Ιωάννης Χρυσόστομος
Τόμος 49
Λογος περι μετανοιας Ἐξ ἀγροῦ αὐτοῦ ἐπανελθόντος. Ὁμιλία αʹ.
αʹ. Ἆρα ἐμέμνησθε ἡμῶν, ἡνίκα τὸν μεταξὺ τοῦτον ἐχωρίσθημεν χρόνον ὑμῶν; Ἐγὼ μὲν γὰρ ὑμῶν οὐδέποτε ἠδυνήθην ἐπιλαθέσθαι, ἀλλὰ καὶ τὴν πόλιν ἀφεὶς, τὴν ὑμετέραν οὐκ ἀφῆκα μνήμην· ἀλλ' ὥσπερ οἱ τῶν λαμπρῶν ἐρῶντες σωμάτων, ὅπουπερ ἂν ἀπίωσι, μεθ' ἑαυτῶν τὴν ποθουμένην περιφέρουσιν ὄψιν, οὕτω δὴ καὶ ἡμεῖς τοῦ κάλλους τῆς ὑμετέρας ψυχῆς ἐρασθέντες, ἀεὶ μεθ' ἑαυτῶν τὴν εὐμορφίαν τῆς ὑμετέρας περιφέρομεν διανοίας. Καὶ καθάπερ οἱ ζωγράφοι, ποικίλα χρώματα κεραννύντες, τὰς τῶν σωμάτων εἰκόνας ἐργάζονται, οὕτω καὶ ἡμεῖς τὴν σπουδὴν ὑμῶν τὴν ἐν ταῖς συνάξεσι, τὴν προθυμίαν τὴν περὶ τὴν ἀκρόασιν, τὴν εὔνοιαν τὴν περὶ τὸν λέγοντα, τὰ ἄλλα πάντα κατορθώματα καθάπερ ποικίλα χρώματα ἀρετῆς κεράσαντες, καὶ τὸν χαρακτῆρα τῆς ψυχῆς ὑμῶν ὑπογράψαντες, καὶ πρὸ τῶν ὀφθαλμῶν τῆς διανοίας θέντες, ἱκανὴν διὰ τῆς φαντασίας ταύτης ἐλαμβάνομεν τῆς ἀποδημίας παραμυθίαν. Καὶ ταῦτα, καὶ οἴκοι καθήμενοι καὶ διανιστάμενοι, καὶ ὁδοιποροῦντες καὶ ἀναπαυόμενοι, καὶ εἰσιόντες καὶ ἐξιόντες, ἐστρέφομεν συνεχῶς, τὴν ὑμετέραν ὀνειροπολοῦντες ἀγάπην· καὶ οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ ταύταις ἐνετρυφῶμεν ταῖς φαντασίαις.
Καὶ ὅπερ ὁ Σολομὼν ἔφη, Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ· τοῦτο καὶ ἡμεῖς τότε ἐπάσχομεν. Ἡ μὲν γὰρ ἀνάγκη τοῦ ὕπνου κατέστελλεν ἡμῶν τὰ βλέφαρα· ἡ δὲ τῆς ἀγάπης τῆς ὑμετέρας τυραννὶς ἀφύπνιζε τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμούς· καὶ πολλάκις ὑμῖν ὄναρ διαλέγεσθαι ἐδόκουν. Καὶ γὰρ πέφυκεν ἡ ψυχὴ ταῦτα φαντάζεσθαι νύκτωρ, ἅπερ ἂν μεθ' ἡμέραν λογίζηται· ὅπερ οὖν καὶ ἐφ' ἡμῶν τότε συνέβαινε· καὶ οὐχ ὁρῶν ὑμᾶς τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς, ἑώρων ὑμᾶς τῆς ἀγάπης τοῖς ὀφθαλμοῖς, καὶ μὴ παρὼν ὑμῖν τῷ σώματι, παρήμην ὑμῖν τῇ διαθέσει, καί μοι τὰ ὦτα ἀεὶ ὑπὸ τῆς ὑμετέρας περιηχεῖτο κραυγῆς. ∆ιὰ τοῦτο καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας ἐπὶ πλέον ἐκεῖ διατρίβειν ἀναγκαζούσης, καὶ τῆς τοῦ ἀέρος ὠφελείας εἰς τὴν τῆς σαρκὸς ἀπολαύειν ὑγίειαν, ἡ τῆς ἀγάπης βία τῆς ὑμετέρας οὐκ ἠνέσχετο τοῦτο, ἀλλὰ κατεβόησε, καὶ οὐ πρότερον ἀπέστη διενοχλοῦσα, ἕως ἡμᾶς καὶ πρὸ τῆς προσηκούσης ὥρας ἀναστῆναι ἔπεισε, καὶ ὑγίειαν καὶ τέρψιν καὶ πᾶν ὁτιοῦν ἀγαθὸν τὴν ὑμετέραν ἡγήσασθαι συνεβούλευσε συνουσίαν. Ταύτῃ δὲ πεισθέντες ἡμεῖς, εἱλόμεθα μᾶλλον ἔχοντες ἔτι τὰ λείψανα τῆς ἀῤῥωστίας ἐπανελθεῖν, ἢ καθαρῶς ἀποθέμενοι τὴν τοῦ σώματος ἀσθένειαν, ἐπὶ πλέον λυπῆσαι τὴν ὑμετέραν ἀγάπην. Καὶ γὰρ ἐκεῖ διατρίβων ἤκουον ὑμῶν τὰ ἐγκλήματα, καὶ συνεχεῖς ἐπιστολαὶ ταῦτα ἡμῖν διεκόμιζον· καὶ γὰρ προσεῖχον τοῖς ἐγκαλοῦσιν οὐχ ἧττον, ἢ τοῖς ἐγ κωμιάζουσι· ψυχῆς γὰρ εἰδυίας φιλεῖν ἦσαν αἱ μέμψεις ἐκεῖναι. Καὶ διὰ ταῦτα ἀναστὰς ἔδραμον· διὰ ταῦτα οὐδέποτε ὑμᾶς τῆς διανοίας ἠδυνήθην ἐκβαλεῖν τῆς ἐμῆς. Καὶ τί θαυμαστὸν εἰ ἐν ἀγρῷ διατρίβων ἐγὼ, καὶ ἀδείας ἀπολαύων, τῆς ὑμετέρας ἐμεμνήμην ἀγάπης, ὅπου γε Παῦλος δεσμὰ περικείμενος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μυρίους ὁρῶν ἐπηρτημένους αὐτῷ κινδύνους, καθάπερ ἐν λειμῶνι τῷ δεσμωτηρίῳ διάγων, οὕτω τῶν ἀδελφῶν ἐμέμνητο, καὶ γράφων ἔλεγε· Καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν περὶ ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου; Ἔξωθεν ἅλυσις ἡ παρὰ τῶν ἐχθρῶν, καὶ ἔσωθεν ἅλυσις ἡ τοῦ φίλτρου τῶν μαθητῶν· ἀλλ' ἡ μὲν ἔξωθεν ἀπὸ σιδήρου ἐκεχάλκευτο, ἡ δὲ ἔνδοθεν ἐξ ἀγάπης ἐγεγένητο· κἀκείνην μὲν πολλάκις καὶ ἀπέθετο, ταύτην δὲ οὐδέποτε ἀπέῤῥηξεν· ἀλλ' ὥσπερ αἱ γυναῖκες ὅσαι πεῖραν ὠδίνων ἔλαβον καὶ μητέρες ἐγένοντο, τοῖς τεχθεῖσι παιδίοις, ὅπουπερ ἂν ὦσιν, εἰσὶ διηνεκῶς συνδεδεμέναι· οὕτω καὶ Παῦλος, μᾶλλον δὲ καὶ πολλῷ τούτων σφοδρότερον ἀεὶ τοῖς μαθηταῖς προσήλωτο τοῖς αὑτοῦ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν φυσικῶν τόκων οἱ τοῦ πνεύματός εἰσι θερμότεροι. Καὶ γὰρ καὶ οὗτος ὤδινεν οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς τοὺς αὐτοὺς, καὶ ἐβόα λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Καίτοι γε τοῦτο οὐδέποτε ἂν πάθοι ἡ γυνὴ, οὐδ' ἂν ὑποσταίη τὰς αὐτὰς πάλιν ὠδῖνας, ἀλλὰ Παῦλος ὑπέμεινε τοῦτο, ὅπερ ἐπὶ τῆς φύσεως ἰδεῖν οὐκ ἔστι, καὶ τοὺς ἅπαξ τεχθέντας πάλιν ἀναλαβεῖν, καὶ τὰς δριμείας ἐπ' αὐτοῖς ὑπομεῖναι ὠδῖνας. ∆ιὰ τοῦτο καὶ ἐντρέψαι βουλόμενος αὐτοὺς, ἔλεγεν, Οὓς πάλιν ὠδίνω· μονονουχὶ λέγων· Φείσασθέ μου· οὐδεὶς υἱὸς δεύτερον τὴν μητρικὴν γαστέρα ταῖς ὠδῖσι διέτεινεν. ὅπερ ἀναγκάζετέ με πάσχειν ὑμεῖς· καίτοι ἐκεῖναι μὲν αἱ ὠδῖνες ἐν μιᾷ καιροῦ ῥοπῇ κατατείνουσι, καὶ τοῦ παιδίου τῆς νηδύος ἐξολισθήσαντος, συνεξέρχονται· αὗται δὲ οὐχ οὕτως, ἀλλὰ καὶ μῆνας ὁλοκλήρους μένουσι· καὶ γὰρ ἐνιαυτὸν ὅλον ὤδινε πολλάκις, καὶ οὐκ ἔτεκε τοὺς κυομένους ὁ Παῦλος· κἀκεῖ μὲν τῆς σαρκὸς ὁ πόνος, ἐνταῦθα δὲ οὐ γαστέρα διατείνουσιν αἱ ἀλγηδόνες, ἀλλ' αὐτὴν τῆς ψυχῆς τὴν ἰσχὺν καταξαίνουσι. Καὶ ἵνα μάθῃς, ὅτι θερμότεραι αὗται αἱ ὠδῖνες, τίς ποτε ὑπὲρ τῶν τεχθέντων παιδίων ηὔξατο ὑπομεῖναι γέενναν; Οὗτος δὲ οὐ μόνον αἱρεῖται ὑπομεῖναι γέενναν, ἀλλὰ καὶ εὔχεται ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὥστε δυνηθῆναι τοὺς Ἰουδαίους ἀποτεκεῖν, οὓς ὤδινεν ἀεὶ καὶ διηνεκῶς, καὶ ἐπειδὴ μὴ συνέβαινε τοῦτο, ὠδυνᾶτο λέγων· Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Καὶ ἐνταῦθα πάλιν· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τί τῆς νηδύος ἐκείνης μακαριώτερον γένοιτο ἂν, ἣ τοιαῦτα παιδία τίκτειν ἐδύνατο, ὡς τὸν Χριστὸν ἔχειν ἐν ἑαυτοῖς; τί δὲ εὐφορώτερον, ἣ τὴν οἰκουμένην ἅπασαν ἀπεγέννησε; τί δὲ δυνατώτερον, ἥτις τεχθέντας καὶ αὐξηθέντας εἰς ἄμβλωσιν ἐκπεσόντας, ἀναλαβεῖν ἴσχυσε πάλιν καὶ ἄνωθεν διαπλάσαι; τοῦτο γὰρ ἐπὶ τῶν φυσικῶν τόκων ἀδύνατον. ∆ιὰ τί δὲ οὐκ εἶπε· Τεκνία μου, οὓς πάλιν ἀναγεννῶ, ἀλλ' ὠδίνω; καίτοι γε ἀλλαχοῦ γεννᾷν φησιν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ ὑμᾶς ἐγέννησα. Ἐκεῖ μὲν οὖν τὴν συγγένειαν δηλῶσαι μόνον ἐβούλετο· ἐνταῦθα δὲ καὶ τὸν πόνον παραστῆσαι ἐσπούδαζε. Πῶς δὲ τέκνα καλεῖ τὰ μηδέπω τεχθέντα; εἰ γὰρ ὠδίνει, οὐδέπω ἔτεκε· πῶς οὖν τέκνα καλεῖ; Ἵνα μάθῃς, ὅτι οὐ ταύτας ὠδίνει τὰς πρώτας ὠδῖνας, ὅπερ ἱκανὸν ἦν ἐκείνους ἐντρέψαι. Καὶ γὰρ ἐγενόμην, φησὶν, ἅπαξ πατὴρ, καὶ τὸν ὀφειλόμενον ἐφ' ὑμῖν ὑπέμεινα τόκον, ἐγένεσθε δὲ τέκνα καὶ ὑμεῖς ἅπαξ· πῶς οὖν πάλιν με εἰς δευτέρας ὠδῖνας ἐμβάλλετε; ἱκανοὶ οἱ πόνοι τῶν τόκων τῶν ἐξ ἀρχῆς, τί με διατείνετε πάλιν ταῖς ὀδύναις; Τῶν γὰρ μηδέπω πεπιστευκότων οὐκ ἐλάττονα πόνον παρεῖχεν αὐτῷ τῶν πιστῶν τὰ πτώματα. Καὶ γὰρ ἦν ἀφόρητον, μετὰ τὴν τῶν τοιούτων μυστηρίων κοινωνίαν πρὸς τὴν ἀσέβειαν αὐτομολοῦντας ὁρᾷν· διὸ καὶ σφόδρα δριμὺ καὶ πάσης γυναικὸς περιπαθέστερον ἀνωλόλυζε, λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τοῦτο δὲ ἔλεγεν, ὁμοῦ καὶ θαῤῥῦναι καὶ φοβῆσαι βουλόμενος· τὸ μὲν γὰρ δεῖξαι μὴ μεμορφωμένον ἐν αὐτοῖς τὸν Χριστὸν, ἀγωνίαν καὶ φόβον ἐνέβαλλε· τὸ δὲ ἐμφῆναι ὅτι δυνατὸν αὐτὸν μορφωθῆναι, πάλιν θαῤῥεῖν παρεσκεύαζε. Τὸ γὰρ εἰπεῖν, Ἄχρις οὗ μορφωθῇ, ἀμφότερα ταῦτά ἐστιν ἐνδεικνυμένου, καὶ ὅτι οὐδέπω μεμόρφωται, καὶ ὅτι δυνατὸν μορφωθῆναι πάλιν. Εἰ γὰρ μὴ δυνατὸν ἦν, εἰκῆ πρὸς αὐτοὺς ἔλεγεν, Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, καὶ ματαίαις αὐτοὺς ἔτρεφεν ἐλπίσι.
βʹ. Ταῦτα οὖν εἰδότες μηδὲ ἡμεῖς ἀπογινώσκωμεν, ἀλλὰ μηδὲ ῥᾳθυμήσωμεν ἁπλῶς· ἑκάτερα γὰρ ταῦτα ὀλέθρια. Ἡ μὲν γὰρ ἀπόγνωσις τὸν κείμενον οὐκ ἀφίησιν ἀναστῆναι, ἡ δὲ ῥᾳθυμία τὸν ἑστῶτα ποιεῖ καταπίπτειν· ἐκείνη τῶν πορισθέντων ἀγαθῶν ἀποστερεῖν εἴωθεν, αὕτη τῶν ἐπικειμένων οὐκ ἀφίησιν ἀπαλλαγῆναι κακῶν· καὶ ἡ μὲν καταφρόνησις καὶ ἐξ αὐτῶν καταφέρει τῶν οὐρανῶν, ἡ δὲ ἀπόγνωσις εἰς αὐτὴν κατάγει τῆς κακίας τὴν ἄβυσσον, ὥσπερ οὖν τὸ μὴ ἀπογνῶναι κἀκεῖθεν ταχέως ἀναδραμεῖν ποιεῖ. Σκόπει δὲ ἀμφοτέρων τὴν ἰσχύν· ὁ διάβολος ἀγαθὸς ἦν πρὸ τούτου· ῥᾳθυμήσας δὲ καὶ ἀπογνοὺς ἔπεσεν εἰς τοσαύτην κακίαν, ὡς μηδὲ ἀναστῆναι λοιπόν· ὅτι γὰρ ἀγαθὸς ἦν, ἄκουσον τί φησιν· Εἶδον τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἡ δὲ ἀστραπῆς παραβολὴ καὶ τὸ φαιδρὸν τῆς προτέρας δείκνυσιν ἀναστροφῆς, καὶ τὴν τῆς πτώσεως ὀξύτητα. Ὁ Παῦλος βλάσφημος ἦν, καὶ διώκτης, καὶ ὑβριστής· ἐπειδὴ δὲ ἐσπούδασε καὶ οὐκ ἀπέγνω, καὶ ἀνέστη καὶ τῶν ἀγγέλων γέγονεν ἴσος· ὁ δὲ Ἰούδας ἀπόστολος ἦν, ἀλλὰ ῥᾳθυμήσας γέγονε προδότης. Ὁ λῃστὴς πάλιν μετὰ τοσαύτην κακίαν, ἐπειδὴ μὴ ἀπέγνω, πρὸ τῶν ἄλλων ἁπάντων εἰς τὸν παράδεισον εἰσῆλθεν· ὁ Φαρισαῖος θαῤῥήσας ἐξ αὐτοῦ τῆς ἀρετῆς κατηνέχθη τοῦ ὕψους· ὁ τελώνης μὴ ἀπογνοὺς, οὕτως ὠρθώθη ὡς κἀκεῖνον παραδραμεῖν. Βούλει σοι δείξω καὶ πόλιν ὁλόκληρον τοῦτο ποιήσασαν; Ἡ τῶν Νινευϊτῶν πόλις οὕτως ἐσώθη πᾶσα· καίτοι γε ἡ ἀπόφασις εἰς ἀπόγνωσιν αὐτοὺς ἐνέβαλεν· οὐ γὰρ εἶπεν ὅτι, Ἐὰν μετανοήσωσι, σωθήσονται, ἀλλ' ἁπλῶς, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται· ἀλλ' ὅμως ἀπειλοῦντος τοῦ Θεοῦ, καὶ τοῦ προφήτου βοῶντος, καὶ τῆς ἀποφάσεως οὐκ ἐχούσης μέλλησιν οὐδὲ διορισμὸν, οὐκ ἀνέπεσον, οὐδὲ τὰς χρηστὰς προέδωκαν ἐλπίδας.∆ιὰ γὰρ τοῦτο οὐ προσέθηκε διορισμὸν, οὐδὲ εἶπεν, Ἐὰν δὲ μετανοήσωσι, σωθήσονται, ἵνα καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἀποφάσεως τοῦ Θεοῦ φερομένης χωρὶς διορισμοῦ, μηδὲ οὕτως ἀπογνῶμεν, μηδὲ ἀπαγορεύσωμεν, εἰς ἐκεῖνο τὸ ὑπόδειγμα βλέποντες. Οὐ διὰ τούτου δὲ μόνον ἔστι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἰδεῖν, ὅτι μὴ προσθεὶς διορισμὸν τῇ ἀποφάσει, ὅμως μετανοήσασι κατηλλάγη, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ τὴν ἀπόφασιν ἀπηρτισμένην ἐξενεγκεῖν. Αὐξῆσαι γὰρ τὸν φόβον βουλόμενος καὶ τῆς πολλῆς αὐτῶν ῥᾳθυμίας καθάψασθαι, τοῦτο ἐποίησε, καὶ αὐτὸς δὲ ὁ χρόνος τῆς μετανοίας δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν. Τί γὰρ ἡμέραι τρεῖς τοσοῦτον εἰργάσαντο, ὡς ἀφανίσαι κακίαν τοσαύτην; Ὁρᾷς πῶς καὶ ἐντεῦθεν ἡ τοῦ Θεοῦ φαίνεται κηδεμονία; τὸ γὰρ πλέον αὕτη συνεισήνεγκεν εἰς τὴν τῆς πόλεως σωτηρίαν. Ταῦτα οὖν εἰδότες, μηδέποτε ἀπογινώσκωμεν· οὐδὲν γὰρ οὕτως ἰσχυρὸν ὅπλον τῷ διαβόλῳ, ὡς ἀπόγνωσις· διὰ τοῦτο οὐχ οὕτως αὐτὸν εὐφραίνομεν ἁμαρτάνοντες, ὡς ἀπογινώσκοντες. Ἄκουσον γοῦν ἐπὶ τοῦ πεπορνευκότος, πῶς τῆς ἁμαρτίας μᾶλλον τὴν ἀπόγνωσιν δέδοικεν ὁ Παῦλος· γράφων γὰρ Κορινθίοις οὕτως ἔλεγεν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται· καὶ οὐκ εἶπεν, Ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσι τολμᾶται, ἀλλ', Οὐδὲ ὀνομάζεται· ὃ γὰρ μέχρι προσηγορίας ἐκείνοις ἀφόρητον, τοῦτο ὑμῖν ἔργῳ τετόλμηται. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ; Καὶ οὐκ εἶπε, Καὶ ἐκεῖνος πεφυσίωται, ἀλλ' ἀφεὶς τὸν ἡμαρτηκότα, τοῖς ὑγιαίνουσι διαλέγεται· καθάπερ οἱ ἰατροὶ ποιοῦσιν, ἀφέντες τοὺς κάμνοντας, πρὸς τοὺς προσήκοντας αὐτοῖς πλείονι κέχρηνται λόγῳ· ἄλλως δὲ καὶ οὗτοι τῆς ἀπονοίας αἴτιοι πάσης ἦσαν αὐτῷ, μὴ ἐπιτιμῶντες μηδὲ ἐπιπλήττοντες. Ἐκοίνωσε τοίνυν τὸ ἔγκλημα, ἵνα ῥᾳδία γένηται τοῦ τραύματος ἡ θεραπεία. ∆εινὸν μὲν γὰρ τὸ ἁμαρτάνειν, πολλῷ δὲ χαλεπώτερον τὸ καὶ μέγα φρονεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν. Εἰ γὰρ ἐπὶ δικαιοσύνῃ τὸ φυσᾶσθαι κένωσις δικαιοσύνης ἐστὶ, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἁμαρτήμασι τοῦτο συμβαῖνον ἐσχάτην οἴσει βλάβην ἡμῖν, καὶ τῶν ἁμαρτημάτων αὐτῶν μεῖζον τὸ ἔγκλημα ἔσται. ∆ιὰ τοῦτό φησιν· Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Εἰ δὲ οἱ πάντα ποιοῦντες ὀφείλουσι συνεστάλθαι, πολλῷ μᾶλλον τὸν ἡμαρτηκότα καὶ θρηνεῖν καὶ ἐν τοῖς ἐσχάτοις ἑαυτὸν ἀριθμεῖν ἄξιον. Ὅπερ οὖν καὶ τότε δηλῶν ἔλεγε· Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε; Τί λέγεις; ἕτερος ἥμαρτε, καὶ ἐγὼ πενθήσω; Ναὶ, φησί· σώματος γὰρ καὶ μελῶν δίκην ἀλλήλοις ἐσμὲν συνδεδεμένοι· ἐπὶ δὲ τοῦ σώματος κἂν ὁ ποῦς δέξηται τραῦμα, τὴν κεφαλὴν ἐπικύπτουσαν ὁρῶμεν. Καίτοι τί ταύτης σεμνότερον; Ἀλλ' οὐχ ὁρᾷ τὴν ἀξίαν ἐν τῷ καιρῷ τῆς συμφορᾶς· οὕτω καὶ σὺ ποίησον. ∆ιὰ τοῦτο καὶ Παῦλος παραινεῖ· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. ∆ιὰ τοῦτο καὶ Κορινθίοις φησί· Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; Οὐκ εἶπε Καὶ οὐχὶ μᾶλλον ἐσπουδάσατε, ἀλλὰ τί; Οὐχὶ μᾶλλον ἐπενθήσατε, ὡς νόσου κοινῆς καὶ λοιμοῦ τὴν πόλιν καταλαβόντος· μονονουχὶ λέγων· Εὐχῆς καὶ ἐξομολογήσεως δεῖ καὶ ἱκετηρίας, ἵνα τὸ νόσημα ἀπελαθῇ τῆς πόλεως ἁπάσης. Ὁρᾷς πόσον αὐτοῖς φόβον ἐπεκρέμασεν; Ἐπειδὴ γὰρ ἐνόμιζον μέχρις ἐκείνου μόνον ἑστάναι τὸ δεινὸν, ἐναγωνίους αὐτοὺς καθίστησι λέγων· Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁδῷ τὸ κακὸν βαδίζον, καὶ τῶν λοιπῶν ἅψεται μελῶν· ὡς ὑπὲρ κοινῶν τοίνυν κακῶν βουλευομένους, οὕτω φροντίζειν χρή. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἐκεῖνος ἥμαρτε μόνος, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι σηπεδών τίς ἐστι τὸ δεινὸν, καὶ τὸ λοιπὸν ἅπαν ἐπινέμεται σῶμα. Καὶ καθάπερ οἰκίας καιομένης, καὶ οἱ μηδέπω δεξάμενοι τὸ κακὸν, τῶν ὄντων ἐν τῇ συμφορᾷ οὐκ ἔλαττον ἐπείγονται καὶ πάντα συνεισφέρουσιν, ὥστε μὴ τὸ πῦρ ἐπειγόμενον καὶ ἐπὶ τὰς αὐτῶν θύρας ἔλθῃ· οὕτω καὶ τούτους ὁ Παῦλος διεγείρει λέγων· Πυρά τίς ἐστι, προκαταλάβωμεν τὸ δεινόν· σβέσωμεν τὸν ἐμπρησμὸν, πρὶν ἢ καταλαβεῖν τὴν Ἐκκλησίαν· εἰ δὲ καταφρονεῖς τῆς ἁμαρτίας ὡς ἐν ἀλλοτρίῳ γενομένης σώματι, μάλιστα μὲν καὶ οὕτω κακῶς· μέλος γάρ ἐστι τοῦ παντὸς σώματος ἐκεῖνος.
γʹ. Πλὴν ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἂν ῥᾳθυμήσῃς καὶ παρίδῃς, καὶ σὲ καταλήψεταί ποτε. Ὥστε εἰ καὶ μὴ διὰ τὸν ἀδελφὸν, διὰ γοῦν σαυτὸν διεγέρθητι, καὶ ἀνάστειλον τὸν λοιμὸν, καὶ προκάτασχε τὴν σηπεδόνα, καὶ τὴν νομὴν διάκοψον. Ταῦτα τοίνυν καὶ τὰ πλείονα τούτων εἰπὼν, καὶ κελεύσας παραδοῦναι αὐτὸν τῷ Σατανᾷ, φησὶν ὕστερον, ἐπειδὴ μετεβάλετο καὶ βελτίων ἐγένετο· Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· κυρώσατε οὖν εἰς αὐτὸν ἀγάπην. Ἐπειδὴ γὰρ αὐτὸν κοινὸν ἐχθρὸν καὶ πολέμιον κατέστησεν ἅπασι καὶ τῆς ἀγέλης ἐξέβαλε καὶ τοῦ σώματος ἀπέκοψεν, ὅρα πόσῃ κέχρηται σπουδῇ, ὥστε κολλῆσαι καὶ συνάψαι πάλιν αὐτόν. Οὐ γὰρ εἶπεν· Ἀγαπήσατε αὐτὸν ἁπλῶς, ἀλλὰ, Κυρώσατε εἰς αὐτὸν ἀγάπην, τουτέστι βεβαίαν, καὶ ἀκίνητον ἐπιδείξασθε τὴν φιλίαν, θερμήν τινα καὶ ζέουσαν καὶ πεπυρωμένην, ἀντίῤῥοπον τῆς προτέρας ἀπεχθείας τὴν εὔνοιαν εἰσαγάγετε. Τί γέγονεν; εἰπέ μοι· οὐχὶ τῷ Σατανᾷ παρέδωκας αὐτόν; Ναὶ, φησὶν, ἀλλ' οὐχ ἵνα μένῃ ἐν ταῖς τοῦ Σατανᾶ χερσὶν, ἀλλ' ἵνα ἀπαλλαγῇ ταχέως αὐτοῦ τῆς τυραννίδος. Ἀλλ' ὅπερ ἔλεγον, σκόπει πῶς δέδοικε τὴν ἀπόγνωσιν ὁ Παῦλος, ὡς μέγα ὅπλον τοῦ διαβόλου· εἰπὼν γὰρ, Κυρώσατε εἰς αὐτὸν ἀγάπην, καὶ τὴν αἰτίαν προστίθησι· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ἐν τῇ φάρυγγι τοῦ λύκου, φησὶν, ἐστὶ τὸ πρόβατον· φθάσωμεν τοίνυν. προεξαρπάσωμεν πρὶν ἢ καταπίῃ καὶ διαφθείρῃ τὸ μέλος ἡμῶν. Ἐν κλυδωνίῳ νῦν ἐστιν ἡ ναῦς, πρὸ τοῦ ναυαγίου διασῶσαι αὐτὴν σπουδάσωμεν. Καθάπερ γὰρ θαλάττης αἰρομένης καὶ κυμάτων πάντοθεν κορυφουμένων, ὑποβρύχιον γίνεται τὸ σκάφος, οὕτω καὶ ψυχὴ τῆς ἀθυμίας αὐτὴν πάντοθεν περιστοιχιζομένης, ἀποπνίγεται ταχέως, ἐὰν μή τινα ἔχῃ τὴν χεῖρα ὀρέγοντα, καὶ ἡ σωτήριος ἐπὶ τοῖς ἁμαρτήμασι λύπη ὀλέθριος ὑπὸ τῆς ἀμετρίας γίνεται. Καὶ ὅρα πῶς ἀκριβῶς εἶπεν· οὐ γὰρ εἶπε, Μὴ ἀπολέσῃ αὐτὸν ὁ διάβολος, ἀλλὰ τί; Μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· πλεονεξία δέ ἐστι τὸ τῶν ἀλλοτρίων ἐφίεσθαι. ∆εικνὺς τοίνυν ὅτι ἀλλότριος αὐτοῦ γέγονε λοιπὸν, καὶ τῆς τοῦ Χριστοῦ ποίμνης οἰκεῖον ἑαυτὸν διὰ τῆς μετανοίας κατέστησε, φησί· Μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Ἐὰν γὰρ κατάσχῃ λοιπὸν αὐτὸν, ἡμέτερον ἁρπάζει μέλος, τὸ τῆς ἀγέλης λαμβάνει πρόβατον· ἀπέθετο γὰρ τὴν ἁμαρτίαν διὰ τῆς μετανοίας. Εἰδὼς τοίνυν ὁ Παῦλος, ὅπερ ἐποίησεν ὁ διάβολος ἐπὶ τοῦ Ἰούδα, ἔδεισε μὴ καὶ ἐνταῦθα τὸ αὐτὸ γένηται τοῦτο. Τί δὲ ἐποίησεν ἐπὶ τοῦ Ἰούδα; Μετενόησεν ὁ Ἰούδας· Ἥμαρτον γὰρ, φησὶ, παραδοὺς αἷμα ἀθῶον· ἤκουσε τῶν ῥημάτων τούτων ὁ διάβολος· ἔγνω τῆς ἐπὶ τὸ βέλτιον ἀρχόμενον ὁδοῦ καὶ πρὸς σωτηρίαν βαδίζοντα, καὶ ἐφοβήθη τὴν μεταβολήν. Φιλάνθρωπον, φησὶν, ἔχει δεσπότην· ὅτε ἔμελλεν αὐτὸν προδιδόναι, ἐδάκρυσεν αὐτὸν καὶ μυρία παρεκάλεσεν· οὐ πολλῷ μᾶλλον μετανοοῦντα δέξεται; Ἀδιόρθωτον ὄντα ἐφειλκύσατο καὶ ἐκάλεσεν· οὐ πολλῷ μᾶλλον διορθωθέντα καὶ τὴν ἁμαρτίαν ἐπιγνόντα ἐπισπάσεται; διὰ γὰρ τοῦτο καὶ σταυρωθῆναι ἦλθε. Τί οὖν ἐποίησεν; Ἐθορύβησεν αὐτόν· ἐσκότωσε τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ἐδίωξεν, ἤλασεν ἕως ἐπὶ τὸν βρόχον ἤγαγε, καὶ τῆς παρούσης ὑπεξήγαγε ζωῆς, καὶ τῆς προθυμίας τῆς κατὰ τὴν μετάνοιαν ἀπεστέρησεν. Ὅτι γὰρ, εἰ ἔζη, καὶ αὐτὸς ἐσώθη ἂν, δῆλον ἐκ τῶν σταυρωσάντων· εἰ γὰρ τοὺς ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντας ἔσωσε, καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὢν παρεκάλει τὸν Πατέρα, καὶ συγγνώμην αὐτοῖς ᾔτει τοῦ τολμήματος, εὔδηλον ὅτι καὶ τὸν προδόντα, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο· ἀλλ' ἐκεῖνος οὐκ ἠνέσχετο ἐμμεῖναι τῷ φαρμάκῳ, τῇ περισσοτέρᾳ λύπῃ καταποθείς. Τοῦτο τοίνυν καὶ ὁ Παῦλος φοβούμενος, ἐπείγει τοὺς Κορινθίους ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου τὸν ἄνθρωπον. Καὶ τί χρὴ λέγειν τὰ Κορινθίων; Πέτρος μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν ἠρνήσατο τρὶς, καὶ δακρύσας ἀπήλειψεν ἅπαντα· Παῦλος διώκτης ὢν καὶ βλάσφημος καὶ ὑβριστὴς, καὶ οὐχὶ τὸν σταυρωθέντα μόνον, ἀλλὰ καὶ πάντας τοὺς ἐκείνου διώκων, μετανοήσας, ἀπόστολος γέγονε. Μόνον γὰρ πρόφασιν ὁ Θεὸς βραχεῖαν ἐπιζητεῖ παρ' ἡμῶν, καὶ πολλῶν ἡμῖν ἁμαρτημάτων χαρίζεται ἄφεσιν. Εἴπω καὶ παραβολὴν τοῦτο αὐτὸ ἐγγυωμένην ὑμῖν.
δʹ.∆ύο τινὲς ἦσαν ἀδελφοί· διανειμάμενοι δὲ τὴν πατρικὴν περιουσίαν ἑκάτεροι, ὁ μὲν αὐτῶν ἔμεινεν ἐπὶ τῆς οἰκίας· ὁ δὲ πάντα τὰ δοθέντα καταφαγὼν, εἰς τὴν ὑπερορίαν μετέστη, τὴν ἀπὸ τῆς πενίας οὐ φέρων αἰσχύνην. Ταύτην δὲ τὴν παραβολὴν προήχθην εἰπεῖν, ἵνα μάθητε, ὅτι καὶ τῶν μετὰ τὸ βάπτισμα ἁμαρτημάτων ἐστὶν ἄφεσις, ἐὰν προσέχωμεν· λέγω δὲ οὐχ ἵνα εἰς ῥᾳθυμίαν ἐμβάλω, ἀλλ' ἵνα ἀπὸ ἀπογνώσεως ἀπαγάγω· καὶ γὰρ χείρονα τῆς ῥᾳθυμίας ἡμᾶς ἡ ἀπόγνωσις ἐργάζεται κακά. Οὗτος τοίνυν ὁ υἱὸς εἰκόνα τῶν μετὰ τὸ λουτρὸν φέρει πεσόντων· ὅτι δὲ τοὺς μετὰ τὸ βάπτισμα παραπεσόντας δηλοῖ, δῆλον ἐκεῖθεν· υἱὸς γὰρ λέγεται· οὐδεὶς δὲ υἱὸς βαπτίσματος ἂν κληθείη χωρίς. Καὶ τὴν οἰκίαν δὲ ᾤκει τὴν πατρῴαν, καὶ τὰ πατρῷα διενείματο πάντα· πρὸ δὲ βαπτίσματος οὐκ ἔστι πατρῷα λαβεῖν, οὐδὲ δέξασθαι κληρονομίαν· ὥστε διὰ πάντων ἡμῖν τούτων τὸ τῶν πιστῶν αἰνίττεται τάγμα. Καὶ ἀδελφὸς δὲ ἦν τοῦ εὐδοκιμηκότος· ἀδελφὸς δὲ οὐκ ἂν γένοιτο χωρὶς πνευματικῆς ἀναγεννήσεως. Οὗτος τοίνυν εἰς κακίαν ἐσχάτην πεσὼν, τί φησιν; Ἐπανήξω πρὸς τὸν πατέρα μου· διὰ γὰρ τοῦτο αὐτὸν καὶ ἀφῆκεν ὁ πατὴρ, καὶ οὐκ ἐκώλυσεν εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, ἵνα διὰ τῆς πείρας μάθῃ καλῶς, ὅσης ἀπήλαυσεν εὐεργεσίας οἴκοι μένων. Πολλάκις γὰρ ὁ Θεὸς ὅταν λέγων μὴ πείθῃ, τῇ διὰ τῶν πραγμάτων πείρᾳ τὴν διδασκαλίαν ἀφίησιν· ὅπερ οὖν καὶ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν. Ἐπειδὴ γὰρ μυρίους ἀναλώσας διὰ τῶν προφητῶν λόγους, οὐκ ἔπεισεν οὐδὲ ἐπεσπάσατο, ἀφεὶς διὰ τῆς κολάσεως αὐτοὺς παιδευθῆναι, φησὶ πρὸς αὐτούς· Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Ἔδει μὲν γὰρ αὐτὸν ἀξιόπιστον εἶναι καὶ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως· ἐπειδὴ δὲ οὕτως ἀναισθήτως διέκειντο, ὡς ἀπιστεῖν αὐτοῦ ταῖς παραινέσεσι καὶ ταῖς συμβουλαῖς, προαναστέλλων τῇ κακίᾳ μὴ πείθεσθαι, ἐπιτρέπει διὰ τῶν πραγμάτων αὐτοὺς παιδευθῆναι, ἵνα οὕτως αὐτοὺς ἀνακτήσηται πάλιν. Ἐπειδὴ τοίνυν ἀπελθὼν ὁ ἄσωτος εἰς τὴν ἀλλοτρίαν, καὶ διὰ τῶν ἔργων αὐτῶν μαθὼν ὅσον κακὸν ἐκπεσεῖν πατρῴας οἰκίας, ἐπανῆλθεν, οὐκ ἐμνησικάκησεν ὁ πατὴρ, ἀλλ' ὑπτίαις αὐτὸν ἐδέξατο ταῖς χερσί. Τί δήποτε; Ὅτι πατὴρ ἦν, καὶ οὐ δικαστής. Καὶ χοροὶ, καὶ θαλίαι, καὶ πανηγύρεις λοιπὸν, καὶ φαιδρὰ καὶ περιχαρὴς ἦν ἡ οἰκία πᾶσα. Τί λέγεις; αὗται τῆς κακίας αἱ ἀμοιβαί; Οὐχὶ τῆς κακίας, ἄνθρωπε, ἀλλὰ τῆς ἐπανόδου· οὐχὶ τῆς ἁμαρτίας, ἀλλὰ τῆς μετανοίας· οὐχὶ τῆς πονηρίας, ἀλλὰ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Καὶ τὸ δὴ μεῖζον, ἠγανάκτησεν ἐπὶ τούτοις ὁ υἱὸς ὁ πρότερος· ὁ δὲ καὶ τοῦτον πράως ἔπεισε λέγων, Ὅτι σὺ μὲν ἀεὶ μετ' ἐμοῦ διέτριβες, οὗτος δὲ ἀπολωλὼς ἦν, καὶ εὑρέθη· νεκρὸς ἦν, καὶ ἀνέζησεν. Ὅταν δὲ τὸν ἀπολωλότα διασῶσαι δέῃ, φησὶν, οὐ δικαστηρίων καιρὸς, οὐδὲ ἀκριβοῦς ἐξετάσεως, ἀλλὰ φιλανθρωπίας καὶ συγγνώμης μόνον. Οὐδεὶς ἰατρὸς ἀφεὶς ἐπιθεῖναι φάρμακον τῷ κάμνοντι, τῆς ἀταξίας αὐτὸν εὐθύνας ἀπαιτεῖ καὶ τιμωρίαν. Εἰ δὲ καὶ δίκην αὐτὸν ὅλως δοῦναι ἐχρῆν, ἱκανὴν ἔδωκε δίκην τὴν ἐν τῇ ἀλλοτρίᾳ διατριβήν. Τοσοῦτον γοῦν χρόνον τῆς ἡμετέρας ἐχωρίσθη συνουσίας, καὶ λιμῷ καὶ ἀτιμίᾳ καὶ τοῖς ἐσχάτοις παλαίων κακοῖς διετέλεσε. ∆ιὰ τοῦτό φησιν, Ἀπολωλὼς ἦν, καὶ εὑρέθη· νεκρὸς ἦν, καὶ ἀνέζησε. Μὴ τὰ παρόντα ἴδῃς, φησὶν, ἀλλ' ἐννόησον τῆς προτέρας συμφορᾶς τὸ μέγεθος· ἀδελφὸν ὁρᾷς, οὐκ ἀλλότριον. Πρὸς πατέρα ἐπανῆλθεν, οὐδὲν δυνάμενον ἀναμνησθῆναι τῶν προτέρων· μᾶλλον δὲ ἐκεῖνα μεμνημένον μόνα, ἅπερ εἰς συμπάθειαν ἀγαγεῖν δύναται καὶ ἔλεον καὶ στοργὴν καὶ φειδὼ τὴν τοῖς γεγεννηκόσι προσήκουσαν. ∆ιὰ τοῦτο οὐχ ἅπερ ἔπραξεν εἶπεν, ἀλλ' ἅπερ ἔπαθεν· οὐχ ὅτι κατέφαγε τὴν οὐσίαν ἐμνημόνευσεν, ἀλλ' ὅτι μυρίοις περιέπεσε κακοῖς. Οὕτω τὸ πρόβατον ἐζήτει μετὰ τοσαύτης σπουδῆς· μᾶλλον δὲ μετὰ μείζονος. Ἐνταῦθα μὲν γὰρ αὐτὸς ἐπανῆλθεν ὁ υἱός· ἐκεῖ δὲ αὐτὸς ἀπῆλθεν ὁ ποιμὴν, καὶ εὑρὼν ἤγαγε, καὶ ἔχαιρεν ἐπ' αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς διασεσωσμένοις ἅπασιν. Ὅρα δὲ καὶ πῶς ἐπανήγαγεν· οὐκ ἐμάστιξεν, ἀλλ' ἐπὶ τῶν ὤμων φέρων καὶ βαστάζων, πάλιν τῇ ποίμνῃ ἀπέδωκε. Ταῦτ' οὖν εἰδότες, ὅτι οὐ μόνον οὐκ ἀποστρέφεται ἐπανιόντας, ἀλλὰ καὶ τῶν κατωρθωκότων οὐκ ἔλαττον δέχεται· ὅτι οὐ μόνον οὐκ ἀπαιτεῖ δίκην, ἀλλὰ καὶ εἰς ἐπιζήτησιν τῶν πεπλανημένων ἔρχεται καὶ τῶν διασεσωσμένων μᾶλλον ἐπὶ τῇ τούτων εὑρέσει χαίρει, μήτε ἐν πονηροῖς ὄντες ἀπογινώσκωμεν, μήτε ἐν ἀγαθοῖς ὄντες θαῤῥῶμεν, ἀλλὰ καὶ κατορθοῦντες, φοβώμεθα, ἵνα μὴ θαῤῥήσαντες πέσωμεν, καὶ ἁμαρτάνοντες μετανοῶμεν. Ὅπερ γὰρ ἀρχόμενος εἶπον, τοῦτο λέγω καὶ νῦν, ὅτι προδοσία τῆς ἡμετέρας σωτηρίας ταῦτα ἀμφότερα, καὶ τὸ θαῤῥεῖν ἑστῶτα, καὶ τὸ ἀπογινώσκειν κείμενον. ∆ιὸ τοὺς μὲν ἑστῶτας ἀσφαλιζόμενος ὁ Παῦλος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Καὶ πάλιν· Φοβοῦμαι, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· τοὺς δὲ κειμένους ἀνιστὰς καὶ εἰς προθυμίαν πλείονα διεγείρων, διεμαρτύρατο Κορινθίοις γράφων οὕτως· Μή πως πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων· δεικνὺς ὅτι οὐχ οὕτως οἱ ἁμαρτάνοντες ὡς οἱ μὴ μετανοοῦντες ἐπὶ τοῖς ἁμαρτήμασίν εἰσι θρήνων ἄξιοι. Καὶ ὁ προφήτης δὲ πρὸς αὐτούς φησι· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ∆ιὰ τοῦτο καὶ ὁ ∆αυῒδ τούτους αὐτοὺς παρακαλεῖ λέγων· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. Ἕως οὖν τὸ σήμερον λέγεται, μὴ ἀπογινώσκωμεν, ἀλλὰ χρηστὰς εἰς τὸν ∆εσπότην ἔχοντες τὰς ἐλπίδας, καὶ τὸ πέλαγος αὐτοῦ τῆς φιλανθρωπίας ἐννοοῦντες, πᾶν πονηρὸν ἀποτιναξάμενοι συνειδὸς, μετὰ πολλῆς τῆς προθυμίας, καὶ τῆς ἐλπίδος ἐπιλαβώμεθα τῆς ἀρετῆς, καὶ τὴν μετάνοιαν μεθ' ὑπερβολῆς ἐπιδειξώμεθα πάσης, ἵνα πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ παῤῥησίας δυνηθῶμεν στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῆς βασιλείας τυχεῖν τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Περι μετανοιας,καὶ εἰς τὴν σκυθρωπότητα βασιλέως Ἀχαὰβ, καὶ εἰς Ἰωνᾶν τὸν προφήτην. Ὁμιλία βʹ
αʹ. Εἴδετε τῇ προτέρᾳ κυριακῇ πόλεμον καὶ νίκην, πόλεμον μὲν τοῦ διαβόλου, νίκην δὲ τοῦ Χριστοῦ; εἴδετε πῶς μετάνοια ἐνεκωμιάζετο, καὶ ὁ διάβολος τὴν πληγὴν οὐκ ἐβάστασεν, ἀλλ' ἐφοβήθη καὶ ἔφριξε; Τί δέδοικας, ὦ διάβολε, μετανοίας ἐγκωμιαζομένης; τί ὀδύρῃ, τί φρίττεις; Ναὶ, φησὶ, δικαίως ὀδύρομαι καὶ θλίβομαι· μεγάλα μου σκεύη ἥρπασεν ἡ μετάνοια αὕτη. Ποῖα ταῦτα; Τὴν πόρνην, τὸν τελώνην, τὸν λῃστὴν, τὸν βλάσφημον. Καὶ γὰρ ἀληθῶς πολλὰ σκεύη αὐτοῦ ἥρπασεν ἡ μετάνοια, καὶ αὐτὴν τὴν ἀκρόπολιν αὐτοῦ καθεῖλε, καὶ καιρίαν ἔχει τὴν πληγὴν τῆς μετανοίας. Εἴσῃ, ἀγαπητὲ, ἀφ' ὧν ἡ πεῖρα πρώην ἔδειξε. Τίνος οὖν ἕνεκεν ὁμιλίας τοιαύτης οὐκ ἀπολαύομεν, καὶ ἐφ' ἑκάστης εἰς τὴν ἐκκλησίαν ἀπαντῶμεν, τὴν μετάνοιαν ἀσπαζόμενοι; Κἂν ἁμαρτωλὸς ᾖς, εἴσελθε εἰς τὴν ἐκκλησίαν, ἵνα λέγῃς τὰς ἁμαρτίας σου· κἂν δίκαιος ᾖς, εἴσελθε, ἵνα μὴ ἐκπέσῃς τῆς δικαιοσύνης· λιμὴν γὰρ ἀμφοτέροις ἐστὶν ἡ ἐκκλησία. Ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς, ἀλλ' εἴσελθε μετάνοιαν προβαλλόμενος. Ἥμαρτες; εἰπὲ τῷ Θεῷ ὅτι, Ἡμάρτηκα. Ποῖος κάματος οὗτος; ποία περίοδος; ποία θλῖψις; ποία στενοχωρία λόγον εἰπεῖν ὅτι, Ἥμαρτον; Μὴ γὰρ σὺ, σαυτὸν ἐὰν μὴ εἴπῃς ἁμαρτωλὸν, οὐκ ἔχεις κατήγορον τὸν διάβολον; Πρόλαβε, καὶ ἅρπασον αὐτοῦ τὸ ἀξίωμα· ἐκείνου γὰρ ἀξίωμα τὸ κατηγορεῖν. Τί οὖν οὐ προλαμβάνεις αὐτὸν, καὶ λέγεις τὴν ἁμαρτίαν, καὶ ἐξαλείφεις τὸ ἁμάρτημα, εἰδὼς ὅτι τοιοῦτον κατήγορον ἔχεις σιγῆσαι μὴ δυνάμενον; Ἥμαρτες; εἴσελθε εἰς τὴν ἐκκλησίαν, εἰπὲ τῷ Θεῷ ὅτι, Ἥμαρτον. Οὐδέν σε ἄλλο ἀπαιτῶ, ἢ τοῦτο μόνον. Ἡ γὰρ θεία Γραφή φησι· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς· εἰπὲ τὴν ἁμαρτίαν, ἵνα λύσῃς τὴν ἁμαρτίαν. Οὐκ ἔστιν ἐν τούτῳ κάματος, οὐδὲ περίοδος λόγων, οὔτε χρημάτων δαπάνη, οὔτε ἄλλο τι τοιοῦτον οὐδέν· λόγον εἰπὸν, εὐγνωμόνησον ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ εἰπὲ ὅτι, Ἡμάρτηκα. Καὶ πόθεν τοῦτο, φησὶν, ὅτι ἐὰν εἴπω τὴν ἁμαρτίαν πρῶτος, λύω τὴν ἁμαρτίαν; Ἔχω ἐν τῇ Γραφῇ καὶ τὸν εἰπόντα καὶ λύσαντα, καὶ τὸν μὴ εἰπόντα καὶ κατακριθέντα. Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ τῷ φθόνῳ κατεχόμενος, ὡς τῷ φθόνῳ φόνον ἐπακολουθῆσαι· καὶ γὰρ λαβὼν αὐτὸν εἰς τὸ πεδίον ἀνεῖλε. Καὶ τί φησι πρὸς αὐτὸν ὁ Θεός; Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ὁ ἐπιστάμενος τὰ πάντα ἐρωτᾷ, οὐκ ἀγνοῶν, ἀλλ' εἰς μετάνοιαν ἕλκων τὸν φονεύσαντα. Ὅτι γὰρ οὐκ ἀγνοῶν ἠρώτα, ἔδειξε· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ εἶπεν, Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Ἔστω, οὐκ εἶ φύλαξ· διὰ τί καὶ ἀναιρετής; οὐκ ἐφύλαττες· διὰ τί καὶ ἀπέκτεινες; Ὅμως ὁμολογεῖς ταῦτα; Αἴτιος εἶ καὶ τῆς φυλακῆς. Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς. Ἤλεγξεν εὐθέως καὶ τὴν τιμωρίαν αὐτῷ ἐπήγαγεν, οὐ τοσοῦτον διὰ τὸν φόνον, ὅσον διὰ τὴν ἀναίδειαν· οὐ γὰρ τοσοῦτον μισεῖ ὁ Θεὸς τὸν ἁμαρτάνοντα, ὅσον τὸν ἀναισχυντοῦντα. Ἀμέλει τὸν Κάϊν εἰς μετάνοιαν ἐλθόντα οὐ δέχεται, ἐπειδὴ μὴ πρῶτος εἶπε τὴν ἁμαρτίαν. Τί γάρ φησι; Μείζων ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναί με· ἀντὶ τοῦ, Μέγα ἥμαρτον· οὐκ εἰμὶ ἄξιος ζῆσαι. Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· καὶ τιμωρίαν αὐτῷ ἀπέφηνε δεινὴν καὶ χαλεπήν. Οὐκ ἀναιρῶ σε, φησὶν, ἵνα μὴ λήθῃ παραδοθῇ ἡ ἀλή θεια, ἀλλὰ ποιῶ σε νόμον ὑπὸ πάντων ἀναγινωσκόμενον, ἵνα ἡ συμφορὰ μήτηρ φιλοσοφίας γένηται. Καὶ περιῄει ὁ Κάϊν, νόμος ἔμψυχος, στήλη κινουμένη, σιωπῶσα, καὶ σάλπιγγος λαμπροτέραν ἀφιεῖσα τὴν φωνήν. Μή τις ποιήσῃ, φησὶ, τοιαῦτα, ἵνα μὴ πάθῃ τοιαῦτα. Ἔλαβε τὴν τιμωρίαν διὰ τὴν ἀναισχυντίαν, καὶ μὴ εἰρηκὼς, ἐλεγχθεὶς δὲ, κατεκρίθη διὰ τὴν ἁμαρτίαν. Εἰ γὰρ ἑαυτῷ ὡμολόγησε, κἂν ἐξαλείψας ἦν τὴν ἁμαρτίαν πρῶτος.
βʹ. Ἵνα δὲ μάθῃς, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, μάθε πῶς ἄλλος τις πρῶτος εἰπὼν ἔλυσε τὴν ἁμαρτίαν. Ἔλθωμεν ἐπὶ τὸν ∆αυῒδ, τὸν προφήτην καὶ βασιλέα· μᾶλλον δὲ αὐτὸν ἡδέως ἀπὸ τῆς προφητείας καλῶ· ἡ μὲν γὰρ βασιλεία εἰς Παλαιστίνην, ἡ δὲ προφητεία εἰς τὰ πέρατα τῆς οἰκουμένης· καὶ ἡ μὲν βασιλεία μικρῷ κατελύθη τῷ χρόνῳ, ἡ δὲ προφητεία ἀθάνατα φέρει τὰ ῥήματα. Αἱρετώτερόν ἐστι τὸν ἥλιον σβεσθῆναι, ἢ τὰ ῥήματα τοῦ ∆αυῒδ λήθῃ παραδοθῆναι. Οὗτος περιέπεσε μοιχείᾳ καὶ φόνῳ· Εἶδε γὰρ, φησὶ, γυναῖκα καλὴν λουομένην, καὶ ἠράσθη αὐτῆς· εἶτα τὰ δόξαντα αὐτῷ εἰς ἔργον ἐξήγαγε. Καὶ ἦν ὁ προφήτης ἐν μοιχείᾳ, ὁ μαργαρίτης ἐν βορβόρῳ. Ἀλλ' οὔπω ᾔδει ὅτι ἥμαρτεν· οὕτως ἦν κεκαρωμένος τῷ πάθει. Τοῦ γὰρ ἡνιόχου μεθύοντος καὶ τὸ ἅρμα ἀτάκτως φέρεται· ὅπερ δὲ ἡνίοχος καὶ ἅρμα, τοῦτο ψυχὴ καὶ σῶμα· ἐὰν ἡ ψυχὴ σκοτωθῇ, καὶ τὸ σῶμα ἐν βορβόρῳ κυλίεται· ἕως γὰρ ἕστηκεν ὁ ἡνίοχος, καὶ τὸ ἅρμα καλῶς ἐλαύνεται· ὅταν μέντοι αὐτὸς ἀτονῇ, καὶ οὐ δύναται περικρατὴς γενέσθαι τῶν ἡνιῶν, καὶ αὐτὸ τὸ ἅρμα ἐν δεινοτέροις ὁρᾶται. Οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου· ἕως ἂν μὲν νήφῃ ἡ ψυχὴ καὶ γρηγορῇ, καὶ αὐτὸ τὸ σῶμα ἐν ἁγνείᾳ ἐστίν· ἐπὰν δὲ ἡ ψυχὴ σκοτωθῇ, καὶ αὐτὸ τὸ σῶμα ἐν βορβόρῳ καὶ ἡδονῇ κυλίεται. Τί οὖν ὁ ∆αυΐδ; Ἐμοίχευσεν· ἀλλ' οὐκ ᾔδει, οὔτε ἠλέγχετο ὑπό τινος, καὶ τοῦτο ἐν ἐσχάτῃ πολιᾷ, ἵνα μάθῃς ὅτι, ἐὰν ᾖς ῥᾴθυμος, οὔτε ἡ πολιά σε ὠφελεῖ, οὔτε πάλιν, ἐὰν σπουδαῖος ᾖς, ἡ νεότης παραβλάψαι σε δύναται. Οὐ γὰρ τῆς ἡλικίας ὁ τρόπος, ἀλλὰ τῆς γνώμης τὸ κατόρθωμα· ἐπειδὴ καὶ ∆ανιὴλ δώδεκα ἐτῶν ἦν, καὶ ἔκρινεν· οἱ δὲ πρεσβύτεροι, παλαιοὶ ἐν ἡμέραις, καὶ δρᾶμα μοιχείας ἔπραξαν, καὶ οὔτε ἐκείνους ἡ πολιὰ ὠφέλησεν, οὔτε τοῦτον ἡ νεότης παρέβλαψε. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐν τῇ ἡλικίᾳ, ἀλλ' ἐν τῇ γνώμῃ τὰ πράγματα τῆς σωφροσύνης κρίνεται, ὁ ∆αυῒδ ἐν αὐτῇ τῇ πολιᾷ ὢν, καὶ τότε εἰς μοιχείαν ἐμπεσὼν, φόνον εἰργάσατο, καὶ διέκειτο οὕτως ὥστε μὴ εἰδέναι αὐτὸν ὅτι ἥμαρτεν· ὁ γὰρ ἡνίοχος νοῦς ἦν μεθυσθεὶς ἀπὸ ἀκρασίας. Τί οὖν ὁ Θεός; Πέμπει πρὸς αὐτὸν Νάθαν τὸν προφήτην· ὁ προφήτης ἔρχεται πρὸς τὸν προφήτην· οὕτω γὰρ καὶ ἐπὶ τῶν ἰατρῶν γίνεται· ὅταν ἰατρὸς ἀσθενήσῃ, ἄλλου ἰατροῦ ἐν χρείᾳ γίνεται. Τὸ αὐτὸ καὶ ἐνταῦθα· προφήτης ἦν ὁ ἡμαρτηκὼς, καὶ προφήτης ἦν ὁ τὰ φάρμακα ἐπικομιζόμενος. Ἔρχεται οὖν πρὸς αὐτὸν ὁ Νάθαν, καὶ οὐκ εὐθὺς ἀπὸ θυρῶν ἐλέγχει αὐτὸν καὶ λέγει· Παράνομε καὶ ἐναγέστατε, μοιχὲ καὶ φονεῦ, τοσαύτας τιμὰς ἐδέξω παρὰ τοῦ Θεοῦ, καὶ σὺ τὰς ἐντολὰς αὐτοῦ κατεπάτησας; Οὐδὲν τοιοῦτον εἶπεν ὁ Νάθαν, ἵνα μὴ ἀναισχυντότερον αὐτὸν ἀπεργάσηται· δημοσιευόμενα γὰρ τὰ ἁμαρτήματα εἰς ἀναισχυντίαν προκαλεῖται τὸν ἡμαρτηκότα. Ἔρχεται οὖν πρὸς αὐτὸν καὶ δρᾶμα δίκης ὑφαίνει· καὶ τί φησι; Βασιλεῦ, δίκη μοί ἐστι πρὸς σέ. Ἦν τις πλούσιος καὶ ἦν τις πένης· εἶχε δὲ ὁ πλούσιος βουκόλια καὶ ἀγέλας πολλάς· ἦν δὲ καὶ ὁ πένης ἔχων ἀμνάδα μίαν, ἥτις ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐκ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν· ἐνταῦθα τὸ γνήσιον τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα δείκνυσιν· ἐλθόντος δὲ ξένου τινὸς, ἐφείσατο ὁ πλούσιος τῶν ἰδίων, καὶ λαβὼν τὴν ἀμνάδα τοῦ πένητος ἔσφαξεν αὐτήν. Εἶδες πῶς ἐνταῦθα ὑφαίνει τὸ δρᾶμα, τῷ σπόγγῳ ἐπικεκρυμμένον ἔχων τὸ σιδήριον; Τί οὖν ὁ βασιλεύς; Νομίζων κατὰ ἄλλου ἀποφαίνεσθαι, ὀξυτάτην ἐπήγαγε τὴν ἀπόφασιν. Τοιοῦτοι γὰρ οἱ ἄνθρωποι· κατὰ τῶν ἄλλων ἡδέως τὰς ἀποφάσεις καὶ ἀποτόμως ποιοῦνται καὶ ἐκδιδόασι. Καὶ τί φησιν ὁ ∆αυΐδ; Ζῇ Κύριος, ἄξιος θανάτου ὁ τοιοῦτος, καὶ ἀποδώσει τὴν ἀμνάδα τετραπλασίονα. Τί οὖν ὁ Νάθαν; Οὐκ ἐμάλαξε πολλαῖς ὥραις τὴν πληγὴν, ἀλλ' εὐθὺς ἐκφαίνει, καὶ ὀξυτάτην ἐπήγαγε τὴν τομὴν, ἵνα μὴ κλέψῃ τὴν αἴσθησιν τοῦ πόνου. Σὺ εἶ, βασιλεῦ. Τί οὖν ὁ βασιλεύς φησιν; Ἥμαρτον τῷ Κυρίῳ. Οὐκ εἶπε, Τίς γὰρ εἶ ὁ ἐλέγχων με; τίς δέ σε ἀπέστειλε παῤῥησιάζεσθαι; ποίᾳ δὲ τόλμῃ τοῦτο πεποίηκας; Οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ συνέγνω τὴν ἁμαρτίαν. Καὶ τί φησιν; Ἡμάρτηκα τῷ Κυρίῳ. Τί οὖν ὁ Νάθαν πρὸς αὐτόν; Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου· ἑαυτὸν κατεδίκασας, ἐγώ σοι συγχωρῶ τὴν καταδίκην· εὐγνωμόνως ὡμολόγησας, ἔλυσας τὴν ἁμαρτίαν· σαυτῷ τὴν καταδίκην ἐπεσπάσω, ἐγὼ ἔλυσα τὴν ἀπόφασιν. Εἶδες πῶς ἐπληρώθη τὸ γεγραμμένον, Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς; Ποῖος κάματος οὗτος τὸ εἰπεῖν πρῶτον τὴν ἁμαρτίαν; γʹ. Ἔχεις δὲ μετανοίας ὁδὸν καὶ ἑτέραν· ποίαν δὴ ταύτην; Τὸ πενθῆσαι τὴν ἁμαρτίαν. Ἥμαρτες; πένθησον, καὶ λύεις τὴν ἁμαρτίαν. Ποῖος κάματος οὗτος; οὐδέν σε πλέον ἀπαιτῶ, ἢ τὸ πενθῆσαι τὴν ἁμαρτίαν· οὐ λέγω σοι πελάγη τεμεῖν, οὔτε εἰς λιμένας καταγαγεῖν, οὔτε ὁδοιπορῆσαι, οὔτε ὁδὸν ἄπειρον ἀπελθεῖν, οὔτε χρημάτων καταβολὴν, οὔτε κυμάτων ἀγρίων ποιήσασθαι δίοδον, ἀλλὰ τί; Πένθησον ἐπὶ τῇ ἁμαρτίᾳ. Καὶ πόθεν τοῦτο, φησὶν, ὅτι ἐὰν πενθήσω, λύω τὴν ἁμαρτίαν; Ἔχεις καὶ τούτου ἀπόδειξιν ἐκ τῆς θείας Γραφῆς. Ἦν τις Ἀχαὰβ βασιλεύς· δίκαιος δὲ οὗτος μαρτυρεῖται· ἐβασίλευσε δὲ οὗτος εἰς κακὰ ὑπὸ Ἰεζάβελ τῆς γυναικὸς αὐτοῦ· οὗτός τινος Ναβουθὲ Ἰεζραηλίτου ἀμπελῶνα ἐπεθύμησε, καὶ ἀπέστειλε πρὸς αὐτὸν λέγων· ∆ός μοι τὸν ἀμπελῶνά σου ὃν ἐπεθύμησα, καὶ ἢ ἀργύριον λαβὲ παρ' ἐμοῦ, ἢ ἀντάλλαγμα τοῦ τόπου. Ὁ δὲ εἶπε· Μή μοι γένοιτο κληρονομίαν πατέρων μου πωλῆσαί σοι. Ὁ δὲ Ἀχαὰβ ἐπεθύμει μὲν τοῦ ἀμπελῶνος· οὐκ ἤθελε δὲ βιάσασθαι αὐτὸν, ὡς ἐκ τούτου κακώσει αὐτὸν περιπεσεῖν. Εἰσελθοῦσα δὲ πρὸς αὐτὸν Ἰεζάβελ, γύναιον ἀναίσχυντον καὶ ἀπηγορευμένον, ἀκάθαρτον καὶ ἐναγέστατον, φησί· Τί λυπῇ, καὶ οὐκ ἐσθίεις; ἀνάστα, φάγε· ἐγώ σε ποιῶ κληρονομῆσαι τὸν ἀμπελῶνα Ναβουθὲ τοῦ Ἰεζραηλίτου. Καὶ λαβοῦσα γράφει ἐπιστολὴν ἐκ προσώπου τοῦ βασιλέως πρὸς τοὺς πρεσβυτέρους, λέγουσα· Κηρύξατε νηστείαν, καὶ στήσατε ἄνδρας ψευδεῖς κατὰ Ναβουθὲ, ὅτι εὐλόγησε Θεὸν καὶ βασιλέα, τουτέστιν, ἐβλασφήμησεν. Ὢ νηστεία ἐπιτεταμένης τῆς παρανομίας πεπληρωμένη· ἐκήρυξαν νηστείαν, ἵνα φόνον ποιήσωσι. Τί οὖν γέγονεν; Ἐλιθάσθη Ναβουθὲ, καὶ ἀπέθανε. Μαθοῦσα δὲ Ἰεζάβελ λέγει τῷ Ἀχαάβ· Ἀνάστα, κληρονομήσωμεν τὸν ἀμπελῶνα, ὅτι ἀπέθανε Ναβουθέ. Ὁ δὲ λυπηθεὶς πρὸς τὸ παρὸν, εἰσῆλθε μέντοι, καὶ ἐκληρονόμησε τὸν ἀμπελῶνα. Πέμπει πρὸς αὐτὸν ὁ Θεὸς Ἠλίαν τὸν προφήτην· Ἄπελθε, φησὶν, εἰπὸν τῷ Ἀχαὰβ, Ἀνθ' ὧνἐφόνευσας καὶ ἐκληρονόμησας, οὕτως ἐκχυθήσεται τὸ αἷμά σου, καὶ οἱ κύνες λείξουσι τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. Θεήλατος ἡ ὀργὴ, ἀπηρτισμένη ἡ ἀπόφασις, πεπληρωμένη ἡ καταδίκη. Καὶ ὅρα ποῦ πέμπει αὐτόν· εἰς τὸν ἀμπελῶνα. Ὅπου ἡ παρανομία, ἐκεῖ καὶ ἡ τιμωρία. Καὶ τί φησιν; Ἰδὼν αὐτὸν Ἀχαὰβ λέγει· Εὕρηκάς με ὁ ἐχθρός μου, ἀντὶ τοῦ, Ὑπαίτιόν με ἔλαβες ὅτι ἡμάρτηκα· νῦν καιρὸν ἔχεις ἐπεμβῆναί μοι. Εὕρηκάς με ὁ ἐχθρός μου. Ἐπειδὴ ἤλεγχεν ἀεὶ ὁ Ἠλίας τὸν Ἀχαὰβ, ὁ Ἀχαὰβ εἰδὼς ὅτι ἥμαρτεν, Ἀειμὲν ἤλεγχές με, φησί· νῦν δὲ εὐκαίρως μοι ἐπιβαίνεις· ᾔδει γὰρ ὅτι ἡμάρτηκε. Παραναγινώσκει αὐτῷ τὴν ἀπόφασιν· Τάδε λέγει Κύριος, φησίν· Ἀνθ' ὧν ἐφόνευσας καὶ ἐκ ληρονόμησας καὶ αἷμα ἀνδρὸς δικαίου ἐξέχεας, οὕτως ἐκχυθήσεται τὸ αἷμά σου, καὶ οἱ κύνες λείξουσιν αὐτὸ, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. Ἀκούσας ταῦτα Ἀχαὰβ ἦν σκυθρωπάζων καὶ πενθῶν ἐπὶ τῇ ἁμαρτίᾳ· συνέγνω τὴν ἀδικίαν, καὶ ἔλυσε τὴν κατ' αὐτοῦ ψῆφον ὁ Θεός. Ἀλλὰ πρῶτον ἀπελογήσατο ὁ Θεὸς τῷ Ἠλίᾳ, ἵνα μὴ ὡς ψεύστης φανῇ καὶ πάθῃ ὅπερ ἔπαθεν Ἰωνᾶς· τοιοῦτον γὰρ ὑπέστη καὶ ὁ Ἰωνᾶς. Λέγει πρὸς αὐτὸν ὁ Θεός· Ἄπελθε, κήρυξον εἰς Νινευῒ τὴν πόλιν ἐν ᾗ κατοικοῦσι δώδεκα μυριάδες ἀνθρώπων χωρὶς γυναικῶν καὶ παιδίων· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ὁ Ἰωνᾶς οὐκ ἠβούλετο ἀπελθεῖν, εἰδὼς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀλλὰ τί ποιεῖ; Εἰς φυγὴν τρέπεται· λέγει γὰρ, Ἐγὼ ἀπέρχομαι κηρύσσων· σὺ φιλάνθρωπος ὢν μεταμέλῃ, ἐγὼ δὲ ὡς ψευδοπροφήτης ἀναιροῦμαι. Ἀλλ' ὅμως ἡ θάλασσα αὐτὸν λαβοῦσα οὐκ ἔκρυψεν, ἀλλ' ἀπέδωκε τῇ γῇ, καὶ ἀπέσωσε πάλιν εἰς Νινευῒ, καθάπερ ἀρίστη σύνδουλος σύνδουλον διατηροῦσα. Κατέβη γὰρ, φησὶν, Ἰωνᾶς τοῦ φυγεῖν, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ, καὶ ἀνέβη εἰς αὐτό. Ποῦ φεύγεις Ἰωνᾶ; εἰς γῆν ἄλλην ἀπέρχῃ; Ἀλλὰ τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλ' εἰς τὴν θάλασσαν; Οὐκ οἶδας ὅτι Αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν; Ἀλλ' εἰς τὸν οὐρανόν; Οὐκ ἤκουσας τοῦ ∆αυῒδ λέγοντος, ὅτι Ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου; Ἀλλ' ὅμως ἐκεῖνος φόβῳ κατεχόμενος ἔφυγε τῷ δοκεῖν· Θεὸν γὰρ ἀληθῶς φυγεῖν ἀδύνατον. Ὅμως ὅτε ἀποκατέστησεν αὐτὸν ἡ θάλασσα, καὶ ἦλθεν εἰς Νινευῒ, ἐκήρυξε λέγων ὅτι, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ἵνα δὲ μάθῃς ὅτι τοῦτο ἔχων ἐν διανοίᾳ εἰς φυγὴν ἔδωκεν ἑαυτὸν, ὅτι ὁ Θεὸς φιλάνθρωπος ὢν μετανοεῖ ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε περὶ αὐτῶν, καὶ ἔμελλεν αὐτὸς ὡς ψευδοπροφήτης εἶναι, αὐτὸς ἑαυτῷ δείκνυσι. Μετὰ γὰρ τὸ κηρῦξαι ἐν τῇ Νινευῒ, ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ παρετήρει τί ἂν γένηται· ὅτε δὲ εἶδε τρεῖς ἡμέρας παρελθούσας, καὶ οὐδαμοῦ οὐδὲν τῶν ἠπειλημένων γινόμενον, τότε τὸν πρῶτον αὐτοῦ λογισμὸν κινεῖ, καὶ λέγει· Οὐχ οὗτοί εἰσιν οἱ λόγοι μου οὓς ἔλεγον, ὅτι ὁ Θεὸς ἐλεήμων ἐστὶ καὶ μακρόθυμος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων; Ἵν' οὖν μή τι τοιοῦτον πάθῃ Ἠλίας, οἷον καὶ Ἰωνᾶς,λέγει ὁ Θεὸς τὴν αἰτίαν, δι' ἣν τῷ Ἀχαὰβ συνεχώρησε. Καὶ τί φησιν ὁ Θεὸς πρὸς τὸν Ἠλίαν; Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ πενθῶν καὶ σκυθρωπάζων ἐνώπιόν μου; Οὐ μὴ ποιήσω κατὰ τὴν κακίαν αὐτοῦ. Βαβαὶ, δεσπότης δούλου συνήγορος γίνεται, καὶ ἀπολογεῖται Θεὸς ἀνθρώπῳ ὑπὲρ ἀνθρώπου· Μὴ νόμιζε, φησὶν, ὅτι ἁπλῶς συνεχώρησα αὐτῷ· μετεῤῥύθμισε τὸν τρόπον, καὶ μετέβαλον τὴν ὀργήν μου καὶ ἀνέλυσα. Καὶ ἵνα μὴ νομισθῇς σὺ ὡς ψευδοπροφήτης· σὺ γὰρ ἀληθῶς εἶπας· εἰ μὴ μετέβαλε τὸν τρόπον, ὑπομεῖναι εἶχε τὰ τῆς ἀποφάσεως· ἀλλ' οὗτος μὲν μετέβαλε τὸν τρόπον, κἀγὼ ἀνέλυσα τὴν ὀργήν μου. Καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἠλίαν· Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ πενθῶν καὶ σκυθρωπάζων; Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργήν μου. Εἶδες ὅτι τὸ πενθῆσαι ἐξαλείφει ἁμαρτίας;
δʹ. Ἔχεις δὲ καὶ τρίτην ὁδὸν μετανοίας. Πολλὰς δὲ ὁδοὺς μετανοίας εἶπον, ἵνα τῇ ποικιλίᾳ τῶν ὁδῶν εὔκολόν σοι τὴν σωτηρίαν ἐργάσωμαι. Ποία δὲ αὕτη ἡ τρίτη ὁδός; Ἡ ταπεινοφροσύνη· ταπεινοφρόνησον, καὶ ἔλυσας τὰς σειρὰς τῶν ἁμαρτιῶν. Καὶ ἔχεις καὶ ταύτης ἀπόδειξιν ἀπὸ τῆς θείας Γραφῆς, ἀπὸ τῆς ἀναγνώσεως τῆς κατὰ τὸν τελώνην καὶ τὸν Φαρισαῖον. Ἀνῆλθον, φησὶν, ὁ Φαρισαῖος καὶ ὁ τελώνης εἰς τὸ ἱερὸν προσεύξασθαι, καὶ ἤρξατο ὁ Φαρισαῖος τὰς ἀρετὰς αὐτοῦ ἀπαριθμεῖσθαι. Οὐκ εἰμὶ κἀγὼ, φησὶν, ἁμαρτωλὸς ὡς πᾶς ὁ κόσμος, οὔτε ὡς ὁ τελώνης οὗτος. Ἀθλία καὶ ταλαίπωρε ψυχὴ, ὅλην τὴν οἰκουμένην κατεδίκασας, διὰ τί καὶ τὸν ἐγγύς σου ἔθλιψας; οὐκ ἤρκεσέ σοι ἡ οἰκουμένη, εἰ μὴ καὶ τὸν τελώνην κατέκρινας; πάντας ἐντεῦθεν διέβαλες, καὶ οὐδὲ τοῦ ἑνὸς ἀνδρὸς ἐφείσω. Οὐκ εἰμὶ ἐγὼ ὡς πᾶς ὁ κόσμος, οὐδὲ ὡς ὁ τελώνης οὗτος· δεύτερον τῆς ἑβδομάδος νηστεύω, ἀποδεκατῶ τὰ ὑπάρχοντά μου τοῖς πτωχοῖς. Ἀλαζονείας ῥήματα ἐφθέγξατο. Ἄθλιε ἄνθρωπε, ἔστω, τὴν οἰκουμένην κατεδίκασας, τί καὶ τὸν ἐγγύς σου τελώνην ἐπέπληξας; οὐκ ἐνεπλήσθης τῇ κατηγορίᾳ τῆς οἰκουμένης, εἰ μὴ καὶ τὸν σὺν σοὶ κατέκρινας; Τί οὖν ὁ τελώνης; Ἀκούσας ταῦτα οὐκ εἶπε· Σὺ γὰρ τίς εἶ ὁ τοιαῦτά μοι λέγων; πόθεν οἶδας τὸν βίον μου; οὐ συνανεστράφης μοι· οὐ συνέμεινας, οὐ συνεχρόνισας· διὰ τί τοσοῦτον ὑπερηφανεύῃ; σοὶ γὰρ τίς μαρτυρεῖ ἀγαθοεργίας; τί σεαυτὸν ἐπαινεῖς; τί σεαυτῷ χαρίζῃ; Ἀλλ' οὐδὲν τούτων εἶπεν ὁ τελώνης, ἀλλὰ κύψας προσεκύνησε καὶ εἶπεν· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· καὶ ταπεινοφρονήσας ὁ τελώνης ἐγένετο δίκαιος. Ὁ δὲ Φαρισαῖος κατῆλθεν ἐκ τοῦ ἱεροῦ δικαιοσύνην ἀπολέσας, καὶ ὁ τελώνης κατῆλθε δικαιοσύνην κτησάμενος· καὶ ῥήματα πράγματα ἐνίκησαν. Ὁ μὲν γὰρ ἔργοις δικαιοσύνην ἀπώλεσεν, ὁ δὲ λόγῳ ταπεινοφροσύνης δικαιοσύνην ἐκτήσατο. Καίτοι γε οὐδὲ ταπεινοφροσύνη ἦν ἐκεῖνο· ταπεινοφροσύνη γὰρ τοῦτό ἐστιν, ὅταν τις μέγας ὢν ἑαυτὸν ταπεινοῖ· τοῦτο δὲ τοῦ τελώνου οὐκ ἦν ταπεινοφροσύνη, ἀλλ' ἀλήθεια· ἀληθινὰ γὰρ ἦν τὰ ῥήματα· ἁμαρτωλὸς γὰρ ἦν.
εʹ. Τί γὰρ τελώνου χεῖρον, εἰπέ μοι; τῶν ἀλλοτρίων συμφορῶν ἐστι πραγματευτὴς, τῶν ἀλλοτρίων πόνων συμμεριστής· καὶ τὸν μὲν κάματον οὐκ ἐπιβλέπει, τὸ δὲ κέρδος συμμερίζεται· ὥστε ἐσχάτη ἁμαρτία τοῦ τελώνου. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τελώνης ἢ πεπαῤῥησιασμένη βία, ἔννομος ἁμαρτία, εὐπρόσωπος πλεονεξία. Τί γὰρ χεῖρον τελώνου τοῦ καθεζομένου κατὰ τὴν ὁδὸν, καὶ ἀλλοτρίων πόνων τοὺς καρποὺς τρυγῶντος, καὶ ὅτε μὲν οἱ κάματοι, οὐδεμία αὐτῷ φροντὶς, ὅτε δὲ τὸ κέρδος, ἐξ ὧν οὐκ ἔκαμε, τὴν μερίδα λαμβάνει; Ὥστε εἰ ἁμαρτωλὸς ὢν ὁ τελώνης τοσαύτης ἐπέτυχε τῆς δωρεᾶς ταπεινοφρονήσας, πόσῳ μᾶλλον ὁ ἐνάρετος ὢν καὶ ταπεινοφρονῶν; Ὥστε ἐὰν ὁμολογήσῃς τὰς ἁμαρτίας σου καὶ ταπεινοφρονήσῃς, δίκαιος γίνῃ. Θέλεις δὲ μαθεῖν ταπεινόφρων τίς ἐστι; βλέπε Παῦλον τὸν ὄντως ταπεινόφρονα, Παῦλον τὸν διδάσκαλον τῆς οἰκουμένης, τὸν ῥήτορα τὸν πνευματικὸν, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν λιμένα τὸν ἀκύμαντον, τὸν πύργον τὸν ἀσάλευτον, τὸν ἐν σώματι βραχεῖ τὴν οἰκουμένην κυκλοῦντα, καὶ καθάπερ ὑπόπτερόν τινα ταύτην περιδραμόντα· βλέπε ἐκεῖνον ταπεινοφρονοῦντα, τὸν ἰδιώτην καὶ φιλόσοφον, τὸν πένητα καὶ πλούσιον. Ἐκεῖνον ἀληθῶς ταπεινόφρονα λέγω, τὸν μυρίους καμάτους ἀντλήσαντα, τὸν μυρία τρόπαια κατὰ τοῦ διαβόλου ἐνδειξάμενον, τὸν κηρύττοντα καὶ λέγοντα, Ἡ χάρις αὐτοῦ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον πάντων ἐκοπίασα· ὁ φυλακὰς ὑπομείνας, καὶ μάστιγας· ὁ δι' Ἐπιστολῶν τὴν οἰκουμένην σαγηνεύσας· ὁ οὐρανία φωνῇ κληθεὶς, ἐκεῖνος ταπεινοφρονεῖ λέγων· Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Εἶδες ταπεινοφροσύνης μέγεθος, εἶδες Παῦλον ταπεινοφρονοῦντα, ἐλάχιστον ἑαυτὸν καλοῦντα; Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Τοῦτο γὰρ ἀληθῶς ταπεινοφροσύνη, τὸ ταπεινοῦσθαι ἐν πᾶσι, καὶ ἑαυτὸν καλεῖν ἐλάχιστον. Ἐννόησον τίς ἦν ὁ λέγων ταῦτα τὰ ῥήματα· Παῦλος ὁ οὐρανοπολίτης, ὁ τὸ σῶμα ἁπλῶς περικείμενος, ὁ στῦλος τῶν Ἐκκλησιῶν, ὁ ἐπίγειος ἄγγελος, ὁ ἐπουράνιος ἄνθρωπος. Ἡδέως γὰρ λοιπὸν ἐνδιατρίβω τῷ ἀνδρὶ, θεωρῶν αὐτοῦ τὸ κάλλος τῆς ἀρετῆς. Οὐχ οὕτως ἥλιος ἀνατείλας καὶ λαμπρὰς ἀφιεὶς τὰς ἀκτῖνας εὐφραίνει μου τὰς ὄψεις, ὡς τὸ πρόσωπον Παύλου καταυγάζει μου τὴν διάνοιαν· ὁ μὲν γὰρ ἥλιος τὰς ὄψεις φωτίζει, ὁ δὲ Παῦλος εἰς αὐτὰς ἀναπτεροῖ τὰς ἀψῖδας τῶν οὐρανῶν· τὴν γὰρ ψυχὴν καὶ ὑψηλοτέραν τοῦ ἡλίου ἀπεργάζεται, καὶ ἀνωτέραν τῆς σελήνης· τοιαύτη γὰρ ἡ δύναμις τῆς ἀρετῆς· ἄγγελον τὸν ἄνθρωπον ποιεῖ, τὴν ψυχὴν ἀναπτεροῖ εἰς τὸν οὐρανόν. Ταύτην τὴν ἀρετὴν διδάσκει ἡμᾶς ὁ Παῦλος· σπουδάσωμεν ζηλωταὶ αὐτοῦ γενέσθαι τῆς ἀρετῆς. Ἀλλ' οὐ δεῖ ἐξελθεῖν ἡμᾶς τοῦ προκειμένου· δεῖξαι γὰρ ἦν ὁ σκοπὸς τρίτην ὁδὸν μετανοίας τὴν ταπεινοφροσύνην, ὅτι ὁ τελώνης οὐκ ἐταπεινοφρόνησεν, ἀλλ' ἀλήθειαν εἶπε, τὰς ἰδίας ἁμαρτίας γυμνώσας, καὶ δίκαιος ἐγένετο, οὐ χρήματα καταβαλὼν, οὔτε πελάγη διατεμὼν, οὔτε πολλὴν ὁδὸν πεζεύσας, οὔτε ἄπειρα πελάγη περάσας, οὔτε φίλους ἀξιώσας, οὔτε χρόνον πολὺν καταναλώσας, ἀλλὰ διὰ ταπεινοφροσύνης δικαιοσύνην ἐκτήσατο, καταξιωθεὶς τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου