Τρίτη 14 Ιουνίου 2016
6.Συνάξεως διὰ χρόνου ἐν τή παλαιά ἐκκλησίᾳ γενομένης
Ιωάννης
Χρυσόστομος
Ελληνική
Πατρολογία Τόμος 51
6.Συνάξεως διὰ χρόνου ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ γενομένης, εἰς τὴν ἐπιγραφὴν τῶν Πράξεων τῶν ἀποστόλων, καὶ ὅτι χρησιμώτερος βίος ἐνάρετος σημείων καὶ θαυμάτων, καὶ κατὰ τί διαφέρει πολιτεία σημείων.
αʹ. ∆ιὰ χρόνου πρὸς τὴν μητέρα ἡμῶν ἐπανήλθομεν πάλιν, τὴν ποθεινὴν καὶ ἐπέραστον ταύτην ἅπασιν ἐκκλησίαν, πρὸς τὴν μητέρα ἡμῶν καὶ τῶν ἐκκλησιῶν ἁπασῶν. Μήτηρ μὲν γὰρ, οὐχ ὅτι τῷ χρόνῳ πρεσβυτέρα μόνον ἐστὶν, ἀλλ' ὅτι καὶ ὑπὸ ἀποστολικῶν ἐθεμελιώθη χειρῶν· διὰ τοῦτο πολλάκις καὶ κατασκαφεῖσα διὰ τὸ ὄνομα τοῦ Χριστοῦ, πάλιν ὠρθώθη διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ. Οὐ γὰρ αἱ ἀποστολικαὶ μόνον αὐτὴν ἐθεμελίωσαν χεῖρες, ἀλλὰ καὶ τοῦ ∆εσπότου τῶν ἀποστόλων ἡ ἀπόφασις ἐτείχισεν αὐτὴν καινῷ καὶ παραδόξῳ τειχισμοῦ τρόπῳ. Οὐ γὰρ ξύλα καὶ λίθους συνθεὶς, οὕτως ᾠκοδόμησε τὸν περίβολον, οὐδὲ τάφρον ἔξωθεν περιελάσας, καὶ σκόλοπας καταπήξας, καὶ πύργους ἀναστήσας, οὕτως αὐτὴν ἠσφαλίσατο· ἀλλ' ἐφθέγξατο δύο ῥήματα ψιλὰ μόνον, καὶ ταῦτα ἤρκεσεν ἀντὶ τείχους αὐτῇ, καὶ πύργου, καὶ τάφρου, καὶ ἀσφαλείας ἁπάσης. Καὶ τίνα ἐστὶ τὰ ῥήματα ταῦτα, ἃ τοσαύτην ἔχει τὴν ἰσχύν; Ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτό ἐστι τὸ τεῖχος, τοῦτο ὁ περίβολος, τοῦτο ἡ ἀσφάλεια, τοῦτο λιμὴν καὶ καταφυγή. Σὺ δέ μοι σκόπει κἀντεῦθεν τοῦ τείχους τὸ ἀῤῥαγές. Οὐ γὰρ εἶπεν, ὅτι ἀνθρώπων ἐπιβουλαὶ οὐ κατισχύσουσιν αὐτῆς μόνον, ἀλλ' ὅτι οὐδ' αὐταὶ αἱ μηχαναὶ τοῦ ᾅδου· Πύλαι γὰρ, φησὶν, ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Οὐκ εἶπεν, Οὐ προσβαλοῦσιν αὐτῇ, ἀλλ' ὅτι Οὐ κατισχύσουσιν αὐτῆς· προσβαλοῦσι μὲν γὰρ, οὐ περιέσονται δὲ αὐτῆς. Ἀλλὰ τί ποτέ ἐστι, Πύλαι ᾅδου; τάχα γὰρ ἀσαφὲς τὸ εἰρημένον. Μάθωμεν τί ἐστι πύλη πόλεως, καὶ τότε εἰσόμεθα τί ἐστι πύλη ᾅδου. Πύλη πόλεώς ἐστιν εἴσοδος ἡ εἰς τὴν πόλιν· οὐκοῦν καὶ πύλη ᾅδου ἐστὶ κίνδυνος εἰς τὸν ᾅδην φέρων. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Ἂν τοιοῦτοι κίνδυνοι καταῤῥαγῶσι καὶ προσβάλωσιν, ὡς πρὸς αὐτὸν ἐνεγκεῖν ἡμᾶς τὸν ᾅδην, ἀπερίτρεπτος ἡ Ἐκκλησία μένει. Ἠδύνατο μὲν γὰρ μὴ ἀφεῖναι πεῖραν αὐτὴν λαβεῖν τῶν δεινῶν· τίνος οὖν ἕνεκεν ἀφῆκεν;
Ὅτι πολλῷ μεῖζόν ἐστι τοῦ κωλῦσαι τοὺς πειρασμοὺς τὸ συγχωρήσαντα τοὺς πειρασμοὺς ἐλθεῖν, μηδὲν ἀφεῖναι δεινὸν ἐκ τῆς ἐπαγωγῆς τούτων παθεῖν. ∆ιὰ τοῦτο ἀφῆκε πάντας ἐπελθεῖν τοὺς πειρασμοὺς, ἵνα δοκιμωτέραν αὐτὴν ἐργάσηται· Ἡ γὰρ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Καὶ ἵνα τὴν δύναμιν τὴν ἑαυτοῦ μετὰ πλείονος ἐπιδείξηται περιουσίας, ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου ἐξαρπάζει αὐτήν. ∆ιὰ τοῦτο καὶ τὸ κλυδώνιον εἴασε γενέσθαι, καὶ βαπτισθῆναι τὸ σκάφος οὐκ εἴασεν. Οὕτω καὶ κυβερνήτην θαυμάζομεν, οὐχ ὅταν ἐξ οὐρίας πλέων, οὐδ' ὅταν κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος διασώσῃ τὸ σκάφος· ἀλλ' ὅταν τῆς θαλάσσης στασιαζούσης, καὶ τῶν κυμάτων ἀγριουμένων, καὶ τοῦ χειμῶνος καταῤῥηγνυμένου, τὴν τέχνην πρὸς τὴν τῶν ἀνέμων ἀντιστήσας φορὰν, ἐκ μέσου τοῦ χειμῶνος ἐξαρπάσῃ τὸ πλοῖον. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Καθάπερ πλοῖον ἐν θαλάττῃ τὴν Ἐκκλησίαν ἐν τῇ οἰκουμένῃ φέρεσθαι πάλιν ἀφεὶς, οὐ κατέλυσε τὴν ζάλην, ἀλλ' ἐξήρπασε τῆς ζάλης· οὐ κατέστειλε τὴν θάλασσαν, ἀλλ' ἠσφαλίσατο τὴν ναῦν· καὶ διανισταμένων τῶν πανταχοῦ δήμων, καθάπερ κυμάτων ἀγρίων, καὶ προσβαλόντων αὐτῇ τῶν πνευμάτων τῶν πονηρῶν, καθάπερ χαλεπῶν ἀνέμων, καὶ πάντοθεν ἐγειρομένου τοῦ χειμῶνος, πολλὴν τῇ Ἐκκλησίᾳ τὴν γαλήνην ἐποίει· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ μόνον ὁ χειμὼν οὐ κατέκλυσε τὴν ναῦν, ἀλλ' ὅτι καὶ τὸν χειμῶνα ἡ ναῦς κατέλυσεν. Οἱ γὰρ διωγμοὶ οἱ συνεχεῖς οὐ μόνον οὐ κατεπόντισαν τὴν Ἐκκλησίαν, ἀλλὰ καὶ διελύθησαν ὑπὸ τῆς Ἐκκλησίας. Πῶς καὶ τίνα τρόπον, καὶ πόθεν; Ἀπὸ τῆς
ἀποφάσεως ταύτης τῆς λεγούσης, Πύλαι ᾅδου
οὐ κατισχύσουσιν αὐτῆς. Πόσα ἔκαμον Ἕλληνες, ὥστε τὸ ῥῆμα τοῦτο καθελεῖν, ὥστε ἄκυρον
ποιῆσαι τὴν ἀπόφασιν, καὶ οὐκ ἴσχυσαν καταλῦσαι; Θεοῦ γὰρ ἡ ἀπόφασις ἦν. Καὶ
καθάπερ πύργον ἐξ ἀδαμαντίνων λίθων
συγκείμενον, σιδήρῳ συνδεδεμένον ἀκριβῶς, οἱ πολέμιοι πανταχόθεν βάλλοντες, οὔτε
τὴν οἰκοδομὴν χαυνοῦσιν, οὔτε τὴν ἁρμονίαν παραλύουσιν, ἀλλ' ἀπέρχονται τὸν μὲν
πύργον μηδὲν καταβλάψαντες, μηδὲ ποιήσαντές τι κακὸν, τὴν δὲ ἑαυτῶν καταλύσαντες
δύναμιν· οὕτω δὴ καὶ τὸ ῥῆμα τοῦτο, καθάπερ πύργον
ὑψηλὸν ἐν μέσῃ
τῇ οἰκουμένῃ μετὰ
ἀσφαλείας τετειχισμένον, οἱ Ἕλληνες πανταχόθεν βάλλοντες, αὐτόν τε ἰσχυρὸν
ἀπέφηναν, τὴν δὲ ἑαυτῶν καταλύσαντες ἰσχὺν, οὕτως ἀπέθανον. Τί γὰρ οὐκ ἐμηχανήσαντο κατὰ τῆς ἀποφάσεως ταύτης;
Στρατόπεδα παρεσκευάζετο, ὅπλα ἐκινεῖτο, βασιλεῖς καθωπλίζοντο, δῆμοι διηγείροντο,
πόλεις διανίσταντο, δικασταὶ παρωξύνοντο, ἅπαν τιμωρίας εἶδος ἐπενοεῖτο· οὐδεὶς
παρελιμπάνετο κολάσεως τρόπος· πῦρ, καὶ σίδηρος, καὶ θηρίων ὀδόντες, καὶ κρημνοὶ,
καὶ καταποντισμοὶ, καὶ βάραθρον, καὶ ξύλον, καὶ σταυρὸς, καὶ κάμινος, καὶ πάντα ὅσα ὤφθη πώποτε
βασανιστήρια εἰς μέσον ἐφέροντο· ἀπειλῶν
ὄγκος ἄφατος, τιμῶν ὑποσχέσεις ἄφατοι,
ὥστε ἐκείνῳ μὲν φοβῆσαι τῷ τρόπῳ, τούτῳ δὲ ἐκλῦσαι καὶ
δελεάσαι. Οὐδὲν γοῦν ἀπάτης, οὐ βίας παρελιμπάνετο εἶδος.
Καὶ γὰρ πατέρες παῖδας
παρέδωκαν, καὶ παῖδες
πατέρας ἠγνόησαν· μητέρες ὠδίνων ἐπελάθοντο· καὶ οἱ τῆς
φύσεως ἀνετράπησαν νόμοι. Ἀλλ' ὅμως οἱ θεμέλιοι τῆς Ἐκκλησίας
οὐδὲ οὕτως ἐσαλεύθησαν· ἀλλὰ διὰ τῆς
συγγενείας αὐτῆς ὁ πόλεμος ἤρετο καὶ τῶν τειχῶν αὐτῆς οὐχ ἥψατο, διὰ τὸ ῥῆμα ἐκεῖνο
τὸ λέγον, Ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Μὴ γὰρ ἴδῃς, ὅτι ῥῆμα ἦν, ἀλλ'
ὅτι ῥῆμα Θεοῦ. Καὶ γὰρ τὸν οὐρανὸν ῥήματι ἐστερέωσεν ὁ Θεὸς, καὶ τὴν γῆν ῥήματι
ἐθεμελίωσεν ἐπὶ τῶν ὑδάτων, τὴν πυκνὴν ταύτην καὶ βαρεῖαν φύσιν ἐπὶ τῆς χαυνοτάτης ἐκείνης καὶ διαῤῥεούσης ποιήσας φέρεσθαι· καὶ
τὴν θάλασσαν τὴν ἀφόρητον ταῖς βίαις, ἐκείνην τὴν τοσαῦτα ἔχουσαν κύματα, ἀσθενεῖ
τειχίῳ τῇ ψάμμῳ πανταχόθεν ἐτείχισε διὰ ῥήματος. Ὁ τοίνυν διὰ ῥήματος τὸν οὐρανὸν
στερεώσας, τὴν γῆν θεμελιώσας, τὴν θάλασσαν περιφράξας, τί θαυμάζεις, εἰ τὴν οὐρανοῦ
καὶ γῆς καὶ θαλάσσης τιμιωτέραν Ἐκκλησίαν διὰ τοῦ ῥήματος τούτου πάλιν ἐτείχισεν
;βʹ. Ἀλλ' ἐπειδὴ οὕτως ἡ
οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο
οἱ ἀπόστολοι τοὺς
θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον
γενέσθαι τὴν οἰκοδομήν.
Οὐκ ἔσκαψαν βάθος, οὐκ ἐδεήθησαν πόνου τοσούτου. ∆ιὰ τί; Παλαιὸν εὗρον θεμέλιον
καὶ ἀρχαῖον, τὸν τῶν προφητῶν. Καθάπερ οὖν ἄνθρωπος μέλλων οἰκίαν μεγίστην οἰκοδομεῖν,
ἐπειδὰν εὕρῃ θεμέλιον παλαιὸν καὶ ἰσχυρὸν καὶ ἀῤῥαγῆ, οὐκ ἀναμοχλεύει τὸν θεμέλιον,
οὐ κινεῖ τοὺς λίθους, ἀλλ' ἀφεὶς ἑστάναι ἀκίνητον, οὕτως ἐπιτίθησι τὴν νέαν καὶ
πρόσφατον οἰκοδομήν· οὕτω καὶ οἱ ἀπόστολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδομεῖν, τὴν
πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυμένην, οὐ διέσκαψαν βάθος, ἀλλ' εὑρόντες
παλαιὸν θεμέλιον, τὸν τῶν
προφητῶν, οὐκ ἀνεμόχλευσαν
ἐκεῖνον, οὐκ ἐκίνησαν
τὴν οἰκοδομὴν καὶ τὴν
διδασκαλίαν, ἀλλ' ἀφέντες
αὐτὴν μένειν ἀκίνητον,
οὕτως ἐπέθηκαν τὴν παρ' ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας
πίστιν. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐκίνησαν τὸν
παλαιὸν θεμέλιον, ἀλλ' ἐπάνω αὐτοῦ ᾠκοδόμησαν, ἄκουσον αὐτοῦ τοῦ σοφοῦ ἀρχιτέκτονος
Παύλου λέγοντος ἡμῖν τῆς οἰκοδομῆς τὴν ἀκρίβειαν· αὐτὸς γάρ ἐστιν ὁ σοφὸς ἀρχιτέκτων.
Ὡς σοφὸς γὰρ, φησὶν, ἀρχιτέκτων θεμέλιον
τέθεικα. Ἀλλ' ἴδωμεν πῶς αὐτὸν
τέθεικε τὸν θεμέλιον. Ἐπάνω, φησὶν, ἑτέρου θεμελίου παλαιοῦ,
τοῦ τῶν προφητῶν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔτι ἐστὲ ξένοι, φησὶν,
ἀλλὰ συμπολῖται τῶν ἁγίων, ἐποικοδομηθέντες
ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Εἶδες θεμέλιον καὶ θεμέλιον,
τὸν μὲν τῶν προφητῶν, τὸν δὲ τῶν ἀποστόλων ἀνωτέρω κείμενον. Καὶ τὸ δὴ θαυμαστὸν,
οὐκ εὐθέως μετὰ τοὺς προφήτας ἦλθον οἱ ἀπόστολοι, ἀλλὰ πολὺς μεταξὺ παρεγένετο
χρόνος. Τί δήποτε;Ὅτι οἱ ἄριστοι τῶν οἰκοδόμων τοῦτο ποιοῦσιν· ἐπειδὰν καταβάλλωνται θεμέλιον, οὐκ εὐθέως ἐπιτιθέασι τὴν οἰκοδομὴν,
ἵνα μὴ ἁπαλωτέρα καὶ πρόσφατος οὖσα τοῦ θεμελίου ἡ ἐργασία, ἀδυνατήσῃ τῶν τειχῶν ἐνεγκεῖν
τὸ βάρος. ∆ιὰ τοῦτο ἀφέντες χρόνῳ
πολλῷ παγῆναι τοὺς λίθους, ἐπειδὰν
ἴδωσιν ἀκριβῶς σφιγέντας,
τότε ἐπιτιθέασι καὶ τῶν τοίχων τὸ
βάρος. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἀφεὶς παγῆναι τὸν θεμέλιον τῶν προφητῶν ἐν
ταῖς τῶν ἀκουσάντων ψυχαῖς, καὶ γενέσθαι βεβαίαν τὴν διδασκαλίαν, ὅτε εἶδεν ἄσειστον
οὖσαν τὴν οἰκοδομὴν, ὅτε παγέντα τὰ δόγματα τὰ ἱερὰ, ὥστε δυνηθῆναι
τὴν κατὰ τὴν καινὴν
φιλοσοφίαν ἐνεγκεῖν, τότε ἀπέστειλε τοὺς ἀποστόλους, ἐπὶ τῷ θεμελίῳ
τῶν προφητῶν τοὺς τοίχους τῆς Ἐκκλησίας ἀναστήσοντας. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Οἰκοδομηθέντες
ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν, ἀλλ' Ἐποικοδομηθέντες, ἐπάνω
οἰκοδομηθέντες. Ἀλλ' ἴδωμεν
πῶς ᾠκοδομήθησαν. Πόθεν οὖν εἰσόμεθα; Πόθεν δὲ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς βίβλου
τῶν Πράξεων, περὶ ἧς καὶ ἐν ταῖς ἔμπροσθεν ὑμῖν ἡμέραις διελέχθημεν; Τάχα γάρ
τι καὶ μικρὸν ἐκεῖθεν ὑμῖν ὀφείλομεν χρέος, ὅπερ ἀνάγκη καταθεῖναι σήμερον. Τί
οὖν ἐστι τὸ χρέος; Αὐτὴν τοῦ βιβλίου τὴν ἐπιγραφὴν ἑρμηνεῦσαι σπουδάσωμεν. Οὐ γὰρ
ψιλή τίς ἐστι καὶ σαφὴς, καθὼς πολλοὶ νομίζουσιν, ἀλλὰ δεῖται καὶ ἐξετάσεως. Τίς
οὖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου;
Πράξεις ἀποστόλων. Οὐ
δοκεῖ σαφὲς εἶναι;
οὐ δοκεῖ γνώριμον, καὶ δῆλον ἅπασιν;
Ἀλλ' ἂν παρακολουθῆτε τοῖς λεγομένοις, ὄψεσθε ὅσον τὸ βάθος τῆς ἐπιγραφῆς ταύτης.
∆ιὰ τί γὰρ οὐκ εἶπε, Θαύματα ἀποστόλων; διὰ τί οὐκ ἐπέγραψε, Σημεῖα ἀποστόλων, ἢ ∆υνάμεις καὶ τέρατα ἀποστόλων· ἀλλὰ
Πράξεις ἀποστόλων; Οὐ γὰρ τὸ αὐτό ἐστι
πράξεις καὶ σημεῖα, οὐ
τὸ αὐτὸ πράξεις
καὶ θαύματα· οὐ τὸ αὐτό ἐστι πράξεις, καὶ τέρατα, καὶ δυνάμεις· ἀλλὰ
πολλὴ ἡ διαφορὰ τούτων ἑκατέρων. Πρᾶξις μὲν γάρ ἐστιν οἰκείας σπουδῆς κατόρθωμα,
θαῦμα δὲ θείας δωρεᾶς χάρισμα. Εἶδες ὅσον τὸ μέσον πράξεως καὶ θαύματος; Πρᾶξίς
ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσμα, θαῦμά ἐστι θείας φιλοτιμίας ἐπίδειξις· πρᾶξίς ἐστιν ἐκ τῆς ἡμετέρας
προαιρέσεως τὴν ἀρχὴν ἔχουσα, θαῦμά ἐστιν ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ προοίμια
λαμβάνον, καὶ τὸ μὲν τῆς ἄνωθεν ῥοπῆς, τὸ
δὲ τῆς κάτωθεν γνώμης. Πρᾶξις ἐξ ἀμφοτέρων ὑφαίνεται,
καὶ ἐξ ἡμετέρας σπουδῆς, καὶ ἐκ θείας χάριτος· τὸ δὲ θαῦμα γυμνὴν ἐπιδείκνυται τὴν ἄνωθεν χάριν, οὐδὲν τῶν ἡμετέρων ἱδρώτων δεόμενον. Πρᾶξίς ἐστιν ἐπιεικῆ εἶναι, σώφρονα,
μέτριον, ὀργῆς κρατεῖν, ἐπιθυμίας
καταγωνίζεσθαι, ἐλεημοσύνας ποιεῖν,
φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἅπασαν
ἀσκεῖν ἀρετήν· τοῦτο πρᾶξίς ἐστι, καὶ πόνος, καὶ ἱδρὼς ἡμέτερος. Θαῦμά ἐστι δαίμονας
ἀπελαύνειν, τυφλωθέντας ὀφθαλμοὺς ἀνοίγειν, λεπρῶν τὰ σώματα καθαίρειν,
διαλελυμένα μέλη σφίγγειν, νεκροὺς ἐγείρειν, ἕτερα τοιαῦτα θαυματουργεῖν. Εἶδες
πόσον τὸ μέσον
πράξεων καὶ θαυμάτων,
πολιτείας καὶ σημείων, τῆς ἡμετέρας
σπουδῆς καὶ τῆς τοῦ Θεοῦ χάριτος;
γʹ. Βούλει καὶ ἑτέραν σοι
δείξω διαφοράν; ∆ιὰ γὰρ ὑμᾶς σήμερον ἅπαντα τὸν λόγον τοῦτον ἐκίνησα, ὥστε μαθεῖν
τὸ θαῦμα καὶ τὸ σημεῖον. Τὸ θαῦμα μεῖζον μέν ἐστι, καὶ φρικωδέστερον, καὶ τὴν ἡμετέραν
ὑπερβαῖνον φύσιν· ἡ δὲ πρᾶξις καὶ ἡ
πολιτεία ἔλαττον μὲν τῶν
σημείων, χρησιμώτερον δὲ καὶ κερδαλεώτερον· πόνων γάρ ἐστιν ἀμοιβὴ καὶ σπουδῆς μισθός. Καὶ ἵνα μάθῃς ὅτι ἡ πρᾶξις τοῦ σημείου κερδαλεωτέρα καὶ
χρησιμωτέρα, πρᾶξις μὲν ἀγαθὴ καὶ
χωρὶς σημείων εἰς τὸν
οὐρανὸν τοὺς κατωρθωκότας εἰσήγαγε, θαῦμα
δὲ καὶ σημεῖα χωρὶς πολιτείας οὐκ ἴσχυσε πρὸς τὰ πρόθυρα
χειραγωγῆσαι ἐκεῖνα. Καὶ πῶς,
ἐγὼ δείξω· ὑμεῖς
δὲ παρατηρεῖτε πῶς τὴν
προεδρίαν αἱ πράξεις
ἔχουσι κατὰ τὴν τῶν
μισθῶν ἀμοιβήν· πῶς τὰ μὲν σημεῖα καθ' ἑαυτὰ ὄντα οὐ σώζει τοὺς ποιοῦντας,
ἡ δὲ πρᾶξις καθ' ἑαυτὴν οὖσα, οὐδενὸς ἑτέρου δεῖται πρὸς σωτηρίαν τῶν κεκτημένων. Πολλοὶ ἐροῦσί μοι, φησὶν ὁ Χριστὸς, ἐν ἐκείνῃ
τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; τοῦτο
σημεῖον καὶ θαῦμα· Οὐ τῷ σῷ ὀνόματι
δαιμόνια πολλὰ ἐξεβάλομεν, καὶ
δυνάμεις πολλὰς ἐποιήσαμεν; Ὁρᾷς πανταχοῦ σημεῖα καὶ θαύματα· ἴδωμεν τί
φησιν ὁ Θεός. Ἐπειδὴ γυμνὰ
τὰ θαύματα, καὶ οὐδαμοῦ πολιτεία, Πορεύεσθε, φησὶν, ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
Εἰ οὐκ οἶδας αὐτοὺς, πῶς οἶδας αὐτοὺς, εἰ ἐργάζονται τὴν ἀνομίαν; Ἵνα μάθῃς,
ὅτι τὸ, Οὐκ οἶδα ὑμᾶς, οὐκ ἀγνοίας ἐστὶν, ἀλλὰ μίσους καὶ ἀποστροφῆς. Οὐκ οἶδα ὑμᾶς.
Τίνος ἕνεκεν, εἰπέ μοι; Οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; ∆ιὰ τοῦτο γὰρ ὑμᾶς
μισῶ καὶ ἀποστρέφομαι, φησὶν, ὅτι οὐδὲ ταῖς δωρεαῖς βελτίους ἐγένεσθε, ὅτι τοσαύτης
ἀπολαύσαντες τιμῆς ἐμείνατε ἐπὶ τῆς αὐτῆς κακίας. Πορεύεσθε ἀπ' ἐμοῦ, οὐκ οἶδαὑμᾶς.
Τί οὖν; Τὸ παλαιὸν ἀνάξιοι ἐλάμβανον χαρίσματα, καὶ διεφθαρμένοι τὸν βίον σημεῖα
ἐπεδείκνυντο, καὶ θείας ἀπήλαυον δωρεᾶς, τῆς πολιτείας οὐκ ἐπιμελούμενοι τῆς ἀρίστης;
Ἀπήλαυον διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν,
οὐ διὰ τὴν οἰκείαν ἀξίαν. Ἔδει γὰρ πανταχοῦ σπαρῆναι τῆς εὐσεβείας τὸν λόγον,
ἐπειδὴ ἀρχὴ καὶ προοίμια τῆς πίστεως ἦν. Καθάπερ οὖν γηπόνος ἄριστος νεόφυτον δένδρον
τοῖς κόλποις τῆς γῆς ἄρτι παρακατατιθέμενος, ἁπαλὸν ὑπάρχον ἔτι πολλῆς ἐπιμελείας
ἀξιοῖ, πανταχόθεν περιφράττων, τειχίζων καὶ λίθοις καὶ ἀκάνθαις, ὥστε μὴ ὑπὸ ἀνέμων
ἀνασπασθῆναι, μήτε ὑπὸ θρεμμάτων
ἀδικηθῆναι, μήτε ὑπὸ ἄλλης τινὸς ἐπηρεασθῆναι βλάβης· ἐπειδὰν δὲ παγὲν καὶ πρὸς ὕψος ἀναδραμὸν
ἴδῃ, περιαιρεῖ τὰ τειχία· ἀρκεῖ γὰρ αὐτὸ τὸ δένδρον πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν·
οὕτω καὶ ἐπὶ τῆς πίστεως γέγονεν. Ὅτε νεόφυτος ἦν, ὅτε ἁπαλὴ ὑπῆρχεν, ὅτε προσφάτως
ἐν ταῖς τῶν ἀνθρώπων κατεβλήθη ψυχαῖς,
πολλῆς ἐπιμελείας ἠξιοῦτο πάντοθεν· ἐπειδὴ δὲ ἐπάγη καὶ ἐῤῥιζώθη καὶ πρὸς ὕψος ἀνέδραμεν,
ἐπειδὴ πᾶσαν τὴν οἰκουμένην
ἐπλήρωσε, καὶ περιῆρε τὰ τειχία, καὶ τὰ ἀσφαλίσματα λοιπὸν ἀνεῖλεν ὁ
Χριστός. ∆ιὰ τοῦτο παρὰ μὲν τὴν ἀρχὴν καὶ ἀναξίοις χαρίσματα ἐδίδοτο· χρείαν γὰρ εἶχε τὸ παλαιὸν, τῆς πίστεως ἕνεκα, ταύτης τῆς βοηθείας· νῦν δὲ οὐδὲ ἀξίοις δίδοται· ἡ γὰρ ἰσχὺς τῆς πίστεως
οὐκέτι ταύτης δεῖται τῆς
συμμαχίας. Καὶ ἵνα μάθῃς ὅτι
οὐκ
ἐψεύδοντο ἐκεῖνοι, ἀλλὰ ἀληθῶς σημεῖα ἐποίησαν, καὶ ἀναξίοις ἀνθρώποις
χαρίσματα ἐδίδοτο, καὶ ἵνα πρὸς τοῖς εἰρημένοις
καὶ ἕτερόν τι κατορθωθῇ, καὶ τὴν τοῦ Θεοῦ δωρεὰν αἰδεσθέντες ἐκεῖνοι ἀποθῶνται
τὴν πονηρίαν, Ἰούδας ὁ τῶν δώδεκα παρὰ πᾶσιν ὁμολογεῖται, ὅτι σημεῖα ἐποίει, ὅτι
δαίμονας ἐξέβαλλεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι λεπροὺς ἐκάθηρεν· ἀλλ' ὅμως ἐξέπεσε
τῆς βασιλείας τῶν οὐρανῶν. Οὐ γὰρ ἴσχυσεν αὐτὸν
σῶσαι τὰ σημεῖα, ἐπειδὴ λῃστὴς, καὶ κλέπτης, καὶ τοῦ ∆εσπότου προδότης ἐγένετο.
Ὅτι μὲν τὰ σημεῖα οὐκ ἰσχύει σῶσαι χωρὶς πολιτείας ἀρίστης καὶ βίου καθαροῦ καὶ
διηκριβωμένου, ἀπὸ τούτων ἀποδέδεικται· ὅτι δὲ πολιτεία οὐκ ἔχουσα τὴν ἀπὸ τῶν
σημείων παραμυθίαν, οὐδὲ σύμμαχον λαβοῦσα ἐκείνην, ἀλλ' αὕτη
καθ' ἑαυτὴν φανεῖσα, ἴσχυσε μετὰ παῤῥησίας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην
ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ∆ιὰ τί; ὅτι νεκροὺς ἤγειραν; ὅτι λεπροὺς ἐκάθηραν;
ὅτι δαίμονας ἤλασαν; Οὐχί· ἀλλὰ διὰ τί; Πεινῶντα εἴδετέ με, φησὶ, καὶ ἐθρέψατε·
διψῶντα, καὶ ἐποτίσατέ με· γυμνὸν, καὶ περιεβάλετέ με· ξένον, καὶ συνηγάγετε. Οὐδαμοῦ
θαύματα, ἀλλὰ πανταχοῦ πολιτεία. Ὥσπερ οὖν ἐκεῖ πανταχοῦ θαύματα, καὶ εὐθέως κόλασις,
ἐπειδὴ γυμνὰ τὰ θαύματα τῆς πολιτείας· οὕτω καὶ ἐνταῦθα
πανταχοῦ πολιτεία, καὶ οὐδαμοῦ θαύματα, καὶ εὐθέως ἡ σωτηρία· ἐπειδὴ
ἰσχύει καθ' ἑαυτὴν σῶσαι ἡ ἀρίστη πολιτεία τοὺς κεκτημένους αὐτήν. ∆ιὰ τοῦτο καὶ
ὁ μακάριος οὗτος, καὶ γενναῖος, καὶ θαυμάσιος Λουκᾶς οὕτως ἐπέγραψε τὸ βιβλίον,
Πράξεις ἀποστόλων, οὐ θαύματα ἀποστόλων· καίτοι καὶ θαύματα πεποιήκασιν. Ἀλλ' ἐκεῖνα
μὲν καιρῷ γέγονε, καὶ παρῆλθε· ταῦτα δὲ διὰ παντὸς τοῦ χρόνου πάντας ἐπιδείκνυσθαι
χρὴ τοὺς σώζεσθαι μέλλοντας. Ἐπεὶ οὖν οὐ πρὸς τὰ σημεῖα, ἀλλὰ πρὸς τὰς πράξεις
τῶν ἀποστόλων ὁ ζῆλος ἡμῖν, διὰ τοῦτο οὕτως τὸ βιβλίον ἐπέγραψεν. Ἵνα γὰρ μὴ λέγῃς,
μᾶλλον δὲ ἵνα μὴ λέγωσιν οἱ ῥᾴθυμοι, ἐπειδὰν αὐτοὺς
παρακαλοῦμεν πρὸς τὴν μίμησιν
τῶν ἀποστόλων, καὶ λέγομεν· Μίμησαι Πέτρον, ζήλωσον Παῦλον,
γενοῦ κατὰ Ἰωάννην, ἀκολούθησον Ἰάκωβον· ἵνα μὴ λέγωσιν,
Οὐ δυνάμεθα, οὐδὲ ἰσχύομεν,
ἐκεῖνοι γὰρ νεκροὺς ἀνέστησαν, λεπροὺς ἐκάθηραν,
ἐπιστομίζων ἡμῶν τὴν ἀναίσχυντον ἀπολογίαν, Σιώπα, φησὶ, πεφίμωσο· οὐ θαύματα,
ἀλλὰ πολιτεία εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν. Ζήλωσον τοίνυν τὴν πολιτείαν
τῶν ἀποστόλων, καὶ οὐδὲν ἔλαττον ἕξεις τῶν ἀποστόλων. Οὐ γὰρ τὰ σημεῖα ἀποστόλους
ἐποίησεν, ἀλλ' ὁ βίος ὁ καθαρός. Καὶ ὅτι
τοῦτό ἐστι τὸ γνώρισμα τῆς ἀποστολικῆς εἰκόνος,
καὶ τοῦ χαρακτῆρος
τῶν μαθητῶν, ἄκουσον τοῦ Χριστοῦ
τοῦτο δηλοῦντος τὸ σημεῖον. Χαρακτηρίζων
γὰρ τῶν μαθητῶν τὰς εἰκόνας, καὶ δεικνὺς
τί ποτέ ἐστιν ἀποστολῆς γνώρισμα, οὕτως εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μου ἐστέ. Ἐν τούτῳ, ποίῳ;
ἐν τῷ θαύματα ποιεῖν; ἐν τῷ νεκροὺς
ἐγείρειν; Οὐχὶ, φησίν· ἀλλ' ἐν τίνι; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε,
ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἡ δὲ ἀγάπη οὐχὶ θαυμάτων, ἀλλὰ πολιτείας ἐστί. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Εἶδες τὸ γνώρισμα
τῶν μαθητῶν; εἶδες τὴν εἰκόνα τῆς ἀποστολῆς; εἶδες τὴν μορφήν; εἶδες τὸν τύπον;
μηδὲν πλέον ζήτει·
ὁ γὰρ ∆εσπότης
ἀπεφήνατο, ὅτι ἀγάπη
χαρακτηρίζει τοὺς μαθητάς. Ἂν τοίνυν
ἔχῃς ἀγάπην, ἀπόστολος γέγονας, καὶ τῶν ἀποστόλων πρῶτος.
δʹ. Βούλει ἑτέρωθεν τοῦτο μαθεῖν; Πρὸς Πέτρον εἰπὼν ὁ Χριστὸς, Πέτρε, φιλεῖς με πλέον τούτων;
φησί. Τούτου δὲ ἴσον οὐδὲν εἰς τὸ τυχεῖν
βασιλείας οὐρανῶν, ἀλλ' ὅταν
φανῶμεν τὸν Χριστὸν φιλοῦντες, ὡς
φιλεῖν δεῖ. Καὶ τὸ γνώρισμα εἶπε. Τί ποτ' οὖν ἐστι τοῦτο;
καὶ τί ποιοῦντες δυνάμεθα φιλεῖν πλέον τῶν ἀποστόλων; ἆρα τοὺς νεκροὺς ἐγείροντες;
ἢ ἄλλα τινὰ θαύματα
ἐπιδεικνύμενοι; Οὐδαμῶς· ἀλλὰ τί ποιοῦντες; Αὐτοῦ τοῦ φιλουμένου Χριστοῦ ἀκούσωμεν. Εἰ γὰρ φιλεῖς με, φησὶ, πλέον
τούτων, ποίμαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἐνταῦθα πολιτεία εὐδοκιμεῖ. Τὸ γὰρ κηδεμονικὸν,
τὸ συμπαθητικὸν, τὸ προστατικὸν, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ πάντα, ἃ τὸν
ποιμαίνοντα ἔχειν δεῖ, πάντα ταῦτα πολιτείας ἐστὶν, οὐχὶ θαυμάτων, οὐδὲ σημείων.
Ἀλλ' ἐκεῖνοι, φησὶ, διὰ τὰ θαύματα τοιοῦτοι γεγόνασιν. Οὐχὶ διὰ τὰ θαύματα, ἀλλὰ
διὰ τὴν πολιτείαν, καὶ ἐντεῦθεν μάλιστα ἔλαμψαν. ∆ιὰ τοῦτό φησιν αὐτοῖς· Λαμψάτω
τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν οἱ ἄνθρωποι οὐχὶ τὰ θαύματα, ἀλλὰ
τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς
πανταχοῦ τὴν πολιτείαν διαλάμπουσαν, τὸν βίον τὸν ἐνάρετον θαυμαζόμενον; Βούλει
σοι δείξω καὶ αὐτὸν τὸν Πέτρον, τοῦτον τὸν κορυφαῖον τῶν ἀποστόλων, καὶ πολιτείαν
ἐπιδειξάμενον μεγίστην, καὶ θαύματα
ποιήσαντα ὑπερβαίνοντα ἀνθρωπίνην φύσιν, καὶ ἀμφότερα παράλληλα κείμενα, καὶ τὸ
θαῦμα, καὶ τὴν πολιτείαν, καὶ ἀπὸ τῆς
πολιτείας μᾶλλον, ἢ ἀπὸ τῶν σημείων τιμηθέντα; Ἄκουε τῆς ἱστορίας ταύτης·
Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.
Μὴ παραδράμῃς ἁπλῶς τὸ διήγημα, ἀλλ' εὐθέως
ἐπίστα τῷ προοιμίῳ, καὶ μάθε πόση ἦν ἡ ἀγάπη
καὶ ἡ συμφωνία καὶ ἡ ὁμόνοια, καὶ πῶς πανταχοῦ
οὗτοι ἐκοινώνουν ἀλλήλοις,
καὶ συνδεδεμένοι τῷ δεσμῷ τῆς κατὰ Θεὸν φιλίας, ἅπαντα ἔπραττον,
καὶ ἐν τραπέζῃ καὶ ἐν εὐχῇ καὶ ἐν βαδίσει καὶ ἐν τοῖς ἄλλοις ἅπασι μετὰ ἀλλήλων ἐφαίνοντο. Εἰ δὲ ἐκεῖνοι οἱ στῦλοι, οἱ πύργοι,
οἱ πολλὴν παῤῥησίαν ἔχοντες πρὸς τὸν Θεὸν, τῆς παρ' ἀλλήλων ἐδέοντο βοηθείας, καὶ ὑπὸ τῆς παρ' ἀλλήλων
συμμαχίας διωρθοῦντο, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἀσθενεῖς, καὶ
ταλαίπωροι, καὶ οὐδενὸς
ἄξιοι λόγου, τῆς ἀλλήλων δεησόμεθα βοηθείας; Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ
βοηθούμενος, ὡς πόλις ὀχυρά· καὶ πάλιν· Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ
τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Πέτρος καὶ Ἰωάννης ἦσαν, καὶ τὸν Ἰησοῦν εἶχον μέσον· Ὅπου γὰρ ἂν
ὦσι συνηγμένοι δύο ἢ τρεῖς, φησὶν, ἐν τῷ ὀνόματί μου, ἐγὼ ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
Εἶδες πόσον ἐστὶ τὸ ἐπὶ τὸ αὐτὸ εἶναι; Οὐχ ἁπλῶς δὲ ἦσαν ἐπὶ τὸ αὐτὸ, ἐπὶ καὶ νῦν
ἐπὶ τὸ αὐτὸ πάντες ἐσμέν· ἀλλ' ἐπὶ τὸ αὐτὸ εἶναι
χρὴ τῷ συνδέσμῳ
τῆς ἀγάπης, τῇ
διαθέσει τῆς προαιρέσεως· καὶ ὥσπερ
τὰ σώματα ἡμῶν ἐγγὺς ἀλλήλων ἐστὶ νῦν, καὶ συσφίγγεται ἐπὶ τὸ αὐτὸ, οὕτω καὶ τὰς
καρδίας συσφίγγεσθαι χρή. Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερόν. Ἐσχίσθη τὸ
καταπέτασμα, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων, ἀνῃρέθη ἡ ἐν ἑνὶ τόπῳ προσκύνησις. Ὁ Παῦλος
βοᾷ λέγων· Ἐν παντὶ τόπῳ ἐπαίρετε ὁσίους χεῖρας. Τί τοίνυν τρέχουσιν
αὐτοὶ εἰς τὸ ἱερὸν προσεύξασθαι; πάλιν ἐπὶ τὴν Ἰουδαϊκὴν ἦλθον ἀσθένειαν; Μὴ γένοιτο! ἀλλὰ συγκαταβαίνουσι τοῖς ἀσθενεστέροις, ἐκεῖνο
πληροῦντες τὸ ῥῆμα Παύλου, τὸ λέγον·
Ἑγενόμην τοῖς Ἰουδαίοις
ὡς Ἰουδαῖος. Συγκαταβαίνουσι τοῖς
ἀσθενέσιν, ἵνα μὴ μείνωσιν ἀσθενεῖς ἐκεῖνοι.
Ἄλλως δὲ καὶ ἐκεῖ συνήγετο πᾶσα ἡ πόλις. Καθάπερ οὖν ἁλιεῖς ἄριστοι ἐκείνους τοὺς
κόλπους τῶν ποταμῶν διώκουσιν, ἔνθα πάντες συλλέγονται οἱ ἰχθύες, ὥστε μετ' εὐκολίας ἐπιτυχεῖν τῆς θήρας· οὕτω δὴ καὶ οἱ ἀπόστολοι οὗτοι, οἱ
πνευματικοὶ ἁλιεῖς, εἰς ἐκεῖνον τὸν κόλπον
ἔσπευδον, ὅπου πᾶσα ἡ πόλις συνήγετο, ἵνα ἐκεῖ τὸ τοῦ Εὐαγγελίου δίκτυον ἁπλώσαντες,
μετ' εὐκολίας τύχωσι τῆς ἄγρας. Τοῦτο δὲ ἐποίουν μιμούμενοι τὸν διδάσκαλον. Καὶ
γὰρ ὁ Χριστός φησι· Καθ' ἡμέραν μεθ' ὑμῶν ἤμην ἐν τῷ ἱερῷ. ∆ιὰ τί
ἐν τῷ ἱερῷ; Ἵνα
τοὺς ἐκ τοῦ ἱεροῦ
λάβῃ. Οὕτω καὶ οὗτοι ἀπήρχοντο μὲν ὡς προσευξόμενοι,
διδασκαλίαν δὲ ἔμελλον κατασπείρειν ἐκεῖ. Εἰς τὸ ἱερὸν προσεύξασθαι περὶ τὴν ὥραν
τῆς προσευχῆς τὴν ἐννάτην. Οὐδὲ ἡ ὥρα αὐτοῖς ἁπλῶς παρατετήρηται. Καὶ γὰρ εἶπον
ὑμῖν πολλάκις περὶ τῆς ὥρας ταύτης, ὅτι ἐν
αὐτῇ παράδεισος ἀνεῴγη, καὶ ὁ λῃστὴς εἰσῆλθεν, ἐν αὐτῇ ἡ κατάρα ἀνῃρέθη, ἐν αὐτῇ
ἡ θυσία τῆς οἰκουμένης προσηνέχθη, ἐν αὐτῇ τὸ σκότος ἐλύθη, ἐν αὐτῇ τὸ φῶς ἔλαμψε,
καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητόν. Περὶ ὥραν ἐννάτην. Ὅτε ἕτεροι ἀπὸ ἀρίστου καὶ μέθης
καθεύδουσιν ὕπνον βαθὺν, τότε ἐκεῖνοι νήφοντες, καὶ διεγηγερμένοι, καὶ πολλῷ τῷ
πόθῳ ζέοντες, ἐπὶ τὴν προσευχὴν ἔσπευδον. Εἰ δὲ ἐκεῖνοι εὐχῆς ἐδέοντο, εὐχῆς οὕτω
ἐκτενοῦς, εὐχῆς οὕτω διηκριβωμένης, οἱ τοσαύτην ἔχοντες παῤῥησίαν, οἱ μηδὲν ἑαυτοῖς
συνειδότες πονηρὸν, τί ποιήσομεν ἡμεῖς, μυρίων γέμοντες τραυμάτων, οὐκ ἐπιτιθέντες δὲ τῆς εὐχῆς τὸ φάρμακον; Μέγα ὅπλον εὐχή. Βούλει
μαθεῖν πῶς μέγα ὅπλον ἡ εὐχή; Προστασίας πενήτων παρέδραμον οἱ ἀπόστολοι, ἵνα
πλείονα σχολὴν περὶ τὴν εὐχὴν ἔχωσι.
Καταστήσατε γὰρ, φησὶν, ἐξ ὑμῶν ἄνδρας μαρτυρουμένους ἑπτά· ἡμεῖς δὲ τῇ προσευχῇ
καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
εʹ. Ἀλλ', ὅπερ ἔλεγον (μὴ
γὰρ ἐκπέσωμεν τῆς ὑποθέσεως, ὅτι ὁ μὲν Πέτρος καὶ πρᾶξιν ἐπεδείξατο, καὶ θαῦμα ἐποίησε,
καὶ ἀπὸ τῆς πράξεως ἐπαινεῖται μᾶλλον),ἀνῆλθεν οὖν εἰς τὸ ἱερὸν προσεύξασθαι· καὶ ἰδοὺ χωλὸς
ἐκ κοιλίας μητρὸς αὐτοῦ,βασταζόμενος ἐκεῖ πρὸς τὴν θύραν τοῦ ἱεροῦ. Ἀπ' αὐτῶν τῶν
ὠδίνων ἡ πήρωσις τῆς φύσεως ἦν, καὶ μεῖζον ἰατρικῆς τέχνης τὸ νόσημα, ἵνα μειζόνως ἐπιδειχθῇ
ἡ τοῦ Θεοῦ χάρις. Οὗτος οὖν ὁ χωλὸς ἔκειτο πρὸς τὴν πύλην τοῦ ἱεροῦ· καὶ
ἰδὼν αὐτοὺς εἰσιόντας, προσεῖχεν αὐτοῖς,
ζητῶν ἐλεημοσύνην παρ' αὐτῶν λαβεῖν.
Τί οὖν ὁ Πέτρος; Βλέψον
εἰς ἡμᾶς, φησίν.
Ἱκανὴ ἀπὸ τῆς ὄψεως ἡ ἀπόδειξις τῆς ἀκτημοσύνης· οὐ
χρεία λόγων, οὐδὲ
ἀποδείξεως, οὐδὲ ἀποκρίσεως,
οὐδὲ διδασκαλίας· ὁ στολισμός σοι δείκνυσι τὸν ἀκτήμονα. Τοῦτο οὖν ὅλον
τὸ κατόρθωμα τῆς ἀποστολῆς, ἵνα ταῦτα λέγῃς
πρὸς τὸν πένητα, ἵνα μὴ
διορθώσῃ τὴν πενίαν μόνον, ἵνα εἴπῃς, Ὄψει
μείζονα πλοῦτον. Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι·
ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει. Εἶδες πενίαν καὶ πλοῦτον;
πενίαν μὲν χρημάτων, πλοῦτον
δὲ χαρισμάτων. Οὐκ ἔλυσε πενίαν
χρημάτων, ἀλλὰ διώρθωσε
πενίαν φύσεως. Ὅρα τὴν
ἐπιείκειαν Πέτρου· Βλέψον εἰς ἡμᾶς. Οὐχ ὕβρισεν, οὐκ ἐλοιδορήσατο, ὃ
πολλάκις ποιοῦμεν ἡμεῖς πρὸς τοὺς ἐντυγχάνοντας ἡμῖν, εὐθύνας ἐγκαλοῦντες αὐτοῖς, ὅτι καθεύδουσι.
Μὴ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε; Οὐκ ἐκέλευσέ σοι ἀργίαν ἐγκαλεῖν, ἀλλὰ πενίαν
διορθοῦσθαι· οὐκ ἐποίησέ σε κατήγορον κακίας, ἀλλὰ ἰατρὸν κατέστησε συμφορᾶς· οὐχ
ἵνα ὀνειδίζῃς νωθείαν, ἀλλ' ἵνα χεῖρα ὀρέγῃς
τοῖς κειμένοις· οὐχ ἵνα κακίζῃς τρόπον, ἀλλ' ἵνα λύσῃς λιμόν. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν· ἀφέντες παραμυθήσασθαι τοὺς προσιόντας
τῇ δόσει τῶν χρημάτων,
καὶ προσεπιτρίβομεν αὐτῶν τὰ τραύματα
ταῖς τῶν ἐγκλημάτων ἐπαγωγαῖς.
Ἀλλὰ καὶ ἀπολογεῖται τῷ πένητι,
καὶ μετ' ἐπιεικείας διαλέγεται· Κλῖνον γὰρ, φησὶ, πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι
αὐτῷ ἐν πραότητι εἰρηνικά. Ἀργύριον καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι·
ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει. ∆ύο ἐνταῦθά ἐστι, πολιτεία καὶ θαῦμα.
Πολιτεία, τὸ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· πολιτείας γὰρ τὸ καταφρονεῖν τῶν γηΐνων
πραγμάτων, τὸ ῥῖψαι τὰ ὑπάρχοντα, τὸ ὑπεριδεῖν τῆς παρούσης ματαιότητος·
θαῦμα δὲ τὸ ἐγεῖραι τὸν χωλὸν, τὸ διορθῶσαι τὰ μέλη τὰ πεπηρωμένα. Ἰδοὺ τοίνυν
καὶ πολιτεία καὶ θαῦμα. Ἴδωμεν οὖν πόθεν ὁ Πέτρος καυχᾶται. Τί εἶπεν; Ὅτι θαύματα ἐποίησε; καίτοι θαύματα
ἦν πεποιηκὼς τότε· ἀλλ' οὐκ εἶπε τοῦτο· ἀλλὰ τί; Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα,
καὶ ἠκολουθήσαμέν σοι. Εἶδες τὴν πολιτείαν
καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν στεφανουμένην; Τί οὖν ὁ Χριστός; Τοῦτον ἀπεδέξατο
καὶ ἐπῄνεσε. Λέγω γὰρ ὑμῖν, φησὶν, ὅτι ὑμεῖς οἱ ἀφέντες οἰκίας, καὶ τὰ λοιπά. Οὐκ
εἶπεν, Οἱ ἀναστήσαντες νεκροὺς, ἀλλ' Ὑμεῖς οἱ ἀφέντες τὰ ὑπάρχοντα ὑμῶν,
καθήσεσθε ἐπὶ δώδεκα
θρόνους· καὶ πᾶς ὅστις ἀφῆκε
τὰ ὑπάρχοντα αὐτῷ πάντα,
ταύτης ἀπολαύσεται τῆς
τιμῆς. Οὐ δύνασαι ἀναστῆσαι χωλὸν, καθάπερ ὁ Πέτρος; Ἀλλὰ δύνασαι
εἰπεῖν, ὡς ἐκεῖνος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Κἂν τοῦτο εἴπῃς, ἐγγὺς
ἐγένου τοῦ Πέτρου· μᾶλλον δὲ οὐδὲ ἂν εἴπῃς,
ἀλλ' ἐὰν ποιήσῃς. Οὐ δύνασαι ξηρὰν διορθῶσαι χεῖρα; Ἀλλὰ δύνασαι τὴν σεαυτοῦ χεῖρα
ξηρὰν γινομένην ὑπὸ ἀπανθρωπίας ποιῆσαι ἐκταθῆναι
διὰ φιλανθρωπίας. Μὴ ἔστω γὰρ, φησὶν, ἡ
χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, ἐν δὲ τῷ διδόναι συνεσταλμένη. Ὁρᾷς ὅτι οὐχ ἡ ξηρότης, ἀλλὰ καὶ
ἀπανθρωπία συστέλλει τὴν χεῖρα; Ἔκτεινον
οὖν αὐτὴν διὰ φιλανθρωπίας καὶ ἐλεημοσύνης. Οὐ δύνασαι ἐκβαλεῖν δαίμονα;
Ἀλλ' ἔκβαλε ἁμαρτίαν, καὶ μείζονα λήψῃ
μισθόν. Εἶδες πῶς πανταχοῦ ἡ πολιτεία καὶ τὰ κατορθώματα μείζονα ἔπαινον
ἔχει τῶν θαυμάτων, καὶ πλείονα τὴν ἀμοιβήν; Εἰ δὲ βούλει, καὶ ἑτέρωθεν τοῦτο δείξομεν.
Προσῆλθον αὐτῷ, φησὶν, οἱ ἑβδομήκοντα μαθηταὶ, καὶ ἔχαιρον, καὶ ἔλεγον· Κύριε, ἐν
τῷ ὀνόματί σου καὶ τὰ δαιμόνια ἡμῖν ὑπακούουσι. Καὶ λέγει αὐτοῖς· Μὴ χαίρετε, ὅτι
τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται
ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν θαυμαζομένην;
ς ʹ. Φέρε
οὖν, ἀναλογισώμεθα τὰ εἰρημένα ἄνωθεν·
Ἐν τούτῳ γνώσονται πάντες,
ὅτι ἐμοὶ μαθηταί
ἐστε, ἐὰν ἀγαπᾶτε
ἀλλήλους. Ἰδοὺ ἀπὸ πολιτείας, οὐκ ἀπὸ θαυμάτων τὸ γνώρισμα
τοῦ μαθητὰς εἶναι ἀποδέδεικται. Πέτρε, φιλεῖς με πλέον τούτων; ποίμαινε τὰ πρόβατά
μου. Ἰδοὺ καὶ ἕτερον γνώρισμα, καὶ αὐτὸ πάλιν ἀπὸ πολιτείας. Τρίτον πάλιν γνώρισμα·
Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται
ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦτο πολιτείας πάλιν κατόρθωμα.
Βούλει καὶ τετάρτην
ἀπόδειξιν τούτου μαθεῖν; Λαμψάτω, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν
τῶν ἀνθρώπων, ἵνα ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν
τοῖς οὐρανοῖς. Ἰδοὺ καὶ ἐνταῦθα ἔργα φαίνεται. Καὶ ὅταν λέγῃ πάλιν· Ὅστις ἀφῆκεν
οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει, τὴν πολιτείαν ἐπαινεῖ, καὶ τὸν
διηκριβωμένον βίον. Εἶδες τοὺς μαθητὰς ἀπὸ τοῦ φιλεῖν ἀλλήλους γνωριζομένους, τὸν δὲ ὑπὲρ
τοὺς ἀποστόλους φιλοῦντα
τὸν Χριστὸν ἀπὸ τοῦ ποιμαίνειν τοὺς ἀδελφοὺς
φαινόμενον, τοὺς δὲ ὀφείλοντας χαίρειν, οὐκ ἀπὸ τοῦ δαίμονας ἐκβάλλειν, ἀλλ'
ἀπὸ τοῦ ἐγγεγράφθαι ἐν τῷ οὐρανῷ κελευομένους εὐφραίνεσθαι, καὶ τοὺς μὲν τὸν Θεὸν
δοξάζοντας ἀπὸ τῆς τῶν ἔργων λαμπρότητος δεικνυμένους, τοὺς δὲ ζωῆς ἐπιτυχόντας καὶ ἑκατονταπλασίονα λαμβάνοντας, ἀπὸ τῆς τῶν παρόντων
ἁπάντων ὑπεροψίας ἐπιτυχόντας ταύτης τῆς δωρεᾶς. Τούτους μίμησαι πάντας, καὶ
δυνήσῃ καὶ μαθητὴς εἶναι, καὶ ἐν τοῖς φίλοις τοῦ Θεοῦ ἀριθμεῖσθαι, καὶ δοξάζειν
τὸν Θεὸν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαῦσαι·
καὶ οὐδὲν ἔσται σοι κώλυμα πρὸς τὸ τυχεῖν
τῶν ἀγαθῶν ἁπάντων, τὸ μὴ ποιεῖν σημεῖα, ἐὰν πολιτείαν ἔχῃς διηκριβωμένην. Καὶ γὰρ αὐτὸς τοῦτο τὸ ὄνομα, Πέτρος, οὐκ ἀπὸ
θαυμάτων καὶ σημείων ἔλαβεν,
ἀλλ' ἀπὸ ζήλου καὶ φίλτρου γνησίου.
Οὐδὲ γὰρ ἐπειδὴ νεκροὺς ἀνέστησεν, οὐδὲ ἐπειδὴ χωλὸν ἀνώρθωσεν, οὕτως ἐκλήθη·
ἀλλ' ἐπειδὴ πίστιν μετὰ
τῆς ὁμολογίας ἐπεδείξατο
γνησίαν, τὸ ὄνομα
τοῦτο ἐκληρονόμησε, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ
τῇ πέτρᾳ οἰκοδομήσω
μου τὴν Ἐκκλησίαν. ∆ιὰ τί; Οὐχ ὅτι
θαύματα ἐποίησεν, ἀλλ' ὅτι εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁρᾷς
ὅτι καὶ αὐτὸ τὸ Πέτρον κληθῆναι, οὐκ ἀπὸ θαυμάτων, ἀλλ' ἀπὸ ζήλου πεπυρωμένου
ἔλαβε τὴν ἀρχήν. Ἀλλ' ἐπειδὴ
Πέτρου ἐμνήσθην, εἰσῆλθέ μοι καὶ ἑτέρου Πέτρου μνήμη, τοῦ κοινοῦ πατρὸς,
καὶ διδασκάλου, ὃς τὴν ἐκείνου διαδεξάμενος ἀρετὴν, καὶ τὴν καθέδραν ἐκληρονόμησε
τὴν ἐκείνου. Ἓν γὰρ καὶ τοῦτο πλεονέκτημα
τῆς ἡμετέρας πόλεως, τὸ τῶν ἀποστόλων
τὸν κορυφαῖον λαβεῖν ἐν ἀρχῇ διδάσκαλον. Ἔδει γὰρ τὴν πρὸ τῆς
οἰκουμένης ἁπάσης τὸ τῶν Χριστιανῶν
ἀναδησαμένην ὄνομα, τὸν τῶν ἀποστόλων πρῶτον
ποιμένα λαβεῖν. Ἀλλὰ λαβόντες αὐτὸν
διδάσκαλον, οὐκ εἰς τέλος κατέσχομεν, ἀλλὰ παρεχωρήσαμεν τῇ βασιλίδι Ῥώμῃ· μᾶλλον δὲ εἰς τὸ τέλος αὐτὸν ἐσχήκαμεν·
τὸ μὲν γὰρ σῶμα Πέτρου οὐ κατέχομεν, τὴν
δὲ πίστιν Πέτρου κατέχομεν ὡς Πέτρον· τὴν
δὲ πίστιν Πέτρου κατέχοντες, αὐτὸν ἔχομεν Πέτρον. Οὕτω καὶ τὸν ἐκείνου
ζηλωτὴν ὁρῶν τες, αὐτὸν δοκοῦμεν ὁρᾷν·
καὶ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ
Χριστὸς, οὐκ ἐπειδὴ Ἠλίας ἦν ὁ Ἰωάννης, ἀλλ' ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν
Ἠλίου. Καθάπερ οὖν ὁ Ἰωάννης, ἐπειδὴ
ἐν πνεύματι καὶ δυνάμει
ἦλθεν Ἠλίου, Ἠλίας ἐλέγετο, οὕτω
καὶ οὗτος, ἐπειδὴ
ἐν ὁμολογίᾳ καὶ πίστει Πέτρου παραγέγονεν, εἰκότως ἂν καὶ τῆς
προσηγορίας ἐκείνης ἀξιωθείη. Ἡ γὰρ τῆς πολιτείας συγγένεια καὶ τὴν κοινωνίαν
τῶν ὀνομάτων ποιεῖ. Εὐξώμεθα δὲ πάντες καὶ εἰς τὸ Πέτρου γῆρας αὐτὸν ἐλθεῖν· καὶ γὰρ
ὁ Ἀπόστολος ἐν γήρᾳ τὸν βίον κατέλυσεν. Ὅταν
γὰρ, φησὶ, γηράσῃς, τότε ζώσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις. Αἰτήσωμεν δὴ
καὶ τούτῳ μακρὰν πολιτείαν· ἐκτεινόμενον
γὰρ αὐτοῦ τὸ γῆρας τὴν ἡμετέραν νεότητα τὴν πνευματικὴν μᾶλλον ἀκμάζειν
ποιεῖ· ἣν γένοιτο διαπαντὸς ἐν ἀκμῇ τηρηθῆναι, εὐχαῖς μὲν ἐκείνου καὶ τούτου τοῦ
Πέτρου, χάριτι δὲ καὶ φιλανθρωπίᾳ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
7.Ὅτι χρήσιμος ἡ τῶν Γραφῶν
ἀνάγνωσις, καὶ ὅτι δουλείᾳ καὶ περιστάσει πραγμάτων ἀχείρωτον ποιεῖ τὸν προσέχοντα,
καὶ ὅτι τὸ ὄνομα τῶν ἀποστόλων πολλῶν ἐστιν ἀξιωμάτων ὄνομα, καὶ ὅτι τῶν ἔξωθεν
ἀρχόντων καὶ αὐτῶν τῶν βασιλευόντων πολλῷ μείζονα κέκτηνται δύναμιν οἱ ἀπόστολοι
καὶ ἐξουσίαν· καὶ πρὸς τῷ τέλει πρὸς νεοφωτίστους.
αʹ. Ὅταν μὲν εἰς τὴν
πτωχείαν τῆς διανοίας ἴδω τῆς ἐμαυτοῦ, ναρκῶ καὶ ἀναδύομαι, πρὸς διάλεξιν
τοσούτου δήμου καλούμενος· ὅταν δὲ εἰς τὴν προθυμίαν ἀναβλέψω τὴν ὑμετέραν, καὶ
τὸ τῆς ἀκροάσεως ἀκόρεστον, θαῤῥῶ καὶ διανίσταμαι, καὶ μετὰ προθυμίας πρὸς τὸ τῆς
διδασκαλίας ἀποδύομαι στάδιον. Ἱκανοὶ γὰρ ὑμεῖς καὶ λιθίνην λαβόντες διάνοιαν, πτεροῦ παντὸς κουφοτέραν ἐργάσασθαι
τῇ περὶ τὴν ἀκρόασιν ἐπιθυμίᾳ τε καὶ σπουδῇ. Καὶ καθάπερ τὰ φωλεύοντα τῶν ζώων ἐν
μέσῳ τῷ χειμῶνι πρὸς τὰς πέτρας καταδυόμενα, ἐπειδὰν
ἴδῃ τὸ θέρος φανὲν, ἀφίησι τὴν
κατάδυσιν, καὶ μετὰ τῶν λοιπῶν ζώων ἀγελάζεται,
καὶ κοινῇ μεθ' ἡμῶν σκιρτᾷ· οὕτω καὶ ἡ
ψυχὴ ἡ ἡμετέρα ὥσπερ εἴς τινα φωλεὸν τῆς
ἀσθενείας τοῦ συνειδότος καταδυομένη, ὅταν ἴδῃ τὸν πόθον τῆς ὑμετέρας ἀγάπης, ἀφίησι
τὸν φωλεὸν, καὶ μεθ' ὑμῶν ἀγελάζεται,
κοινῇ μεθ' ὑμῶν σκιρτᾷ τὰ καλὰ τῶν Γραφῶν σκιρτήματα, ἐν τῷ πνευματικῷ καὶ θείῳ λειμῶνι,
ἐν τῷ παραδείσῳ
τῆς Γραφῆς. Καὶ γὰρ
πνευματικὸς λειμὼν, καὶ παράδεισος τρυφῆς ἡ τῶν θείων Γραφῶν ἐστιν ἀνάγνωσις,
παράδεισος δὲ τρυφῆς ἐκείνου τοῦ παραδείσου βελτίων. Τοῦτον τὸν παράδεισον οὐκ ἐν τῇ γῇ, ἀλλ' ἐν ταῖς τῶν πιστευόντων
ψυχαῖς ἐφύτευσεν ὁ Θεός· τοῦτον τὸν παράδεισον οὐκ ἐν Ἐδὲμ, οὐδὲ κατὰ ἀνατολὰς
ἔθετο ἐν ἑνὶ περιγράψας χωρίῳ, ἀλλὰ πανταχοῦ
τῆς γῆς ἐξήπλωσε, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐξέτεινε. Καὶ ὅτι πανταχοῦ τῆς οἰκουμένης τὰς Γραφὰς ἥπλωσεν, ἄκουσον τοῦ
προφήτου λέγοντος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα
τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Κἂν πρὸς Ἰνδοὺς ἀπέλθῃς, οὓς πρώτους ἀνίσχων ὁ ἥλιος
ὁρᾷ, κἂν εἰς τὸν ὠκεανὸν ἀπέλθῃς,
κἂν πρὸς τὰς Βρεταννικὰς
νήσους ἐκείνας, κἂν εἰς τὸν Εὔξεινον
πλεύσῃς πόντον, κἂν πρὸς τὰ νότια ἀπέλθῃς
μέρη, πάντων ἀκούσῃ πανταχοῦ τὰ ἀπὸ τῆς Γραφῆς φιλοσοφούντων, φωνῇ μὲν ἑτέρᾳ, πίστει δὲ οὐχ ἑτέρᾳ, καὶ γλώσσῃ μὲν διαφόρῳ,
διανοίᾳ δὲ συμφώνῳ. Ὁ μὲν
γὰρ φθόγγος τῆς γλώσσης, ἐνήλλακται,
ὁ δὲ τρόπος τῆς εὐσεβείας οὐκ ἐνήλλακται· καὶ βαρβαρίζουσι μὲν τῇ γλώττῃ, φιλοσοφοῦσι
δὲ τῇ γνώμῃ·
καὶ σολοικίζουσι μὲν τῷ φθόγγῳ,
εὐσεβοῦσι δὲ τῷ τρόπῳ. Εἶδες παραδείσου μῆκος πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐκτεταμένου;
Ἐνταῦθα οὐκ ἔστιν ὄφις, καθαρὸν τῶν θηρίων ἐστὶ τὸ χωρίον, καὶ τῇ τοῦ Πνεύματος τειχίζεται χάριτι.
Ἔχει καὶ πηγὴν ὁ παράδεισος οὗτος, καθάπερ ἐκεῖνος, πηγὴν μυρίων ποταμῶν μητέρα,
οὐχὶ τεσσάρων. Οὐ γὰρ τὸν Τίγρητα, οὐδὲ τὸν Εὐφράτην, οὐδὲ τὸν Αἰγύπτιον Νεῖλον,
οὐδὲ τὸν Ἰνδὸν Γάγγην, ἀλλὰ μυρίους ἀφίησι
ποταμοὺς αὕτη ἡ πηγή. Τίς ταῦτά
φησιν; Αὐτὸς ὁ τοὺς
ποταμοὺς ἡμῖν χαρισάμενος Θεός· Ὁ
πιστεύων γὰρ εἰς ἐμὲ, φησὶ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν
ὕδατος ζῶντος. Εἶδες πῶς οὐχὶ τέσσαρες ποταμοὶ, ἀλλὰ ἀδιόριστοι ἀπὸ τῆς πηγῆς ἐκείνης
ἐκχέοντες; Οὐ τῷ πλήθει δὲ μόνον, ἀλλὰ καὶ τῇ φύσει θαυμαστὴ ἡ πηγή· οὐ γὰρ ὕδατός
ἐστι τὰ νάματα, ἀλλὰ Πνεύματος τὰ χαρίσματα. Αὕτη ἡ πηγὴ καθ' ἑκάστην ψυχήν ἐστι
τῶν πιστῶν μεριζομένη, καὶ οὐ μειουμένη· μεριζομένη, καὶ οὐ δαπανωμένη·
κατακερματιζομένη, καὶ οὐκ ἐλαττουμένη· παρὰ πᾶσιν ὁλόκληρος, καὶ ἐν ἑκάστῳ ὁλόκληρος.
Τοσαῦτα γὰρ τοῦ Πνεύματος τὰ χαρίσματα. Βούλει μαθεῖν τὴν
δαψίλειαν τῶν ναμάτων
τούτων; βούλει μαθεῖν τῶν ὑδάτων τὴν φύσιν; πῶς οὐκ ἔοικε τούτοις, ἀλλὰ
βελτίω τούτων καὶ θαυμασιώτερά ἐστιν;
Ἄκουσον πάλιν αὐτοῦ
τοῦ Χριστοῦ λέγοντος
τῇ Σαμαρείτιδι, ἵνα μάθῃς τὴν δαψίλειαν
τῆς πηγῆς. Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω, φησὶ, τῷ πιστῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος
ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὐκ εἶπεν, ἐξιόντος, οὐκ εἶπε, προχεομένου, ἀλλὰ,
ἁλλομένου, διὰ τῶν ἁλμάτων τὴν ἀφθονίαν ἡμῖν
ἐμφαίνων. Ἐκεῖνα τῶν
κρηναίων ὑδάτων ἐξάλλεσθαι
καὶ πηδᾷν πανταχόθεν εἴωθεν, ἅπερ ἂν αἱ πηγαὶ ἐν τοῖς κόλποις μὴ δύνανται κατέχειν, ἀλλὰ νικώμεναι τῇ συνεχείᾳ τῆς ἐπιῤῥοῆς πανταχόθεν αὐτὰ ἀναβλύζουσι. Βουλόμενος οὖν τὴν δαψίλειαν
τῶν ναμάτων δεῖξαι, εἶπεν, ἁλλομένου, οὐκ, ἐξιόντος. Βούλει καὶ τὴν φύσιν
αὐτῆς καταμαθεῖν; Μάνθανε
ἀπὸ τῆς χρείας.
Οὐ γὰρ εἰς ζωὴν τὴν
παροῦσαν, ἀλλ' εἰς ζωὴν αἰώνιόν
ἐστι χρησίμη. ∆ιατρίψωμεν
τοίνυν ἐν τῷ παραδείσῳ τούτῳ, παρακαθεζώμεθα τῇ πηγῇ, μὴ
πάθωμεν ὅπερ ἔπαθεν ὁ Ἀδὰμ, καὶ ἐκπέσωμεν τοῦ παραδείσου· μὴ δεξώμεθα συμβουλὴν
ὀλεθρίαν, μὴ παραδεξώμεθα τὴν ἀπάτην τοῦ
διαβόλου· μένωμεν ἔνδον·
πολλὴ γὰρ ἡ ἐντεῦθεν ἀσφάλεια· μένωμεν ἐν τῇ ἀναγνώσει
τῶν Γραφῶν τούτων.
Καθάπερ γὰρ οἱ
πηγῇ παρακαθήμενοι, καὶ τῆς αὔρας ἐκείνης ἀπολαύοντες, καὶ καύσωνος ἐπικειμένου
τὴν ὄψιν συνεχῶς ἐπικλύζοντες, ἀποκρούονται τὸ πνῖγος τοῖς νάμασι, καὶ δίψους
διενοχλοῦντος ῥᾳδίως ἰῶνται
τὸ πάθος, ἐγγύθεν
τὸ φάρμακον ἀπὸ τῆς πηγῆς ἔχοντες· οὕτως ὁ παρὰ τὴν πηγὴν
τῶν θείων Γραφῶν
παρακαθήμενος, κἂν ἐπιθυμίας ἀτόπου
φλόγα διενοχλοῦσαν ἴδῃ, ῥᾳδίως ἀπὸ τῶν ναμάτων ἐκείνων τὴν ψυχὴν ἀποκλύσας ἀπεκρούσατο
τὴν φλόγα· κἂν ὀργὴ διακαὴς ἐνοχλῇ, τὴν καρδίαν καθάπερ λέβητα
ὑποκαιόμενον ἀναβράσσουσα, μικρὸν τοῦ νάματος ἐπιστάξας, εὐθέως κατέστειλε
τοῦ πάθους τὴν ἀναισχυντίαν·
καὶ ἐκ πάντων τῶν πονηρῶν λογισμῶν, ὥσπερ ἐκ μέσης φλογὸς, ἐξαρπάζει τὴν
ψυχὴν ἡ τῶν θείων
Γραφῶν ἀνάγνωσις.
βʹ. ∆ιὸ καὶ ὁ προφήτης ὁ
μέγας ∆αυῒδ ἐκεῖνος, εἰδὼς τὴν ὠφέλειαν
τὴν ἀπὸ τῆς ἀναγνώσεως τῶν
Γραφῶν, τὸν διηνεκῶς προσέχοντα
ταῖς Γραφαῖς καὶ τῆς ὁμιλίας
ταύτης ἀπολαύοντα παρεικάζει
φυτῷ ἀεὶ τεθηλότι,
παρὰ τοὺς ῥύακας ἑστηκότι τῶν ὑδάτων, οὑτωσὶ λέγων· Μακάριος
ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν·
ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας
καὶ νυκτὸς, καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων.
Καθάπερ γὰρ τὸ ξύλον ἐκεῖνο τὸ παρὰ τὰς διεξόδους τῶν ὑδάτων
πεφυτευμένον, παρ' αὐτοὺς τοὺς ῥύακας ἑστηκὸς, διηνεκῆ τῆς ἀρδείας ἔχον
τὴν χορηγίαν, πάσῃ ἀέρων ἀνωμαλίᾳ
ἀχείρωτον γίνεται, καὶ οὔτε ἀκτῖνα
θερμοτέραν γενομένην δέδοικεν,
οὔτε τὸν ἀέρα μεταπεσόντα εἰς αὐχμὸν εὐλαβεῖται·
ἱκανὴν γὰρ ἔχον ἐναποκεκλεισμένην ἐν ἑαυτῷ τὴν νοτίδα, πάσης
ἡλιακῆς θέρμης πλεονεξίαν ἔξωθεν προσβαλοῦσαν εὐθέως ἀποκρούεται καὶ διωθεῖται·
οὕτω καὶ ψυχὴ παρὰ τοὺς ῥύακας ἑστηκυῖα τῶν θείων Γραφῶν, καὶ ποτιζομένη διηνεκῶς,
ἐκεῖνα τὰ νάματα καὶ τὴν δρόσον τοῦ Πνεύματος ἐν ἑαυτῇ
συνάγουσα, πρὸς πᾶσαν πραγμάτων
περίστασιν ἀχείρωτος ἔσται, κἂν νόσος, κἂν
ἐπήρεια, κἂν συκοφαντία,
κἂν λοιδορίαι, κἂν σκώμματα, κἂν πᾶσα ῥᾳθυμία, κἂν πάντα τὰ
τῆς οἰκουμένης κακὰ εἰς τὴν τοιαύτην κατασκήψῃ ψυχὴν, εὐκόλως
ἀποκρούεται τὴν πύρωσιν τῶν παθῶν, ἀπὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως
ἱκανὴν παράκλησιν ἔχουσα. Οὔτε γὰρ δόξης
μέγεθος, οὐ δυναστείας ὄγκος, οὐ
φίλων παρουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων οὕτω τὸν ἐν
ὀδύνῃ παραμυθήσασθαι δυνήσεται, ὡς ἡ τῶν θείων Γραφῶν
ἀνάγνωσις. Τί δήποτε; Ὅτι ἐκεῖνα μὲν ἐπίκηρα καὶ
φθαρτὰ, διὸ καὶ
φθαρτὴ αὐτῶν ἡ παράκλησις· ἡ δὲ τῶν Γραφῶν ἀνάγνωσις, Θεοῦ
ὁμιλία ἐστίν. Ὅταν οὖν ὁ Θεὸς τὸν ἐν ἀθυμίᾳ παρακαλῇ,
τί τῶν ὄντων
αὐτὸν εἰς ἀθυμίαν
ἐμβαλεῖν δύναται; Προσέχωμεν τοίνυν τῇ ἀναγνώσει, μὴ τὰς δύο μόνον ταύτας ὥρας (οὐ
γὰρ ἀρκεῖ ἡμῖν εἰς ἀσφάλειαν ἡ ψιλὴ
αὕτη ἀκρόασις), ἀλλὰ διηνεκῶς· καὶ ἕκαστος οἴκαδε ἀναχωρήσας τὰ Βιβλία μετὰ
χεῖρας λαμβανέτω, καὶ τῶν εἰρημένων ἐπερχέσθω
τὰ νοήματα, εἴ γε μέλλῃ διηνεκῆ καὶ ἀρκοῦσαν ἔχειν τὴν ἀπὸ τῆς Γραφῆς ὠφέλειαν.
Καὶ γὰρ τὸ ξύλον ἐκεῖνο, τὸ παρὰ τοὺς ῥύακας ἑστηκὸς, οὐ δύο καὶ τρεῖς ὥρας ὁμιλεῖ
τοῖς ὕδασιν, ἀλλὰ πᾶσαν μὲν ἡμέραν, πᾶσαν δὲ νύκτα. ∆ιὰ τοῦτο κομᾷ τοῖς φύλλοις,
διὰ τοῦτο βρίθει τῷ καρπῷ ἐκεῖνο τὸ ξύλον, κἂν μηδεὶς αὐτὸ ἀνθρώπων ποτίζῃ· ἐπειδὴ παρὰ τοὺς ῥύακας ἕστηκεν αὐτὸ,
διὰ τῶν ῥιζῶν ἐπισπᾶται τὴν νοτίδα, καὶ ὥσπερ
διά τινων πόρων παραπέμπει τὴν ὠφέλειαν παντὶ
τῷ σώματι· οὕτω καὶ ὁ συνεχῶς ἀναγινώσκων τὰς θείας Γραφὰς, καὶ παρὰ τοὺς
ῥύακας αὐτῶν ἑστηκὼς, κἂν μηδένα ἔχῃ τὸν ἑρμηνεύοντα, διὰ τῆς συνεχοῦς
ἀναγνώσεως, ὥσπερ διά τινων ῥιζῶν, πολλὴν ἐπισπᾶται τὴν ὠφέλειαν. ∆ιὰ τοῦτο καὶ ἡμεῖς τὰς φροντίδας ὑμῶν εἰδότες, τοὺς περισπασμοὺς, τὰς ἀσχολίας
τὰς πολλὰς, ἠρέμα καὶ καταμικρὸν ὑμᾶς προσάγομεν τοῖς
νοήμασι τῶν Γραφῶν,
τῷ σχολαίῳ τῆς ἐξηγήσεως μόνιμον ποιοῦντες τῶν λεγομένων τὴν μνήμην. Καὶ γὰρ ὄμβρος ῥαγδαῖος μὲν καταῤῥηγνύμενος,
κατακλύζει τὴν ἐπιφάνειαν, καὶ τὸ βάθος οὐδὲν ὠφελεῖ· ἠρέμα δὲ καὶ καταμικρὸν ἐλαίου
δίκην ἐνιζάνων τῷ
προσώπῳ τῆς γῆς, ὥσπερ διά τινων φλεβῶν τῶν πόρων αὐτῆς
πρὸς τὸ βάθος
διολισθαίνων, τὰς λαγόνας
αὐτῆς ἐμπλήσας νοτίδος, εὐπορωτάτην ποιεῖ πρὸς τὴν τῶν καρπῶν φοράν. ∆ιὸ
καὶ ἡμεῖς τὸν πνευματικὸν τοῦτον ὄμβρον ἠρέμα
ταῖς ὑμετέραις ἐνίεμεν ψυχαῖς· αἱ μὲν γὰρ Γραφαὶ νεφέλαις ἐοίκασι πνευματικαῖς,
τὰ δὲ ῥήματα καὶ νοήματα ὄμβρῳ προσέοικε πολλῷ τούτου βελτίονι· καὶ διὰ τοῦτο τὸν
πνευματικὸν τοῦτον ὄμβρον καταμικρὸν ὑμῖν
ἐνίεμεν, ἵνα πρὸς αὐτὸ
τὸ βάθος χωρήσῃ
τὰ ῥήματα. ∆ιὰ τοῦτο τετάρτην σήμερον ἡμέραν ἔχοντες ἐξηγήσεως, οὐδέπω μίαν ἐπιγραφὴν παρελθεῖν ἠδυνήθημεν, ἀλλ' ἔτι περὶ αὐτὴν στρεφόμεθα. Βέλτιον γὰρ
μικρὸν διασκάπτοντας χωρίον, καὶ πρὸς τὸ
βάθος καταβαίνοντας πολὺν τῶν ἀναγκαίων εὑρίσκειν τὸν θησαυρὸν, ἢ πολλὰς ἀρούρας ἐπιόντας
ἄνωθεν, ἁπλῶς καὶ εἰκῆ ταλαιπωρεῖσθαι καὶ μάτην. Καίτοι οἶδα πολλοὺς πρὸς τὴν
βραδύτητα ταύτην δυσχεραίνοντας· ἀλλ' οὐ μέλει
μοι τῆς ἐκείνων
κατηγορίας, ἀλλὰ μέλει
μοι τῆς ὑμετέρας
ὠφελείας. Οἱ ὀξύτερον βαδίζειν
δυνάμενοι τοὺς βραδυτέρους τῶν ἀδελφῶν ἀναμενέτωσαν· οὗτοι μὲν γὰρ ἐκείνους ἀναμεῖναι
δύνανται, οἱ δὲ ἀσθενέστεροι πρὸς
ἐκείνους ἑαυτοὺς παρεκτεῖναι οὐκ ἰσχύουσι.
∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι οὐκ ὀφείλομεν
τοὺς ἀσθενεῖς ἀναγκάζειν πρὸ καιροῦ, πρὸς τὴν τελειότητα τῶν δυνατῶν ἐκτείνεσθαι
μὴ δυναμένους· ἀλλ' ὅτι ἡμεῖς ὀφείλομεν οἱ δυνατοὶ
τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν. Ὠφελείας ἡμῖν μέλει τῆς ὑμετέρας, οὐκ ἐπιδείξεως ἁπλῶς· διὰ τοῦτο ἐνδιατρίβομεν τοῖς νοήμασι.
γʹ. Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ
ὅτι οὐχ ἁπλῶς παρατρέχειν χρὴ τὰς ἐπιγραφὰς ἔλεγον, ὅτε καὶ τὸ ἐπίγραμμα ὑμῖν ἀνέγνων τοῦ
βωμοῦ, καὶ τὴν σοφίαν ἐπέδειξα Παύλου, τὸν
ἀλλότριον στρατιώτην καὶ ἐν τῇ
παρατάξει τῶν ἐχθρῶν ἑστηκότα πρὸς τὴν οἰκείαν φάλαγγα μεταστήσαντος. Εἰς τοῦτο ἐν τῇ πρώτῃ ἡμέρᾳ
κατέληξεν ἡ διδασκαλία πᾶσα· μετ' ἐκείνην ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐζητήσαμεν τίς ἦν
ὁ τὸ βιβλίον γράψας· καὶ εὕρομεν τῇ τοῦ Θεοῦ χάριτι Λουκᾶν τὸν εὐαγγελιστὴν, καὶ
διὰ πλειόνων ἀποδείξεων ὑμῖν παρεστήσαμεν τὸ ζητούμενον, τῶν μὲν σαφεστέρων, τῶν δὲ
βαθυτέρων. Οἶδα γὰρ ὅτι τοῖς ἐσχάτοις τῶν εἰρημένων πολλοὶ
τῶν ἀκουσάντων οὐ παρηκολούθησαν· ἀλλ' ὅμως οὐ διὰ τοῦτο ἀποστησόμεθα
τοῦ κατατολμᾷν λεπτοτέρων νοημάτων. Τὰ μὲν οὖν σαφέστερα τοῖς ἀφελεστέροις, τὰ
δὲ βαθύτερα τοῖς ὀξύτερον
ἐνορῶσιν ἔσται χρήσιμα.
Ποικίλην γὰρ εἶναι δεῖ τὴν
τράπεζαν καὶ διάφορον, ἐπειδὴ καὶ διάφορος ἡ τῶν κεκλημένων ἐπιθυμία. Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ
περὶ ἐπιγραφῆς, τῇ δὲ δευτέρᾳ ἡμέρᾳ περὶ
τοῦ γράψαντος τὸ βιβλίον, τῇ τρίτῃ ἡμέρᾳ
χθὲς πρὸς τοὺς παραγενομένους περὶ τῆς ἀρχῆς τῆς γραφῆς διελέχθημεν, καὶ ἐδείξαμεν,
καθάπερ ἴσασιν οἱ ἀκηκοότες, τί μέν ἐστι πρᾶξις, τί δέ ἐστι θαῦμα, καὶ τί μέν ἐστι
πολιτεία, τί δέ ἐστι σημεῖον, καὶ τέρας, καὶ δύναμις, καὶ πόσον τὸ μέσον ἑκατέρων·
καὶ πῶς τὸ μὲν μεῖζον, τὸ δὲ χρησιμώτερον· καὶ πῶς τὸ μὲν καθ' ἑαυτὸν ὂν βασιλείαν
προξενεῖ, τὸ δὲ ἐὰν μὴ λάβῃ τὴν ἀπὸ τῆς πράξεως συμμαχίαν, ἔξω τῶν προθύρων ἐκείνων ἐκβάλλεται. Σήμερον ἀναγκαῖον εἰπεῖν τὸ ἐπίλοιπον τῆς ἐπιγραφῆς, καὶ δεῖξαι
τί ποτέ ἐστι τὸ ὄνομα τῶν ἀποστόλων. Οὐδὲ γὰρ ψιλόν ἐστι τὸ ὄνομα τοῦτο, ἀλλ' ἀρχῆς
ἐστι προσηγορία, ἀρχῆς μεγίστης, ἀρχῆς τῆς πνευματικωτάτης, ἀρχῆς τῆς ἄνω. Ἀλλὰ διανάστητε. Καθάπερ γὰρ ἐν
τοῖς βιωτικοῖς πράγμασίν εἰσιν ἀρχαὶ πολλαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας, ἀλλ'
αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους· οἷον, ἵνα ἀπὸ τῆς κατωτέρας τὸν ἀριθμὸν ποιησώμεθα, ἔστιν ὁ τῆς πόλεως ἔκδικος· ἔστιν ἀνώτερος ἐκείνου ὁ τοῦ ἔθνους ἡγεμών· ἔστι μετ' ἐκεῖνον
ἕτερος ἄρχων μείζων· ἔστι πάλιν ὁ
στρατηλάτης· ἔστιν ὁ ὕπαρχος· ἔστιν ἀνωτέρα τούτων ἀρχὴ, ἡ τῶν ὑπάτων ἀρχή· καὶ
πᾶσαι μὲν αὗται ἀρχαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας· οὕτω καὶ τῶν πνευματικῶν πολλαὶ μὲν ἀρχαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας·
πασῶν δὲ μείζων ἡ τῆς ἀποστολῆς ἀξία. Καὶ
γὰρ ἀπὸ τῶν αἰσθητῶν ὑμᾶς ἐπὶ τὰ νοητὰ χειραγωγεῖν δεῖ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, περὶ Πνεύματος
διαλεγόμενος ὕδατος ἐμνημόνευσεν. Ὁ γὰρ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν,
φησίν· ὁ δὲ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ
δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ὁρᾷς ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ
χειραγωγοῦντα τὸ γύναιον; Οὕτω καὶ ἡμεῖς
ποιοῦμεν, καὶ κάτωθεν ἀναβαίνομεν ἄνω, ὥστε
εὐσημότερον γενέσθαι τὸν λόγον. ∆ιὰ τοῦτο περὶ ἀρχῆς διαλεγόμενοι, οὐ πνευματικῆς
ἐμνήσθημεν ἀρχῆς, ἀλλ' αἰσθητῆς, ἵνα ἀπὸ ταύτης πρὸς ἐκείνην ὑμᾶς χειραγωγήσωμεν. Ἠκούσατε πόσας ἠριθμήσαμεν ἀρχὰς βιωτικὰς, καὶ πῶς αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους, καὶ πῶς ἡ τῶν
ὑπάτων ἀρχὴ καθάπερ κορυφὴ
καὶ κεφαλὴ πᾶσιν
ἐπίκειται· ἴδωμεν καὶ
τὰς ἀρχὰς τὰς πνευματικάς. Ἔστιν ἀρχὴ πνευματικὴ,
προφητείας ἀρχή· ἔστιν ἑτέρα ἀρχὴ εὐαγγελισμοῦ,
ἔστι ποιμένος, ἔστι διδασκάλου, ἔστι
χαρισμάτων, ἔστιν ἰαμάτων, ἔστιν ἑρμηνείας γλωσσῶν. Ταῦτα πάντα
ὀνόματα μέν ἐστι χαρισμάτων, πράγματα δὲ ἀρχῶν
καὶ ἐξουσιῶν. Ὁ προφήτης ἄρχων ἐστί· παρ' ἡμῖν ὁ δαίμονας
ἐξελαύνων ἄρχων ἐστί· παρ' ἡμῖν ὁ ποιμὴν
καὶ διδάσκαλος ἄρχων ἐστὶ
πνευματικός· ἀλλὰ τούτων ἁπάντων μείζων ἐστὶν
ἀρχὴ ἡ ἀποστολική. Καὶ πόθεν τοῦτο δῆλον; Ὅτι πρὸ πάντων ὁ ἀπόστολος τούτων ἐστί. Καὶ καθάπερ ὁ ὕπατος
ἐν ταῖς αἰσθηταῖς ἀρχαῖς, οὕτως ὁ ἀπόστολος ἐν τοῖς πνευματικοῖς τὴν προεδρείαν ἔχει. Αὐτοῦ τοῦ Παύλου ἀκούσωμεν
ἀριθμοῦντος τὰς ἀρχὰς, καὶ ἐν τῷ ὑψηλοτέρῳ χωρίῳ τὴν ἀποστολικὴν καθίζοντος. Τί οὖν οὗτός φησιν; Οὓς μὲν ἔθετο
ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους,
καὶ ποιμένας· εἶτα χαρίσματα ἰαμάτων. Εἶδες
κορυφὴν ἀρχῶν; εἶδες ὑψηλὸν καθήμενον
τὸν ἀπόστολον, καὶ οὐδένα πρὸ ἐκείνου ὄντα, οὔτε ἀνώτερον;
Πρῶτον γὰρ ἀποστόλους φησὶ, δεύτερον προφήτας, τρίτον διδασκάλους καὶ ποιμένας·
εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.
Οὐκ ἀρχὴ δὲ μόνον ἐστὶν ἡ ἀποστολὴ τῶν ἄλλων ἀρχῶν, ἀλλὰ καὶ ὑπόθεσις καὶ ῥίζα. Καὶ
καθάπερ ἡ κεφαλὴ ἐν τῷ ὑψηλοτέρῳ τοῦ παντὸς καθημένη, οὐ μόνον ἀρχὴ τοῦ σώματός
ἐστι καὶ ἐξουσία, ἀλλὰ καὶ ῥίζα (τὰ γὰρ νεῦρα τὰ διοικοῦντα τὸ σῶμα ἐξ ἐκείνης
τικτόμενα, καὶ ἐξ αὐτοῦ βλαστάνοντα τοῦ ἐγκεφάλου, καὶ τὴν τοῦ πνεύματος δεχόμενα
χορηγίαν, οὕτως ἅπαν οἰκονομεῖ τὸ ζῶον), οὕτω καὶ ἡ ἀποστολὴ οὐ μόνον ὡς ἀρχὴ
καὶ ἐξουσία τοῖς λοιποῖς ἐπίκειται χαρίσμασιν, ἀλλὰ καὶ τὰς ἁπάντων ῥίζας ἐν ἑαυτῇ συλλαβοῦσα κατέχει. Καὶ ὁ μὲν
προφήτης οὐ δύναται εἶναι καὶ ἀπόστολος καὶ προφήτης· ὁ δὲ ἀπόστολος καὶ προφήτης ἐστὶ πάντως, καὶ
χαρίσματα ἔχει ἰαμάτων,
καὶ γένη γλωσσῶν,
καὶ ἑρμηνείας γλωσσῶν· διὸ ἀρχὴ καὶ ῥίζα ἐστὶ τῶν χαρισμάτων.
δʹ. Καὶ ὅτι ταῦτα οὕτως ἔχει,
Παῦλον ὑμῖν παραγάγω μάρτυρα. Πρῶτον δὲ ἀναγκαῖον εἰπεῖν,
τί ποτέ ἐστι γένη γλωσσῶν.
Τί οὖν ἐστι γένη
γλωσσῶν; Τὸ παλαιὸν ὁ βαπτισθεὶς καὶ πιστεύσας εὐθέως πρὸς τὴν
φανέρωσιν τοῦ Πνεύματος διαφόροις ἐλάλει
γλώσσαις. Ἐπειδὴ γὰρ ἔτι ἀσθενέστερον διέκειντο οἱ τότε, καὶ τὰ νοητὰ χαρίσματα
ὁρᾷν οὐκ ἠδύναντο τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς, ἐδίδοτο αἰσθητὸν χάρισμα, ὥστε τὸ νοητὸν
γενέσθαι καταφανές· καὶ ὁ
βαπτισθεὶς εὐθέως καὶ τῇ
ἡμετέρᾳ γλώσσῃ, καὶ τῇ τῶν Περσῶν, καὶ
τῇ τῶν Ἰνδῶν,
καὶ τῇ τῶν
Σκυθῶν ἐφθέγγετο, ὥστε μαθεῖν καὶ τοὺς ἀπίστους, ὅτι Πνεύματος ἁγίου ἠξίωτο.
Καὶ ἦν τὸ μὲν σημεῖον αἰσθητὸν, ἡ τοιαύτη φωνὴ λέγω· τῇ γὰρ αἰσθήσει τοῦ σώματος
αὐτῆς ἤκουον· τὴν δὲ νοητὴν καὶ οὐχ ὁρωμένην τοῦ Πνεύματος χάριν πᾶσι τὸ αἰσθητὸν
τοῦτο σημεῖον κατάδηλον ἐποίει. Καὶ τοῦτο τὸ σημεῖον ἐκαλεῖτο γένη γλωσσῶν. Ὁ γὰρ
μίαν γλῶσσαν ἔχων ἀπὸ τῆς φύσεως, ποικίλαις ἐλάλει γλώσσαις καὶ διαφόροις ἀπὸ τῆς
χάριτος· καὶ ἦν ἰδεῖν ἄνθρωπον ἕνα μὲν τῷ ἀριθμῷ, ποικίλον δὲ τοῖς χαρίσμασι, καὶ διάφορα στόματα ἔχοντα,
καὶ διαφόρους γλώσσας. Ἴδωμεν οὖν πῶς ὁ Ἀπόστολος καὶ τοῦτο εἶχε τὸ χάρισμα, καὶ
τὰ ἄλλα πάντα. Περὶ μὲν τούτου οὕτω λέγει· Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ. Εἶδες
πῶς ἔχει τὰ γένη τῶν γλωσσῶν, καὶ οὐκ ἔχει μόνον, ἀλλὰ καὶ μετὰ πλείονος ὑπερβολῆς
ἢ οἱ λοιποὶ πάντες πιστοί; Οὐ γὰρ εἶπεν,
ὅτι
Γλώσσαις ἔχω λαλεῖν μόνον,
ἀλλὰ καὶ, Πάντων
ὑμῶν μᾶλλον γλώσσαις λαλῶ. Τὴν δὲ
προφητείαν, ἣν εἶχε, δι' ἐκείνων
δείκνυσι τῶν ῥημάτων, οὕτω λέγων·
Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί· ὅτι
δὲ τὰ ἐν ὑστέροις καιροῖς λέγειν, προφητεία ἐστὶ, παντί που δῆλον. Καὶ πάλιν,
Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάτοις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί· καὶ πάλιν, Λέγω δὲ ὑμῖν
ἐν λόγῳ Κυρίου, ὅτι ἐν παρουσίᾳ αὐτοῦ
ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, οὐ μὴ
φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ τοῦτο δὲ προφητεία ἐστίν. Εἶδες πῶς γένη γλωσσῶν
καὶ προφητείας ἔχει; Βούλει μαθεῖν πῶς ἔχει καὶ χαρίσματα ἰαμάτων; Ἀλλὰ τάχα τοῦτο
οὐδὲ τῆς ἀπὸ τῶν λόγων ἀποδείξεως δεῖται. ὅταν ἴδωμεν οὐ μόνον τοὺς ἀποστόλους,
ἀλλὰ καὶ τὰ ἱμάτια αὐτῶν χαρίσματα ἰαμάτων ἔχοντα. Ὅτι δὲ καὶ διδάσκαλος ἦν τῶν
ἐθνῶν, πολλαχοῦ τοῦτο λέγει, καὶ ὅτι τῆς οἰκουμένης ἀντελαμβάνετο πάσης, καὶ διεκυβέρνα τὰς Ἐκκλησίας. Ὅταν οὖν
ἀκούσῃς, πρῶτον ἀποστόλους, δεύτερον προφήτας,
τρίτον ποιμένας καὶ
διδασκάλους, χαρίσματα ἰαμάτων, ἀντιλήψεις,
κυβερνήσεις, γένη γλωσσῶν, μάθε ὅτι πᾶσα ἡ χορηγία τῶν λοιπῶν χαρισμάτων,
ὥσπερ ἐν κεφαλῇ, τῇ ἀποστολῇ ἐναπόκειται. Ἆρ' οὐ ψιλὸν ἐνομίζετε τοὔνομα τῶν ἀποστόλων
πρὸ τούτου; Ἰδοὺ νῦν ἔγνωτε πόσον βάθος ἔχει νοήματος τὸ ὄνομα. Ταῦτα
δὲ εἰρήκαμεν, οὐκ
οἰκείας δυνάμεως ἐπίδειξιν ποιούμενοι· οὐ γὰρ ἡμέτερα τὰ λεγόμενα, ἀλλὰ τῆς
τοῦ Πνεύματος χάριτος τῶν ῥᾳθυμοτέρων τὴν νωθρίαν διεγειρούσης, ὥστε μηδὲν
παρατρέχειν ἁπλῶς. Εἰκότως ἄρα ὑπατείαν
πνευματικὴν ἐκαλέσαμεν τὴν ἀποστολήν. Ἄρχοντες γάρ εἰσιν ὑπὸ Θεοῦ χειροτονηθέντες οἱ ἀπόστολοι· ἄρχοντες,
οὐκ ἔθνη καὶ πόλεις διαφόρους λαμβάνοντες, ἀλλὰ πάντες κοινῇ τὴν
οἰκουμένην ἐμπιστευθέντες. Καὶ ὅτι ἄρχοντές εἰσι πνευματικοὶ, καὶ τοῦτο ἀποδεῖξαι
πειράσομαι, ἵνα μετὰ τὴν ἀπόδειξιν μάθητε, ὅτι τοσούτῳ βελτίους εἰσὶν οἱ ἀπόστολοι
τῶν ἀρχόντων τῶν βιωτικῶν, ὅσῳ αὐτοὶ οἱ βιωτικοὶ ἄρχοντες τῶν παίδων τῶν παιζόντων
ἀμείνους εἰσί. Πολὺ γὰρ μείζων αὕτη ἐκείνης ἡ ἀρχὴ, καὶ μᾶλλον τὴν ἡμετέραν συνέχει
ζωὴν, καὶ ταύτης ἀρθείσης πάντα οἴχεται
καὶ διαλέλυται. Τί ποτ'
οὖν ἐστιν ἀρχῆς
σύμβολον, καὶ τίνα ἔχειν
τὸν ἄρχοντα χρή; ∆εσμωτηρίου ἐξουσίαν, ὥστε τοὺς μὲν δῆσαι, τοὺς δὲ λῦσαι,
τοὺς μὲν ἐκβάλλειν, τοὺς δὲ ἐμβάλλειν κύριός ἐστιν· ἀφεῖναι πάλιν χρημάτων ὀφλήματα,
καὶ τοὺς μὲν ἀπολῦσαι ὄντας ὑπευθύνους, τοὺς δὲ κελεῦσαι ἀποδοῦναι κύριός ἐστιν·
εἰς θάνατον πάλιν ἀπαγαγεῖν, καὶ ἀπὸ τοῦ θανάτου καλέσαι· μᾶλλον δὲ τοῦτο ἄρχοντος
μὲν οὐκ ἔστι, βασιλέως δὲ μόνον· μᾶλλον δὲ οὐδὲ βασιλέως ὁλόκληρόν ἐστι τὸ δῶρον.
Οὐ γὰρ ἀπὸ θανάτου
καλεῖ τὸν ἀπιόντα,
ἀλλ' ἐξ ἀπαγωγῆς μόνον, καὶ ἀπόφασιν μὲν λῦσαι δύναται, ἀπὸ θανάτου δὲ
ἀνακαλέσασθαι οὐ δύναται· καὶ τὸ μὲν χεῖρον ἔχει, τοῦ βελτίονος δὲ ἀπεστέρηται.
Ἀπὸ τῆς ζώνης δὲ πάλιν δοκιμάζομεν τὸν ἄρχοντα, ἀπὸ τῆς τοῦ κήρυκος φωνῆς, ἀπὸ
τῶν ῥαβδούχων, ἀπὸ τοῦ ὀχήματος, ἀπὸ τοῦ
ξίφους· ταῦτα γὰρ πάντα ἀρχῆς
σύμβολα. Ἴδωμεν τοίνυν
καὶ τὴν τῶν ἀποστόλων ἀρχὴν, εἰ ταῦτα ἔχει τὰ σύμβολα·
ἔχει μὲν, οὐ τοιαῦτα δὲ, ἀλλὰ πολλῷ βελτίονα,
Καὶ ἵνα μάθῃς ὅτι ταῦτα
μὲν ὀνόματα πραγμάτων,
ἐκεῖνα δὲ ἀλήθεια πραγμάτων· ἵνα
μάθῃς τὸ μέσον τῶν παιδίων τῶν παιζόντων ἀρχὰς, καὶ τῶν ἀρχῶν τῶν ἐχόντων
τὰς ἀρχάς· καὶ,
εἰ βούλεσθε, ἀπὸ
τοῦ δεσμωτηρίου πρῶτον ἀριθμήσομεν. Καὶ γὰρ εἰρήκαμεν, ὅτι κύριος
τοῦ δῆσαι καὶ λῦσαί ἐστιν ὁ ἄρχων. Ὅρα δὴ ταύτην τὴν ἀρχὴν τοὺς ἀποστόλους ἔχοντας.
Ὅσους γὰρ ἂν δήσητε ἐπὶ τῆς γῆς, φησὶν, ἔσονται δεδεμένοι ἐν τοῖς οὐρανοῖς· καὶ
ὅσους ἂν λύσητε ἐπὶ τῆς γῆς ἔσονται λελυμένοι
ἐν οὐρανοῖς. Εἶδες δεσμωτηρίου, καὶ δεσμωτηρίου ἐξουσίαν· καὶ τὸ μὲν ὄνομα
τὸ αὐτὸ, τὸ δὲ πρᾶγμα οὐ τὸ αὐτό. ∆εσμὰ, καὶ δεσμά· ἀλλὰ τὰ μὲν ἐπὶ τῆς γῆς, τὰ
δὲ ἐν οὐρανῷ. Οὐρανὸς γάρ ἐστιν αὐτοῖς τὸ δεσμωτήριον. Μάθε τοίνυν τὸ μέγεθος τῆς
ἀρχῆς. Ἐπὶ τῆς γῆς καθήμενοι φέρουσι τὴν ψῆφον,
καὶ τῆς ψήφου ἡ δύναμις διαβαίνει
τοὺς οὐρανούς. Καὶ καθάπερ οἱ μὲν βασιλεῖς καθήμενοι ἐν μιᾷ πόλει ψηφίζονται καὶ νομοθετοῦσιν, ἡ δὲ τῶν
ψηφισμάτων καὶ τῶν νόμων δύναμις πᾶσαν διατρέχει τὴν οἰκουμένην· οὕτω καὶ τότε,
οἱ μὲν ἀπόστολοι ἐν ἑνὶ τόπῳ καθήμενοι ταῦτα ἐνομοθέτουν· ἡ δὲ τῶν νόμων
δύναμις, καὶ τῶν δεσμῶν τούτων, οὐχὶ τὴν οἰκουμένην μόνον διέτρεχεν, ἀλλὰ καὶ
εἰς αὐτὸ τὸ ὕψος τῶν οὐρανῶν ἀνέβαινεν. Εἶδες δεσμωτήριον, καὶ δεσμωτήριον· τὸ μὲν ἐπὶ γῆς,
τὸ δὲ ἐν οὐρανῷ, τὸ μὲν σωμάτων, τὸ δὲ ψυχῶν·
μᾶλλον δὲ καὶ
ψυχῶν καὶ σωμάτων·
οὐ γὰρ σώματα ἐδέσμουν μόνον, ἀλλὰ καὶ ψυχάς.
εʹ. Βούλει μαθεῖν πῶς κύριοι ἦσαν
καὶ ὀφλήματα ἀφεῖναι;
Καὶ γὰρ καὶ ἐνταῦθα πολὺ τὸ διάφορον
ὄψει· οὐ γὰρ ὀφλήματα χρημάτων, ἀλλ' ὀφλήματα ἁμαρτημάτων ἀφίεσαν· Ὧν γὰρ, φησὶν,
ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς· καὶ
ὧν ἂν
κρατῆτε, κεκράτηνται. Τί μετὰ τοῦτο
ἀποδεῖξαι χρὴ, ὅτι καὶ εἰς θάνατον ἔπεμπον, καὶ ἀπὸ θανάτου πάλιν ἐκάλουν, οὐκ ἐξ
ἀποφάσεως μόνης, καὶ ἀπαγωγῆς, ἀλλὰ καὶ ἐκ θανάτου τοὺς κειμένους ἤδη καὶ
διαφθαρέντας ἀνιστῶντες; Ποῦ τοίνυν κατεδίκασαν; ποῦ δὲ ἀπήλλαξαν θανάτου; Ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα ἱεροσυλίας ἑάλωσαν·
εἰ γὰρ καὶ τὰ ἑαυτῶν ἔκλεψαν χρήματα, ἀλλ' ὅμως ἱεροσυλίας τὸ τόλμημα ἦν· μετὰ
γὰρ τὴν ὑπόσχεσιν οὐκ ἔτι ἦν αὐτῶν τὰ χρήματα.
Τί οὖν ὁ Ἀπόστολος; Ἄκουσον πῶς, καθάπερ ἐν δικαστηρίῳ καθήμενος, τὸν ἱερόσυλον
εἰσάγει, καὶ πεῦσιν προσάγει καθάπερ
δικαστὴς, καὶ τότε τὴν ἀπόφασιν ἐπάγει. Οὐ γὰρ πρὸ τῆς ἐρωτήσεως ἡ ἀπόφασις· δήλη
μὲν γὰρ ἦν ἡ ἁμαρτία· ἀλλ' ἵνα ἡμᾶς τοὺς ἔξωθεν περιεστῶτας πείσῃ, ὅτι δικαίως ἐπάγει
τὴν ψῆφον, διὰ τοῦτο ποιεῖται τὴν ἐρώτησιν, οὕτω λέγων· ∆ιὰ τί ἐπλήρωσεν ὁ
Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς
τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενε,
καὶ πραθὲν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Τί οὖν
ἀκούων ἐκεῖνος τοὺς λόγους τούτους; Πεσὼν ἐξέψυξεν. Εἶδες πῶς καὶ ξίφος ἔχουσιν
οἱ ἀπόστολοι; Ὅταν ἀκούσῃς Παύλου λέγοντος,
ὅτι Ἐπὶ πᾶσι τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἀναμνήσθητι τῆς ἀποφάσεως ταύτης, ὅτι οὐδαμοῦ ξίφος, καὶ
τῷ ῥήματι πληγεὶς ὁ ἱερόσυλος ἔπεσεν. Εἶδες μάχαιραν ἠκονημένην καὶ γεγυμνωμένην; Οὐδαμοῦ σίδηρος, οὐδαμοῦ λαβὴ, οὐδαμοῦ χεῖρες·
ἀλλὰ ἀντὶ τῆς χειρὸς ἡ γλῶττα, τὰ ῥήματα ἀντὶ τῆς μαχαίρας
ἐξενεγκοῦσα, εὐθέως ἐκεῖνον ἀπέσφαξε. Μετὰ τοῦτον εἰσῆλθεν
ἡ γυνὴ, καὶ ἐβούλετο αὐτῇ
δοῦναι πρόφασιν ἀπολογίας, ἀφορμὴν
συγγνώμης· διὰ τοῦτο πάλιν ἐρωτᾷ· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε. Καίτοι
γε ᾔδει, ὅτι οὐ τοσούτου· ἀλλ' ἵνα αὐτὴν διὰ τῆς ἐρωτήσεως εἰς μετάνοιαν ἀγάγῃ,
καὶ καταγνῷ τῶν ἡμαρτημένων, καὶ μεταδῷ συγγνώμης αὐτῇ, διὰ τοῦτο αὐτὴν ἐρωτᾷ· ἀλλ' ὅμως ἐκείνη μετὰ ταῦτα ἀναισχύντως διέκειτο· διὰ τοῦτο ἐκοινώνησε τῆς τιμωρίας
τοῦ ἀνδρός. Εἶδες δεσμωτηρίου δύναμιν; εἶδες πῶς εἰσι κύριοι εἰς θάνατον πέμπειν;
Ἴδωμεν καὶ τὸ βέλτιον, πῶς ἀπὸ θανάτου ἀποκαλοῦνται πάλιν.
Ἡ Ταβιθὰ, ἡ μαθήτρια, ἐλεημοσύναις
πολλαῖς κομῶσα ἀπέθανε· καὶ δρόμος
εὐθέως ἐπὶ τοὺς ἀποστόλους. Ἤδεισαν γὰρ ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν εἶχον·
ᾔδεισαν τὴν ἄνω ἀρχὴν κάτω κατενεχθεῖσαν. Τί οὖν ἐλθὼν ὁ Πέτρος; Ταβιθὰ, ἀνάστηθι,
φησίν. Οὐδεμιᾶς πραγματείας ἐδέησεν αὐτῷ, οὐχ ὑπηρετῶν, οὐ διακόνων· ἀλλ' ἤρκεσε
τὰ ῥήματα πρὸς τὴν ἀνάστασιν· ἤκουσε γοῦν τῆς
φωνῆς ὁ θάνατος,
καὶ οὐκ ἴσχυσε κατασχεῖν τὴν
νεκράν. Εἶδες οἷαι τῶν δικαστῶν τούτων αἱ φωναί;
Αἱ μὲν γὰρ τῶν ἔξωθεν δικαστῶν ἀσθενεῖς.
Κἂν γὰρ ἐπιτάξῃ τις ἐκείνων, ὁ δὲ διακονῶν μὴ ὑπηρετήσῃ, διεκόπη τὸ προσταχθέν·
ἐνταῦθα δὲ οὐ δεῖται διακόνων· ἀλλ' εἶπε, καὶ εὐθέως ἐγένετο. Εἶδες αὐτῶν τὸ
δεσμωτήριον, ὅπερ ἀρχῆς ἐστι σύμβολον· εἶδες πῶς ἀφιᾶσιν ἁμαρτήματα, πῶς λύουσι
θάνατον, πῶς εἰς ζωὴν ἐπανάγουσι. Βούλει μαθεῖν καὶ τὴν ζώνην αὐτῶν; Καὶ γὰρ ἐζωσμένους
αὐτοὺς ὁ Χριστὸς ἔπεμψεν, οὐχὶ ἐν δέρματι, ἀλλ' ἐν ἀληθείᾳ· αὕτη ἡ ζώνη ἁγία καὶ
πνευματική· καὶ διὰ τοῦτό φησι· Περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Καὶ γὰρ
ἡ ἀρχὴ πνευματικὴ, διὸ μηδὲν αἰσθητὸν ζήτει· Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ
βασιλέως ἔσωθεν. Ἀλλὰ τί; βούλει καὶ τοὺς δημίους ἰδεῖν; ∆ήμιοί εἰσιν οἱ τοὺς ὑπευθύνους
μαστίζοντες, προσαρτῶντες τῷ ξύλῳ, διαξαίνοντες τὰς πλευρὰς, παιδεύοντες, κολάζοντες.
Βούλει οὖν τούτους ἰδεῖν; Οὐκ ἀνθρώπους ἔχουσιν, ἀλλ' αὐτὸν τὸν διάβολον, καὶ
τοὺς δαίμονας· οἱ σῶμα καὶ σάρκα περικείμενοι, τὰς ἀσωμάτους εἶχον ὑπηρετούσας δυνάμεις.
Ἄκουσον γοῦν πῶς
μετὰ αὐθεντίας ἐκείνοις ἐπέταττεν
ὁ Παῦλος· περὶ γὰρ τοῦ πεπορνευκότος γράφων ἔλεγε· Παράδοτε τὸν τοιοῦτον τῷ
Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Πάλιν ἐφ' ἑτέρων βλασφημούντων τὸ αὐτὸ τοῦτο
πεποίηκε· Παρέδωκα γὰρ αὐτοὺς, φησὶ, τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Τί
λοιπὸν ὑπολέλειπται δεῖξαι; ὅτι καὶ ὀχήματα ἔχουσιν; Ἀλλ' οὐδὲ ταύτης
ἀπορήσομεν τῆς ἀποδείξεως·
τὸν γὰρ Φίλιππον,
ἐπειδὴ τὸν εὐνοῦχον ἐβάπτισε, καὶ
πρὸς τὴν ἱερὰν
μυσταγωγίαν ἐχειραγώγησεν, ἔδει
δὲ αὐτὸν ἐπανελθεῖν, ἥρπασεν αὐτὸν
τὸ Πνεῦμα, καὶ εὑρέθη εἰς Ἄζωτον ἀπὸ
τῆς ἐρήμου.Εἶδες ὄχημα ὑπόπτερον;
εἶδες ζεῦγος ἀνέμου
σφοδρότερον; Πάλιν ἔδει τὸν
ἀπόστολον εἰς τὸν παράδεισον ὁδεῦσαι, μῆκος οὕτω πολὺ, καὶ διάστημα ἄπειρον· κἀκεῖνος
πάλιν ἀθρόον ἁρπαγεὶς ἐκεῖ μετεφέρετο ἀπονητὶ,
καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Τὰ μὲν οὖν ὀχήματα τοιαῦτα· ἡ δὲ τοῦ κήρυκος φωνὴ,
καὶ αὕτη πάλιν ἀξία τῆς ἀρχῆς. Οὐ γὰρ ἄνθρωπος αὐτῶν προηγεῖτο, φωνὴν ἀφιεὶς, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις, καὶ ἡ διὰ τῶν θαυμάτων
ἀπόδειξις πάσης σάλπιγγος λαμπροτέραν
ἠφίει φωνήν· οὕτως αὐτοῖς πανταχοῦ προοδοποιεῖ. Καὶ καθάπερ οἱ ἄρχοντες ἐν πολλῇ περιφανείᾳ καθεστήκασι, τῶν ἰδιωτῶν οὐ τολμώντων
αὐτοῖς ἁπλῶς ἀναμίγνυσθαι· οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων ἐγίνετο· Τῶν γὰρ
λοιπῶν, φησὶν, οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς· ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Εἶδες
δεσμωτηρίου δύναμιν, καὶ ἀφέσεως ὀφλημάτων
ἰσχὺν, καὶ ξίφος ἔχοντας, καὶ ζώνην ἐζωσμένους, καὶ ὀχήματι ὁδεύοντας,
καὶ φωνὴν πάσης σάλπιγγος λαμπροτέραν προηγουμένην αὐτῶν, καὶ ἐν πολλῇ περιφανείᾳ
ὄντας; ʹ. Ἀναγκαῖον δὴ καὶ τὰ κατορθώματα
αὐτῶν δεῖξαι πάντα,
καὶ ὅσα τὴν οἰκουμένην ὤνησαν. Καὶ γὰρ καὶ τοῦτο ἀρχόντων, τὸ μὴ τιμῆς ἀπολαύειν μόνον, ἀλλὰ καὶ πολλὴν ἐνδείκνυσθαι πρὸς τοὺς
ἀρχομένους τὴν πρόνοιαν καὶ τὴν προστασίαν. Ἀλλὰ πλείονα
τοῦ δέοντος καὶ τὰ εἰρημένα.
∆ιὰ τοῦτο εἰς ἑτέραν ἀναβαλλόμενος ταῦτα διάλεξιν, πρὸς τὴν
τῶν νεοφωτίστων παραίνεσιν παραγαγεῖν
πειράσομαι λόγον. Μηδεὶς δὲ ἄκαιρον νομιζέτω
τὴν συμβουλήν. Καὶ γὰρ ἔφθην εἰπὼν,
ὅτι οὐ μετὰ δέκα καὶ εἴκοσι ἡμέρας μόνον, ἀλλὰ καὶ μετὰ δέκα καὶ εἴκοσι ἔτη
δυνατὸν νεοφωτίστους καλεῖν τοὺς μεμυημένους,
ἐὰν νήφωσι. Τίς οὖν ἂν γένοιτο πρὸς τούτους ἀρίστη
παραίνεσις; Εἰ τοῦ
τρόπου τῆς γεννήσεως
αὐτοὺς ἀναμνήσαιμεν, καὶ τοῦ προτέρου, καὶ τοῦ δευτέρου, τοῦ φυσικοῦ, καὶ
τοῦ πνευματικοῦ, καὶ τί τὸ μέσον ἑκατέρας τῆς γεννήσεως δείξαιμεν. Μᾶλλον δὲ οὐ
δεῖ παρ' ἡμῶν αὐτοὺς ταῦτα μανθάνειν· αὐτὸς ὁ τῆς βροντῆς υἱὸς περὶ τούτων αὐτοῖς
διαλέξεται, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ Ἰωάννης. Τί οὖν ἐκεῖνός φησιν; Ὅσοι δὲἔλαβον
αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· εἶτα ἀναμιμνήσκων αὐτοὺς τῆς προτέρας γεννήσεως, καὶ ἐκ συγκρίσεως
τὸ σεμνὸν τῆς παρούσης χάριτος ἐνδεικνύμενος, οὕτω φησί· Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ
ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Ἑνὶ ῥήματι αὐτῶν ἔδειξε τὴν εὐγένειαν.
Ὢ καθαρῶν ὠδίνων! ὢ πνευματικῶν τόκων! ὢ καινῶν λοχευμάτων!
χωρὶς μήτρας σύλληψις,
χωρὶς γαστρὸς γέννησις, χωρὶς σαρκὸς τόκος, τόκος πνευματικὸς, τόκος ἐκ
χάριτος καὶ φιλανθρωπίας Θεοῦ, τόκος εὐφροσύνης
γέμων καὶ χαρᾶς. Ἀλλ' οὐ τοιοῦτος ὁ πρότερος,
ἀλλ' ἀπὸ θρήνων
ἔχει τὴν ἀρχήν.
Τὸ γὰρ παιδίον
ἐκ τῆς μήτρας ὀλισθαῖνον καὶ ἐκ τῆς
νηδύος καταφερόμενον, πρώτην
φωνὴν μετὰ δακρύων ἐκβάλλει, καθάπερ τίς φησι· Πρώτην
φωνὴν τὴν ὁμοίαν ἅπασιν ἴσα κλαίων. ∆ιὰ θρήνων γὰρ ἡ εἴσοδος εἰς τὸν βίον, διὰ
δακρύων προοίμια, τῆς φύσεως τὸ μέλλον ὀδυνηρὸν προαναφωνούσης. Τί κλαίει τὸ
παιδίον εἰς φῶς ἐλθόν; ∆ιὰ τοῦτο· πρὸ μὲν τῆς ἁμαρτίας ἔλεγεν ὁ Θεὸς, Αὐξάνεσθε,
καὶ πληθύνεσθε, ὅπερ εὐλογίας ἦν· τὸ δὲ, Ἐν λύπαις τέξῃ τέκνα, μετὰ τὴν ἁμαρτίαν,
ὅπερ τιμωρίας ἦν. Οὐ δάκρυα δὲ ἐν τῇ γεννήσει μόνον, ἀλλὰ καὶ σπάργανα καὶ δεσμά·
δάκρυα ἐν τῇ γεννήσει, δάκρυα ἐν θανάτῳ· σπάργανα ἐν γεννήσει, σπάργανα ἐν θανάτῳ·
ἵνα μάθῃς ὅτι πρὸς θάνατον ἡ ζωὴ αὕτη τελευτᾷ, καὶ πρὸς ἐκεῖνο καταστρέφει τὸ τέλος.
Ἀλλ' οὐχ ἡ γέννησις αὕτη. Οὐ δαμοῦ δάκρυα
καὶ σπάργανα, ἀλλὰ λελυμένος
ὁ γεννηθεὶς, καὶ πρὸς
ἀγῶνας παρεσκευασμένος· διὰ τοῦτο ἄφετοι οἱ πόδες καὶ αἱ χεῖρες, ἵνα τρέχῃ καὶ
πυκτεύῃ· οὐδαμοῦ θρῆνος, οὐδαμοῦ δάκρυα ἐνταῦθα, ἀλλ' ἀσπασμοὶ, καὶ φιλίαι, καὶ
περιπλοκαὶ τῶν ἀδελφῶν τὸ οἰκεῖον μέλος ἐπιγινωσκόντων,
καὶ ὥσπερ ἐκ μακρᾶς ἀπολαβόντων ἀποδημίας.
Ἐπειδὴ γὰρ πρὸ τοῦ φωτίσματος ἐχθρὸς ἦν,
μετὰ δὲ τὸ φώτισμα γέγονε φίλος
τοῦ κοινοῦ πάντων
ἡμῶν ∆εσπότου, διὰ τοῦτο
πάντες συνηδόμεθα· διὰ τοῦτο καὶ τὸ φίλημα εἰρήνη καλεῖται, ἵνα μάθωμεν ὅτι πόλεμον κατέλυσεν ὁ Θεὸς, καὶ
πρὸς τὴν οἰκείωσιν ἐπανήγαγε
τὴν ἑαυτοῦ. Ταύτην οὖν τηρῶμεν
διηνεκῶς, ταύτην φυλάττωμεν
τὴν εἰρήνην, ταύτην
ἐκτείνωμεν τὴν φιλίαν, ἵνα καὶ
τῶν αἰωνίων ἐπιτύχωμεν
σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ
μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων
απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64) στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων
,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου