· ἀλλ' ἀντὶ δρόσου γενέσθω ἡ τῆς πνευματικῆς ἀκροάσεως  ἐπιθυμία.  Καὶ γὰρ  περὶ  θλίψεως   ἡμῖν    λόγος  καὶ  ἐπιθυμίας  ἀγαθῶν αἰωνίων,  καὶ ὑπομονῆς, καὶ τῆς ἐκ τούτων γινομένης  ἀμοιβῆς τοῖς οὐκ ἀναπεπτωκόσι. Τί ποτ' οὖν  ἐστι τὸ, Οὐ μόνον; Ὁ γὰρ τοῦτο  εἰρηκὼς,  εἰπεῖν  ἡμῖν  πολλὰ  καὶ ἕτερα δείκνυσι  προϋπηργμένα  ἀγαθά·  καὶ  μετ' ἐκείνων  καὶ  τοῦτο  προστίθησι, τὸ  ἀπὸ τῆς θλίψεως· διὸ καὶ ἔλεγεν ὁ αὐτός· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Ὥστε δὲ σαφέστερον γενέσθαι  τὸ εἰρημένον,  βραχεῖαν  ὥραν  ἀνάσχεσθε, μακροτέραν ἡμῶν  ποιουμένων   τὴν  διδασκαλίαν   τῷ  λόγῳ.  Ἐπειδὴ  γὰρ  κατηγγέλθη   ὑπὸ  τῶν ἀποστόλων τὸ θεῖον κήρυγμα, καὶ περιῄεσαν πανταχοῦ τῆς οἰκουμένης σπείροντες τῆς εὐσεβείας τὸν λόγον, καὶ πρόῤῥιζον ἀνασπῶντες  τὴν πλάνην,  καὶ τοὺς πατρῴους τῶν ἀσεβῶν καταλύοντες νόμους, καὶ παρανομίαν ἅπασαν ἐλαύνοντες, καὶ τὴν γῆν ἐκκαθαίροντες, καὶ εἰδώλων μὲν καὶ ναῶν καὶ βωμῶν καὶ πανηγύρεων  τῶν ἐκεῖθεν καὶ τελετῶν κελεύοντες ἀποπηδᾷν, ἐπιγινώσκειν  δὲ τὸν τῶν ὅλων ἕνα καὶ μόνον Θεὸν, καὶ τὰς  μελλούσας  ἀναμένειν  ἐλπίδας,  καὶ  περὶ  Πατρὸς καὶ  Υἱοῦ καὶ  ἁγίου  Πνεύματος διελέγοντο,    καὶ   περὶ   ἀναστάσεως   ἐφιλοσόφουν,    καὶ   περὶ   βασιλείας   οὐρανῶν διελέγοντο· διὰ ταῦτα πόλεμος  ἀνήφθη  χαλεπὸς,  καὶ πολέμων  ἁπάντων  ὁ τυραννικώτατος, καὶ πάντα θορύβου καὶ ταραχῆς καὶ στάσεως ἔγεμε, καὶ πόλεις ἅπασαι, καὶ δῆμος ἅπας, καὶ οἰκία, καὶ οἰκουμένη  καὶ ἀοίκητος,  ἅτε δὴ τῶν  παλαιῶν  ἐθῶν διασαλευομένων,  καὶ τῆς ἐπὶ τοσοῦτον κατασχούσης προλήψεως διασειομένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν μηδεὶς μηδέποτε ἤκουσε· πρὸς ταῦτα βασιλεῖς ἠγρίαινον,  καὶ ἄρχοντες  ἐδυσχέραινον,  καὶ ἰδιῶται  ἐταράττοντο,  καὶ ἀγοραὶ ἐθορυβοῦντο, καὶ δικαστήρια ἐχαλέπαινε, καὶ ξίφη ἐγυμνοῦτο, καὶ ὅπλα παρεσκευάζετο, καὶ   νόμοι   ἠγανάκτουν.   Ἐκεῖθεν   τιμωρίαι   καὶ   κολάσεις   καὶ   ἀπειλαὶ   καὶ   πάντα συνεκινεῖτο  τὰ ἐν ἀνθρώποις  εἶναι δοκοῦντα  δεινά. Ὥσπερ θαλάττης  μαινομένης  καὶ χαλεπὰ ναυάγια  ὠδινούσης, οὐδὲν ἄμεινον  τὰ τῆς οἰκουμένης  διέκειτο, πατρὸς παῖδα διὰ τὴν  εὐσέβειαν τότε ἀποκηρύττοντος,  καὶ νύμφης  πρὸς πενθερὰν  σχιζομένης,  καὶ ἀδελφῶν  διαιρουμένων,  καὶ  δεσποτῶν  κατὰ  τῶν  οἰκετῶν  ἀγανακτούντων, καὶ  τῆς φύσεως  σχεδὸν  πρὸς  ἑαυτὴν   στασιαζούσης,  καὶ  οὐκ  ἐμφυλίου   μόνον,   ἀλλὰ   καὶ συγγενικοῦ διὰ πάσης οἰκίας διιόντος πολέμου Ὁ γὰρ λόγος μαχαίρας δίκην εἰσιὼν, καὶ τὸ νοσοῦν ἀπὸ τοῦ ὑγιαίνοντος  τέμνων, πολλὴν ἐποίει πανταχοῦ τὴν στάσιν εἶναι, καὶ τὴν φιλονεικίαν, καὶ πανταχόθεν  μυρίας αἴρεσθαι κατὰ τῶν πιστευόντων  παρεσκεύασεν ἐπαχθείας καὶ μάχας. Ἐντεῦθεν οἱ μὲν εἰς δεσμωτήρια ἀπήγοντο, οἱ δὲ εἰς δικαστήρια, οἱ δὲ τὴν ἐπὶ θάνατον  φέρουσαν ὁδόν· καὶ τῶν μὲν αἱ οὐσίαι ἐδημεύοντο,  οἱ δὲ καὶ τῆς πατρίδος καὶ τῆς ζωῆς αὐτῆς πολλάκις ἐξέπιπτον, καὶ πανταχόθεν  νιφάδων  πυκνότερα  περιειστήκει  τὰ  κακά·  ἔνδοθεν  μάχαι,  ἔξωθεν  φόβοι,  παρὰ  τῶν  φίλων,   παρὰ  τῶν ἀλλοτρίων, παρ' αὐτῶν τῶν τῇ φύσει συνδεδεμένων ἀλλήλοις.

βʹ. Ταῦτ' οὖν ὁρῶν ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης  παιδοτρίβης, ὁ τῶν οὐρανίων   δογμάτων   διδάσκαλος,  ἐπειδὴ  τὰ  μὲν  δεινὰ  ἐν  χερσὶν  ἦν  καὶ  πρὸ  τῶν ὀφθαλμῶν   πραττόμενα,  τὰ  δὲ  χρηστὰ  ἐν  ἐλπίσι  μόνον  καὶ  ἐπαγγελίαις,   βασιλεία οὐρανῶν,  λέγω,  καὶ ἀνάστασις, καὶ τῶν  ἀγαθῶν  ἐκείνων  λῆξις  τῶν  πάντα  νοῦν  καὶ λόγον  ὑπερβαινόντων κάμινοι  δὲ καὶ τήγανα  καὶ ξίφη  καὶ τιμωρίαι  καὶ παντοδαπαὶ κολάσεις  καὶ θάνατοι  οὐκ ἐν  ἐλπίσιν,  ἀλλ' ἐν  πείρᾳ· οἱ δὲ πρὸς ταῦτα  ἀγωνίζεσθαι μέλλοντες, ἀρτίως ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ τρυφῆς καὶ ἀκολασίας καὶ μέθης εἰσποιηθέντες ἦσαν τῇ πίστει, οὐδὲν ὑψηλὸν περὶ τῆς ἀϊδίου ζωῆς τέως μεμελετηκότες ἐννοεῖν,   ἀλλὰ   τῶν   παρόντων   ἀντεχόμενοι   μᾶλλον·   καὶ  εἰκὸς   τούτων   πολλοὺς μικροψυχεῖν καὶ ἐκλύεσθαι, καὶ ἀναπίπτειν καθ' ἑκάστην πολιορκουμένους ἡμέραν· ὅρα τί ποιεῖ ὁ τῶν ἀποῤῥήτων κοινωνὸς,  καὶ πρόσεχε τῇ Παύλου σοφίᾳ. Συνεχῶς περὶ τῶν μελλόντων  αὐτοῖς  διαλέγεται,   καὶ  τὰ  βραβεῖα  ὑπ'  ὄψιν  ἄγει,  καὶ  δείκνυσι  τοὺς στεφάνους, ἀλείφων  αὐτοὺς καὶ παραμυθούμενος ταῖς τῶν αἰωνίων  ἀγαθῶν ἐλπίσι. Καὶ τί φησι; Λογιζόμεθα γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν  ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Τί γάρ μοι λέγεις,  φησὶ, τραύματα  καὶ βωμοὺς  καὶ δημίους καὶ τιμωρίας καὶ λιμοὺς καὶ δημεύσεις καὶ πενίαν καὶ δεσμὰ καὶ ἁλύσεις; πάντα ὅσα βούλει τίθει τὰ δοκοῦντα ἐν ἀνθρώποις δεινὰ, καὶ οὐδὲν ἄξιον λέγεις τῶν ἐπάθλων ἐκείνων  καὶ τῶν στεφάνων  καὶ τῶν ἀμοιβῶν. Τὰ μὲν γὰρ τῷ παρόντι συγκαταλύεται βίῳ, τὰ δὲ ἐν τῷ ἀπείρῳ αἰῶνι τέλος οὐκ ἔχει· καὶ τὰ μὲν παροδεύει πρόσκαιρα ὄντα, τὰ δὲ παραμένει διηνεκῶς ἀγήρατα συνυπάρχοντα. Ὅπερ καὶ ἀλλαχοῦ τοῦτο αὐτὸ αἰνιττόμενος  ἔλεγε·  Τὸ γὰρ παραυτίκα ἐλαφρὸν  τῆς θλίψεως·  τῇ ποσότητι τὴν ποιότητα ὑποτεμνόμενος,  καὶ τῷ χρόνῳ τὸ φορτικὸν  παραμυθούμενος. Ἐπειδὴ γὰρ τῇ φύσει βαρέα καὶ φορτικὰ ἦν τὰ τότε συμβαίνοντα, τῷ προσκαίρῳ τὸ φορτικὸν  αὐτῶν ὑποτέμνεται, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν   αἰώνιον   βάρος  δόξης   κατεργάζεται   ἡμῖν,   μὴ  σκοπούντων   ἡμῶν   τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια.  Καὶ πάλιν  ἀνάγων  αὐτοὺς  εἰς τὴν  ἔννοιαν  τοῦ μεγέθους  τῶν  τότε  ἀγαθῶν, αὐτὴν εἰσάγει τὴν κτίσιν ὀδυνωμένην  καὶ συστενάζουσαν ἐπὶ τοῖς παροῦσι μοχθηροῖς, καὶ σφόδρα ἐπιθυμοῦσαν  τὰ μέλλοντα,  ὡς πάνυ ὄντα χρηστὰ, λέγων  οὕτω· Καὶ γὰρ ἡ κτίσις  συστενάζει  καὶ  συνωδίνει  ἄχρι  τοῦ  νῦν.  Τίνος  ἕνεκεν  στενάζει; τίνος  ἕνεκεν ὠδίνει;  Τὰ μέλλοντα  ἐκεῖνα  προσδοκῶσα ἀγαθὰ  καὶ ἐπιθυμοῦσα  τὴν  ἐπὶ τὸ βέλτιον μεταβολήν.  Καὶ γὰρ καὶ αὐτὴ, φησὶν, ἡ κτίσις ἐλευθερωθήσεται  ἀπὸ τῆς δουλείας τῆς φθορᾶς  εἰς τὴν  ἐλευθερίαν  τῆς δόξης τῶν  τέκνων  τοῦ Θεοῦ. Ὅταν δὲ ἀκούσῃς, ὅτι στενάζει καὶ ὠδίνει, μὴ λογικὴν εἶναι νόμιζε, ἀλλὰ μάνθανε τῆς Γραφῆς τὸ εἶδος. Ὅταν γὰρ βούληται ὁ Θεὸς μέγα καὶ χρηστὸν ἀναγγεῖλαι  τοῖς ἀνθρώποις  διὰ τῶν προφητῶν, καὶ αὐτὰ τὰ ἄψυχα αἰσθάνεσθαι ποιεῖ τῶν γινομένων θαυμάτων τὸ μέγεθος· οὐκ ἐπειδὴ αἰσθάνεσθαι τὴν κτίσιν φαμὲν, ἀλλ' ἵνα τῶν θαυμάτων τὸ μέγεθος παραστῆσαι δυνηθῇ ἐκ τῶν  συμβαινόντων  τοῖς  ἀνθρώποις.  Τοῦτο δὴ καὶ ἡμῖν  ἔθος λέγειν,  ὅταν  τι τῶν ἀδοκήτων  συμβῇ, [ὅτι αὐτὴ ἡ πόλις ἐστύγνασεν, αὐτὸ τὸ ἔδαφος σκυθρωπὸν ἐγένετο·] καὶ ἐπὶ τῶν φοβερῶν δὲ ἀνθρώπων  καὶ θηριώδη θυμὸν ἐχόντων  τοῦτο αὐτὸ εἴποι τις ἄν· ὅτι αὐτὰ τὰ θεμέλια διέσεισεν, αὐτοὶ οἱ λίθοι αὐτὸν ἐτρόμαξαν· οὐκ ἐπειδὴ ὄντως οἱ λίθοι τοῦτον ἐτρόμαξαν, ἀλλ' ἵνα τὴν ὑπερβολὴν τῆς θηριώδους καρδίας αὐτοῦ καὶ τὸν θυμὸν   παραστῆσαι  δυνηθῶσι.   ∆ιὰ  δὴ  τοῦτο   καὶ     θαυμάσιος   προφήτης   ∆αυῒδ  ἀπαγγέλλων  τὰ  ἀγαθὰ  τὰ  τοῖς  Ἰουδαίοις  συμβάντα,  καὶ  τὴν  ἡδονὴν  τὴν  ἐκ  τῆς ἐλευθερίας Αἰγύπτου ἐγγινομένην αὐτοῖς, ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκλαοῦ βαρβάρου, ἐγενήθη  Ἰουδαία  ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ· ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν,  ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ  ὡς ἀρνία προβάτων,  ἀπὸ προσώπου Κυρίου. Καὶ τοῦτο οὐδαμοῦ γενόμενον  ἤκουσέ τις. Ἡ μὲν γὰρ θάλασσα, καὶ ὁ Ἰορδάνης  ἀνεστράφη  εἰς τὰ ὀπίσω προστάγματι τοῦ Θεοῦ· τὰ δὲ ὄρη καὶ οἱ βουνοὶ οὐκ ἐσκίρτησαν· ἀλλ', ὅπερ ἔφθην εἰπὼν, τὴν  ὑπερβολὴν  τῆς ἡδονῆς  παραστῆσαι βουλόμενος,  καὶ τὴν  ἄνεσιν  τὴν  ἐκ τῆς τῶν Αἰγυπτίων κακώσεως ὑπηργμένην  αὐτοῖς, καὶ αὐτὰ τὰ ἄψυχα σκιρτᾷν ἔλεγε καὶ πηδᾷν ἐπὶ τοῖς συμβεβηκόσιν αὐτοῖς χρηστοῖς· ὡς ὅταν τι καὶ λυπηρὸν ἀπαγγεῖλαι βούληται ἐξ ἡμετέρας ἁμαρτίας τικτόμενον, φησίν· Πενθήσει οἶνος, πενθήσει καὶ ἄμπελος· καὶ ἀλλαχοῦ·  Ὁδοὶ Σιὼν  πενθοῦσιν·  ἀλλὰ  καὶ δακρύειν  τὰ ἀναίσθητα  λέγει·  Τεῖχος γὰρ θυγατρὸς Σιὼν, κατάγαγε  δάκρυα, φησί· καὶ αὐτὴν δὲ τὴν γῆν, καὶ Ἰουδαίαν  πενθεῖν λέγει  καὶ μεθύειν  τῇ λύπῃ  οὐχ ὡς τῶν  στοιχείων  αἰσθανομένων  τούτων,  ἀλλ' ὅπερ ἔφθην    εἰπὼν,    ἕκαστος   τῶν   προφη τῶν   τὴν   ὑπερβολὴν    τῶν   ἐκ   Θεοῦ χορηγουμένων    ἡμῖν   ἀγαθῶν,   καὶ   τῶν   τιμωριῶν   τῶν   ἐκ  τῆς   ἡμετέρας   κακίας ἐπαγομένων  ἡμῖν  παραστῆσαι θέλων·  διὸ δὴ καὶ ὁ μακάριος  Παῦλος καὶ αὐτὸς  τὴν κτίσιν εἰσάγει στενάζουσαν καὶ ὀδυνωμένην,  ἵνα τὸ μέγεθος τῶν δωρεῶν τοῦ Θεοῦ τῶν μετὰ ταῦτα διαδεξομένων ἡμᾶς παραστῆσαι δυνηθῇ.

γʹ. Ἀλλὰ  ταῦτα  πάντα,  φησὶν,  ἐν  ἐλπίσιν·  ὁ δὲ μικρόψυχος  καὶ  ταλαίπωρος ἄνθρωπος, καὶ νῦν τῆς εἰδωλολατρείας  ἀπαλλαγεὶς, καὶ οὐκ εἰδὼς περὶ τῶν μελλόντων φιλοσοφεῖν,  οὐ σφόδρα τούτοις διορθοῦται τοῖς λόγοις, ἀλλὰ ζητεῖ καὶ ἐν τῷ παρόντι καιρῷ  εὑρέσθαι τινὰ  παραμυθίαν.  ∆ιὰ δὴ τοῦτο  καὶ ὁ σοφὸς οὗτος  διδάσκαλος,  καὶ πάντα εἰδὼς, οὐκ ἀπὸ τῶν μελλόντων μόνον παραμυθεῖται ἀγαθῶν, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων  ἀλείφει  χρηστῶν.  Καὶ πρῶτον  μὲν  τὰ ὑπηργμένα  προλέγει  τῇ οἰκουμένῃ ἀγαθὰ, τὰ οὐκ ἐν ἐλπίσι καὶ προσδοκίᾳ, ἀλλ' ἐν πείρᾳ καὶ ἀπολαύσει γενόμενα ἅπερ καὶ τῶν μελλόντων καὶ ἐλπιζομένων  μεγίστη καὶ σαφεστάτη ἀπόδειξίς ἐστι, καὶ πολὺν περὶ πίστεως  κατατείνας  τὸν  λόγον,  καὶ  τοῦ  πατριάρχου  Ἀβραὰμ μνημονεύσας  καὶ  τῆς φύσεως  ἀπαγορευούσης  τοῦ  πατέρα  αὐτὸν  ἔσεσθαι,  ἤλπισε  καὶ  προσεδόκησε,  καὶ ἐπείσθη ἔσεσθαι, διὸ καὶ ἐγένετο,  κἀκεῖθεν  ἀνάγων  εἰς τὸ μὴ δεῖν  ποτε εἰς τὴν  τῶν λογισμῶν   καταπίπτειν   ἀσθένειαν,   ἀλλὰ   τῷ   μεγέθει   τῆς  πίστεως   ὀρθοῦσθαι  καὶ διανίστασθαι καὶ ὑψηλὰ φρονεῖν· μετὰ ταῦτα λέγει καὶ τῶν ὑπηργμένων  τὸ μέγεθος. Τί δὲ τοῦτό ἐστιν; Ὅτι τὸν Υἱὸν, φησὶ, τὸν μονογενῆ, τὸν γνήσιον, τὸν ἀγαπητὸν, τοῦτον ὁ Θεὸς ὑπὲρ ἡμῶν  τῶν  ἀγνωμόνων ἔδωκεν  οἰκετῶν,  καὶ  τοὺς  μυρίοις  βεβαρημένους ἁμαρτήμασι, καὶ τοσούτοις  φορτίοις  πιεζομένους  πλημμελημάτων, οὐχὶ  τῶν ἁμαρτημάτων  ἀπήλλαξε  μόνον,  ἀλλὰ  καὶ δικαίους  εἰργάσατο, οὐδὲν  φορτικὸν,  οὐδὲ ἐπίπονον  ἐπιτάξας, οὐδὲ ἐπαχθὲς, ἀλλὰ πίστιν ζητήσας παρ' ἡμῶν μόνον, καὶ δικαίους ἐποίησε καὶ ἁγίους κατεσκεύασε, καὶ υἱοὺς Θεοῦ ἀπέφηνε, καὶ βασιλείας κληρονόμους ἀπέδειξε,  καὶ τοῦ Μονογενοῦς  συγκληρονόμους  ἀπειργάσατο, καὶ ἀνάστασιν ἐπηγγείλατο, καὶ ἀφθαρσίαν σωμάτων, καὶ λῆξιν μετὰ ἀγγέλων, πάντα λόγον καὶ νοῦν ὑπερβαίνουσαν, καὶ τὴν ἐν οὐρανοῖς διατριβὴν, καὶ τὴν μετ' αὐτοῦ ὁμιλίαν  καὶ ἁγίου Πνεύματος ἐντεῦθεν  ἤδη χάριν ἐξέχεε, καὶ τῆς τοῦ διαβόλου κατοχῆς ἡμᾶς ἀπήλλαξε, καὶ  τῶν  δαιμόνων   ἡμᾶς  ἐῤῥύσατο,  καὶ  τὴν  ἁμαρτίαν  κατέλυσε,  καὶ  τὴν  κατάραν ἠφάνισε, καὶ ᾅδου πύλας συνέκλασε, καὶ τὸν παράδεισον ἠνέῳξεν,  οὐκ ἄγγελον,  οὐκ ἀρχάγγελον,  ἀλλ' αὐτὸν ἀπέστειλε τὸν Μονογενῆ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, ὥς φησι διὰ τοῦ προφήτου· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Ταῦτα οὐ μυρίων  στεφάνων  λαμπρότερα; ὅτι ἡγιάσθημεν;  ὅτι ἐδικαιώθημεν; ὅτι διὰ πίστεως; ὅτι τοῦ μονογενοῦς  Υἱοῦ τοῦ Θεοῦ ἐξ οὐρανῶν  κατελθόντος  ὑπὲρ ἡμῶν; ὅτι τοῦ Πατρὸς τὸν ἀγαπητὸν  αὐτοῦ δεδωκότος δι' ἡμᾶς; ὅτι Πνεῦμα ἅγιον ἐδεξάμεθα; ὅτι μετ' εὐκολίας  ἁπάσης; ὅτι  χάριτος  ἀφάτου  καὶ  δωρεᾶς  ἀπελαύσαμεν;  Ταῦτα τοίνυν εἰπὼν,  καὶ διὰ μικρῶν  ῥημάτων  ἅπαντα  δηλώσας,  πάλιν  εἰς τὴν  ἐλπίδα  τὸν λόγον κατέλυσεν. Εἰπὼν γὰρ, ∆ικαιωθέντες  οὖν ἐκ πίστεως, εἰρήνην  ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ τὴν προσαγωγὴν  ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, ἐπήγαγε· Καὶ καυχώμεθα ἐπὶ τῇ ἐλπίδι τῆς δόξης  τοῦ  Θεοῦ. Ἐπεὶ  οὖν  εἶπε  τὰ  μὲν  γεγενημένα,   τὰ  δὲ  μέλλοντα·  τὸ  μὲν  γὰρ δικαιωθῆναι,  καὶ τὸ τὸν Υἱὸν ὑπὲρ ἡμῶν σφαγῆναι, καὶ τὸ δι' αὐτοῦ τῷ Πατρὶ προσαχθῆναι,    καὶ   τὸ   χάριτος    ἀπολαῦσαι,   καὶ   δωρεᾶς,   καὶ   τὸ   ἁμαρτημάτων ἀπαλλαγῆναι,  καὶ τὸ εἰρήνην ἔχειν πρὸς τὸν Θεὸν, καὶ τὸ ἁγίου Πνεύματος μετασχεῖν, ταῦτα γεγενημένων ἐστί· τὰ δὲ μέλλοντα  ἦν, ἡ δόξα ἐκείνη ἡ ἀπόῤῥητος· ὃ καὶ αὐτὸ ἐπήγαγε, λέγων· Ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα  ἐπὶ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ· ἡ δὲ ἐλπὶς, ὥσπερ ἔφθην  εἰπὼν, οὐ σφόδρα ἱκανὴ τὸν μικρόψυχον  ὀρθῶσαι καὶ ἀναστῆσαι ἀκροατήν· ὅρα τί ποιεῖ  πάλιν,  καὶ θέασαι τὴν  εὐτονίαν  Παύλου, καὶ τὴν  φιλόσοφον γνώμην.  Ἀπὸ  γὰρ  αὐτῶν  τῶν  δοκούντων   λυπεῖν  καὶ  θορυβεῖν  καὶ  ταράττειν  τὸν ἀκροατὴν, ἀπ' αὐτῶν  τούτων  ἀναπλέκει  τῆς παρακλήσεως  καὶ τοῦ καυχήματος  τοὺς στεφάνους. Ἐπειδὴ γὰρ ταῦτα πάντα κατέλεξε, λοιπὸν  ἐπάγει λέγων· Οὐ μόνον ταῦτα λέγω, ἅπερ εἶπον, φησὶν, οἷον τὸ, ὅτι ἡγιάσθημεν, ὅτι ἐδικαιώθημεν, ὅτι διὰ τοῦ Μονογενοῦς, ὅτι χάριτος ἀπηλαύσαμεν, ὅτι εἰρήνης, ὅτι δωρεᾶς, ὅτι ἁμαρτημάτων ἀφέσεως,  ὅτι  Πνεύματος  ἁγίου  κοινωνίας,  ὅτι  μετ' εὐκολίας  ἁπάσης, ὅτι  καὶ  χωρὶς μόχθων, καὶ χωρὶς ἱδρώτων, ὅτι πίστει μόνῃ, ὅτι τὸν Υἱὸν ἔπεμψε τὸν μονογενῆ, ὅτι τὸ μὲν ἔδωκε, τὸ δὲ ἐπηγγείλατο,  δόξαν ἄῤῥητον, ἀφθαρσίαν, σωμάτων ἀνάστασιν, λῆξιν ἀγγελικὴν,  τὴν μετὰ Χριστοῦ διαγωγὴν,  τὴν ἐν οὐρανοῖς διατριβήν· ταῦτα γὰρ ἅπαντα παρέστησεν ἐν τῷ  εἰπεῖν,  Καὶ καυχώμεθα  ἐπ' ἐλπίδι  τῆς δόξης τοῦ Θεοῦ. Οὐ τοίνυν ταῦτα λέγει μόνον τὰ γενόμενα  καὶ τὰ ἐσόμενα, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦντα  εἶναι ἐν ἀνθρώποις  λυπηρὰ, τὰ δικαστήρια λέγω,  τὰς ἀπαγωγὰς,  τοὺς θανάτους,  τὰς ἀπειλὰς, τοὺς λιμοὺς, τὰς βασάνους, τὰ τήγανα,  τὰς καμίνους,  τὴν λεηλασίαν, τοὺς πολέμους, τὰς πολιορκίας.  τὰς μάχας, τὰς στάσεις, τὰς φιλονεικίας,  καὶ ταῦτα τίθησιν  ἐν τάξει δωρεᾶς καὶ κατορθωμάτων.  Οὐ γὰρ ἐπ' ἐκείνοις μόνοις τοῖς εἰρημένοις χαίρειν δεῖ καὶ γεγηθέναι,  ἀλλὰ  καὶ  ἐν  τούτοις  καυχᾶσθαι  χρὴ,  ὡς  ὅταν  λέγῃ·  Νῦν χαίρω  ἐν  τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων  τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Εἶδες ψυχὴν εὔτονον, καὶ γνώμην ὑψηλὴν, καὶ φρόνημα ἀπερίτρεπτον, οὐκ ἐπὶ τοῖς στεφάνοις καλλωπιζόμενον μόνον, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀγωνίσμασιν ἐνηδυνόμενον; οὐκ ἐπὶ ταῖς ἀμοιβαῖς χαίροντα, ἀλλὰ καὶ ἐπὶ τοῖς παλαίσμασιν ἐναβρυνόμενον;   οὐκ  ἐπὶ  ταῖς  ἀντιδόσεσιν  εὐφραινόμενον,   ἀλλὰ  καὶ  ἐν  αὐτῷ  τῷ παγκρατίῳ  καυχώμενον; Μὴ γάρ  μοι  λέγε  τὴν  βασιλείαν  τῶν  οὐρανῶν,  μηδὲ  τοὺς στεφάνους ἐκείνους τοὺς ἀκηράτους, μηδὲ τὰ βραβεῖα, ἀλλ' αὐτὰ τὰ παρόντα, τὰ θλίψιν ἔχοντα καὶ μόχθον καὶ ταλαιπωρίαν  πολλήν· ταῦτα εἰς μέσον ἄγε, καὶ δυνήσομαι δεῖξαι, ὅτι ἐπὶ τούτοις καυχᾶσθαι δεῖ μᾶλλον  μειζόνως. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἀγώνων  τὰ μὲν πα51.162 λαίσματα  τὸν  πόνον  ἔχει, ὁ δὲ στέφανος  τὴν  ἡδονήν· ἐνταῦθα  δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πρὸ τῶν στεφάνων  αὐτὰ τὰ παλαίσματα πολὺ φέρει τὸ καύχημα. Καὶ ἵνα μάθητε ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἀναλογίσασθε ἕκαστον τῶν ἁγίων  τῶν  ἐφ' ἑκάστης γενεᾶς, ὥς φησιν· Ὑπόδειγμα λάβετε, ἀδελφοὶ,  τῆς κακοπαθείας  καὶ τῆς ὑπομονῆς,  τοὺς προφήτας,  οἱ ἐλάλησαν  τὸν λόγον  ἐν ὀνόματι  Κυρίου. Ἀλλὰ γὰρ καὶ οὗτος ὁ νῦν  ἡμῖν  τὸν  ἀγῶνα  τοῦτον  προτείνας.  καὶ τὸ παρὸν πνευματικὸν  θέατρον συγκροτήσας, Παῦλον  λέγω,  μετὰ τὸ τὰς  μυρίας  αὐτὸν  ἐκείνας  ἑκάστου τῶν  ἁγίων καταλέξαι ταλαιπωρίας, ἃς μηδὲ ῥᾴδιον νῦν κατὰ λόγον διεξιέναι, ἐπάγει λέγων· Περιῆλθον  ἐν  μηλωταῖς,  ἐν  αἰγείοις  δέρμασιν,  ὑστερούμενοι,  θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, καὶ ἐπὶ τούτοις πᾶσιν ἀγαλλόμενοι. Τοῦτο δὲ αὐτὸ ἴδοι τις ἂν, ὅτε μετὰ τὴν φυλακὴν καὶ τὰς λοιδορίας μαστιχθέντες ἀπηλαύνοντο, τί φησιν;   Οἱ  μὲν   οὖν   ἐπορεύοντο   χαίροντες   ἀπὸ   προσώπου   τοῦ   συνεδρίου,   ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι.

δʹ. Ἀλλὰ γὰρ καὶ ἐπὶ ἡμῶν  ταῦτα γέγονε·  καὶ εἰ βούλοιτό  τις, ἐνθυμηθήτω  ὃ λέγω,   ἐν  τῷ   καιρῷ  τῶν   διωγμῶν   οἷα  συνέβαινεν.   Εἰσῄει  παρθένος   ἁπαλὴ   καὶ ἀπειρόγαμος,   κηροῦ   μαλακώτερον   ἔχουσα   σῶμα·   εἶτα   τῷ   ξύλῳ   προσηλωθεῖσα πάντοθεν, διωρύττετο τὰς πλευρὰς καταξεομένη, καὶ κατεῤῥεῖτο τῷ αἵματι, καὶ καθάπερ νυμφευομένη  μᾶλλον καὶ ἐν παστάδι καθημένη, οὕτω μετ' εὐνοίας ἔφερε τὰ γινόμενα διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν αὐτοῖς τοῖς ἀγῶσι στεφανουμένη. Ἐννόησον ἡλίκον ἦν ἰδεῖν τύραννον μετὰ στρατοπέδων καὶ ξιφῶν ἠκονημένων καὶ ὅπλων τοσούτων ἀπὸ μιᾶς  κόρης  νικώμενον.   Ὁρᾷς  ὅτι  καὶ  αὐτὴ    θλίψις  καύχησιν  ἔχει  μεγίστην;  Καὶ μαρτυρεῖτε τοῖς λεγομένοις ὑμεῖς. Οὔπω γὰρ τῶν μαρτύρων ἀπολαβόντων  τὰς ἀμοιβὰς, οὐδὲ τὰ βραβεῖα καὶ τοὺς στεφάνους,  ἀλλ' εἰς κόνιν  διαλυθέντων καὶ τέφραν,  μετὰ πάσης προθυμίας συντρέχομεν εἰς τὰς ἐκείνων τιμὰς, καὶ θέατρον συγκροτοῦμεν πνευματικὸν, καὶ ἀνακηρύττομεν  τούτους, καὶ στεφανοῦμεν αὐτοὺς διά τε τὰ τραύματα καὶ  τὸ  αἷμα,  διὰ  τὰς  βασάνους  καὶ  τὰς  πληγὰς,  διὰ  τὰς  θλίψεις  ἐκείνας  καὶ  τὰς στενοχωρίας·   οὕτω  καὶ  αὐταὶ  αἱ  θλίψεις   καύχημα  ἔχουσι  καὶ  πρὸ  τῆς  ἀμοιβῆς. Ἐννόησον  ἡλίκος   ἦν    Παῦλος  τότε  τὰ  δεσμωτήρια  οἰκῶν,   καὶ  εἰς  δικαστήρια ἐπαγόμενος,  πῶς  περίβλεπτος,  πῶς  λαμπρὸς,  καὶ  περιφανὴς  παρὰ  πᾶσιν  ἐφαίνετο, μάλιστα δὲ παρ' ὧν ἐπολεμεῖτο, καὶ ἐπεβουλεύετο. Καὶ τί λέγω, ἀνθρώποις περίβλεπτος, ὅπου γε καὶ τοῖς δαίμοσι τότε μᾶλλον ἦν φοβερὸς, ὅτε ἐμαστίζετο; Ὅτε δὲ ἐδεσμεῖτο, ὅτε ἐναυάγει,   τότε   τὰ   μέγιστα   εἰργάζετο   σημεῖα,   τότε   μειζόνως   περιεγένετο    τῶν ἀντικειμένων δυνάμεων. Εἰδὼς οὖν καλῶς τὸ ἀπὸ τῶν θλίψεων τούτων προσγινόμενον τῇ ψυχῇ κέρδος, ἔλεγεν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι· εἶτα ἐπάγει· ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν παθήμασιν, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο καὶ πρός τινας ἐν Κορίνθῳ διατρίβοντας, καὶ πρὸς   τούτους   ἀποτεινόμενος    μεγαλοφρονοῦντας ἐφ'  ἑαυτοῖς,   τῶν   δὲ   λοιπῶν καταψηφιζομένους,    τὸν   χαρακτῆρα   τῆς   Ἐπιστολῆς   ἀπογράφων,   ἀνάγκην   ἔσχεν ἐντεῦθεν  τῶν  καθ' ἑαυτὸν  κατορθωμάτων  συνθεῖναι  ἡμῖν τὴν εἰκόνα, καὶ τοῦτο οὐκ ἀπὸ τῶν σημείων, οὐκ ἀπὸ τῶν θαυμάτων,  οὐκ ἀπὸ τῆς τιμῆς, οὐκ ἀπὸ τῆς ἀνέσεως, ἀλλ' ἀπὸ τῶν δεσμωτηρίων, καὶ τῶν δικαστηρίων, καὶ τοῦ λιμοῦ, καὶ τοῦ ψύχους, καὶ τῶν   πολέμων,   καὶ  τῶν   ἐπιβουλῶν,   οὕτω  λέγων   αὐτοῖς·  ∆ιάκονοι  Χριστοῦ  εἰσι· παραφρονῶν  λαλῶ,  ὑπὲρ ἐγώ·  καὶ  δεικνὺς  τὸ, Ὑπὲρ, καὶ  τὴν  ὑπεροχὴν,  φησίν·  Ἐν κόποις  περισσοτέρως,  ἐν  πληγαῖς   ὑπερβαλλόντως,   ἐν  φυλακαῖς   περισσοτέρως,  ἐν θανάτοις  πολλάκις,  καὶ τὰ ἑξῆς· Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁρᾷς αὐτὸν ἐν τούτοις μᾶλλον μειζόνως καυχώμενον,  ἢ ἐπὶ λαμπροῖς στεφάνοις ἐγκαλλωπιζόμενον, καὶ διὰ τοῦτο λέγοντα· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα  ἐν ταῖς θλίψεσι; Τί δέ ἐστι τὸ, Οὐ μόνον; Οὐ μόνον,  φησὶν,  οὐκ ἐκκακοῦμεν  θλιβόμενοι  καὶ  ταλαιπωροῦντες, ἀλλ' ὡς ἐπὶ μείζονι προκόπτοντες  τιμῇ καὶ δόξῃ, καυχώμεθα μᾶλλον ἐπὶ τοῖς συμβαίνουσι θλιβεροῖς. Εἶτα, ἐπειδὴ δόξαν ἔφησεν εἶναι μεγίστην καὶ καύχημα ἀπὸ τῶν θλίψεων  καὶ καλλωπισμόν· ἡ δὲ δόξα εὔδηλον ὅτι καὶ ἡδονὴν ἔχει· ὅπου γὰρ ἡδονὴ, πάντως  ὅτι καὶ δόξα, ὅπου δὲ δόξα τοιαύτη, πάντως  καὶ ἡδονή· ἐπειδὴ τοίνυν ἔδειξε λαμπρὸν  καὶ περιφανὲς  τὸ θλίβεσθαι  καὶ ποιοῦν  καλλωπίζεσθαι,  λέγει  ἕτερον αὐτοῦ κατόρθωμα  μέγιστον,  καὶ καρπὸν  μέγιστόν  τινα  καὶ παράδοξον.  Τίς δὲ οὗτός ἐστιν, ἴδωμεν. Εἰδότες οὖν, φησὶν, ὅτι ἡ θλίψις ὑπομονὴν  κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Τί ἐστίν· Εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται; Τοῦτο μέγιστον ἔχει τὸν καρπὸν, ἰσχυρότερον ποιεῖ τὸν θλιβόμενον τοῦτο. Καθάπερ γὰρ τῶν δένδρων τὰ μὲν σκιατροφούμενα καὶ ἐν ἀπηνέμοις ἑστηκότα χωρίοις, εὐθαλοῦντα  τῇ ἰδέᾳ, μαλακώτερα γίνεται  καὶ χαῦνα, πάσῃ ἀνέμων προσβολῇ  ταχέως  βλαπτόμενα·  τὰ  δὲ ἐν  κορυφαῖς  ὀρέων  ὑψηλοτέροις  ἑστῶτα,  καὶ πολλοῖς καὶ μεγάλοις ῥιπιζόμενα τοῖς ἀνέμοις, καὶ ἀνωμαλίαν  ἀέρων συνεχῆ φέροντα, καὶ  χαλεπωτάτῃ   ζάλῃ  κλονούμενα,   καὶ  χιόνι   πολλῇ  βαλλόμενα,  σιδήρου  παντὸς ἰσχυρότερα μᾶλλον καθέστηκε· καὶ σώματα δὲ ὁμοίως τὰ πολλαῖς καὶ ποικίλαις ἡδοναῖς συστρεφόμενα, καὶ μαλακοῖς  ἱματίοις  κοσμούμενα, καὶ συνεχέσι λουτροῖς  καὶ μύροις κεχρημένα,  καὶ  πολυειδέσι  τροφαῖς  ὑπὲρ   τὴν  χρείαν  τρυφῶντα,  παντάπασιν ἄχρηστα πρὸς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶτας καὶ πόνους καθίστανται, κολάσεως ὄντα μεγίστης ὑπεύθυνα·  οὕτω δὴ καὶ ψυχαὶ, αἱ μὲν τὸν ἀταλαίπωρον  βίον μετιοῦσαι, καὶ ἀνέσεως γέμουσαι, καὶ τὸ ἡδέως διακεῖσθαι πρὸς τὰ παρόντα, καὶ τὸν ἀνάλγητον  τοῦ διὰ τὴν βασιλείαν θλίβεσθαι κατὰ τοὺς ἁγίους ἅπαντας προτιμῶσαι βίον, κηροῦ παντὸς μαλακώτεραι μᾶλλον καὶ ἀσθενέστεραι καθιστάμεναι, αἰωνίου πυρὸς κατάβρωμα πρόκεινται· αἱ δὲ κινδύνοις  καὶ πόνοις  καὶ ταλαιπωρίαις  τῆς διὰ τὸν  Θεὸν θλίψεως ἐπιδεδομέναι, καὶ ἐν αὐταῖς συστρεφόμεναι, αὐτοῦ τοῦ σιδήρου ἢ τοῦ ἀδάμαντος στεῤῥότεραι  καὶ  γενναιότεραι   μᾶλλόν  εἰσιν  ἐκ  τοῦ  συνεχῶς  πάσχειν  κακῶς,  τοῖς ἐπιοῦσιν ἀχείρωτοι  καθιστάμεναι, καὶ ἕξιν τινὰ προσλαβοῦσαι ὑπομονῆς καὶ ἀνδρείας ἀκαταμάχητον.  Καὶ καθάπερ οἱ μὲν πρῶτον νηὸς ἐπιβάντες  ναυτιῶσί τε καὶ ἰλιγγιῶσι, ταραττόμενοι  καὶ θορυβούμενοι  ἀηδίᾳ καὶ σκοτοδινίᾳ  κατεχόμενοι· οἱ δὲ πολλὰ  καὶ μακρὰ  διαβάντες   πελάγη,   καὶ  μυρίων   κυμάτων   κατατολμήσαντες,   καὶ  ναυαγίων συνεχῶν ἀνασχόμενοι, μετὰ τοῦ θαῤῥεῖν ἅπτονται τῆς τοιαύτης ἀποδημίας· οὕτω δὴ καὶ ἡ ψυχὴ πολλοὺς ὑπομείνασα πειρασμοὺς, καὶ μεγάλας θλίψεις  ἀνασχομένη, ἐν μελέτῃ λοιπὸν   πόνων   καὶ   ἕξει   καρτερίας   καθίσταται,   οὐχ   ὑπάρχουσα   ψοφοδεὴς,   οὐδὲ εὐπτόητος, οὐδὲ ταραττομένη τοῖς προσπίπτουσι λυπηροῖς, ἀλλ' ἀπὸ τῆς συνεχοῦς γυμνασίας τῶν  συμβαινόντων,  καὶ τῆς πυκνῆς  μελέτης  τῶν  γινομένων,  μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα φέρουσα τὰ ἐπιόντα δεινά. Τοῦτο τοίνυν ὁ σοφὸς ἀρχιτέκτων  τῆς οὐρανίου πολιτείας δηλῶν, ἔλεγεν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν· ὅτι πρὸ τῆς βασιλείας καὶ τῶν οὐρανίων  στεφάνων  μέγιστον ἐντεῦθεν καρπούμεθα τὸν μισθὸν, ἀπὸ τοῦ συνεχῶς  θλίβεσθαι  καρτερικωτέρας  τῆς ψυχῆς  ἡμῶν  γινομένης,  καὶ τῶν λογισμῶν  ἰσχυροτέρων  κατασκευαζομένων.  Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, φέρωμεν  γενναίως  τὰ προσπίπτοντα  λυπηρὰ,  διά τε τὸ τῷ  Θεῷ δοκοῦν,  καὶ ἐπὶ  τῷ ἡμετέρῳ συμφέροντι, καὶ μὴ ἀλύωμεν, μήτε ἀναπίπτωμεν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ, ἀλλὰ καὶ μετὰ ἀνδρείας ἁπάσης ἱστάμενοι, εὐχαριστῶμεν τῷ Θεῷ διηνεκῶς ὑπὲρ πασῶν τῶν  εἰς ἡμᾶς τελουμένων  εὐεργεσιῶν, ἵνα καὶ τῶν παρόντων  ἀπολαύσωμεν  ἀγαθῶν, καὶ τῶν  μελλουσῶν  ἐπιτύχωμεν  δωρεῶν,  χάριτι  καὶ οἰκτιρμοῖς  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ καὶ  ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


14.Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, "Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν," καὶ περὶ ὑπομονῆς, καὶ ὅσον τῶν θλίψεων τὸ κέρδος.


αʹ. Ὡς διὰ μακροῦ τοῦ χρόνου πρὸς ὑμᾶς παραγενόμενος, οὕτω διάκειμαι σήμερον. Εἰ γὰρ καὶ οἴκοι καθειργμένος ἐτύγχανον διὰ τὴν τοῦ σώματος ἀῤῥωστίαν, ἀλλ' ὡς μακράν που ἀπῳκισμένος  τῆς ὑμετέρας ἀγάπης, οὕτω διεκείμην.  Ὁ γὰρ φιλεῖν εἰδὼς ἀκριβῶς, ὅταν μὴ ἐξῇ τῷ φιλουμένῳ συγγίνεσθαι, κἂν τὴν αὐτὴν πόλιν οἰκῇ, τῶν ἐν ἀλλοτρίᾳ διατριβόντων  οὐδὲν ἔλαττον διακείσεται. Καὶ τοῦτο ἴσασιν ὅσοι φιλεῖν  ἴσασι. Σύγγνωτε τοίνυν  ἡμῖν, παρακαλῶ· οὐ γὰρ ἀπὸ ῥᾳθυμίας ἡμῖν ὁ χωρισμὸς  οὗτος  γέγονεν,  ἀλλ' ἀσθενείας  σώματος ἦν  ἡ σιγή. Καὶ οἶδα  μὲν  ὅτι χαίρετε νῦν πάντες ὑμεῖς ὅτι ἀπεθέμεθα τὴν ἀῤῥωστίαν· ἐγὼ δὲ χαίρω, οὐχ ὅτι τὴν ἀῤῥωστίαν μόνον ἀπεθέμην, ἀλλ' ὅτι καὶ τὰ ποθούμενα ὑμῶν πρόσωπα πάλιν ὁρᾷν δύναμαι,  καὶ ἐντρυφᾷν  ὑμῶν  τῇ κατὰ Θεὸν ἀγάπῃ. Καὶ καθάπερ οἱ πολλοὶ  τῶν ἀνθρώπων,  μετὰ τὴν  ἀπαλλαγὴν  τῆς ἀῤῥωστίας, φιάλας  καὶ ποτήρια  καὶ ψυχρὰ νάματα ἐπιζητοῦσιν· οὕτως ἐμοὶ πάσης εὐφροσύνης ἡδυτέρα καθέστηκεν ἡ συνουσία ἡ ὑμετέρα, καὶ τοῦτό μοι καὶ ὑγιείας ὑπόθεσις, καὶ εὐφροσύνης ἀφορμή. Φέρε οὖν, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν ἀλλήλους ἀπελάβομεν, ἀποδῶμεν ὑμῖν τὸ χρέος τῆς ἀγάπης, εἴ γε ἔστιν ἀποδοθῆναι τοῦτό ποτε. Τοῦτο γὰρ μόνον τὸ ὄφλημα τέλος οὐκ ἐπίσταται· ἀλλ' ὅσῳ ἀποδίδοται, τοσούτῳ τὸ ὄφλημα ἐπιτείνεται·  καὶ καθάπερ ἐπὶ τῶν χρημάτων τοὺς μηδὲν ὀφείλοντας ἐπαινοῦμεν, οὕτως ἐνταῦθα τοὺς πολλὰ ὀφείλοντας μακαρίζομεν. ∆ιὰ τοῦτο καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος Παῦλος γράφων ἔλεγε· Μηδενὶ μηδὲν ὀφείλετε, ἀλλ' ἢ τὸ ἀγαπᾷν ἀλλήλους, βουλόμενος ἡμᾶς τοῦτο τὸ χρέος καὶ ἀεὶ ἀποδιδόναι,  καὶ ἀεὶ ὀφείλειν,  καὶ μηδέποτε  τὴν  ὀφειλὴν  ταύτην  καταλύειν, μέχρις ἂν τὴν παροῦσαν ζωὴν καταλύσωμεν. Ὥσπερ οὖν τὰ χρήματα ὀφείλειν, βαρὺ καὶ ἐπαχθὲς, οὕτω τὸ τὴν ὀφειλὴν  ταύτην μὴ ἀεὶ ὀφείλειν,  κατηγορίας ἄξιον. Καὶ ἵνα  μάθῃς  ὅτι  τοῦτο  οὕτως  ἔχει,  ἄκουε  τῆς  σοφίας  τοῦ  θαυμαστοῦ  τούτου διδασκάλου, ὅπως τὴν  παραίνεσιν  εἰσήγαγε. Πρότερον γὰρ εἰπών·  Μηδενὶ μηδὲν ὀφείλετε· τότε ἐπήγαγεν· Εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους· βουλόμενος πᾶσαν ἡμῶν τὴν ὀφειλὴν ἐνταῦθα κενοῦσθαι, καὶ τοῦτο τὸ χρέος θέλων ἀδιάλυτον μένειν διηνεκῶς.Τοῦτο  γάρ  ἐστι  μάλιστα   τὸ  συγκροτοῦν  καὶ  συσφίγγον  τὴν  ζωὴν  τὴν ἡμετέραν. Ἐπεὶ οὖν ἔγνωμεν  ὅσον τῆς ὀφειλῆς  ταύτης  τὸ κέρδος, καὶ ὅτι ἐν τῷ ἀποδίδοσθαι μᾶλλον αὔξεται, φέρε, καὶ ἡμεῖς τὴν ὀφειλὴν, ἣν ὀφείλομεν ὑμῖν, οὐκ ἀπὸ ῥᾳθυμίας οὐδὲ ἀπὸ ἀγνωμοσύνης  τινὸς,  ἀλλ' ἀπὸ τῆς  συμβάσης ἀῤῥωστίας, σήμερον, καθ' ὅσον οἷόν τε, ἐκτῖσαι σπουδάζωμεν, μικρά τινα διαλεχθέντες πρὸς τὴν ὑμετέραν   ἀγάπην,   ὑπόθεσιν   τῆς   διαλέξεως   ποιησάμενοι   αὐτὸν   τοῦτον   τὸν θαυμαστὸν τῆς οἰκουμένης διδάσκαλον· καὶ ἅπερ σήμερον γράφων Ῥωμαίοις διελέγετο, ταῦτα εἰς μέσον ἀγαγόντες  ἀναπολήσωμεν, καὶ διὰ μακροῦ τοῦ χρόνου τὴν ἑστίασιν τὴν πνευματικὴν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ. Τίνα δέ ἐστι τὰ ἀναγνωσθέντα, ἀναγκαῖον εἰπεῖν, ἵν' ὑπομνησθέντες τῶν εἰρημένων, μετὰ πλείονος τῆς εὐκολίας δέξησθε τὰ παρ' ἡμῶν λεγόμενα. Οἴδαμεν, φησὶν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Τί βούλεται αὐτὸ τοῦτο τὸ προοίμιον; Οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ φθέγγεται ἡ μακαρία αὕτη ψυχὴ, ἀλλὰ κατάλληλα  ἀεὶ τοῖς ὑποκειμένοις  πάθεσι προσάγει τὰ φάρμακα  τὰ  πνευματικά.  Τί οὖν  ἐστιν    φησιν;  Ἐπειδὴ  πολλοὶ  πανταχόθεν  οἱ πειρασμοὶ περιεστοιχίζοντο  τοὺς τότε τῇ πίστει προσιόντας, καὶ ἐπάλληλα  ἦν τὰ παρὰ τοῦ ἐχθροῦ μηχανήματα,  καὶ συνεχεῖς αἱ ἐπιβουλαὶ, καὶ οὐκ ἠρέμουν οἱ τῷ κηρύγματι   πολεμοῦντες,   τοὺς  μὲν  εἰς  δεσμωτήρια  ἐμβάλλοντες,   τοὺς  δὲ  εἰς ἀπαγωγὰς, τοὺς δὲ εἰς μυρία ἕτερα βάραθρα καθέλκοντες· διὰ τοῦτο καθάπερ στρατηγὸς ἄριστος, ὁρῶν μετὰ πολλοῦ θυμοῦ πνέοντα τὸν ἀντίπαλον, περιιὼν τοὺς οἰκείους πανταχόθεν διεγείρει, νευροῖ, ἀλείφει, θαρσαλεωτέρους καθίστησι, προθυμοτέρους  ποιεῖ  πρὸς  τὸ  τὰς  χεῖρας  ἀντᾶραι  κατὰ  τοῦ  πολεμίου,  καὶ  μὴ δεδοικέναι τὰς ἐκείνου καταδρομὰς, ἀλλὰ στεῤῥῷ τῷ φρονήματι ἐξ ἐναντίας ἱσταμένους   καὶ   αὐτὴν   αὐτοῦ   συγκόπτειν,   εἰ   οἷόν   τε,   τὴν   ὄψιν,   καὶ   μὴ καταπλήττεσθαι  τὴν πρὸς αὐτὸν ἀντίστασιν τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ μακάριος οὗτος, ἡ οὐρανομήκης ψυχὴ, διεγεῖραι βουλόμενος τῶν πιστῶν τὰ φρονήματα, καὶ κάτω  κείμενον,  ὡς  εἰπεῖν,  αὐτῶν  τὸν  λογισμὸν  ἀνορθῶσαι  ἐπειγόμενος,  οὕτως ἤρξατο λέγων·  Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα  συνεργεῖ εἰς ἀγαθόν. Ὁρᾷς τὴν σύνεσιν τὴν ἀποστολικήν; Οὐκ εἶπεν, Οἶδα, ἀλλ',  Οἴδαμεν, καὶ αὐτοὺς εἰς συγκατάθεσιν ἐφελκόμενος τῶν  λεγομένων,  ὅτι  τοῖς  ἀγαπῶσι τὸν  Θεὸν πάντα  συνεργεῖ εἰς ἀγαθόν.  Σκόπει ἀκρίβειαν ῥημάτων ἀποστολικῶν. Οὐκ εἶπεν, Οἱ ἀγαπῶντες  τὸν Θεὸν διαφεύγουσι τὰ δεινὰ, ἐλευθεροῦνται τῶν πειρασμῶν· ἀλλ', Οἴδαμεν, φησὶ, τουτέστι, πεπείσμεθα,πεπληροφορήμεθα, δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας τὰς ἀποδείξεις εἰλήφαμεν· Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.


βʹ. Πόσην οἴεσθε δύναμιν  ἔχειν  τὴν  βραχεῖαν ταύτην  λέξιν; Πάντα, φησὶ, συνεργεῖ εἰς ἀγαθόν· μὴ γάρ μοι τὰ χρηστὰ ἐνταῦθα εἴπῃς, μηδὲ τὴν ἄνεσιν καὶ τὴν ἄδειαν  μόνον  λογίσῃ,  ἀλλὰ  καὶ  τὰ  ἐναντία,  τὰ  δεσμωτήρια,  τὰς  θλίψεις,  τὰς ἐπιβουλὰς, τὰς καθημερινὰς ἐφόδους, καὶ τότε ὄψει μετὰ ἀκριβείας τοῦ ῥήματος τὴν δύναμιν. Καὶ ἵνα μὴ μακράν που ἀγάγω τὴν ὑμετέραν ἀγάπην, εἰ βούλεσθε, μικρά τινα  τῶν  τῷ  μακαρίῳ  τούτῳ  συμβάντων  εἰς  μέσον ἀγάγωμεν,  καὶ  ὄψεσθε τοῦ ῥήματος  τὴν  ἰσχύν.  Ἐπειδὴ  γὰρ  περιιὼν  πανταχοῦ,  σπείρων  τὸν  τῆς  εὐσεβείας λόγον, τὰς ἀκάνθας ἀνασπῶν, καὶ τὴν ἀλήθειαν ἐν τῇ ἑκάστου ψυχῇ καταφυτεύειν ἐπειγόμενος, γενόμενος κατά τινα πόλιν τῆς Μακεδονίας, καθὼς ὁ μακάριος Λουκᾶς, ὁ τὸ τῶν Πράξεων βιβλίον συνθεὶς, ἡμῖν διηγήσατο, παιδίσκην τινὰ πνεῦμα πονηρὸν ἔχουσαν, καὶ σιγᾷν οὐκ ἀνεχομένην,  ἀλλὰ περιιοῦσαν καὶ πανταχοῦ  καταδήλους αὐτοὺς διὰ τοῦ δαίμονος ποιεῖν βουλομένην, μετὰ πολλῆς τῆς ἐξουσίας, λόγῳ καὶ ἐπιτάγματι, καθάπερ τινὰ μαστιγίαν ἀπελάσας, ἠλευθέρωσεν ἐκείνην τοῦ πονηροῦ δαίμονος· δέον τοὺς τὴν πόλιν ἐκείνην οἰκοῦντας, ὡς εὐεργέτας λοιπὸν καὶ σωτῆρας βλέπειν  τοὺς ἀποστόλους, καὶ παντὶ  θεραπείας  τρόπῳ  περὶ αὐτοὺς  χρησαμένους ἀμείψασθαι τῆς τοσαύτης εὐεργεσίας, οἱ δὲ τοῖς ἐναντίοις  ἀμείβονται. Καὶ ἄκουε τίσιν αὐτοῖς ἀμείβονται. Ἰδόντες, φησὶν, οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσήγαγον αὐτοὺς τοῖς στρατηγοῖς, καὶ πολλὰς ἐπιθέντες ἐκείνοις πληγὰς, ἔβαλον εἰς φυλακὴν,  παραγγείλαντες  τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς.Εἴδετε πονηρίας ὑπερβολὴν τῶν τὴν πόλιν  ἐκείνην  οἰκούντων;  εἴδετε τῶν ἀποστόλων ὑπομονὴν καὶ καρτερίαν; Μικρὸν ἀναμείνατε, καὶ ὄψεσθε καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν.  Σοφὸς γὰρ ὢν καὶ εὐμήχανος, οὐκ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις λύει τὰ δεινὰ, ἀλλ' ὅταν αὐξηθῇ πάντα τὰ παρὰ τῶν ἐναντίων,  καὶ δειχθῇ διὰ τῶν πραγμάτων   τῶν   αὐτοῦ   ἀθλητῶν      ὑπομονὴ,   τότε   καὶ   τὴν   οἰκείαν   ῥοπὴν ἐπιδείκνυται· ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι διὰ τοῦτο ἐπιπηδῶσι τοῖς κινδύνοις, διὰ τὸ θαῤῥεῖν  ὅτι  οὐδὲν  ἀηδὲς  πείσονται.  ∆ιά τοι  τοῦτό  τινας  μὲν  καὶ  ἐναφίησι  τοῖς δεινοῖς,  ἀποῤῥήτῳ τινὶ  σοφίᾳ χρώμενος,  τινὰς  δὲ καὶ ἐξαρπάζει, ἵνα διὰ πάντων μάθῃς αὐτοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν,  καὶ ὅτι μείζους αὐτοῖς τὰς ἀμοιβὰς ταμιευόμενος, συγχωρεῖ πολλάκις  ἐπιτείνεσθαι  τὰ δεινά. Οὕτως οὖν καὶ ἐνταῦθα ποιεῖ.  Μετὰ  γὰρ  τὴν  τοσαύτην  θαυματουργίαν  καὶ  τὴν  εὐεργεσίαν,  ἣν ἐπεδείξαντο ἀπελάσαντες τὸν ἀναίσχυντον ἐκεῖνον δαίμονα, συνεχώρησε καὶ μαστιχθῆναι  καὶ εἰς δεσμωτήριον ἐμβληθῆναι. Ἐντεῦθεν γὰρ μάλιστα διεδείκνυτο καὶ ἡ τοῦ Θεοῦ δύναμις. ∆ιὸ καὶ ὁ μακάριος οὗτος ἔλεγεν· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμοὶ ἡ δύναμις τοῦ Χριστοῦ. Καὶ πάλιν· Ὅταν   ἀσθενῶ,   τότε   δυνατός   εἰμι,   ἀσθένειαν   τοὺς   πειρασμοὺς  λέγων   τοὺς ἐπαλλήλους. Ἀλλ' ἴσως ἄν τις διαπορήσειεν ἐνταῦθα, τίνος ἕνεκεν ἀπήλασαν τὸν δαίμονα οὐδὲν ἐναντίον αὐτοῖς λέγοντα, ἀλλὰ μᾶλλον καὶ καταδήλους αὐτοὺς ποιοῦντα· ἐπὶ πολλὰς γὰρ ἡμέρας ἐβόα λέγων,  ὅτι Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Μὴ ξενισθῇς, ἀγαπητέ· καὶ τοῦτο γὰρ τῆς συνέσεως ἦν τῆς ἀποστολικῆς καὶ τῆς τοῦ Πνεύματος χάριτος. Εἰ γὰρ καὶ μηδὲν αὐτοῖς ἐναντίον  ἔλεγεν, ἀλλ' ἵνα μὴ ἐντεῦθεν ἀξιόπιστος γενόμενος ὁ δαίμων, καὶ ἐν τοῖς ἄλλοις ὑποσύρειν δύνηται τοὺς ἀφελεστέρους, διὰ τοῦτο ἐπιστομίσας αὐτὸν ἀπήλασεν, οὐ συγχωρήσας αὐτῷ τὰ ὑπὲρ τὴν ἀξίαν φθέγγεσθαι.  Τοῦτο  δὲ  ἐποίει,  ἀκολουθῶν  τῷ  οἰκείῳ  ∆εσπότῃ· ἐπεὶ  καὶ  ἐκείνῳ προσιόντες ἔλεγον, Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· καὶ ὅμως ταῦτα λέγοντας αὐτοὺς ἀπήλαυνεν. Ἐγίνετο δὲ τοῦτο εἰς κατηγορίαν τῶν ἀναισχύντων  Ἰουδαίων, ὅτι  ἐκεῖνοι  μὲν  καθ'  ἑκάστην  ἡμέραν  θαύματα  ὁρῶντες  καὶ  μυρία  παράδοξα γινόμενα, ἠπίστουν, οἱ δὲ δαίμονες ἐπεγίνωσκον, καὶ Υἱὸν αὐτὸν τοῦ Θεοῦ ὡμολόγουν.

γʹ. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν  ἐπανέλθωμεν  τοῦ λόγου. Ἵνα τοίνυν  μάθητε ὅπως τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα  συνεργεῖ εἰς ἀγαθὸν, ἀναγκαῖον  πᾶσαν ὑμῖν ἀναγνῶναι  ταύτην τὴν ἱστορίαν, ἵνα καὶ ἐντεῦθεν  γνῶτε, ὅπως μετὰ τὰς πληγὰς, μετὰ τὸ δεσμωτήριον, εἰς ἀγαθὸν ἅπαντα αὐτοῖς μετέβαλεν ἡ τοῦ Θεοῦ χάρις. Ἀλλ' ἴδωμεν πῶς τοῦτο δείκνυσιν ὁ μακάριος Λουκᾶς λέγων· Παραγγελίαν δὲ τοιαύτην εἰληφὼς ὁ δεσμοφύλαξ ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Σκόπει πῶς ἐπιτείνεται τὰ δεινὰ, ἵνα καὶ ἡ ὑπομονὴ τῶν  ἀποστόλων λαμπροτέρα γένηται,  καὶ ἡ ἄφατος τοῦ Θεοῦ δύναμις  κατάδηλος ἅπασι καταστῇ. Ἄκουε δὲ καὶ τὸ ἑξῆς. Ἐπάγει γὰρ, Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν. Ὅρα ψυχὴν ἐπτερωμένην, ὅρα διάνοιαν νήφουσαν· μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ εἰρημένον. Οὐ γὰρ εἰκῆ καὶ τὸν καιρὸν ἡμῖν ἐπεσημήνατο, εἰπὼν, Κατὰ δὲ τὸ μεσονύκτιον, ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι, ὅτε τοῖς ἄλλοις ἅπασιν ἡδὺς ὁ ὕπνος ἐφίσταται καὶ κοιμίζει τὰ βλέφαρα, μάλιστα δὲ τοὺς ἐν ὀδύναις πολλαῖς καθεστῶτας εἰκὸς κατὰ τὸν καιρὸν ἐκεῖνον τοῦ ὕπνου καθέλκεσθαι, τότε τοίνυν, φησὶν, ὅτε πάντοθεν περιεγένετο ἡ τοῦ ὕπνου τυραννὶς, τότε  ἐκεῖνοι  Προσευχόμενοι ὕμνουν  τὸν  Θεὸν, τῆς  περὶ αὐτὸν  ἀγάπης  μέγιστον δεῖγμα τοῦτο ποιούμενοι.Καθάπερ γὰρ  ἡμεῖς  ὑπὸ  ἀλγημάτων  σωματικῶν  ἐνοχλούμενοι,  τὴν  τῶν γνησίων συνουσίαν ἐπιζητοῦμεν, ἵνα ἐκ τῆς πρὸς ἐκείνους διαλέξεως τὴν ἐπίτασιν τῆς  ὀδύνης  παραμυθησώμεθα·  οὕτω  καὶ  οἱ  ἅγιοι  οὗτοι  τῷ  πόθῳ  τῷ  περὶ  τὸν  ∆εσπότην  πυρούμενοι,   καὶ  τοὺς   ἱεροὺς   ὕμνους   ἀναφέροντες,   οὐδὲ  αἴσθησιν ἐλάμβανον τῶν ὀδυνῶν  ἐκείνων, ἀλλ' ὅλοι τῆς ἱκετηρίας ἐγίνοντο, καὶ τὴν θαυμαστὴν ἐκείνην ὑμνῳδίαν  ἀνέφερον, καὶ λοιπὸν ἐκκλησία ἐγένετο τὸ δεσμωτήριον, καὶ ὁ τόπος ἅπας ἡγιάζετο διὰ τῆς ὑμνῳδίας τῶν ἁγίων ἐκείνων. Καὶ  ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα, ἀνθρώπους τῷ ξύλῳ προσδεδεμένους, καὶ οὐδὲν ἐμποδιζομένους πρὸς τὴν ὑμνῳδίαν.  Τὸν γὰρ νήφοντα,  καὶ ἐγρηγορότα, καὶ ζέοντα πόθον ἔχοντα περὶ τὸν Θεὸν, οὐδὲν κωλῦσαι δυνήσεταί ποτε τῆς πρὸς τὸν ∆εσπότην συνουσίας· Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ πάλιν  ἀλλαχοῦ,  Ἔτι λαλοῦντός  σου ἐρῶ· Ἰδοὺ πάρειμι. Ἔνθα γὰρ ἂν ᾖ διάνοια νήφουσα, πτεροῦται ὁ λογισμὸς καὶ ἀπαλλάττεται,  ὡς εἰπεῖν, τοῦ συνδέσμου τοῦ σώματος,  καὶ  πρὸς  τὸν  ποθούμενον  ἀνίπταται,  καὶ  τῆς  γῆς  ὑπερορᾷ. καὶ  τῶν ὁρωμένων  ἀνωτέρω  γενόμενος,  πρὸς ἐκεῖνον  ἐπείγεται·  ὃ δὴ καὶ ἐπὶ τῶν  ἁγίων τούτων γεγένηται. Ὅρα γὰρ τὴν παραχρῆμα τῶν ὕμνων ἐνέργειαν, καὶ ὅπως καὶ ἐν δεσμωτηρίῳ γενόμενοι καὶ τῷ ξύλῳ προσδεδεμένοι, καὶ μετὰ γοήτων καὶ δεσμίων συναναμιγέντες,    οὐ   μόνον   οὐδὲν   παρεβλάβησαν,   ἀλλὰ   καὶ   ταύτῃ   μᾶλλον ἐξέλαμψαν,   καὶ  τῷ   φωτὶ   τῆς  οἰκείας   ἀρετῆς  κατηύγασαν  ἅπαντας   τοὺς  τὸ δεσμωτήριον οἰκοῦντας. Ἡ γὰρ φωνὴ  τῶν ἱερῶν ὕμνων  ἐκείνων  εἰς τὴν ἑκάστου τῶν δεσμωτῶν εἰσιοῦσα ψυχὴν, μετέπλαττεν  αὐτὴν, ὡς εἰπεῖν, καὶ μετεῤῥύθμιζεν. Ἄφνω γὰρ, φησὶ, σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν  τε παραχρῆμα αἱ θύραι ἅπασαι, καὶ πάντων  τὰ δεσμὰ ἀνέθη.  Εἶδες  τῶν   ὕμνων   τῶν   εἰς  τὸν   Θεὸν  τὴν   δύναμιν;   Οὐ  μόνον   αὐτοὶ παρακλήσεως ἀπέλαυσαν οἱ τοὺς ὕμνους ἀναφέροντες, ἀλλὰ καὶ πάντων  τὰ δεσμὰ λυθῆναι παρεσκεύασαν· ἵνα δειχθῇ διὰ τῶν πραγμάτων αὐτῶν, ὅπως Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ἰδοὺ γὰρ καὶ πληγαὶ, καὶ δεσμωτήριον, καὶ ξύλον, καὶ μετὰ τῶν δημίων διαγωγὴ, καὶ ὅμως ταῦτα ἀγαθῶν ὑπόθεσις γεγένηται καὶ εὐδοκιμήσεως ἀφορμὴ, οὐκ αὐτοῖς μόνον, οὐδὲ τοῖς οἰκοῦσι τὸ δεσμωτήριον δεσμίοις, ἀλλὰ καὶ αὐτῷ τῷ δεσμοφύλακι.Ἔξυπνος   γὰρ,  φησὶ,   γενόμενος      δεσμοφύλαξ,   καὶ   ἰδὼν   τὰς   θύρας ἀνεῳγμένας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίσας ἐκπεφευγέναι  τοὺς δεσμίους. Ὅρα μοι ἐνταῦθα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν πάντα λόγον ὑπερβαίνουσαν. Τίνος γὰρ ἕνεκεν κατὰ τὸ μεσονύκτιον ἅπαντα ταῦτα γίνεται; Οὐδενὸς ἑτέρου χάριν, ἀλλ' ἵνα ἀθόρυβον καὶ ἐν ἡσυχίᾳ τὸ πρᾶγμα οἰκονομηθῇ, καὶ τὴν σωτηρίαν πραγματεύσωνται τοῦ δεσμοφύλακος. Τοῦ γὰρ σεισμοῦ γενομένου καὶ τῶν  θυρῶν  ἀνοιχθεισῶν,  τὰ δεσμὰ ἀνέθη πάντων  τῶν  αὐτόθι, καὶ οὐδεὶς αὐτῶν ἐκπηδῆσαι συνεχωρήθη. Σκόπει μοι καὶ ἄλλην  ἐνταῦθα Θεοῦ σοφίαν. Τὰ μὲν γὰρ ἄλλα πάντα γέγονεν, ὁ σεισμὸς, λέγω, καὶ ἡ τῶν θυρῶν ἄνοιξις, ἵνα μάθωσι διὰ τῶν ἔργων  ἅπαντες,  τίνες  ἦσαν  οἱ  τότε  τὸ  δεσμωτήριον  οἰκοῦντες,  καὶ  ὅτι  οὐχ  οἱ τυχόντες  εἰσὶν ἄνθρωποι·  οὐδενὶ  δὲ ἐξελθεῖν  ἐγένετο,  ἵνα  μὴ κινδύνων  ἀφορμὴ γένηται τοῦτο τῷ δεσμοφύλακι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον πῶς, ὅτε μόνον ὑπώπτευσε τοῦτο γεγενῆσθαι ὁ δεσμοφύλαξ, καὶ ἐνόμισέ τινας  ἐκπεφευγέναι,  καὶ τῆς   ζωῆς  αὐτῆς  κατεφρόνησε.  Σπασάμενος γὰρ, φησὶ, μάχαιραν,  ἔμελλεν ἑαυτὸν ἀναιρεῖν. Ἀλλ' ὁ πανταχοῦ  νήφων  καὶ ἐγρηγορῶν, ὁ μακάριος Παῦλος, τῇ οἰκείᾳ φωνῇ  ἐξήρπασε τῆς φάρυγγος  τοῦ θηρίου τὸ ἀρνίον. Ἐφώνησε γὰρ φωνῇ μεγάλῃ, λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ὢ ταπεινοφροσύνης ὑπερβολή! οὐκ ἐφρόνησε μέγα ἐπὶ τοῖς γεγενημένοις, οὐ κατεξανέστη τοῦ δεσμοφύλακος. οὐδὲν  ὑπέρογκον  φθέγξασθαι  κατεδέξατο· ἀλλὰ μετὰ τῶν δεσμωτῶν, μετὰ τῶν δημίων, μετὰ τῶν κακούργων ἑαυτὸν κατηρίθμησε, λέγων· Ἅπαντές ἐσμεν ἐνθάδε. Εἶδες αὐτὸν πολλῇ τῇ ταπεινοφροσύνῃ  χρώμενον, καὶ οὐδὲν πλέον ἑαυτῷ νέμοντα τῶν αὐτόθι κακούργων; Ὅρα καὶ τὸν δεσμοφύλακα λοιπὸν,  οὐχ  ὡς  ἑνὶ  τῶν  ἄλλων  προσιόντα.  Θαῤῥήσας γὰρ  καὶ  αἰτήσας  φῶτα, εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν  αὐτοὺς ἔξω, ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Εἴδετε πῶς Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν; εἴδετε τοῦ διαβόλου τὴν μηχανὴν, ὅπως διελύθη; ὅπως ἄκυρα αὐτοῦ γέγονε τὰ μηχανήματα; Ἐπειδὴ γὰρ ἀπήλασαν τὸν δαίμονα, παρεσκεύασεν εἰς τὸ δεσμωτήριον αὐτοὺς ἐμβληθῆναι, νομίζων ἐμποδίζειν τὸν δρόμον τοῦ κηρύγματος διὰ τούτου. Ἀλλ' ἰδοὺ καὶ τὸ δεσμωτήριον ἐμπορίας αὐτοῖς ὑπόθεσις γεγένηται πνευματικῆς.

δʹ. Ἄρα καὶ ἡμεῖς, ἂν  νήφωμεν,  οὐ μόνον  ἐν  ἀνέσει ὄντες,  ἀλλὰ  καὶ ἐν θλίψεσι, κερδαίνειν δυνάμεθα, καὶ τότε μᾶλλον, ἢ ἐν ἀνέσει. Ἡ γὰρ ἄνεσις, ὡς ἐπὶ τὸ πλεῖστον, ῥᾳθυμοτέρους ἐργάζεται· ἡ δὲ θλίψις νήφειν  παρασκευάζουσα, ἀξιοῦσθαι ποιεῖ καὶ τῆς ἄνωθεν  ῥοπῆς, καὶ μάλιστα, ὅταν διὰ τὴν εἰς τὸν Θεὸν ἐλπίδα τὴν ὑπομονὴν ἐπιδεικνύμεθα καὶ τὴν καρτερίαν ἐν πάσαις ταῖς ἐπαγομέναις θλίψεσι. Μὴ τοίνυν ἀλγῶμεν, ἐπειδὰν θλιβώμεθα, ἀλλὰ μᾶλλον χαίρωμεν· τοῦτο γὰρ ἡμῶν ἡ τῆς εὐδοκιμήσεως ὑπόθεσις. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν, Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ἀλλ' ἴδωμεν τὴν ζέουσαν ψυχὴν τῶν ἁγίων τούτων. Ἐπεὶ οὖν ἤκουσαν τοῦ δεσμοφύλακος λέγοντος, Τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; ἆρα ὑπερέθεντο; ἆρα ἀνεβάλοντο; ἆρα ἠμέλησαν πρὸς τὴν  κατήχησιν; Οὐδαμῶς· ἀλλὰ τί πρὸς αὐτὸν ἐκεῖνοι; Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ, καὶ πᾶς ὁ οἶκός σου.Ὅρα κηδεμονίαν  ἀποστολικήν. Οὐκ ἀρκοῦνται τῇ αὐτοῦ σωτηρίᾳ, ἀλλὰ δι'ἐκείνου  βούλονται  καὶ  τοὺς  προσήκοντας  αὐτῷ  πάντας  σαγηνεῦσαι εἰς  τὸν  τῆς εὐσεβείας λόγον, καιρίαν διδόντες τῷ διαβόλῳ τὴν πληγήν. Καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ  αὐτοῦ  πάντες  παραχρῆμα,  καὶ  ἠγαλλιάσατο  πανοικὶ  πεπιστευκὼς  τῷ  Θεῷ. Ἐντεῦθεν παιδευόμεθα μηδέποτε ἐν τοῖς πνευματικοῖς μηδὲ τὸ τυχὸν ἀναβάλλεσθαι, ἀλλὰ πάντοτε καιρὸν ἐπιτήδειον ἡγεῖσθαι τὸν παραπίπτοντα. Εἰ γὰρ νυκτὸς οὔσης οἱ ἅγιοι οὗτοι ὑπερθέσθαι οὐκ ἠνέσχοντο,  ποίαν  ἕξομεν ἀπολογίαν  ἡμεῖς, ἐν ἑτέρῳ καιρῷ παρατρέχοντες πνευματικὸν  κέρδος; Εἶδες ἐκκλησίαν τὸ δεσμωτήριον γινόμενον;  εἶδες τὸ καταγώγιον  τῶν  δημίων, εὐκτήριον οἶκον ἐξαίφνης ἀποδειχθέντα,  καὶ  τὴν  μυσταγωγίαν  ἐκεῖ  τελουμένην;  Τοσοῦτόν ἐστι  τὸ νήφειν, καὶ μηδέποτε παρατρέχειν τὰ πνευματικὰ κέρδη, ἀλλὰ πάντα καιρὸν ἐπιτήδειον  ποιεῖσθαι πρὸς τὴν τοιαύτην  ἐμπορίαν. Καλῶς ἄρα ἔλεγεν  ὁ μακάριος οὗτος γράφων, Ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ταύτην τὴν ῥῆσιν,  παρακαλῶ,  καὶ  ἡμεῖς  ἐγκεκολαμμένην   ἔχοντες  τῇ  διανοίᾳ  τῇ  ἡμετέρᾳ, μηδέποτε ἀσχάλλωμεν, ἐπειδὰν λυπηροῖς τισι κατὰ τὸν βίον τοῦτον περιπέσωμεν, ἢ περιστάσεσιν, ἢ ἀῤῥωστίαις σωματικαῖς, ἢ ἑτέροις τισὶ λυπηροῖς πράγμασιν· ἀλλὰ πολλῇ κεχρημένοι τῇ φιλοσοφίᾳ, ἀντέχωμεν  πρὸς πάντα πειρασμὸν, εἰδότες ὅτι, ἂν νήφωμεν, πανταχόθεν κερδαίνειν δυνάμεθα, καὶ μᾶλλον ἀπὸ τῶν πειρασμῶν ἢ ἀπὸ τῶν  ἀνέσεων· καὶ μηδέποτε ἀλύωμεν,  ἐννοοῦντες  ὅσον τῆς ὑπομονῆς τὸ κέρδος, ἀλλὰ  μηδὲ ἀπεχθῶς  ἔχωμεν  πρὸς τοὺς ἐπάγοντας  ἡμῖν  τοὺς πειρασμούς. Εἰ γὰρ κἀκεῖνοι τὸν οἰκεῖον σκοπὸν πληροῦντες  τοῦτο ποιοῦσιν, ἀλλ' ὁ κοινὸς ∆εσπότης συγχωρεῖ, βουλόμενος ἡμᾶς καὶ διὰ τούτων ἐμπορεύσασθαι τὴν πνευματικὴν ἐμπορίαν, καὶ τῆς ὑπομονῆς λαβεῖν τὸν μισθόν. Ἐὰν οὖν δυνηθῶμεν  εὐχαρίστως ἐνεγκεῖν τὰ ἐπαγόμενα, οὐ μικρὸν μέρος τῶν πεπλημμελημένων  ἡμῖν διαλύσομεν. Εἰ γὰρ τὸν θησαυρὸν τοῦτον καὶ τῆς οἰκουμένης διδάσκαλον, καθ' ἑκάστην ἡμέραν κινδύνοις περιπίπτοντα ὁρῶν ὁ ∆εσπότης ἠνείχετο, οὐ περιορῶν τὸν οἰκεῖον ἀθλητὴν,  ἀλλὰ τὰ σκάμματα αὐτῷ μακρότερα κατασκευάζων, ἵνα τοὺς στεφάνους αὐτῷ λαμπροτέρους ἀπεργάσηται, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μυρίων γέμοντες ἁμαρτημάτων, καὶ διὰ ταῦτα πολλάκις τοῖς πειρασμοῖς περιπίπτοντες, ἵνα τὴν ὑπὲρ τούτων  δίκην  ἐνταῦθα  δόντες,  μικρᾶς  γοῦν  φιλανθρωπίας   ἀξιωθῶμεν,  ἐπὶ  τῆς φοβερᾶς ἐκείνης ἡμέρας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαύσαντες; Τοῦτο δὲ  λογιζόμενοι παρ' ἑαυτοῖς, πρὸς ἅπαντα γενναίως  ἀντέχωμεν, ἵνα καὶ τῆς ὑπομονῆς τὸν  μισθὸν δεξώμεθα ἀπὸ τοῦ φιλανθρώπου  ∆εσπότου, καὶ τὸ πλῆθος  τῶν  ἡμῖν ἡμαρτημένων ὑποτεμέσθαι δυνηθῶμεν, καὶ τῶν αἰωνίων  ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |