ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περί μετανοίας καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς

Δευτέρα 20 Ιουνίου 2016

Περί μετανοίας καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς




Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 49


Περί μετανοίας  καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς εἰς σωτηρίαν καὶ βραδὺς εἰς τιμωρίαν· ἐν ᾧ καὶ περὶ τῆς Ῥαὰθ παράδοξος ἱστορία. Ὁμιλία ζʹ.

αʹ. Πάντοτε μὲν ὁ θεῖος Ἀπόστολος θείᾳ καὶ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ μετὰ πολλῆς ἐπιστήμης τὸν εὐαγγελικὸν  ὑφαίνει λόγον· οὐκ ἐξ οἰκείας γνώμης ἁπλῶς φθεγγόμενος,  ἀλλ' ἐκ τῆς βασιλικῆς αὐτοῦ αὐθεντίας προφέρων τὰ δόγματα· ἐξαιρέτως δὲ ταύτῃ κέχρηται τῇ ἐπιστήμῃ, ὅταν τὸν τῆς μετανοίας εἰσάγῃ λόγον τοῖς ἁμαρτάνουσι· περὶ δὲ αὐτοῦ τοῦ κεφαλαίου πάντας ὑμᾶς ὑπομνήσω. Ἠκούσατε τοίνυν, ἵνα ἐκ μέρους ἅψωμαι  τῶν  εἰρημένων,  ὡς ἀρτίως  διαλεγόμενος  τοῖς Κορινθίοις ἔλεγεν  ὁ γενναῖος ἐκεῖνος καὶ θαυμάσιος ἀνήρ· Μήπως ἐλθὼν  πολλοὺς  πενθήσω  τῶν  προημαρτηκότων, καὶ μὴ μετανοησάντων.  Ἄνθρωπος μὲν ἦν τῇ φύσει ὁ μέγας οὗτος διδάσκαλος, Θεοῦ δ' ὑπηρέτης τὴν πρόθεσιν· διὰ τοῦτο ὥσπερ οὐρανίῳ κέχρηται γλώττῃ,  καὶ ὡς ἐξ αὐτῶν τῶν οὐρανῶν φθεγγόμενος,  οὕτω καὶ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ, καὶ τοῖς μετανοοῦσιν ἱλασμὸν  ἐπαγγέλλεται.  Ὅταν  δὲ ταῦτα  εἴπω,  οὐ τῇ  Παύλου γλώττῃ  τὴν  αὐθεντίαν ἐπιγράφω, ἀλλ' ἐπὶ τὴν τοῦ Θεοῦ χάριν τὸ πᾶν ἀναφέρω, περὶ οὗ νῦν αὐτὸς ἔλεγεν·


Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος  Χριστοῦ; Ὑποτίθεται τοίνυν  τοῖς ἁμαρτάνουσι φάρμακον   εὐεργεσίας,   καὶ   μετάνοιαν   εἰς   σωτηρίαν.   Συνέδραμε   δὲ   σήμερον   τῇ ἀποστολικῇ  ἀναγνώσει  καὶ  ἡ  εὐαγγελικὴ  τοῦ  Σωτῆρος  αὐθεντία,  ἁμαρτιῶν  ἄφεσιν ἀφθόνως   χαριζομένη.  Τὸν  γὰρ  παραλυτικὸν   ὁ  Σωτὴρ  ἰώμενος  ἔλεγεν,  ὡς  ἀρτίως ἀκηκόατε· Τέκνον, ἀφέωνταί  σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί· ἄφεσις δὲ ἁμαρτιῶν  πηγὴ σωτηρίας  καὶ  ἔπαθλον  μετανοίας·  ἰατρεῖον  γάρ  ἐστιν  ἀναιρετικὸν   τῆς  ἁμαρτίας  ἡ μετάνοια·  δῶρόν  ἐστιν  οὐράνιον,  δύναμις  θαυμαστὴ, χάριτι  νικῶσα  τὴν  τῶν  νόμων ἀκολουθίαν. ∆ιὰ τοῦτο οὐ πόρνον ἀποσείεται, οὐ μοιχὸν ἀποσοβεῖ, οὐ μέθυσον ἀποστρέφεται, οὐκ εἰδωλολάτρην  βδελύσσεται, οὐ λοίδορον ἀπελαύνει, οὐ βλάσφημον ἀποδιώκει, οὐκ ἀλαζόνα, ἀλλὰ πάντας μεταποιεῖ· χωνευτήριον γάρ ἐστι τῆς ἁμαρτίας ἡ μετάνοια.  Ἀναγκαῖον  δὲ πρῶτον  γνωρίσαι  τοῦ  Θεοῦ τὸν  σκοπὸν,  οὐκ  ἐξ ἡμετέρων ἐννοιῶν  ἐπιβάλλοντας  ταύτῃ τῇ θεωρίᾳ, ἀλλ' ἐξ αὐτῶν τῶν θείων Γραφῶν μεμαρτυρημένην ἀποδεικνύντας  τὴν ἀλήθειαν. Σκοπὸς τῷ Θεῷ μακροθυμεῖν τοῖς ἁμαρτάνουσι   διπλοῦς   ἐστιν   εἰς   σωτηρίαν   ἵλεως·   μνηστευόμενος   αὐτοῖς   τὴν   ἐκ μετανοίας σωτηρίαν, καὶ τοῖς ἐξ αὐτῶν ἀπογόνοις τοῖς εἰς ἀρετὴν ἐπιδιδόναι  μέλλουσι ταμιευόμενος  τὴν  . εὐεργεσίαν.  Καὶ ἵνα  πάλιν  ἀναλάβω  τὸν  λόγον,  ὁ Θεὸς μακροθυμεῖ,  ἵνα  καὶ  ὁ  ἁμαρτάνων   μετανοήσῃ,  καὶ  τοῖς  ἐξ  αὐτοῦ  τικτομένοις   μὴ ἀποκλείσῃ  τὴν  σωτηρίαν.  Κἂν γὰρ αὐτὸς  ὁ ἁμαρτάνων  ἀμετανόητα  πταίῃ,  φείδεται πολλάκις τῆς ῥίζης, ἵνα φυλάξῃ τοὺς καρπούς· πολλάκις μὲν οὖν καὶ αὐτὴν μεταβάλλει τὴν  ῥίζαν, ὡς  ἔφθην  εἰπών·  ἀλλ' ἐπειδὰν  εἰς  παντελῆ  κακίαν  ἐκείνη  πέσῃ, ὁ Θεὸς ὑπερτίθεται  χρησίμως τὴν τιμωρίαν, ἀναμένων  τῶν μετανοούντων τὴν σωτηρίαν· καὶ ὅπως,  ἄκουε.  Θάῤῥα ὁ  πατὴρ  Ἀβραὰμ εἰδώλων  ἦν  προσκυνητὴς,  ἀλλ' οὐ  δέδωκεν ἐνταῦθα  τῆς ἀσεβείας τὴν  δίκην· καὶ εἰκότως.  Εἰ γὰρ προλαβὼν  ὁ Θεὸς ἀπέτεμε τὴν ῥίζαν, πόθεν  ὁ τοσοῦτος καρπὸς τῆς πίστεως ἀνεδίδοτο;  Τί τοῦ Ἡσαῦ μοχθηρότερον; Σκόπει μοι καὶ ἑτέρας φιλανθρωπίας ὑπόθεσιν. Τί τῆς κακίας ἐκείνης ἀναιδέστερον; οὐ πόρνος  καὶ  βέβηλος,  ὥς  φησιν  ὁ  Ἀπόστολος;  οὐ  μητρολοίας  καὶ  πατρολοίας;  οὐκ ἀδελφοῦ  φονεὺς  ὅσον εἰς πρόθεσιν; οὐχ ὑπὸ τοῦ Θεοῦ μισούμενος; ἡ Γραφὴ μαρτυρεῖ λέγουσα·   Τὸν   Ἰακὼβ   ἠγάπησα,   τὸν   δὲ   Ἡσαῦ  ἐμίσησα.  Εἰ  τοίνυν   πόρνος   καὶ ἀδελφοκτόνος  καὶ βέβηλος καὶ μεμισημένος, διὰ τί μὴ ἀφανίζεται; διὰ τί μὴ ἐκκόπτεται; διὰ τί παραχρῆμα τὴν προσήκουσαν τιμωρίαν οὐ δέχεται; ∆ιὰ τί; καλὸν ὡς ἀληθῶς καὶ τὴν αἰτίαν εἰπεῖν. Εἰ ἐξεκόπη, μέγιστον καρπὸν δικαιοσύνης ὁ κόσμος ἀπώλεσεν ἄν· καὶ ὁποῖον, ἄκουε. Ἡσαῦ ἐγέννησε τὸν Ῥαγουὴλ, Ῥαγουὴλ τὸν Ζαρὰ, Ζαρὰ τὸν Ἰώβ. Ὁρᾷς πηλίκονὑπομονῆς ἄνθος ἠφανίζετο, εἰ προλαβὼν ὁ Θεὸς δίκην ἀπῄτησε τὴν ῥίζαν;


βʹ. Καθ' ὅλων  οὖν τῶν πραγμάτων  ταύτην  ἐκλάμβανε τὴν θεωρίαν. ∆ιὰ τοῦτο μακροθυμεῖ τοῖς Αἰγυπτίοις ἀνύποιστα βλασφημοῦσι, διὰ τὰς νῦν ἀνθούσας Ἐκκλησίας ἐν Αἰγύπτῳ, διὰ τὰ μοναστήρια καὶ τοὺς ἀγγελικὸν  ἐπανῃρημένους  βίον. Καὶ γὰρ, ὥς φασιν οἱ τῶν νόμων τῶν κοινῶν  ἔμπειροι, καὶ ὡς οἱ Ῥωμαίων  παρακελεύονται  νόμοι, τὴν κυοφοροῦσαν, εἴ ποτε περιπέσοι πταίσματι θανάτου  δίκην ἐπάγοντι,  μὴ πρότερον ἀναιρεῖσθαι, πρὶν ἂν τέκῃ τὸ κυοφορούμενον·  καὶ μάλα εἰκότως· οὐ γὰρ ἐδικαίωσαν οἱ καλῶς τεθεικότες τοὺς νόμους συναφανισθῆναι  τὸ ἀναμάρτητον  τῇ ἁμαρτησάσῃ. Εἰ δὲ οἱ ἀνθρώπινοι  νόμοι  φείδονται  τῶν  μηδὲν  ἡμαρτηκότων,  ὁ Θεὸς οὐ πολλῷ  μᾶλλον εἰκότως   φυλάξει   τὴν   ῥίζαν,   τοῖς   καρποῖς   ταμιευόμενος   τὴν   ἐκ  τῆς   μετανοίας εὐεργεσίαν;  Λάβε μοι  λοιπὸν  καὶ  ἐπ'  αὐτῶν  τῶν  ἁμαρτανόντων   τὴν  ἐκ  μετανοίας εὐεργεσίαν· καὶ γὰρ καὶ ἐπὶ  τούτων ὁ αὐτὸς τῆς φιλανθρωπίας ἀποδίδοται λόγος. Εἰ προελάμβανεν ἡ δίκη τὴν διόρθωσιν, ὁ κόσμος παντελῶς ἀπώλλυτο  καὶ διεφθείρετο· εἰ ὀξὺς ἦν πρὸς τιμωρίαν ὁ Θεὸς, οὐκ ἂν ἐκτήσατο Παῦλον ἡ Ἐκκλησία, οὐκ ἐδέχετο τὸν τοιοῦτον   καὶ   τηλικοῦτον.   ∆ιὰ  τοῦτο   οὖν   ὑπερέθετο   βλασφημοῦντα,   ἵνα   δείξῃ μετανοοῦντα.   Ἡ  τοῦ  Θεοῦ μακροθυμία  τὸν  διώκτην  ἐποίησε  κήρυκα·  ἡ  τοῦ  Θεοῦ μακροθυμία τὸν λύκον  μετέβαλεν  εἰς ποιμένα· ἡ τοῦ Θεοῦ μακροθυμία τὸν τελώνην ἐποίησεν εὐαγγελιστήν· ἡ τοῦ Θεοῦ μακροθυμία πάντας ἡμᾶς ἠλέησε, πάντας μετέβαλε, πάντας μετέστρεψεν. Ἐὰν ἴδῃς τόν ποτε μέθυσον, νηστευτὴν, ἐὰν ἴδῃς τόν ποτε βλάσφημον, θεολόγον, ἐὰν ἴδῃς τόν ποτε αἰσχραῖς ᾠδαῖς τὸ στόμα μολύναντα, νῦν τοῖς θείοις ὕμνοις τὴν ψυχὴν καθαίροντα, θαύμαζε τὴν μακροθυμίαν τοῦ Θεοῦ, καὶ ἐπαίνει τὴν μετάνοιαν,  καὶ ἐκ τῆς ἀλλοιώσεως  λέγε ἀναλαβών·  Αὕτη ἡ ἀλλοίωσις  τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἀγαθὸς μὲν ὁ Θεὸς πρὸς πάντας, ἐξαιρέτως δὲ τὴν ἑαυτοῦ μακροθυμίαν ἐνδείκνυται  πρὸς τοὺς ἁμαρτάνοντας.  Καὶ εἰ βούλει ξένον ἐπακοῦσαι λόγον, ξένον μὲν ὅσον εἰς συνήθειαν, ἀληθινὸν  δὲ ὅσον εἰς εὐσέβειαν, ἄκουσον. Βαρὺς ὁ Θεὸς πανταχοῦ φαίνεται  τοῖς δικαίοις, χρηστὸς δὲ τοῖς ἁμαρτωλοῖς, καὶ ταχὺς εἰς φιλανθρωπίαν· τὸν ἁμαρτάνοντα καὶ πεσόντα διανίστησι, καί φησι πρὸς αὐτόν· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ Ἱνατί ἀπέστρεψεν ἀποστροφὴν ἀναιδῆ ἡ ἀσύνετος θυγάτηρ Ἰούδα; καὶ πάλιν· Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. Καὶ ἑτέρωθι δὲ ὅρκῳ βεβαιοῖ τὴν ἐκ μετανοίας σωτηρίαν διὰ πολλὴν φιλανθρωπίαν. Ζῶ γὰρ ἐγὼ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Πρὸς δὲ τὸν δίκαιον λέγει· Ἐὰν ποιήσῃ ἄνθρωπος πᾶσαν δικαιοσύνην καὶ πᾶσαν ἀλήθειαν,  καὶ  στραφεὶς  ἁμάρτῃ, οὐ μὴ μνησθῶ  τῆς  δικαιοσύνης  αὐτοῦ,  ἀλλ' ἐν  τῇ ἁμαρτίᾳ  αὐτοῦ  ἀποθανεῖται.  Ὢ πολλῆς  ἀκριβείας  τῆς  πρὸς  τὸν  δίκαιον! ὢ  πολλῆς δαψιλείας τῆς πρὸς τὸν ἁμαρτάνοντα! Οὕτω δὲ ποικίλως καὶ διαφόρως μηχανᾶται, οὐκ αὐτὸς μεταβαλλόμενος, ἀλλὰ χρησίμως μερίζων τῆς ἀγαθότητος αὐτοῦ τὰς οἰκονομίας· καὶ ὅπως, ἄκουε. Τὸν ἁμαρτωλὸν καὶ ἐμμένοντα ταῖς ἁμαρτίαις, ἐὰν φοβήσῃ, εἰς ἀπόγνωσιν  αὐτὸν  καὶ ἀπαγόρευσιν  τῆς ἐλπίδος  φέρει· τὸν δὲ δίκαιον  ἐὰν μακαρίσῃ, χαυνοῖ  τῆς  ἀρετῆς  αὐτοῦ  τὸν  τόνον,  καὶ  ὡς  ἤδη  μακαρισθέντα,  ἀμελεῖν  αὐτὸν  τῆς σπουδῆς παρασκευάζει. ∆ιὰ τοῦτο  τὸν  μὲν  ἁμαρτωλὸν  ἐλεεῖ,  τὸν  δὲ δίκαιον  φοβεῖ· Φοβερὸς γὰρ ἐπὶ  πάντας  τοὺς  περικύκλῳ  αὐτοῦ· καὶ, Χρηστὸς Κύριος τοῖς  σύμπασι. Φοβερὸς, φησὶν, ἐστὶν ἐπὶ πάντας  τοὺς περικύκλῳ  αὐτοῦ· καὶ τίνες ἂν εἶεν, ἀλλ' ἢ οἱ ἅγιοι; Ὁ Θεὸς γὰρ, φησὶν ὁ ∆αυῒδ, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν   ἐπὶ   πάντας    τοὺς   περικύκλῳ    αὐτοῦ.   Ἐὰν   ἴδῃ   πεσόντα,   ἐκτείνει    χεῖρα φιλανθρωπίας·  ἐὰν ἴδῃ ἑστῶτα, ἐπάγει φόβον· καὶ τοῦτο δικαιοσύνης καὶ δικαιοκρισίας. Τὸν μὲν γὰρ δίκαιον τῷ φόβῳ στηρίζει, τὸν δὲ ἁμαρτωλὸν  τῇ φιλανθρωπίᾳ διεγείρει. Καὶ θέλεις αὐτοῦ γνῶναι  τὴν εὔκαιρον ἀγαθότητα καὶ τὴν εὔχρηστον καὶ ἁρμόζουσαν ἡμῖν ἀποτομίαν; Πρόσεχε ἀκριβῶς, μή σε διαφύγῃ τῆς θεωρίας τὸ μέγεθος· ἡ ἁμαρτωλὸς ἐκείνη γυ νὴ ἡ μεμαρτυρημένη ἐπὶ πάσῃ ἁμαρτίᾳ καὶ ἀνομίᾳ, ἡ τοσαῦτα ἁμαρτήσασα, καὶ τοσούτοις ἁμαρτιῶν  ἔργοις ἐνεχομένη,  διψήσασα τὴν  ἐκ μετανοίας σωτηρίαν ὑπεισῆλθε τῷ συμποσίῳ τῶν ἁγίων· καλῶ δὲ συμπόσιον ἁγίων, ἐπειδὴ παρῆν ὁ  Ἅγιος  τῶν  ἁγίων.  Τοῦ  γὰρ  Σωτῆρος  κατακεκλιμένου   ἐν  τῷ  οἴκῳ  Σίμωνος  τοῦ Φαρισαίου, ὑπεισῆλθεν  ἡ  γυνὴ  ἡ  ἁμαρτωλὸς  ἐκείνη,  καὶ  τῶν  ποδῶν  ἥπτετο  τοῦ Σωτῆρος, καὶ τοῖς δάκρυσιν ἀπέπλυνεν  αὐτοῦ τοὺς πόδας, καὶ ταῖς θριξὶν ἐξέματτε· καὶ τὴν τοσούτοις κεχωσμένην ἁμαρτήμασι διανίστησιν ὁ φιλάνθρωπος,  λέγων· Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι. Οὐ γὰρ πρόκειταί μοι νῦν ἐξετάσαι πᾶσαν τὴν ἱστορίαν, ἀλλὰ μόνην παραγαγεῖν  τὴν μαρτυρίαν. Ὅρα τοίνυν  τὴν δαψίλειαν· Οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαὶ, ὅτι πολὺ ἠγάπησε. Τοσούτων οὖν ἁμαρτημάτων ἀμνηστίαν ἐκομίσατο ἡ ἁμαρτωλὸς γυνή. Καὶ Μαρία δὲ, ἡ ἀδελφὴ Μωϋσέως, διὰ μικρὸν γογγυσμὸν λέπρᾳ  καταδικάζεται.   Τοῖς  ἁμαρτάνουσι   λέγει·  Ἐὰν  ὦσιν  αἱ  ἁμαρτίαι   ὑμῶν   ὡς κόκκινον,  ὡς  χιόνα  λευκανῶ·  καὶ  μεταβάλλει  τὸ σκότος εἰς  φῶς,  τῇ  μεταβολῇ  τῆς μετανοίας,  καὶ τοσαύτην κακῶν  ἀφθονίαν  διαλύει  τῇ φωνῇ  τῆς ἀγαθότητος· πρὸς δὲ τὸν ἐν δικαιοσύνῃ βαδίζοντά φησιν· Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστι τῇ  γεέννῃ   τοῦ  πυρός.  Ἑνὶ  ῥήματι  τοσαύτην   ἐπέθηκεν   ἀκρίβειαν,  καὶ  τοσούτοις ἁμαρτήμασι  τοσαύτην  μετρεῖ  τὴν  ἀφθονίαν.   Καὶ ἕτερόν  μοι  σκόπησον  θαυμαστόν. Ἐπειδὴ  τὰ  ἁμαρτήματα  ὡς  ὀφλήματα   ἀναγράφεται,   τοῖς  μὲν  ἁμαρτωλοῖς   καὶ  τὸ κεφάλαιον  συγχωρεῖ μετανοοῦσι· παρὰ δὲ τῶν δικαίων καὶ τόκους ἀπαιτεῖ. Προσῆλθεν αὐτῷ  χρεωφειλέτης   πολλῶν   ταλάντων,   καὶ  ὡς  τῇ  μετανοίᾳ  καὶ  τῇ  πολλῇ  ἱκεσίᾳ ἐδυσώπησε τὴν δίκην, καὶ εἶπε· Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα ἀποδώσω. Οὐκ ἀνέμεινε  τὴν  ἀπόδοσιν  ὁ φιλάνθρωπος,   ἀλλὰ  τὴν  ἐξομολόγησιν  λύσιν  ἐποίησε  τοῦ ὀφλήματος·  τῷ  ὀφειλέτῃ   τῶν  μυρίων  ταλάντων  πάντα  συνεχώρησε  καὶ  αὐτὸ  τὸ κεφάλαιον.  Παρὰ δὲ τῶν  δικαίων  ἐπαγγέλλεται  καὶ τόκους ἀπαιτεῖν· ∆ιὰ τί γὰρ οὐκ ἐδώκατε  τὸ ἀργύριόν  μου τοῖς τραπεζίταις·  κἀγὼ  ἐλθὼν  σὺν τόκοις  ἀπῄτησα; Ταῦτα λέγω, οὐχ ὡς τοῦ Θεοῦ πρὸς τοὺς δικαίους ἀπεχθῶς διακειμένου· οὐδὲν γὰρ τῷ Θεῷ τοῦ δικαίου  ποθεινότερον·  ἀλλ',   ὡς  ἔφθην   εἰπὼν,   παραμυθεῖται   τὸν  ἁμαρτωλὸν,   ἵνα διεγείρῃ· φοβεῖ καὶ τὸν δίκαιον, ἵνα στηρίξῃ· καὶ τοῖς μὲν τὰ πολλὰ συγχωρεῖ πλημμελήματα ὡς ἐχθροῖς καὶ πεφυσιωμένοις, τοῖς δὲ καὶ περὶ τῶν τυχόντων ἀκριβολογεῖται,  μηδὲν αὐτοῖς ἐλλιπὲς  εἶναι βουλόμενος εἰς ἀκρότητα. Ὃ γάρ ἐστιν ἐν τῷ κόσμῳ τούτῳ πλούσιος, τοῦτο τῷ Θεῷ δίκαιος· καὶ ὅ ἐστιν ἐν τῷ κόσμῳ πένης, τοῦτο τῷ Θεῷ ἁμαρτωλός· οὐδὲν πτωχότερον τοῦ ἁμαρτάνοντος, καὶ οὐδὲν πλουσιώτερον τοῦ δικαιοπραγοῦντος.  ∆ιὰ τοῦτο περὶ μὲν τῶν ἐν εὐσεβείᾳ καὶ εὐθηνίᾳ διαγόντων  φησὶν ὁ Παῦλος· Εὐχαριστῶ τῷ Θεῷ, ὅτι ἐν παντὶ  ἐπλουτίσθητε  ἐν αὐτῷ, ἐν παντὶ  λόγῳ  καὶ πάσῃ γνώσει. Περὶ δὲ τῶν ἀσεβούντων ὁ μακάριος Ἱερεμίας λέγει· Ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐκ ἠδύναντο  ἀκούειν  λόγον  Κυρίου. Ὁρᾷς ὅπως πτωχοὺς  καλεῖ τοὺς ἀπεσχοινισμένους  τῆς  εὐσεβείας, Ὡς πτωχοὺς  τοίνυν  τοὺς ἁμαρτάνοντας  ἐλεεῖ, καὶ ὡς πλουσίους τοὺς δικαιοπραγοῦντας  ἀπαιτεῖ, τοῖς μὲν διὰ τὴν πενίαν χαριζόμενος, τοῖς   δὲ   διὰ   τὸν   τῆς   εὐσεβείας   πλοῦτον   μετὰ   πολλῆς   ἀκριβείας   τοὺς   λόγους εἰσπραττόμενος. Ὃ δὲ ποιεῖ ἐπὶ δικαίων καὶ ἁμαρτωλῶν,  τοῦτο ποιεῖ καὶ ἐπὶ πλουσίων καὶ πενήτων·  καὶ ὥσπερ τὸν ἁμαρτάνοντα  ἐγείρει διὰ φιλανθρωπίαν, τὸν δὲ δίκαιον φοβεῖ διὰ τῆς ἀποτομίας· οὕτω καὶ ἐν τοῖς κοσμικοῖς πράγμασιν διατίθησι τὴν ἑαυτοῦ οἰκονομίαν.  Ἐὰν ἴδῃ δυναστὰς ἀξιώμασιν ὑπερλάμποντας,  βασιλεῖς, ἄρχοντας, πάντας τοὺς ἐν πλούτῳ διαπρέποντας· τούτοις διαλέγεται  μετὰ φόβου, καὶ ἐπιτίθησι χρησίμως τῇ δυναστείᾳ τὸν φόβον· Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ· ὅτι Βασιλεύς ἐστι τῶν βασιλευόντων,  καὶ Κύριος τῶν κυριευόντων.  Ὅπου ἀρχὴ δυναστείας, ἐπιτίθησι τὸν φόβον  τῆς αὐτοῦ βασιλείας· ὅπου ταπείνωσις  εὐτελείας,  προσφέρει τὸ φάρμακον  τῆς ἑαυτοῦ φιλανθρωπίας. Ὁ γὰρ Θεὸς οὗτος μέγας βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν  κυριευόντων·  οὗτος αὐτὸς, πάλιν  ὑποβαίνων  τῆς ἑαυτοῦ ἀξίας, εὑρίσκεται κατὰ τὴν   ἁγίαν   Γραφὴν  πατὴρ  ὀρφανῶν   καὶ  κριτὴς  τῶν   χηρῶν,   βασιλέων   βασιλεὺς, ἀρχόντων  ἄρχων,  κυριευόντων  Κύριος. Ὁρᾷς πολλὴν  ἀφθονίαν  φιλανθρωπίας; ὁρᾷς χρήσιμον τὸν φόβον τῆς εὐσεβείας καὶ τῆς ἐξουσίας; Ὅπου μὲν γὰρ εἶδεν ἀρκοῦσαν τὴν ἐξουσίαν   εἰς   παραμυθίαν,    ἐπέθηκε   τὸν   φόβον    εἰς   ὠφέλειαν·   ὅπου   δὲ   εἶδε παραλελυμένην  τῇ εὐτελείᾳ  τὴν ὀρφανίαν,  καὶ τὴν πτωχείαν  τῇ ἀτονίᾳ  τῆς χηρείας, προσήγαγε τὴν φιλανθρωπίαν εἰς παραμυθίαν. Ἐγὼ πατὴρ τῶν ὀρφανῶν. ∆ύο ποιεῖ, καὶ τὴν  φιλανθρωπίαν δείκνυσι, καὶ τὴν  δυναστείαν  κολάζει. Καλεῖ ἑαυτὸν  πατέρα τῶν ὀρφανῶν, ἵνα καὶ τοὺς ἐν συμφορᾷ παραμυθήσηται, καὶ τοὺς ἐν δυναστείᾳ καταπλήξῃ, ὥστε μὴ ἐπηρεάζειν ὀρφανοῖς  τε καὶ χήραις· ἐπειδὴ ὁ θάνατος  ἐγύμνωσε τὸν μὲν τοῦ πατρὸς,  τὴν  δὲ  ἐστέρησε  τοῦ  ἀνδρὸς,  καὶ  οὓς  διέφθειρεν   ὁ  τῆς  φύσεως  νόμος, ἀνεκαίνισεν ὁ τῆς φιλανθρωπίας ὅρος· καὶ ἡ αὐτὴ χάρις τῇ μὲν ἔδωκε τὸν κριτὴν, τῷ δὲ ὀρφανῷ πατέρα, τὸν βασιλέα τῶν ἁγίων. Ὥστε, φησὶν, ὦ ἄδικε, ἐὰν χήραις ἐπηρεάζῃς, τὸν τῶν χηρῶν προνοητὴν παροξύνεις· ἐὰν ὀρφανοὺς ἀδικῇς, υἱοὺς ἀδικεῖς Θεοῦ. Ἐγώ εἰμι ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν· τίς δὲ οὕτω τολμηρὸς πρὸς ἀσέβειαν, ὥστε υἱοὺς  ἀδικεῖν  Θεοῦ, καὶ ταῖς  ὑπὸ τοῦ Θεοῦ προνοουμέναις  χήραις  ἐπηρεάζειν; Ὁρᾷς πῶς χρησίμως κατασκευάζει τὰ φάρμακα τῆς εὐσεβείας, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλεεῖ,  οὐκ αὐτὸς μεριζόμενος,  πρὸς δὲ τὰς γνώμας  τῶν  ἀνθρώπων  ἁρμοζόμενος; Προσάγωμεν τοίνυν  ἑαυτοῖς, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν τὴν μετάνοιαν· μᾶλλον δὲ δεξώμεθα  παρὰ τοῦ  Θεοῦ τὴν  μετάνοιαν  ἰατρεύουσαν  ἡμᾶς.  Οὐ γὰρ ἡμεῖς  αὐτῷ ταύτην  προσάγομεν, ἀλλ' αὐτὸς ἡμῖν ταύτην  ἐχορήγησεν. Ὁρᾷς αὐτοῦ τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ; ὁρᾷς τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἐν τῇ χάριτι; Ὅταν δὲ εἴπω τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρίσιν, ἀλλὰ τῆς εὐαγγελικῆς χάριτος κηρύττω τὴν  φιλανθρωπίαν· ὅτι ὁ μὲν νόμος  ἀπαραιτήτως  ἐκόλαζε τοὺς ἁμαρτάνοντας,  ἡ δὲ χάρις μετὰ πολλῆς μακροθυμίας ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἐπαγάγῃ τὴν διόρθωσιν.∆εξώμεθα τοίνυν  μετάνοιαν,  ἀδελφοὶ,  φάρμακον  εἰς σωτηρίαν,  δεξώμεθα  φάρμακον ἐξαλεῖφον  ἡμῶν   τὰ πταίσματα. Μετάνοια δέ ἐστιν, οὐχ ἡ λόγῳ  κηρυττομένη, ἀλλ' ἡ πράγμασι βεβαιουμένη· μετάνοια ἡ ἐξ αὐτῆς τῆς καρδίας ἐξαλείφουσα τὸν ῥύπον τῆς ἀσεβείας. Λούσασθε γὰρ, φησὶ, καθαροὶ γίνεσθε· ἀφέλετε  τὰς πονηρίας  ἀπὸ τῶν καρδιῶν ὑμῶν, ἀπέναντι  τῶν ὀφθαλμῶν  μου. Τί βούλεται τὸ περιττὸν τῆς λέξεως; τὸ γὰρ Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, οὐχ ἱκανὸν μηνῦσαι τὸ πᾶν; ∆ιὰ τί οὖν Ἀπέναντι  τῶν  ὀφθαλμῶν  μου; Ἐπειδὴ ἄλλως  ὁρῶσιν ὀφθαλμοὶ  ἀνθρώπων,  καὶ ἄλλως ὁρᾷ ὀφθαλμὸς τοῦ Θεοῦ· Ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Μὴ σχήμασι, φησὶ, νοθεύσητε τὴν μετάνοιαν,  ἀλλ' ἀπέναντι  τῶν  ὀφθαλμῶν  μου, τῶν  τὰ κρυπτὰ ἐρευνώντων,  δείξατε τοὺς καρποὺς τῆς μετανοίας.

δʹ. ∆εῖ δὲ ἡμᾶς καθαιρομένους ἀπὸ τῶν ἁμαρτιῶν πρὸ ὀφθαλμῶν  ἔχειν αὐτὰ τὰ ἁμαρτήματα· κἂν ὁ Θεὸς διὰ φιλανθρωπίαν συγχωρήσῃ σοι τὴν ἁμαρτίαν, ἀλλὰ σὺ πρὸς τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ ψυχῆς πρὸ ὀφθαλμῶν  ἔχε τὴν ἁμαρτίαν. Ἡ γὰρ μνήμη τῶν προλαβόντων  ἐποχὴ γίνεται τῶν μελλόντων·  καὶ ὁ ἐπὶ τοῖς προτέροις δακνόμενος, περὶ τὰ δεύτερα ἀσφαλεστέραν τὴν γνώμην  δείκνυσι. ∆ιὰ τοῦτο καὶ ὁ ∆αυΐδ· Καὶ ἡ ἁμαρτία μου, φησὶν, ἐνώπιόν  μού ἐστι διὰ παντός· ἵνα πρὸ ὀφθαλμῶν  ἔχων τὰ προλαβόντα, μὴ περιπέσῃ τοῖς μέλλουσιν.  Ὅτι δὲ ταύτην  παρ' ἡμῶν  ὁ Θεὸς ἀπαιτεῖ  τὴν  κατάστασιν, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγώ εἰμι ὁ ἐξαλείφων  τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι· σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν, λέγει Κύριος· λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα  δικαιωθῇς.  Οὐκ ἀναμένει  ὁ Θεὸς χρόνον  τὸν  ἀπὸ τῆς μετανοίας·  εἶπες  τὴν ἁμαρτίαν σου, ἐδικαιώθης· μετενόησας, ἠλεήθης. Οὐ χρόνος ἀπολογεῖται, ἀλλ' ὁ τρόπος τοῦ μετανοοῦντος  τὴν ἁμαρτίαν σβέννυσιν· ἔστι καὶ χρόνῳ πολλῷ  παρεδρεύσαντα μὴ τυχεῖν  σωτηρίας, καὶ ἐν ὀλίγῳ  χρόνῳ  γνησίως  ἐξομολογησάμενον  ἀποδύσασθαι τὴν ἁμαρτίαν.  Πολὺν ἀνάλωσε  χρόνον  ὁ μακάριος  Σαμουὴλ ἀξιῶν  περὶ τοῦ  Σαοὺλ, καὶ πολλὰς νύκτας διήνυσεν ἀγρυπνῶν περὶ τῆς τοῦ ἁμαρτήσαντος σωτηρίας· ὁ δὲ Θεὸς τὸν χρόνον  παραπεμπόμενος  οὐ γὰρ συνέδραμε τῇ ἱκεσίᾳ τοῦ προφήτου  ἡ μετάνοια  τοῦ ἁμαρτήσαντος,  λέγει  πρὸς τὸν  ἑαυτοῦ  προφήτην·  Ἕως πότε  σὺ πενθεῖς  περὶ Σαοὺλ, κἀγὼ  ἀπῶσμαι  αὐτόν;  Τὸ Ἕως πότε,  τὸν  χρόνον  δείκνυσι,  καὶ  τὴν  παραμονὴν  τοῦ ἱκετεύοντος·  καὶ ἀπεπέμψατο  ὁ Θεὸς τὸν  χρόνον  τῆς ἱκεσίας τοῦ προφήτου· οὐ γὰρ συνέδραμε τῇ πρεσβείᾳ τοῦ δικαίου ἡ μετάνοια τοῦ βασιλέως. Τῷ δέ γε μακαρίῳ ∆αυῒδ, δεξαμένῳ  τὸν ἔλεγχον  τῆς ἁμαρτίας διὰ τοῦ ἁγίου Ναθᾶν τοῦ προφήτου, καὶ εὐθέως πρὸς τὴν  ἀπειλὴν  ἐπιδειξαμένῳ  τὴν  γνησίαν  ἐπιστροφὴν,  καὶ εἰπόντι,  Ἥμαρτον  τῷ Κυρίῳ, εὐθέως  ῥῆμα  ἓν  ἐν  μιᾷ  ῥοπῇ  προενεχθὲν   γνησίως  ὁλόκληρον   ἤνεγκε  τῷ μετανοήσαντι τὴν σωτηρίαν· εὐθὺς γὰρ ἡ διόρθωσις κατέλαβε τὴν ἀπόφασιν. Φησὶ γοῦν πρὸς αὐτὸν ὁ Ναθᾶν· Καὶ Κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου. Ὅρα δέ μοι τὸν Θεὸν βραδὺν εἰς τιμωρίαν,  καὶ ταχὺν  εἰς σωτηρίαν· καί μοι πρῶτον ἐννόησον, ὅπως τὸν ἔλεγχον  ὁ φιλάνθρωπος μετὰ πολλοὺς  προσήγαγε  χρόνους.  Ἥμαρτεν  ὁ ∆αυΐδ· ἐκυοφόρησεν  ἡ γυνὴ, καὶ οὐδεὶς ἔλεγχος  τῇ ἁμαρτίᾳ παρηκολούθησεν, ἀλλὰ μετὰ τὸ ἀποτεχθῆναι  τὸ βρέφος τὸ ἐκ τῆς ἁμαρτίας, ἀποστέλλεται ὁ ἰατρὸς τῆς ἁμαρτίας. ∆ιὰ τί δὲ ἁμαρτήσαντα  εὐθέως  οὐ  διωρθώσατο;   Ἐπειδὴ  οἶδεν  ἐν  ταῖς  ἀκμαῖς  τῶν   ἁμαρτημάτων τυφλώττουσαν τὴν ψυχὴν τῶν ἁμαρτανόντων,  διότι ἐκκεκώφωται  τὰ ὦτα τῶν βεβαπτισμένων  ἐν  τῷ  βάθει τῆς  ἁμαρτίας.  Ὑπερτίθεται  οὖν  φλεγμαίνοντι τῷ  πάθει προσάγειν τὴν βοήθειαν, καὶ μετὰ τοσοῦτον χρόνον ὁ ἔλεγχος προσέρχεται· καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ἡ μετάνοια  καὶ ἡ ἄφεσις. Καὶ Κύριος ἀφῆκε  τὴν  ἁμαρτίαν  σου. Ὢ τῆς οἰκονομίας  τοῦ ἀπειλήσαντος.  Ὁρᾷς ὅτι ὀξὺς εἰς σωτηρίαν; Τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, βραδύνων  μὲν πρὸς καθαίρεσιν, ταχύνων  δὲ πρὸς ἀντίληψιν.  Οἷόν τι λέγω· ἐφ' ἡμῶν τῶν ἀνθρώπων  διὰ πολλῶν  χρόνων  τὰ κτίσματα κατασκευάζεται, καὶ ἐν πολλῷ χρόνῳ  κτίζομεν  οἶκον· καὶ τῆς  μὲν  οἰκοδομῆς  πολὺς  ὁ χρόνος,  τῆς δὲ καθαιρέσεως ὀλίγος.  Ἐπὶ δὲ τοῦ Θεοῦ τὸ ἀνάπαλιν·  ὅταν  κτίζῃ, ταχέως  κτίζει· ὅταν  καταστρέφῃ, βραδέως καταστρέφει. Ταχὺς ὁ Θεὸς κτίζων, βραδὺς καταστρέφων· ἐπειδὴ Θεῷ τὰ δύο πρέποντα· καὶ γὰρ ἐκεῖνο, δυνάμεως, καὶ τοῦτο, ἀγαθότητος· δι' ὑπερβολὴν δυνάμεως  ταχὺς,   διὰ  πολλὴν   ἀγαθότητα   βραδύς·  ἔλεγχος   δὲ  τῶν   ῥημάτων,   ἡ  πεῖρα  τῶν πραγμάτων.  Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγέθη τῶν ὀρέων,  τὰς  πεδιάδας,  τὰς  φάραγγας,  τὰς  νάπας,  τὰς  ὕλας,  τὰ  βλαστήματα,  πηγὰς, ποταμοὺς,  παράδεισον,  πᾶσαν  τὴν  ὁρωμένην  ποικιλίαν,  τὴν  θάλατταν   ταύτην  τὴν μεγάλην  καὶ εὐρύχωρον, τὰς νήσους, τὰς παραλίους χώρας, καὶ τὰς μεσογείους· πάντα τὸν ὁρώμενον τοῦτον κόσμον, καὶ τὸ ἐν αὐτῷ κάλλος, ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεός· τὰ ἐν αὐτῷ  ζῶα τὰ λογικὰ,  καὶ τὰ ἄλογα, καὶ πᾶσαν τὴν  ὁρωμένην  διακόσμησιν ἐν ἓξ ἡμέραις ποιεῖ. Οὗτος οὖν ὁ ταχὺς εἰς τὸ κτίζειν, ὅτε ἐβουλεύσατο μίαν πόλιν καθελεῖν, εὑρέθη βραδὺς δι' ἀγαθότητα. Θέλει καθελεῖν  τὴν Ἱεριχὼ, καί φησι πρὸς τὸν Ἰσραήλ· Κυκλώσατε αὐτὴν ἐπὶ ἑπτὰ ἡμέρας· καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ πεσεῖται τὸ τεῖχος. Τὸν κόσμον ὅλον  ἐν  ἓξ  ἡμέραις  κατασκευάζεις,  καὶ  μίαν  πόλιν  ἐν  ἑπτὰ  ἡμέραις  λύεις;  τί  γὰρ ἐμποδίζει σου τῇ δυναστείᾳ; διὰ τί γὰρ μὴ ἀθρόον καθαιρεῖς; οὐ περὶ σοῦ ὁ προφήτης βοᾷ λέγων· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός; οὐ τὰ ἔργα τῆς δυνάμεώς σου διηγούμενος, φησὶν ὁ ∆αυῒδ, Οὐ φοβηθησόμεθα  ἐν  τῷ  ταράσσεσθαι τὴν  γῆν,  καὶ  μετατίθεσθαι  ὄρη  ἐν  καρδίαις θαλασσῶν; Ὄρη δύνῃ μεθιστᾷν, καὶ εἰς θάλασσαν ἐμβάλλειν,  καὶ μίαν πόλιν οὐ θέλεις καθελεῖν  ἀντιλέγουσαν,  ἀλλ' ἑπτὰ ἡμέρας δίδως τῇ καθαιρέσει; διὰ τί; Οὐχ ἡ δύναμις, φησὶν, ἀτονεῖ, ἀλλ' ἡ φιλανθρωπία μακροθυμεῖ. ∆ίδωμι ἑπτὰ ἡμέρας, ὡς τῇ Νινευῒ τρεῖς ἡμέρας· ἴσως δέξεται κήρυγμα μετανοίας, καὶ σωθήσεται. Καὶ τίς ὁ κηρύττων αὐτοῖς τὴν μετάνοιαν; Πολέμιοι τὴν πόλιν περιετειχίσαντο· ὁ στρατηγὸς ἐκύκλου τὰ τείχη· πολὺς ὁ φόβος,  πολὺς  ὁ  θόρυβος·  ποίαν  οὖν  αὐτοῖς  ὁδὸν  τῆς  μετανοίας  ἀνέῳξας;  μὴ  γὰρ προφήτην   ἀπέστειλας;   μὴ   γὰρ   εὐαγγελιστὴν   διεπέμψω,   μὴ   γὰρ   ἦν   τις   αὐτοῖς ὑποτιθέμενος  τὸ συμφέρον; Ναὶ, φησὶν,  εἶχον  ἔνδον  διδάσκαλον  τῆς  μετανοίας  τὴν θαυμαστὴν  ἐκείνην  Ῥαὰβ, ἣν  ἔσωσα διὰ μετανοίας.  Τοῦ αὐτοῦ  ἦν  φυράματος·  ἀλλ' ἐπειδὴ ἐξ αὐτοῦ οὐκ ἦν τοῦ φρονήματος, οὐκ ἐκοινώνησε τῇ ἁμαρτίᾳ ἡ μὴ κοινωνήσασα τῇ ἀπιστίᾳ.

εʹ. Καὶ ὅρα μοι τὸ ξένον τῆς φιλανθρωπίας κήρυγμα· ὁ λέγων  ἐν τῷ νόμῳ· Οὐ μοιχεύσεις, οὐ πορνεύσεις, με ταβαλὼν  τὸ ῥῆμα διὰ φιλανθρωπίαν, βοᾷ διὰ τοῦ μακαρίου Ἰησοῦ· Ῥαὰβ ἡ πόρνη ζήτω. Ἰησοῦς ἐκεῖνος ὁ Ναυῆ υἱὸς ὁ λέγων,  Ἡ πόρνη ζήτω, εἰκὼν ἦν τοῦ Κυρίου Ἰησοῦ τοῦ λέγοντος· Πόρναι καὶ τελῶναι  προάξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν  οὐρανῶν.  Εἰ ζῇν ὀφείλει,  διὰ τί πόρνη; εἰ πόρνη, διὰ τί ζήτω; Λέγω, φησὶ, τὴν προτέραν κατάστασιν, ἵνα θαυμάσῃς τὴν δευτέραν μετάστασιν. Καὶ τί ἐποίησε,  φησὶν,  ἡ  Ῥαὰβ  σωτηρίας  πρόξενον;  ὅτι  ἐδέξατο  τοὺς  κατασκόπους  μετὰ εἰρήνης; Τοῦτο καὶ πανδοχεύτρια ποιεῖ. Ἀλλ' οὐκ ἀπὸ τῆς λέξεως μόνης καρποῦται τὴν σωτηρίαν, ἀλλὰ προηγουμένως ἀπὸ τῆς πίστεως, καὶ τῆς πρὸς Θεὸν διαθέσεως. Καὶ ἵνα μάθῃς τὴν ὑπερβολὴν  τῆς ἐν αὐτῇ πίστεως, ἄκουε αὐτῆς τῆς Γραφῆς διηγουμένης  τὰ μεμαρτυρημένα  αὐτῇ  κατορθώματα.  Ἦν ἐν  πορνείῳ,  ὥσπερ μαργαρίτης  ἐν  βορβόρῳ συμπεφυρμένος, χρυσὸς ἐν πηλῷ διεῤῥιμμένος, ἄνθος εὐσεβείας ἀκάνθαις κεχωσμένον, εὐσεβὴς ψυχὴ  ἐν ἀσεβείας χώρῳ  κατεκέκλειστο.  Καί μοι πρόσεχε τὸν νοῦν  ἀκριβῶς. Ἐδέξατο τοὺς κατασκόπους, καὶ ὃν προέδωκεν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, τοῦτον ἐκήρυξεν ἡ Ῥαὰβ ἐν τῷ πορνείῳ. Οἷον τί λέγω, ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ; Ὅτε τὸ ὄρος ἐπεπλήρωτο νεφέλης, καὶ γνόφου, καὶ σαλπίγγων, καὶ ἀστραπῶν, καὶ τῶν ἄλλων φοβήτρων, ἤκουσε παρὰ τοῦ Θεοῦ ἐκ μέσου τοῦ πυρός· Ἄκουε Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι· ἐγὼ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστι· ταῦτα ἀκούων ὁ Ἰσραὴλ, μόσχον ἐχώνευσε, καὶ Θεὸν ἠθέτησεν· ἠγνόησε  τὸν  ∆εσπότην, ἀπέγνω  τὸν  εὐεργέτην,  καὶ λέγει  τῷ  Ἀαρών· Ποίησον ἡμῖν  θεούς. Εἰ θεοὺς, διὰ τί ποίησον; πῶς θεοὶ τὰ γινόμενα; Οὕτως ἡ κακία τυφλώττουσα,  αὐτὴ ἑαυτῇ μάχεται, καὶ ἑαυτὴν ἀφανίζει. Εἷς ἐγένετο μόσχος, καὶ βοᾷ ὁ ἀχάριστος Ἰσραήλ· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου. Οὗτοι οἱ θεοί· ἕνα βλέπει μόσχον, ἓν τὸ γινόμενον  εἴδωλον, διὰ τί οὖν, Οὗτοι οἱ θεοί; Ἵνα δείξῃ, ὅτι οὐχ ὃ βλέπει μόνον προσκυνεῖ,  ἀλλὰ  πολυθεΐαν  φαντάζεται·  τὴν  γνώμην  ἑρμηνεύει,  οὐ τὸ  φαινόμενον κρίνει. Ἵνα δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν πάλιν, ἃ ἤκουσεν Ἰσραὴλ, ὁ τοσούτοις περιστοιχιζόμενος  θαύμασι, καὶ τοσούτῳ νόμῳ παιδαγωγούμενος, καὶ ἠρνήσατο, ταῦτα ἡ Ῥαὰβ ἀποκεκλεισμένη ἐν τῷ πορνείῳ κηρύττει· λέγει γὰρ τοῖς κατασκόποις· Ἔγνωμεν ὅσα ἐποίησεν  ὁ Θεὸς ὑμῶν  τοῖς  Αἰγυπτίοις.  Ὁ Ἰουδαῖος  λέγει·  Οὗτοι οἱ θεοί σου οἱ ἐξαγαγόντες  σε ἐκ  γῆς  Αἰγύπτου, καὶ  ἡ πόρνη,  οὐ  θεοῖς,  ἀλλὰ  Θεῷ ἐπιγράφει  τὴν σωτηρίαν.  Ἔγνωμεν  ὅσα ὁ  Θεὸς ὑμῶν  ἐποίησε  τοῖς  Αἰγυπτίοις  ἐν  τῇ  ἐρήμῳ,  καὶ ἠκούσαμεν, καὶ ἐτάκη ἡμῶν ἡ καρδία, καὶ ἰσχὺς ἐν ἡμῖν οὐκ ἔστιν. Ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε. Βλέπεις πῶς ἀναλαμβάνει  τοῦ νομοθέτου τὸ ῥῆμα διὰ πίστεως; Καὶ οἶδα, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστιν. Εἰκὼν  τῆς  Ἐκκλησίας  ἡ  Ῥαὰβ  τῆς  ποτε  πεφυρμένης   τῇ  πορνείᾳ  τῶν  δαιμόνων, δεχομένης δὲ νῦν τοὺς τοῦ Χριστοῦ κατασκόπους, οὐ τοὺς παρὰ Ἰησοῦ τοῦ Ναυῆ, ἀλλὰ τοὺς  ἀποστόλους  τοὺς  παρὰ Ἰησοῦ τοῦ  ἀληθινοῦ  Σωτῆρος  ἀπεσταλμένους.  Ἔγνων, φησὶν, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστι. Ταῦτα παρέλαβον  οἱ Ἰουδαῖοι,  καὶ οὐκ ἐφύλαξαν·  ταῦτα  ἤκουσεν ἡ Ἐκκλησία,  καὶ διετήρησεν. Ἀξία τοίνυν ἐπαίνου παντὸς Ῥαὰβ, ἡ εἰκὼν τῆς Ἐκκλησίας. ∆ιὰ τοῦτο  καὶ  ὁ  γενναῖος  Παῦλος, καταμαθὼν  αὐτῆς  τὸ  ἀξίωμα  τῆς  πίστεως,  καὶ  οὐκ ἀδόκιμον ἡγησάμενος διὰ τὴν προτέραν κατάστασιν, ἀλλὰ δόκιμον διὰ τὴν ἔνθεον μεταβολὴν, συναριθμεῖ αὐτὴν τοῖς ἁγίοις πᾶσι, καὶ εἰρηκώς· Πίστει Ἄβελ θυσίαν προσήνεγκε· πίστει Ἀβραὰμ τὸ καὶ τὸ ἐποίησε· πίστει Νῶε κιβωτὸν  εἰργάσατο· πίστει Μωϋσῆς τὰ καὶ τὰ ἐποίησε καὶ κατώρθωσε· καὶ πολλῶν  ἐφεξῆς  μνησθεὶς  ἁγίων,  τὸ τελευταῖον  ἐπήγαγε· Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο  τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα. Καὶ ὅρα πῶς μετὰ πολλῆς σοφίας ἐκέρασε τὴν ἑαυτῆς εὐγνωμοσύνην.  Ὅτε γὰρ ἀπεστάλησαν παρὰ τοῦ βασιλέως ζητοῦντες  τοὺς κατασκόπους,  λέγουσιν  αὐτῇ· Εἰ εἰσῆλθον  πρὸς  σὲ ἄνδρες; Ἡ δὲ πρὸς  αὐτούς·  Ναὶ, φησὶν,  εἰσῆλθον.  Πρῶτον  οἰκοδομεῖ  τὴν  ἀλήθειαν,   καὶ  οὕτως  ἐπάγει  τὸ  ψεῦδος. Οὐδέποτε  γὰρ  καθ'  αὑτὸ  τὸ  ψεῦδος  πιστεύεται,  ἐὰν  μὴ  προλαβὸν  ἐνδείξηται   τὴν ἀλήθειαν· διὰ τοῦτο οἱ πιθανῶς ψευδόμενοι πρῶτον λέγουσι τἀληθῆ καὶ πᾶσιν ὡμολογημένα,  καὶ  τότε  ἐπάγουσι  τὰ  ψευδῆ  καὶ  ἀμφιβαλλόμενα.   Εἰσῆλθον πρὸς  σὲ κατάσκοποι;  Λέγει, Ναί·  εἰ  γὰρ  εἶπεν  ἐξ  ἀρχῆς,  Οὒ, προεκαλεῖτο  εἰς  ἔρευναν  τοὺς ἐπελθόντας· ἀλλὰ,  Καὶ εἰσῆλθον,  φησὶ, καὶ ἐξῆλθον  τῇδε τῇ ὁδῷ, καταδιώξατε,  καὶ καταλήψεσθε αὐτούς. Ὢ καλοῦ ψεύδους· ὢ καλοῦ δόλου οὐ προδιδόντος τὰ θεῖα, ἀλλὰ φυλάττοντος  τὴν  εὐσέβειαν.  Εἰ  τοίνυν   τὴν  Ῥαὰβ  ἐκείνην   ἡ  μετάνοια   σωτηρίας τοσαύτης ἠξίωσε, καὶ διὰ στόματος ἁγίων κηρύττεται, Ἰησοῦ μὲν τοῦ Ναυῆ βοῶντος ἐν τῇ  ἐρήμῳ·  Ζήτω  Ῥαὰβ  ἡ  πόρνη,  Παύλου  δὲ  λέγοντος,   Πίστει  Ῥαὰβ  ἡ  πόρνη  οὐ συναπώλετο  τοῖς  ἀπειθήσασι, πόσῳ  μᾶλλον  ἡμεῖς,  ἐὰν  προσάγωμεν  τὴν  μετάνοιαν, δεξόμεθα  τὴν  σωτηρίαν; Μετανοίας  νῦν  ὁ παρὼν  καιρός· πολὺς  γὰρ  ὁ φόβος  τῶν ἐπικειμένων    ἡμῖν   ἁμαρτημάτων,   ἂν   μὴ   προλάβοι   τὴν   τιμωρίαν    ἡ   μετάνοια. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· σβέσωμεν τὴν πυρκαϊὰν τῶν ἁμαρτημάτων, οὐχ ὕδασι πολλοῖς, ἀλλὰ μικροῖς δάκρυσι. Πολὺ τὸ πῦρ τῆς ἁμαρτίας, καὶ ὀλίγῳ  δακρύῳ  σβέννυται·  τὸ  γὰρ  δάκρυον  σβέννυσι  πυρκαϊὰν  ἁμαρτημάτων,   καὶ ἀποπλύνει  δυσωδίαν ἁμαρτίας. Μαρτυρεῖ ∆αυῒδ ὁ μακάριος λέγων,  καὶ δεικνύων  τὴν δύναμιν  τῶν δακρύων ὅσον ἰσχύει· Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ μὴν εἰ τὴν ἀφθονίαν ἐβούλετο δεῖξαι τῶν  δακρύων, ἤρκει τὸ εἰπεῖν· Ἐν δάκρυσί μου τὴν στρωμνήν  μου βρέξω. ∆ιὰ τί οὖν προέταξε  τὸ,  Λούσω; Ἵνα  δείξῃ  ὅτι  λουτρόν  ἐστι  καὶ  καθάρσιον  ἁμαρτημάτων  τὰ δάκρυα.  ʹ. Πάντων τῶν κακῶν αἴτια τὰ ἁμαρτήματα. ∆ιὰ τὰ ἁμαρτήματα λῦπαι, διὰ τὰ ἁμαρτήματα ταραχαὶ, διὰ τὰ ἁμαρτήματα πόλεμοι, διὰ τὰ ἁμαρτήματα νόσοι, καὶ πάντα ὅσα ἡμῖν προσπίπτει δυσίατα πάθη. Ὥσπερ οὖν οἱ ἄριστοι τῶν ἰατρῶν οὐ τὰ φαινόμενα πάθη ἐξετάζουσιν, ἀλλὰ τὴν αἰτίαν  τῶν  φαινομένων ἐπιζητοῦσιν· οὕτω καὶ ὁ Σωτὴρ βουλόμενος δεῖξαι πάντων τῶν κακῶν τῶν ἐν ἀνθρώποις αἰτίαν τὴν ἁμαρτίαν, φησὶ τῷ παραλελυμένῳ  τὸ σῶμα· ἐπειδὴ εἶδεν αὐτὸν ὁ ἰατρὸς τῶν ψυχῶν  πρότερον τὴν ψυχὴν παραλυθέντα,   καὶ  τότε  τὸ  σῶμα,  λέγει   πρὸς  αὐτόν·  Ἴδε,  ὑγιὴς  γέγονας,   μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Οὐκοῦν καὶ τῆς προλαβούσης ἀῤῥωστίας αἴτιον ἡ ἁμαρτία· τοῦτο καὶ ζημίας αἴτιον· τοῦτο καὶ λύπης, τοῦτο καὶ συμφορᾶς  ἁπάσης ὑπόθεσις γίνεται. Πλὴν θαυμάζω ἐκεῖνο, πῶς τὴν λύπην ἀπ' ἀρχῆς τῷ ἀνθρώπῳ δοὺς ὁ Θεὸς διὰ τὴν ἁμαρτίαν τῇ ἀποφάσει τὴν ἀπόφασιν λύει, καὶ τῇ καταδίκῃ τὴν καταδίκην ἐκβάλλει·  καὶ  ὅπως,  ἄκουε.  Ἐδόθη  λύπη  διὰ  τὴν  ἁμαρτίαν,  καὶ  διὰ  λύπης  λύεται ἁμαρτία. Πρόσεχε ἀκριβῶς· τῇ γυναικὶ  ἀπειλῶν  ὁ Θεὸς, καὶ διὰ τὴν  παράβασιν  τὴν τιμωρίαν  ἐπάγων,  φησὶ  πρὸς  αὐτήν·  Ἐν λύπαις  τέξῃ  τέκνα· καὶ  ἔδειξε  καρπὸν  τῆς ἁμαρτίας, τὴν λύπην· ἀλλ', ὢ τοῦ μεγαλοδώρου! ὃ ἔδωκεν εἰς τιμωρίαν, μετέβαλεν εἰς σωτηρίαν. Ἁμαρτία λύπην  ἐγέννησε· λύπη τὴν ἁμαρτίαν ἀνάλωσε, καὶ ὥσπερ σκώληξ ἀπὸ τοῦ ξύλου τικτόμενος, αὐτὸ δαπανᾷ τὸ ξύλον· οὕτω καὶ ἡ λύπη τεχθεῖσα ἀπὸ τῆς ἁμαρτίας, ἀναλίσκει τὴν ἁμαρτίαν, διὰ τῆς μετανοίας προσαγομένη. ∆ιὰ τοῦτό φησιν ὁ Παῦλος· Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν  εἰς σωτηρίαν ἀμεταμέλητον  ἐργάζεται. Καλὴ ἡ λύπη τοῖς γνησίως μετανοοῦσι· πρέπει τοῖς ἁμαρτάνουσι τὸ ὑπὲρ τῆς ἁμαρτίας πένθος· Μακάριοι γὰρ οἱ πενθοῦντες,  ὅτι αὐτοὶ παρακληθήσονται. Πένθησον τὴν ἁμαρτίαν, ἵνα μὴ θρηνήσῃς τὴν τιμωρίαν· ἀπολόγησαι τῷ κριτῇ, πρὶν ἔλθῃς εἰς τὸ κριτήριον. Ἢ οὐκ οἶδας, ὅτι πάντες οἱ βουλόμενοι δυσωπῆσαι τὸν κριτὴν, οὐκ ἐν αὐτῇ τῇ ἐτάσει τῆς δίκης θεραπεύουσιν, ἀλλὰ πρὶν εἰσελθεῖν εἰς τὸ κριτήριον, ἢ διὰ φίλων, ἢ διὰ προστατῶν, ἢ δι' ἑτέρου τρόπου τινὸς τὸν δικαστὴν θεραπεύουσιν; Οὐκοῦν καὶ ἐπὶ τοῦ Θεοῦ ἐν τῷ καιρῷ τοῦ βήματος οὐκ ἔστι πεῖσαι τὸν  δικαστήν· πρὸ δὲ τοῦ καιροῦ τῆς κρίσεως δυνατὸν δυσωπῆσαι τὸν κριτήν. ∆ιόπερ ἔλεγεν  ὁ ∆αυΐδ· Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ἐκεῖ τὸν μέγαν  κριτὴν  οὐ παραλογίζεται  ῥητόρων  τέχνη·  οὐ δυσωπεῖ δυναστεία· ἀξιώματι οὐ πείθεται· πρόσωπον οὐκ αἰσχύνεται· χρήμασιν οὐ διαφθείρεται, ἀλλὰ   φοβερά   ἐστι   καὶ   ἀδυσώπητος   ἡ   δικαιοκρισία.   Ἐνταῦθα   οὖν   τὸν   κριτὴν δυσωπήσωμεν,  καὶ παρακαλέσωμεν·  ἐνταῦθα  παντὶ  σθένει  καθικετεύσωμεν,  ἀλλ' οὐ χρήμασι· μᾶλλον δὲ, εἰ χρὴ τἀληθῆ λέγειν, πείθεται καὶ χρήμασιν ὁ φιλάνθρωπος,  οὐκ αὐτὸς  δεχόμενος,  ἀλλὰ  διὰ  τῶν  πενήτων.  ∆ὸς πενομένῳ  χρήματα,  καὶ  τὸν  κριτὴν ἐδυσώπησας. Ταῦτα δὲ λέγω  οἰκειούμενος  ὑμᾶς, ἐπειδὴ μετάνοια  ἐκτὸς ἐλεημοσύνης νεκρά   ἐστι  καὶ   ἄπτερος·  οὐ  δύναται   μετάνοια   πτερωθῆναι,   μὴ  ἔχουσα  πτερὸν ἐλεημοσύνης.   ∆ιὰ  τοῦτο  τῷ  καλῶς   μετανοήσαντι   Κορνηλίῳ  πτερὸν   ἐγένετο   τῆς εὐσεβείας  ἡ  ἐλεημοσύνη·  Αἱ ἐλεημοσύναι  σου γὰρ,  φησὶ,  καὶ  αἱ  προσευχαί  σου εἰς οὐρανὸν  ἀνέβησαν. Ὡς εἰ μὴ εἶχε  πτερὸν  τὴν  ἐλεημοσύνην  ἡ μετάνοια,  οὐκ ἂν  εἰς οὐρανὸν ἐχώρησεν. Ἀνέῳκται οὖν σήμερον ἐμπορεῖον ἐλεημοσύνης· ὁρῶμεν γὰρ τοὺς αἰχμαλώτους  καὶ τοὺς πένητας· ὁρῶμεν τοὺς ἐν ἀγορᾷ περιφερομένους,  ὁρῶμεν τοὺς βοῶντας, ὁρῶμεν τοὺς δακρύοντας, ὁρῶμεν τοὺς στένοντας· πανήγυρις ἡμῖν πρόκειται θαυμαστὴ, πανηγύρεως  δὲ οὐδὲν ἕτερόν ἐστιν ἐπάγγελμα, καὶ τῷ ἐμπόρῳ οὐδὲν ἕτερόν ἐστι φρόνημα, ἢ τὰ ἐν τοῖς ὠνίοις ὀλίγου μὲν ἀγοράσαι, πολλοῦ δὲ πωλῆσαι. Οὐχ οὗτος τῶν ἐμπόρων ἑκάστου ὁ σκοπός; μὴ δι' ἕτερόν τι ἐπιβάλλεταί  τις τῇ ἐμπορίᾳ, ἢ ἵνα τὰ μικροῦ   ἐωνημένα   μεγάλου   διαπωλήσῃ,   καὶ   ἄρῃ  πολυπλασιαζομένην    αὐτῷ   τὴν ἐμπορίαν; Τοιαύτην  οὖν  πανήγυριν  προέθηκεν  ἡμῖν  ὁ Θεός· ὀλίγου  τὰς δικαιοσύνας ἀγόρασον, ἵνα πολλοῦ μεταπωλήσῃς ἐν τῷ μέλλοντι· εἴ γε δεῖ μετάπρασιν εἰ πεῖν τὴν ἀνταπόδοσιν. Ἐνταῦθα δι' ὀλίγων  ἀγοράζεται δικαιοσύνη, δι' εὐτελοῦς κλάσματος ἄρτου, δι' εὐτελοῦς ἱματίου, διὰ ποτηρίου ψυχροῦ· Ὃς ποτίσῃ ποτήριον ψυχροῦ, ἀμὴν λέγω ὑμῖν, φησὶν ὁ τῆς πνευματικῆς  ἐμπορίας διδάσκαλος, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Ποτήριον ψυχροῦ  ἔμμισθον, ἱμάτια  καὶ χρήματα  διδόμενα  δι' εὐεργεσίαν  οὐκ ἔμμισθα; Τοὐναντίον μὲν οὖν καὶ πολύμισθα. ∆ιὰ τί οὖν ποτήριον ἐμνημόνευσε ψυχροῦ; Ἀδάπανον εἶπεν ἐλεημοσύνην·  τῷ γὰρ ψυχρῷ  οὔτε ξύλον  ἀναλίσκεις,  οὔτε ἕτερόν τι προσδαπανᾷς.  Εἰ δ' ὅπου  ἀδάπανος  ἡ δόσις, τοσαύτη  τῆς  εὐεργεσίας  ἡ χάρις,  ἔνθα ἱματίων   ἀφθονία,   χρημάτων   χορηγία,   τῶν   ἄλλων   ἀγαθῶν   ἡ  περιουσία,  πόσον ἀπεκδέχεσθαι χρὴ μισθὸν παρὰ τοῦ δικαίου κριτοῦ; Ἐν ὅσῳ οὖν πρόκεινται  αἱ ἀρεταὶ ὀλίγου  πωλούμεναι,  παρὰ τοῦ  μεγαλοδώρου  λάβωμεν,  ἁρπάσωμεν,  ἀγοράσωμεν.  Οἱ διψῶντες,   φησὶ,  πορεύεσθε  ἐφ'  ὕδωρ,  καὶ  ὅσοι  μὴ  ἔχετε   ἀργύριον,   βαδίσαντες ἀγοράσατε. Ἐν ὅσῳ πρόκειται ἡ πανήγυρις,  ἀγοράσωμεν ἐλεημοσύνας, μᾶλλον  δὲ διὰ τῆς ἐλεημοσύνης ἀγοράσωμεν τὴν σωτηρίαν. Χριστὸν ἐνδύεις, πτωχὸν  ἐνδύων. Ταῦτα, φησὶν, οἶδα καλῶς καὶ ἀκριβῶς· ταῦτα προμεμάθηκα, οὐ σὺ πρῶτος ἐδίδαξας· οὐ παρὰ σοῦ τοῦτο πρῶτον  ἀκηκόαμεν· οὐ ξένα κηρύττεις, ἀλλ' ἃ πολλάκις  ἡμᾶς πολλοὶ  τῶν παρόντων   ἐδίδαξαν.   Οἶδα  καὶ  αὐτὸς,  οἶδα,  ὅτι  ταῦτα  καὶ  τὰ  τοιαῦτα   πολλάκις μεμαθήκατε, ἀλλ' εἴθε πολλάκις μαθόντες, κἂν ὀλίγον τὸ καλὸν εἰργαζώμεθα. Ὁ ἐλεῶν πτωχὸν  δανείζει  Θεῷ. Θεῷ δανείσωμεν  τὴν  ἐλεημοσύνην,  ἵνα  παρ' αὐτοῦ  λάβωμεν φιλανθρωπίας ἀντίδοσιν. Ἀλλ' ὢ τοῦ σοφωτάτου ῥήματος.! Ὁ ἐλεῶν πτωχὸν  δανείζει Θεῷ. ∆ιὰ τί οὖν οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἀλλὰ, ∆ανείζει; Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν· προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν  βλέπουσα τὸν πλεονασμὸν  ζητεῖ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς· Ὁ ἐλεῶν  πτωχὸν  δίδωσι Θεῷ, ἵνα  μὴ  ἁπλῆν  τὴν  ἀντιμισθίαν   νομίσῃς·  ἀλλ'  Ὁ  ἐλεῶν  πτωχὸν   δανείζει  Θεῷ. Εἰ δανείζεται Θεὸς παρ' ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστι. Τί οὖν θέλεις αὐτὸν ἔχειν, κριτὴν ἢ χρεώστην; Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα· ὁ κριτὴς οὐ δυσωπεῖται τὸν δανειζόμενον.


ζʹ. Ἀναγκαῖον  δὲ καὶ καθ' ἕτερον τρόπον ἰδεῖν, τίνος  ἕνεκεν  ὁ Θεὸς εἶπεν, ὅτι Ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ. Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν  ῥέπουσαν εἰς πλεονασμὸν,  ὡς  ἔφθην  εἰπὼν,  καὶ μηδαμοῦ  τὸν  χρήματα  ἔχοντα  δανείζειν  θέλοντα ἄνευ ἀσφαλείας· ἀπαιτεῖ γὰρ ὁ δανείζων  ἢ ὑποθήκην, ἢ ἐνέχυρα, ἢ τὸν ἀντιφωνοῦντα, καὶ  διὰ  τῶν  τριῶν  τούτων   ἀσφαλειῶν   ἐμπιστεύει  τὰ  ἑαυτοῦ  χρήματα,  ἢ  ἐγγύας δεχόμενος,  ὡς ἔφθην  εἰπὼν,  ἢ ὑποθήκην  πραγμάτων,  ἢ ἐνέχυρα· ἐπειδὴ οὖν εἶδεν  ὁ Θεὸς, ὅτι ἐκτὸς τούτων  οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων  δὲ τούτων  ἔρημος ὁ πτωχὸς, οὐχ ὑποθήκην  ἔχων· οὐ κέκτηται γὰρ  οὐδέν·  οὐκ  ἐνέχυρα  φέρων·  γεγύμνωται   γάρ·  οὐ  τὸν  ἀντιφωνοῦντα παρέχων· ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν· ὡς οὖν εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ, καὶ τὸν  ἔχοντα  χρήματα  κινδυνεύοντα  διὰ  τὴν  ἀπανθρωπίαν,   μέσον  ἑαυτὸν  παρενέθηκεν, ἐχέγγυον  μὲν τῷ  πένητι,  ἐνέχυρον  δὲ τῷ  δανείζοντι.  Ἀπιστεῖς τούτῳ,  φησὶ, διὰ τὴν ἀπορίαν,  ἐμοὶ πίστευσον διὰ τὴν  ἀφθονίαν.  Εἶδε τὸν  πτωχὸν,  καὶ ἠλέησεν· εἶδε τὸν πτωχὸν, καὶ οὐ παρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν  ἔχοντι, καὶ τῷ ἀπόρῳ παρέστη διὰ πολλὴν ἀγαθότητα, ἐπαληθεύοντος τοῦ μακαρίου ∆αυῒδ τῇ φιλανθρωπίᾳ ταύτῃ, καὶ λέγοντος·  Ὅτι παρέστη ἐκ δεξιῶν πένητος. Ὁ ἐλεῶν  πτωχὸν δανείζει  Θεῷ. Θάρσει, φησὶν, ἐμοὶ δανείζεις. Καὶ τί τοσοῦτον κερδαίνω  σοι δανείζων; Μάλιστα μὲν οὖν παρανομώτατον  παρὰ Θεοῦ λόγον ἀπαιτεῖν· πλὴν ἵνα συγκαταβῶ σου τῇ  ἀνομίᾳ,  καὶ  λύσω  τῇ  φιλανθρωπίᾳ τὴν  ἀποτομίαν,  ἀντεξετάσωμεν  πρὸς  ταῦτα. ∆ανείζων τοῖς ἄλλοις τί κερδαίνεις; τί παρ' αὐτῶν εἰς πλεονασμὸν ἐπιζητεῖς; οὐχ ἑκατοστὴν, ἐὰν τὴν ἔννομον  ζητήσῃς; Ἐὰν δὲ πλεονάσῃς  τὴν ἀπληστίαν,  διπλῆν  καὶ τριπλῆν  καρπώσῃ τὴν ἀδικίαν. Ἐγὼ δέ σου νικῶ τὴν πλεονεξίαν· ὑπερβαίνω  σου τὴν ὄρεξιν τῆς ἀπληστίας· καλύπτω τῇ ἐμῇ ἀφθονίᾳ τὴν σὴν ἀμετρίαν. Σὺ ἑκατοστὴν ζητεῖς, ἐγὼ  δὲ  ἑκατονταπλασίονα   δίδωμί  σοι. Εἶτα δανείζῃ,  Κύριε· καὶ  δανείζῃ  παρ'  ἐμοῦ ἐνταῦθα  τὴν  εἰς  τὸν  πτωχὸν  ἐλεημοσύνην,  ἵνα  πότε  μοι ταῦτα  ἀποδῷς;  Ἀπαιτῶ  τὰ σύμφωνα,  στηρίξαι βουλόμενος  τὸ συνάλλαγμα.  ∆ός μοι τῆς ἀντιδόσεως  τὸν καιρόν· ὅρισον τῆς ἀπολήψεως  τὴν προθεσμίαν. Μάλιστα μὲν οὖν τοῦτο περιττόν· Πιστὸς γὰρ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. Ἐπειδὴ δὲ ἔθος καὶ σκοπὸς τῷ δανειζομένῳ εὐγνωμόνως,  χρόνους μετρεῖν, καὶ ἡμέρας ὁρίζειν, ἄκουε πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν  ὁ διὰ τοῦ πτωχοῦ  δανεισάμενος.  Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου  ἐπὶ θρόνου  δόξης  αὐτοῦ,  καὶ  στήσῃ τὰ  μὲν  πρόβατα  ἐκ δεξιῶν  αὐτοῦ,  τὰ  δὲ ἐρίφια  ἐξ εὐωνύμων,  καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν· ἐνταῦθα  πρόσεχε πῶς ὁ χρεώστης εὐγνώμων  περὶ τὸν δανείσαντα, πῶς ὁ δανεισάμενος μετὰ πολλῆς χάριτος ἀποδίδωσι· ∆εῦτε οἱ εὐλογημένοι  τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην  ὑμῖν βασιλείαν  ἀπὸ καταβολῆς κόσμου. Ὑπὲρ τίνων;  Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·  ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με· ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ· ἀσθενὴς ἤμην, καὶ ἐπεσκέψασθέ με· ξένος ἤμην, καὶ συνηγάγετέ  με. Εἶτα οἱ καλῶς  ἐν καιρῷ διακονήσαντες,   εἰς   τὴν   οἰκείαν   ἀσθένειαν   ἀφορῶντες,   καὶ   εἰς   τὴν   ἀξίαν   τοῦ δανεισαμένου,  λέγουσι· Κύριε, πότε σε εἴδομεν πεινῶντα,  καὶ ἐθρέψαμεν;  ἢ διψῶντα, καὶ ἐποτίσαμεν; εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων  ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν ἀφθονίᾳ; Ὢ τῆς πολλῆς ἀγαθότητος! κρύπτει τὴν ἀξίαν διὰ φιλανθρωπίαν· Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν· ὢ τῆς πολλῆς ἀγαθότητος, ὢ τῆς ἀμέτρου χρηστότητος! ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, καὶ ἀνοίγων  τὰς χεῖρας, καὶ ἐμπιπλῶν  πᾶν ζῶον εὐδοκίας, Ἐπείνων, φησὶ, καὶ ἐδώκατέ μοι φαγεῖν· οὐ τῆς ἀξίας ἐλαττουμένης, ἀλλὰ τῆς φιλανθρωπίας  τοὺς  πτωχοὺς  ἐγγυωμένης.  Ἐδίψησα, καὶ  ἐποτίσατέ  με. Τίς ὁ  ταῦτα λέγων;  Ὁ λίμναις  καὶ ποταμοῖς καὶ πηγαῖς τῶν ὑδάτων  τὴν φύσιν ἐγχέων· ὁ διὰ τῶν Εὐαγγελίων φάσκων, ὅτι Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ὁ εἰπὼν,  Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ἀλλὰ, Γυμνὸς ἤμην,   φησὶ, καὶ  ἐνεδύσατέ  με. Ἐνεδύσαμεν  τὸν  ἐνδύοντα  τὸν οὐρανὸν ἐν νεφέλαις, τὸν ἐνδύοντα τὴν Ἐκκλησίαν ἅπασαν, καὶ τὴν οἰκουμένην. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἐν φυλακῇ  ἤμην· ἐν φυλακῇ  σὺ ὁ ἐξάγων πεπεδημένους; Ἑρμήνευσον ἃ λαλεῖς· ἡ γὰρ ἀξία ἀρνεῖται τὰ λεγόμενα. Πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; πότε ταῦτα πεποιήκαμεν; Ἐφ' ὅσον, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων  πεποιήκατε, ἐμοὶ ἐποιήσατε. Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι Ὁ ἐλεῶν πτωχὸν δανείζει  Θεῷ; Καὶ ὅρα τὸ θαυμαστόν· οὐδὲν ἕτερον ὑπέμνησεν  ἔργον ἀρετῆς ἢ τοῦτο· καίτοι ἐδύνατο εἰπεῖν· ∆εῦτε οἱ εὐλογημένοι, ὅτι ἐσωφρονήσατε, ὅτι ἐπαρθενεύσατε, ὅτι ἀγγελικὴν  πολιτείαν  ἀνελάβετε· ἀλλὰ  σιωπᾷ ταῦτα, οὐχ ὅτι ἀνάξια μνήμης, ἀλλ' ὡς δεύτερα  φιλανθρωπίας. Ἀλλ' ὥσπερ τούτοις  τοῖς  ἐκ  δεξιῶν  διὰ  τὴν  φιλανθρωπίαν ἔδειξε  δεδωρημένην  τὴν  βασιλείαν· οὕτω  καὶ  τοῖς  ἐξ ἀριστερῶν  διὰ  τὴν  ἀκαρπίαν ἠπείλησε  τὴν  τιμωρίαν.  Πορεύεσθε οἱ  κατῃραμένοι  εἰς  τὸ  σκότος  τὸ  ἐξώτερον,  τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ∆ιὰ τί; ὑπὲρ τίνος; Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Οὐκ εἶπεν Ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε· κακὰ μὲν ὁμολογουμένως  καὶ ταῦτα, ἀλλὰ τῆς ἀπανθρωπίας  κατώτερα καὶ τῆς ἀνελεημοσύνης.  ∆ιὰ τί δὲ, ὦ Κύριε, οὐκ ἄλλων  ὁδῶν φέρεις μνήμην; Οὐ κρίνω, φησὶ, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν·  οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας· ὑπὲρ ἀπανθρωπίας  ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες   τοσοῦτον   καὶ  τηλικοῦτον   φάρμακον   σωτηρίας,  τὴν   ἐλεημοσύνην,   ἐν  ᾗ ἐξηλείφετο  πάντα  τὰ ἁμαρτήματα,  παρήκατε  τοσαύτην  εὐεργεσίαν. Ὀνειδίζω  τοίνυν τὴν ἀπανθρωπίαν  ὡς ῥίζαν κακίας καὶ πάσης ἀσεβείας· ἐπαινῶ  τὴν φιλανθρωπίαν ὡς ῥίζαν  πάντων   τῶν  ἀγαθῶν,  καὶ  ἀπειλῶ  τοῖς  μὲν  πῦρ  αἰώνιον,  τοῖς  δὲ  βασιλείαν οὐρανῶν  ἐπαγγέλλομαι.  Καλαί σου, ὦ  ∆έσποτα, καὶ  αἱ ἐπαγγελίαι·  καλή  σου καὶ  ἡ προσδοκωμένη βασιλεία, καὶ ἡ γέεννα πάλιν ἀπειλουμένη· ἡ μὲν προτρε πομένη, ἡ δὲ ἐκφοβοῦσα· προτρέπεται  γὰρ καλῶς  ἡ βασιλεία,  φοβεῖ  δὲ χρησίμως  ἡ γέεννα. Ἀπειλεῖ γὰρ γέενναν ὁ Θεὸς, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ, ἀλλ' ἵνα γεέννης ἀπαλλάξῃ. Εἰ γὰρ  ἐβούλετο   κολάσαι,  οὐκ  ἂν   προηπείλησεν,   ἵνα   ἀσφαλισάμενοι   φύγωμεν   τὰ ἀπειλούμενα.  Ἀπειλεῖ τὴν τιμωρίαν,  ἵνα φύγωμεν  τὴν πεῖραν τῆς τιμωρίας· φοβεῖ τῷ λόγῳ, ἵνα μὴ κολάσῃ τῷ ἔργῳ. ∆ανείσωμεν τοίνυν τῷ Θεῷ τὴν φιλανθρωπίαν, δανείσωμεν, ἵνα εὕρωμεν αὐτὸν χρεώστην, ὡς ἔφθην εἰπὼν, καὶ μὴ δικαστήν· αἰδεῖται γὰρ ὁ χρεώστης τὸν δανείσαντα, αἰδεῖται αὐτὸν καὶ δυσωπεῖται. Ἐὰν ἀπέλθῃ δανειστὴς εἰς θύραν χρεώστου, ἐὰν μὲν ᾖ ἄπορος, φεύγει· ἐὰν δὲ εὔπορος, μετὰ παῤῥησίας δέχεται αὐτόν. Ὅρα δέ μοι καὶ ἕτερον θαῦμα τοῦ δικαίου κριτοῦ ἐκ τῶν ἀνθρωπίνων παρατιθέμενον· ἐάν τινι ἐν πενίᾳ καθεστῶτι δανείσῃς, προέλθῃ δὲ εἰς εὐθηνίαν ὁ δανεισάμενος, καὶ δύνηταί σοι λοιπὸν ἀποδοῦναι τὸ χρέος, λανθάνει  τοὺς πολλοὺς, καὶ ἀποδίδωσιν, ἵνα μὴ αἰσχύνηται  ἐπὶ τῇ προτέρᾳ καταστάσει· καὶ χάριτας μὲν ὁμολογεῖ, κρύπτει δὲ τὴν εὐεργεσίαν, τὴν προτέραν ἔνδειαν  αἰσχυνόμενος.  Ὁ δὲ Θεὸς οὐχ οὕτω ποιεῖ,  ἀλλ' ἐν  κρυπτῷ  δανειζόμενος,  παῤῥησίᾳ τὸ  χρέος  ἀποδίδωσιν.  Ὅτε  μὲν  γὰρ λαμβάνει,  διὰ  λανθανούσης  ἐλεημοσύνης·  ὅτε  δὲ  ἀποδίδωσιν,  ἐπ' ὄψεσι  πάσης  τῆς δημιουργίας  ἀποδίδωσιν.  Ἀλλ' ἐρεῖ τις ἴσως· ∆ιὰ τί δὲ ὅλως ὥσπερ ἐμοὶ τῷ πλουσίῳ δέδωκεν,  οὐχὶ  καὶ  τῷ  πένητι  παραπλησίως  δέδωκεν;  Ἐδύνατο  μὲν  καὶ  σοὶ δοῦναι ὁμοίως, καὶ τῷ πένητι, ἀλλ' οὐκ ἠθέλησεν οὔτε σοῦ ἄκαρπον εἶναι τὸν πλοῦτον, οὔτε ἐκείνου  ἄμισθον  τὴν  πενίαν.  Σοὶ τῷ  πλουτοῦντι  δέδωκε  πλουτεῖν  ἐλεημοσύνῃ,  καὶ σκορπίζειν  ἐν  δικαιοσύνῃ·  Ἐσκόρπισε γάρ· ἔδωκε  τοῖς  πένησιν· ἡ δικαιοσύνη  αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὁρᾷς, ὅτι ὁ πλούσιος ἐκ τῆς ἐλεημοσύνης θησαυρίζει δικαιοσύνην αἰώνιον; ὅρα πάλιν καὶ τὸν πένητα· ἐπειδὴ οὐκ ἔχει πλοῦτον, ᾧ ἐργάσηται δικαιοσύνην, ἔχει  πενίαν,  ἐξ ἧς καρποῦται  ὑπομονὴν  αἰώνιον· Ἡ γὰρ ὑπομονὴ  τῶν  πενήτων  οὐκ ἀπολεῖται  εἰς τὸν αἰῶνα· ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.

Περί μετανοίας Ὁμιλία ηʹ

αʹ. Εἰ καὶ χθὲς ὑμῶν ἀπελείφθην,  ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς· ἀπελείφθην δὲ  σώματι,  οὐ  γνώμῃ·  ἀπελείφθην   ἀπουσίᾳ  σαρκὸς, οὐ  διαθέσει  διανοίας.  Καὶ γὰρ περιεπλεκόμην,  πρὸς ὃ ἐδυνάμην,  ἅπαντας  ὑμᾶς, καὶ ἐπὶ τῆς διανοίας  ἔφερον. Πάλιν, ἀδελφοὶ, τὴν πρόσκαιρον ταύτην νόσον παρέντες, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον  ὑμῶν  ἰδεῖν·  ἔτι  γὰρ  τὰ  λείψανα  τῆς  ἀῤῥωστίας  ἔχων  ἔδραμον  πρὸς  τὴν ὑμετέραν ἀγάπην. Οἱ μὲν γὰρ ἀῤῥωστοῦντες λουτρὰ καὶ βαλανεῖα μετὰ τὴν ἀῤῥωστίαν ζητοῦσιν· ἐγὼ  δὲ τὰ ποθούμενα  ὑμῶν  πρόσωπα ἄξιον  ἡγησάμην  θεάσασθαι, καὶ τὴν ὀφειλομένην  ἐπιθυμίαν  τῆς ἀκροάσεως ἀποπληρῶσαι, τὸ πέλαγος  τοῦτο τὸ μέγα, καὶ ἅλμην οὐκ ἔχον, τὴν θάλατταν  ταύτην τὴν κυμάτων ἀπηλλαγμένην. Ἦλθον ὑμῶν τὴν ἄρουραν τὴν κεκαθαρμένην  ἰδεῖν. Τίς γὰρ τοιοῦτος λι μὴν, οἷος ἡ Ἐκκλησία; τίς τοιοῦτος παράδεισος, ὡς ἡ σύνοδος ἡ ὑμετέρα; Οὐκ ἔστιν ἐνταῦθα  ὄφις ἐπιβουλεύων, ἀλλ' ὁ Χριστὸς μυσταγωγῶν· οὐκ ἔστιν Εὖα ὑποσκελίζουσα, ἀλλ' ἡ Ἐκκλησία ὀρθοῦσα· οὐκ ἔστιν ἐνταῦθα φύλλα  δένδρων,  ἀλλ' ὁ καρπὸς τοῦ πνεύματος· οὐκ ἔστιν ἐνταῦθα φραγμὸς  ἀκανθῶν,   ἀλλ'  ἄμπελος  εὐθηνοῦσα.  Ἐὰν  δὲ  ἄκανθαν   εὕρω,  εἰς  ἐλαίαν μεταφέρω· οὐ γὰρ ἀπορίᾳ φύσεως τὰ ἐνταῦθα, ἀλλ' ἐλευθερίᾳ προαιρέσεως τετίμηται· ἐὰν δὲ λύκον εὕρω, πρόβατον ποιῶ, οὐ τὴν φύσιν μεταβάλλων,  ἀλλὰ τὴν προαίρεσιν μεταφέρων.   ∆ιὰ  τοῦτο  οὐκ  ἂν  ἁμάρτοι  τις  τῆς  κιβωτοῦ  τὴν  Ἐκκλησίαν  μείζονα προσειπών. Ἡ μὲν γὰρ κιβωτὸς παρελάμβανε τὰ ζῶα, καὶ ἐφύλαττε ζῶα, ἡ δὲ Ἐκκλησία παραλαμβάνει  τὰ ζῶα καὶ μεταβάλλει. Οἷόν τι λέγω· Εἰσῆλθεν ἐκεῖ ἱέραξ, καὶ ἐξῆλθεν ἱέραξ· εἰσῆλθε  λύκος,  καὶ  ἐξῆλθε  λύκος·  εἰσῆλθέ  τις  ἱέραξ  ἐνταῦθα,  καὶ  ἐξέρχεται περιστερά·  εἰσέρχεται  λύκος,  καὶ  ἐξέρχεται  πρό βατον·  εἰσέρχεται  ὄφις,  καὶ ἐξέρχεται ἀρνίον, οὐ τῆς φύσεως μεταβαλλομένης,  ἀλλὰ τῆς κακίας ἐλαυνομένης.  ∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον. Ἡ γὰρ μετάνοια, δεινὴ καὶ φοβερὰ τῷ ἁμαρτωλῷ, φάρμακον τῶν πλημμελημάτων, δαπάνημα τῶν παρανομιῶν, ἀνάλωμα τῶν δακρύων, παῤῥησία πρὸς τὸν Θεὸν, ὅπλον  κατὰ τοῦ διαβόλου, μάχαιρα ἀποτέμνουσα αὐτοῦ τὴν κεφαλὴν, σωτηρίας ἐλπὶς, ἀπογνώσεως ἀναίρεσις· αὕτη τὸν οὐρανὸν ἀνοίγει, αὕτη εἰς τὸν παράδεισον εἰσάγει, αὕτη τοῦ διαβόλου περιγίνεται  διὰ δὴ τοῦτο συνεχῶς τὸν περὶ τούτου κινῶ λόγον, ὥσπερ καὶ τὸ θαῤῥεῖν ποιεῖ ὑποσκελίζεσθαι. Ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς· οὐ παύομαι συνεχῶς ταῦτα ἐπαλείφων  τὰ φάρμακα· καὶ γὰρ οἶδα ἡλίκον ὅπλον  ἐστὶ κατὰ τοῦ διαβόλου  τὸ μὴ ἀπογινώσκειν  ὑμᾶς. Ἂν  ἔχῃς  ἁμαρτήματα,  μὴ ἀπογνῷς· οὐ παύομαι ταῦτα συνεχῶς λέγων· κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει· καὶ ὅπερ ἐν ταῖς παλαιαῖς ποιοῦμεν οἰκίαις, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἐπιλανθανόμεθα·  τοῦτο καὶ ἐν ἡμῖν ποιῶμεν. Εἰ ἐπαλαιώθης σήμερον ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον  σεαυτὸν ἀπὸ τῆς μετανοίας.  Καὶ ἔνι, φησὶ, μετανοήσαντα  σωθῆναι; Καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίαις διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Πάνυ. Πόθεν δῆλον; Ἀπὸ τῆς  τοῦ  ∆εσπότου σου φιλανθρωπίας. Μὴ γὰρ  τῇ  μετανοίᾳ  σου θαῤῥῶ; μὴ γὰρ ἡ μετάνοιά σου ἰσχύει τοσαῦτα κακὰ ἀποσμήξασθαι; Εἰ ἡ μετάνοια μόνη ἦν,  εἰκότως  ἐφοβοῦ· ἐπειδὴ  δὲ τῇ  μετανοίᾳ  κεράννυται  Θεοῦ φιλανθρωπία,   θάῤῥει· Θεοῦ γὰρ φιλανθρωπίας μέτρον οὐκ ἔστιν, οὐδὲ λόγῳ ἑρμηνευθῆναι  δύναται  αὐτοῦ ἡ ἀγαθότης. Ἡ μὲν γὰρ σὴ κακία μέτρον ἔχει, τὸ δὲ φάρμακον μέτρον οὐκ ἔχει· ἡ σὴ κακία οἵα ἐὰν ᾖ, ἀνθρωπίνη  ἐστὶ κακία, ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἄφατος· καὶ θάῤῥει, ὅτι περιγίνεταί  σου τῆς κακίας. Ἐννόησον  σπινθῆρα  εἰς πέλαγος  ἐμπεσόντα· μὴ δύναται στῆναι  ἢ φανῆναι;  Ὅσον σπινθὴρ πρὸς πέλαγος,  τοσοῦτον κακία πρὸς τὴν  τοῦ Θεοῦ  φιλανθρωπίαν· μᾶλλον δὲ οὐδὲ τοσοῦτον, ἀλλὰ πολλῷ πλέον. Τὸ μὲν γὰρ πέλαγος, κἂν μέγα ᾖ, μέτρον ἔχει·  ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἀπεριόριστος. Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς   ῥᾳθυμοτέρους   ἐργάσωμαι,  ἀλλ'  ἵνα   σπουδαιοτέρους   καταστήσω.  Παρῄνεσα πολλάκις  εἰς θέατρον μὴ ἀναβαίνειν·  ἤκουσας, οὐκ ἐπείσθης· ἀνέβης  εἰς τὸ θέατρον, παρήκουσάς μου τοῦ λόγου· μὴ αἰσχυνθῇς πάλιν  εἰσελθεῖν, καὶ ἀκοῦσαι. Ἤκουσα, καὶ οὐκ ἐτήρησα, πῶς δύναμαι πάλιν εἰσελθεῖν; Τέως αὐτὸ τοῦτο οἶδας, ὅτι οὐκ ἐτήρησας· τέως  αἰσχύνῃ,  τέως  ἐρυθριᾷς, τέως  μηδενός  σε ἐλέγχοντος  τὸν  χαλινὸν  περιφέρεις, τέως τὸν λόγον μου ἔχεις ἐῤῥιζωμένον, τέως μὴ φαινομένου ἡ διδασκαλία μου καθαίρει σε. Οὐκ ἐτήρησας, κατέγνως σεαυτοῦ; εἰς τὸ ἥμισυ ἐτήρησας, κἂν μὴ τηρήσῃς, εἴπῃς δὲ, Οὐκ ἐτήρησα· ὁ γὰρ καταγνοὺς  ἑαυτοῦ ἐπὶ τῷ μὴ τηρῆσαι, ἐπὶ τὸ τηρῆσαι σπουδάζει. Ἐθεώρησας; εἰργάσω παρανομίαν;  αἰχμάλωτος  ἐγένου  τῆς πόρνης; κατέβης  ἀπὸ τοῦ θεάτρου; πάλιν   ἐμνήσθης;  ᾐσχύνθης; πρόσελθε. Ἐλυπήθης;  παρακάλεσον  τὸν Θεόν· ἀνέστης μέχρι τούτου. Οὐαί μοι, ἤκουσα, καὶ οὐκ ἐτήρησα· πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν;  πῶς  πάλιν  ἀκούσω;  Μᾶλλον  εἴσελθε,  ἐπειδὴ  οὐκ  ἐτήρησας,  ἵνα  πάλιν ἀκούσας τηρήσῃς. Φάρμακον ἐὰν ἐπιθῇ σοι ὁ ἰατρὸς, καὶ μὴ καθαρίσῃ σε, ἄλλην ἡμέραν οὐκ ἐπιτίθησιν αὐτὸ πάλιν; Ἔστι τις δρυοτόμος· θελέτω τέμνειν δρῦν, λαμβάνει ἀξίνην, κόπτει τὴν ῥίζαν· ἐὰν δῷ μίαν πληγὴν,  καὶ μὴ πέσῃ τὸ ἄκαρπον δένδρον, οὐ δίδωσιν ἄλλην  πληγὴν,  οὐ τὴν τετάρτην, οὐ τὴν πέμπτην, οὐ τὴν δεκάτην; Οὕτω καὶ σὺ ποίει· δρῦς ἐστιν ἡ πόρνη, ἄκαρπον δένδρον, βαλάνους ἐκφέρουσα χοίρων ἀλόγων τροφήν· ἐν πολλῷ χρόνῳ ἐῤῥιζώθη ἐν τῇ διανοίᾳ σου, ἐν τῇ περιβολῇ τῶν δένδρων κατέβαλέ σου τὸ συνειδός· ὁ λόγος  μου ἀξίνη  ἐστίν. Ἤκουσας μίαν  ἡμέραν· πῶς  εἰς μίαν  ἡμέραν πίπτει ἡ τοσούτῳ χρόνῳ ἐῤῥιζωμένη; Ἐὰν γὰρ δὶς, ἐὰν γὰρ τρὶς, ἐὰν γὰρ ἑκατοντάκις, ἐὰν γὰρ μυριάκις, οὐκ ἔστι θαυμαστόν· μόνον ἔκκοψον  πρᾶγμα πονηρὸν καὶ ἰσχυρὸν, συνήθειαν πονηράν. Μάννα ἤσθιον οἱ Ἰουδαῖοι, καὶ κρόμμυα ἐζήτουν τὰ ἐν Αἰγύπτῳ· Καλῶς ἦν ἡμῖν ἐν Αἰγύπτῳ· οὕτως αἰσχρὸν πρᾶγμα συνήθεια καὶ κάκιστον. Κἂν γὰρ εἰς δέκα ἡμέρας κατορθώσῃς, ἐὰν γὰρ εἰς εἴκοσιν, ἐὰν γὰρ εἰς τριάκοντα, οὐκ ἀγαπῶ, οὐ χάριν ἔχω, οὐ περιπτύσσομαί σε· μόνον μὴ ἀποκάμῃς, ἀλλὰ αἰσχύνου καὶ καταγίνωσκε.

βʹ. Πάλιν διελέχθην  περὶ ἀγάπης· ἤκουσας, ἀπῆλθες καὶ ἥρπασας; οὐκ ἐπεδείξω διὰ τῶν ἔργων τὸν λόγον; Μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν· αἰσχύνου ἁμαρτάνων,  μὴ αἰσχύνου  μετανοῶν.  Πρόσεχε τί  ἐποίησέ σοι ὁ διάβολος.  ∆ύο ταῦτά ἐστιν, ἁμαρτία καὶ μετάνοια· ἁμαρτία τραῦμα, μετάνοια  φάρμακον. Ὥσπερ γὰρ ἐν τῷ σώματι τραύματα καὶ φάρμακα· οὕτω καὶ ἐν τῇ ψυχῇ ἁμαρτήματα καὶ μετάνοια· ἀλλ' ἡ ἁμαρτία τὴν αἰσχύνην  ἔχει, ἡ δὲ μετάνοια τὴν παῤῥησίαν κέκτηται. Πρόσεχέ μοι μετὰ ἀκριβείας, παρακαλῶ, ἵνα μὴ τὴν τάξιν συγχέων ἀπολέσῃς τὴν ὠφέλειαν.  Ἔστι τραῦμα καὶ φάρμακον, ἁμαρτία καὶ μετάνοια· τὸ τραῦμα ἡ ἁμαρτία, τὸ φάρμακον ἡ μετάνοια· ἐν τῷ τραύματι σηπεδὼν, ἐν τῷ φαρμάκῳ καθαρισμὸς σηπεδόνος· ἐν τῇ ἁμαρτίᾳ σηπεδὼν, ἐν τῇ ἁμαρτίᾳ ὄνειδος, ἐν τῇ ἁμαρτίᾳ γέλως· ἐν τῇ μετανοίᾳ παῤῥησία, ἐν τῇ μετανοίᾳ ἐλευθερία,  ἐν  τῇ  μετανοίᾳ  καθαρισμὸς  ἁμαρτήματος.  Πρόσεχε μετὰ  ἀκριβείας.  Τῇ ἁμαρτίᾳ  αἰσχύνη  ἕπεται,  τῇ  μετανοίᾳ  παῤῥησία ἀκολουθεῖ.  Προσέσχες ᾧ  λέγω;  Τὴν τάξιν ὁ Σατανᾶς ἀντέστρεψε, καὶ ἔδωκε τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ, καὶ τὴν αἰσχύνην τῇ μετανοίᾳ.  Οὐκ ἀφίσταμαι  ἕως  ἑσπέρας,  ἕως  οὗ  αὐτὸ  λύσω·  δεῖ  με  τὴν  ὑπόσχεσιν πληρῶσαι·  ἀμήχανόν   με  ἀποστῆναι.  Ἔστι  τραῦμα  καὶ  φάρμακον·  τὸ  τραῦμα  τὴν σηπεδόνα  ἔχει,  τὸ  φαρμάκον  τὸν  καθαρισμὸν  τῆς  σηπεδόνος  κέκτηται.  Μὴ ἐν  τῷ φαρμάκῳ σηπεδών; μὴ ἐν τῷ τραύματι ἴασις; οὐκ ἔχει ταῦτα τὴν οἰκείαν τάξιν, κἀκεῖνα τὴν οἰκείαν; μὴ δύναται μεταβῆναι τοῦτο πρὸς ἐκεῖνο, ἢ ἐκεῖνο πρὸς τοῦτο; Οὐδαμῶς. Ἔλθωμεν  λοιπὸν  ἐπὶ τῆς ψυχῆς  τῶν  ἁμαρτημάτων.  Ἡ ἁμαρτία τὴν αἰσχύνην  ἔχει, ἡ ἁμαρτία τὸ ὄνειδος ἔχει, καὶ τὴν ἀτιμίαν συγκεκληρωμένην· ἡ μετάνοια τὴν παῤῥησίαν ἔχει, ἡ μετάνοια τὴν νηστείαν  ἔχει, ἡ μετάνοια τὴν δικαιοσύνην κέκτηται· Λέγε γὰρ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς· καὶ, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Εἰδὼς οὖν ὁ Σατανᾶς, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα  δυνάμενον,  ἡ δὲ μετάνοια  ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετανοοῦντα, ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ. Πόθεν τοῦτο; ἐγὼ λέγω. Ἁλίσκεταί τις ὑπὸ ἐπιθυμίας  χαλεπῆς   πρὸς  πάνδημον   πόρνην·  ἀκολουθεῖ  τῇ  πόρνῃ  ὡς  αἰχμάλωτος· εἰσέρχεται εἰς τὸ καταγώγιον·  οὐκ αἰσχυνόμενος, οὐκ ἐρυθριῶν συμπλέκεται τῇ πόρνῃ, πράττει  τὴν  ἁμαρτίαν· οὐδαμοῦ  αἰσχύνη  αὐτῷ,  οὐδαμοῦ  ἐρυθριᾷ· ἐξέρχεται  ἐκεῖθεν μετὰ τὸ τέλος τῆς ἁμαρτίας, καὶ ἵνα μετανοήσῃ αἰσχύνεται. Ἄθλιε, ὅτε περιεπλέκου τῇ πόρνῃ, οὐκ ᾐσχύνου, ἀλλ' ὅτε ἦλθες μετανοῆσαι, τότε αἰσχύνῃ; Αἰσχύνεται, εἰπέ; εἰς τί ὅτε ἐπόρνευσεν  οὐκ ᾐσχύνετο; Τὸ πρᾶγμα πράττει,  καὶ οὐκ αἰσχύνεται,  καὶ τὸ ῥῆμα ἐρυθριᾷ; ∆ιαβόλου δέ ἐστι κακουργία αὕτη. Ἐν τῇ ἁμαρτίᾳ οὐκ ἀφίησιν αὐτὸν αἰσχύνεσθαι, ἀλλὰ δημοσιεύεσθαι· οἶδε γὰρ, ὅτι ἐὰν αἰσχυνθῇ, φεύγει τὴν ἁμαρτίαν· ἐν τῇ μετανοίᾳ ποιεῖ αὐτὸν αἰσχύνεσθαι, οἶδε γὰρ ὅτι αἰσχυνόμενος οὐ μετανοεῖ. ∆ύο κακὰ ποιεῖ, καὶ εἰς τὴν ἁμαρτίαν  ἕλκει, καὶ τὴν μετάνοιαν  ἐπέχει. Τί αἰσχύνῃ λοιπόν; Ὅτε ἐπόρνευες, οὐκ ᾐσχύνου· ὅτε τὸ φάρμακον ἐπιτίθης, αἰσχύνῃ; ὅτε ἀπαλλάττεις  ἑαυτὸν ἁμαρτίας, αἰσχύνῃ; Τότε ὤφειλες αἰσχύνεσθαι, τότε ἔδει σε αἰσχύνεσθαι, ὅτε ἡμάρτανες. Ὅτε ἐγίνου ἁμαρτωλὸς, οὐκ ᾐσχύνου· ὅτε γίνῃ δίκαιος, αἰσχύνῃ; Λέγε τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.  Ὦ φιλανθρωπία ∆εσπότου. Οὐκ εἶπεν, Ἵνα μὴ κολασθῇς, ἀλλ' Ἵνα δικαιωθῇς· οὐκ ἤρκει αὐτῷ, ὅτι οὐ κολάζεις αὐτὸν, ἔτι καὶ δίκαιον ποιεῖς; Καὶ πάνυ. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. ∆ίκαιον αὐτὸν ποιῶ. Καὶ ποῦ τοῦτο ἐποίησεν; Ἐπὶ τοῦ λῃστοῦ, ἵνα εἴπῃ μόνον ἐκεῖνο, Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, τῷ ἑταίρῳ αὐτοῦ. Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν.  Λέγει πρὸς αὐτὸν ὁ Σωτήρ· Σήμερον  μετ' ἐμοῦ  ἔσῃ ἐν  τῷ  παραδείσῳ. Οὐκ εἶπεν,  Ἀπαλλάττω  σε κολάσεως  καὶ τιμωρίας,  ἀλλ' εἰς τὸν  παράδεισον εἰσάγει αὐτὸν  δίκαιον.  Εἶδες ἀπὸ ἐξομολογήσεως δίκαιον  γενόμενον;  Πολὺ φιλάνθρωπός ἐστιν ὁ Θεός· Υἱοῦ οὐκ ἐφείσατο, ἵνα δούλου φείσηται· παρέδωκε τὸν Μονογενῆ, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας· τὸ αἷμα τοῦ Υἱοῦ αὐτοῦ τιμὴν  κατέβαλεν.  Ὦ φιλανθρωπία ∆εσπότου. Καὶ μή μοι λέγε πάλιν·  Ἥμαρτον πολλὰ, καὶ πῶς δυνήσομαι σωθῆναι; Σὺ οὐ δύνασαι, ὁ ∆εσπότης σου δύναται, καὶ οὕτως ὡς ἐξαλεῖψαι  τὰ ἁμαρτήματα. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· οὕτως  ἐξαλείφει  τὰ ἁμαρτήματα, ὡς μήτε ἴχνος  αὐτῶν  μεῖναι. Ἐπὶ μὲν γὰρ τῶν  σωμάτων  οὐκ ἔνι τοῦτο, ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν· ἀλλὰ πολλάκις ἐπλήγη τις εἰς τὴν ὄψιν, καὶ τὸ μὲν τραῦμα διώρθωσεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν,  ἔλεγχον  τοῦ τραύματος περιφέρουσα τὴν ἀμορφίαν τῆς ὄψεως· καὶ φιλονεικεῖ  μυρία ὁ ἰατρὸς ἐξαλεῖψαι καὶ τὴν οὐλὴν, οὐ δύναται δέ· ἀντιπίπτει  γὰρ αὐτῷ ἡ  ἀσθένεια  τῆς  φύσεως,  καὶ   τὸ  ἀνίσχυρον  τῆς  τέχνης,  καὶ  τὸ  εὐτελὲς  τῶν φαρμάκων. Ὁ δὲ Θεὸς ὅταν ἐξαλείφῃ  τὰ ἁμαρτήματα, οὐδὲ οὐλὴν ἀφίησιν, οὐδὲ ἴχνος συγχωρεῖ  μεῖναι,  ἀλλὰ  μετὰ  τῆς  ὑγιείας  καὶ  τὴν  εὐμορφίαν   χαρίζεται,  μετὰ  τῆς ἀπαλλαγῆς τῆς κολάσεως καὶ δικαιοσύνην δίδωσι, καὶ ποιεῖ τὸν ἡμαρτηκότα ἴσον εἶναι τῷ μὴ ἡμαρτηκότι. Ἀναιρεῖ γὰρ τὸ ἁμάρτημα, καὶ ποιεῖ αὐτὸ μηδὲ εἶναι, μηδὲ γεγονέναι· οὕτω καθόλου αὐτὸ ἀναιρεῖ· οὐκ οὐλὴ, οὐκ ἴχνος, οὐκ ἔλεγχος, οὐ δεῖγμα.

γʹ. Καὶ πόθεν  δῆλον  τοῦτο;  Ὧν γὰρ  ἐγὼ  λέγω,  καὶ  τὰς  ἀποδείξεις  ὀφείλω παρασχέσθαι, ὥστε μὴ ἀποφαίνεσθαι  μόνον, ἀλλ' ἀποδεικνύναι  ἀπὸ τῶν Γραφῶν, ἵνα ἀσφαλὴς μείνῃ ἡ πληροφορία. Εἰσάγω οὖν ὑμῖν ἀνθρώπους τετραυματισμένους, δῆμον ὁλόκληρον, ἑλκῶν γέμοντας, σηπεδόνος, σκωλήκων, ὅλον τραῦμα ὄντας, ὅλον ἕλκος, καὶ οὕτω δυναμένους  θεραπευθῆναι,  ὡς μὴ μεῖναι  οὐλὴν, ὡς μὴ μεῖναι ἴχνος, ὡς μὴ μεῖναι δεῖγμα· οὐχ ἓν ἔχοντας τραῦμα, οὐ δύο, οὐ τρία, οὐ τέσσαρα, ἀλλ' ἀπὸ ποδῶν ἕως κεφαλῆς  τραῦμα ὄντας. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· κοινὸς  γὰρ ὁ λόγος οὗτος ἡμῶν  καὶ σωτήριος. Φάρμακα κατασκευάζω τῶν  ἰατρῶν  βελτίονα,  οἷα οὔτε βασιλεῖς κατασκευάσαι δύνανται. Βασιλεὺς τί δύναται; ∆εσμωτηρίου ἐκβαλεῖν, γεέννης δὲ ἐλευθερῶσαι οὐ δύναται·  χρήματα χαρίσασθαι, ψυχὴν  δὲ σῶσαι οὐ δύναται.  Ἀλλὰ τῇ χειρὶ τῆς μετανοίας ὑμᾶς ἐγχειρίζω, ἵνα μάθητε αὐτῆς τὴν δύναμιν, ἵνα μάθητε αὐτῆς τὴν  ἰσχὺν,  ἵνα  μάθητε  ὅτι  οὐ  περιγίνεται   αὐτῆς  ἁμάρτημα,  οὐδὲ  ἔστι  παρανομία ἰσχύουσα περιγενέσθαι  αὐτῆς τῆς δυνάμεως.  Τέως εἰσάγω οὐχ ἕνα, οὐ δύο, οὐ τρεῖς, ἀλλὰ χιλιάδας πολλὰς ἡλκωμένας, τετραυματισμένας, μυρίων ἁμαρτημάτων γεμούσας, ἀπὸ τῆς μετανοίας  δυναμένας  σωθῆναι, ὡς μηδὲ ἴχνος, μηδὲ οὐλὴν  ἔχειν  τῶν  ἑλκῶν τῶν προτέρων. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ, καὶ μὴ προσέχετε μόνον, ἀλλὰ καὶ τῇ μνήμῃ παραδίδοτε τὰ λεγόμενα,  ἵνα καὶ τοὺς ἀπολειφθέντας συμβιβάσητε, καὶ οὕτω   τῇ  ὠφελείᾳ   τῶν   εἰρημένων   ἐρήμους  ὄντας   σπουδαιοτέρους   καταστήσητε. Παρέστω τοίνυν Ἡσαΐας ὁ τῶν Σεραφὶμ θεωρὸς, ὁ τὸ μυστικὸν μέλος ἀκούσας ἐκεῖνο, ὁ μυρία περὶ τοῦ Χριστοῦ προειπών· ἐρωτήσωμεν τί φησιν· Ὅρασις ἣν εἶδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλήμ. Εἰπὲ τὴν ὅρασιν ἣν εἶδες, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου,  γῆ,  ὅτι  Κύριος ἐλάλησεν.  Ἄλλα  ἐπηγγείλω,  καὶ  ἄλλα  λέγεις.  Ποῖα ἄλλα ἐπηγγειλάμην;  Ἀρχόμενος λέγεις· Ὅρασις κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, καὶ ἀφεὶς  τὴν  Ἰουδαίαν,  καὶ  τὴν  Ἱερουσαλὴμ,  οὐρανῷ  προσδιαλέγῃ,  καὶ  ἐπὶ  τὴν  γῆν ἐκκλίνας  τὸν  λόγον,  ἀφῆκας  τοὺς λογικοὺς  ἀνθρώπους,  καὶ τοῖς  ἀλόγοις  στοιχείοις διαλέγῃ; Ἐπειδὴ τῶν ἀλόγων  ἀλογώτεροι  οἱ λογικοὶ ἐγένοντο· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ μέλλων ὁ Μωϋσῆς εἰσάγειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ἀφορῶν τὰ μέλλοντα ἔσεσθαι, ὅτι τὰ παραδεδομένα ἔμελλον παριδεῖν. Ἄκουε, οὐρανὲ, φησὶ, καὶ προσεχέτω γῆ ῥήματα ἐκ στόματός μου. ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ Μωϋσῆς φησιν, ὅτι ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἐπαγγελίας,  καὶ ἐγκαταλείπητε  Κύριον τὸν Θεὸν, ἔχετε διασκεδασθῆναι εἰς πάντα τὰ ἔθνη. Ἦλθεν Ἡσαΐας, ἔμελλεν  ἡ ἀπειλὴ εἰς ἔργον ἐκφέρεσθαι· οὐκ ἠδύνατο  Μωϋσέα καλέσαι τὸν ἀποθανόντα,  καὶ τοὺς τότε ἀκούσαντας  καὶ  τελευτήσαντας,   καὶ  καλεῖ  τὰ  στοιχεῖα,   ἅπερ  διεμαρτύρετο Μωϋσῆς. Ἰδοὺ ἐξεβλήθητε τῆς ἐπαγγελίας, ὦ Ἰουδαῖοι· ἰδοὺ ἐγκαταλελοίπατε τὸν Θεόν· πῶς  σε καλέσω,  Μωϋσῆ; ἀπέθανες  γὰρ  καὶ  ἐτελεύτησας.  Πῶς καλέσω  τὸν  Ἀαρών; κἀκεῖνος  τελευτῇ  παρεδόθη. Οὐκ ἔχεις πῶς καλέσαι ἄνθρωπον;  Κάλεσον τὰ στοιχεῖα. ∆ιὰ γὰρ τοῦτο κἀγὼ ζῶν οὐχὶ τὸν Ἀαρὼν μόνον, καὶ τόνδε καὶ τόνδε διεμαρτυράμην, ἐπειδήπερ ἔμελλον τελευτᾷν, ἀλλὰ καὶ τὰ στοιχεῖα τὰ μένοντα διαμαρτύρομαι ὑμῖν, τὸν οὐρανὸν καὶ τὴν γῆν. Λέγει οὖν ὁ Ἡσαΐας· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ὑμᾶς γὰρ ἐνετείλατο  Μωϋσῆς καλέσαι σήμερον. Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὰ καλεῖ τὰ στοιχεῖα, ἀλλ' ἐπειδὴ  διελέχθη  τοῖς  Ἰουδαίοις.  Ἄκουε, οὐρανὲ,  σὺ γὰρ τὸ μάννα  κατήνεγκας· Ἐνωτίζου, ἡ γῆ, σὺ γὰρ τὴν ὀρτυγομήτραν  ἔδωκας. Ἄκουε, οὐρανὲ, ἄκουε· σὺ γὰρ τὸ μάννα  κατήνεγκας,  σὺ γὰρ ὑπὲρ τὴν  φύσιν  ἐπεδείξω· ἄνω  ἦς, καὶ  ἅλωνα  ἐμιμήσω. Ἐνωτίζου, γῆ· σὺ γὰρ κάτω  ἦς, καὶ τράπεζαν  ἐσχεδιασμένην  κατεσκεύασας. Ἤργει ἡ φύσις, καὶ εἰργάζετο ἡ χάρις· οὐδὲ βοῶν ἐργασία, καὶ ὁ στάχυς παρεσκευασμένος· οὐ μαγείρων χεῖρες, οὐκ ἐπίταγμα, ἀλλ' ἦν τὸ μάννα πάντα γινόμενον,  πηγὴ ἡγιασμένη· ἡ  φύσις τῆς οἰκείας  ἀσθενείας ἐπελάθετο.  Πῶς τὰ ἱμάτια  αὐτῶν  οὐ κατετρίβη; πῶς  τὰ ὑποδήματα  αὐτῶν  οὐκ ἐπαλαιώθησαν;  Πάντα ἐγένοντο  πρὸς τὴν  τούτων  διακονίαν. Ἄκουε,  οὐρανὲ,  καὶ  ἐνωτίζου,   γῆ.  Μετὰ  τῶν  ὑπομνημάτων   καὶ  τῶν  εὐεργεσιῶν ἐκείνων, ὑβρίζεται ὁ ∆εσπότης. Τίνι ἐντύχω; ἢ ὑμῖν; Ἄνθρωπον οὐκ ἔχω τὸν ἀκούοντα. Ἰδοὺ ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐλάλησα, καὶ οὐκ ἦν ὁ ἀκουσόμενος. Τοῖς ἀλόγοις διαλέγομαι, ἐπειδὴ οἱ λογικοὶ εἰς ἀλόγων εὐτέλειαν κατηνέχθησαν. ∆ιὰ τοῦτο καὶ ἄλλος προφήτης βλέπει τὸν βασιλέα μαινόμενον, τὸ εἴδωλον θεραπευόμενον, τὸν Θεὸν ὑβριζόμενον,  τοὺς ἄλλους  ἅπαντας  κατεπτηχότας,  καὶ λέγει· Ἄκουσον, θυσιαστήριον, ἄκουσόν μου. Λίθῳ διαλέγῃ; Ναί· ἐπειδὴ λίθου ἀναισθητότερος  ὁ βασιλεύς. Ἄκουσόν μου, θυσιαστήριον, ἄκουσον· τάδε λέγει Κύριος. Καὶ εὐθέως διεσχίσθη τὸ θυσιαστήριον· καὶ  ὁ λίθος  ἤκουσεν,  ὁ λίθος  ἐῤῥάγη, καὶ  ἐξέχεε  τὴν  θυσίαν.  Πῶς οὐκ  ἤκουσεν  ὁ ἄνθρωπος;  Ἐξέτεινε  τὴν  χεῖρα  αὐτοῦ  ἁρπάσαι  τὸν  προφήτην·  καὶ  τί  ποιεῖ  ὁ  Θεός; Ἐξήρανεν  αὐτοῦ  τὴν  χεῖρα.  Βλέπε τί  ἐποίησε,  βλέπε  φιλανθρωπίαν  ∆εσπότου, καὶ ἁμαρτίαν  δούλου. ∆ιὰ τί ἐξ ἀρχῆς οὐκ ἐξήρανεν  αὐτοῦ τὴν χεῖρα;  Ἵνα τῷ πάθει τοῦ λίθου  σωφρονέστερος γένηται.  Εἰ γὰρ μὴ ἐσχίσθη ὁ λίθος, ἐφειδόμην  σου· ἐπειδὴ δὲ διεσχίσθη ὁ λίθος, καὶ σὺ οὐ διωρθώθης,  ἐπὶ σὲ φέρω τὴν ὀργήν. Ἐξέτεινε τὴν χεῖρα ἁρπάσαι τὸν προφήτην, καὶ ἐξηράνθη ἡ χείρ. Εἱστήκει τὸ τρόπαιον· δορυφόροι τοσοῦτοι καὶ στρατηγοὶ καὶ βοήθεια πολλὴ, καὶ τὴν χεῖρα αὐτοῦ συστεῖλαι οὐκ ἠδύναντο· ἀλλ' εἱστήκει ἡ χεὶρ φωνὴν  ἀφιεῖσα, στηλιτεύουσα τῆς ἀσεβείας τὴν ἧτταν, καὶ ἀσεβείας τὸ τρόπαιον, τοῦ Θεοῦ φιλανθρωπίαν, κἀκείνου τὴν ἀπόνοιαν.  Καὶ συστεῖλαι αὐτὴν οὐκ ἠδύναντο.


δʹ. Ἀλλ' ἵνα μὴ λόγον ἐκ λόγου ὑφαίνοντες τῆς ὑποθέσεως ἐπιλαθώμεθα,  φέρε οὖν ἃ ἐπηγγειλάμεθα  δείξωμεν.  Τί δὲ ἐπηγγειλάμην;  Ὅτι εἰ μυρία τραύματά τις ἔχει, μετανοήσει δὲ καὶ ποιήσει τὸ χρηστὸν, οὕτως αὐτὰ ἐξαλείφει  ὁ Θεὸς, ὡς μηδὲ οὐλὴν, μηδὲ ἴχνος, μηδὲ δεῖγμα φαίνεσθαι  τῶν προτέρων ἁμαρτημάτων·  ταῦτα ὑποσχόμενος, ταῦτα ἐπιδεῖξαι πειράσομαι. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Εἰπέ μοι τί  ἐλάλησεν; Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον,  ἀλόγων  ἀλογώτεροι,  καὶ ὄνος τὴν  φάτνην  τοῦ κυρίου αὐτοῦ ὄνων ὀνωδέστεροι· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλόν. ∆ιὰ τί, φησὶν, οὐκ ἔνι σωτηρίας ἐλπίς;  Οὐαὶ διὰ τί λέγεις, εἰπέ μοι; Ὅτι οὐχ εὑρίσκω ἴασιν. Οὐαὶ διὰ  τί  λέγεις;  Ὅτι ἐπέθηκα  φάρμακα,  καὶ  οὐκ εἶξε τὸ ἕλκος·  διὰ  τοῦτο ἀπεστράφην.  Τί οὖν ἔχω ποιῆσαι; οὐδὲ θεραπεῦσαι κοπιῶ. Οὐαί. Θρηνοῦσαν γυναῖκα μιμεῖται·  καὶ  καλῶς  ποιεῖ.  Παρακαλῶ,  προσέχετέ  μοι  μετὰ  ἀκριβείας.  Οὐαὶ, διὰ  τί; Ἐπειδὴ καὶ τὸ αὐτὸ ἐπὶ σωμάτων  γίνεται.  Ὅταν γὰρ ἴδῃ ὁ ἰατρὸς τὸν νοσοῦντα  οὐκ ἔχοντα σωτηρίας ἐλπίδα, δακρύει, καὶ οἱ οἰκεῖοι καὶ προσήκοντες ὀλοφυρόμενοι στενάζουσιν· ἀλλ' ἐκεῖ εἰκῆ καὶ μάτην. Ὅταν γὰρ μέλλῃ τελευτᾷν  ὁ τελευτῶν,  κἂν ὁ κόσμος ὅλος θρηνήσῃ, οὐκ ἐγερεῖ αὐτόν· ὥστε πένθους ὁ θρῆνος, οὐ διορθώσεως. Ἐπὶ δὲ τῆς ψυχῆς οὐκ ἔστι τοῦτο, ἀλλ' ἐὰν θρηνήσῃς, πολλάκις  ἐγείρεις τὸν νεκρὸν τῇ ψυχῇ.∆ιὰ  τί;  Ὅτι  τὸ  σῶμα  μὲν  ἀποθανὸν,  οὐκ  ἐγείρεται  δυνάμει  ἀνθρωπίνῃ,   ψυχὴ  δὲ ἀποθανοῦσα διορθώσει ἐγείρεται. Βλέπε πόρνον, καὶ θρήνησον· καὶ ἐγερεῖς αὐτὸν πολλάκις.  ∆ιὰ τοῦτο καὶ Παῦλος οὐκ ἔγραφε μόνον, οὐδὲ παρῄνει,  ἀλλὰ καὶ ἐθρήνει μετὰ δακρύων, νουθετῶν  ἕνα ἕκαστον. Ἔστω, νουθετεῖς,  τί καὶ δακρύεις; Ἵνα ἐὰν μὴ ἰσχύσῃ ἡ νουθεσία, τὰ δάκρυα βοηθήσῃ. Οὕτω καὶ ὁ προφήτης θρηνεῖ. Ὁ ∆εσπότης ἡμῶν ἰδὼν τὴν Ἱερουσαλὴμ πεπτωκυῖαν  λέγει· Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς σέ. Ἀνακαλεῖται τὴν πόλιν πεπτωκυῖαν,  καὶ  μιμεῖται ἄνθρωπον  θρηνοῦντα.  Καὶ ὁ προφήτης· Οὐαὶ ἔθνος ἁμαρτωλὸν,  λαὸς πλήρης ἁμαρτιῶν·  μὴ ἔχει  ὑγιὲς  τὸ σῶμα. Εἶδες αὐτοὺς  ἡλκωμένους; Σπέρμα πονηρὸν,  υἱοὶ ἄνομοι. ∆ιὰ τί θρηνεῖς, εἰπέ μοι; Ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε; Τί ἔχω ὑμᾶς πλῆξαι; λιμῷ, ἢ λοιμῷ; Πᾶσα τιμωρία ἦλθε, καὶ ἡ κακία ὑμῶν οὐκ ἀνηλώθη· Προστιθέντες ἀνομίας. Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην.  Οὐκ ἔνι τραῦμα, οὐ μώλωψ.  Καινὰ πράγματα. Πρὸ μικροῦ ἔλεγες· Σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι, ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ· καὶ, Οὐαὶ ἔθνος ἁμαρτωλόν! Θρηνεῖς, κόπτῃ, ὀδύρῃ, καταλέγεις  τὰ τραύματα, καὶ ἐπανιὼν  λέγεις, Οὔτε τραῦμα, οὔτε μώλωψ; Πρόσεχε· τραῦμα τότε γίνεται, ὅταν τὸ μὲν  ἄλλο  μέρος τοῦ  σώματος  ὑγιὲς  ᾖ, ἓν  δὲ μέρος τοῦ  σώματος  ἀναίσθητον  μένῃ· ἐνταῦθα  δὲ  λέγει,  ὅτι  ὅλον  τραῦμά  ἐστιν.  Οὔτε τραῦμα,  οὔτε  μώλωψ,  οὔτε  πληγὴ φλεγμαίνουσα, ἀλλὰ ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε  καταδέσμους.  Ἡ  γῆ  ὑμῶν  ἔρημος,  αἱ  πόλεις  πυρίκαυστοι,  τὴν  χώραν  ὑμῶν ἀλλότριοι κατεσθίουσι. Πάντα ταῦτα ἐποίησα, καὶ ὑμεῖς οὐ διωρθώθητε· πάντα ἐποίησα τὰ τῆς τέχνης, ὁ δὲ νοσερὸς μένει νεκρός. ∆εῦτε, ἀκούσατε λόγον Κυρίου, οἱ ἄρχοντες Σοδόμων  καὶ  Γομόῤῥας.  Τί  μοι  πλῆθος   τῶν   θυσιῶν   ὑμῶν;   Τί  οὖν;  Σοδομηνοῖς διαλέγεται; Οὐχὶ, ἀλλὰ  Ἰουδαίους  Σοδομηνοὺς  καλεῖ·   ἐπειδὴ  γὰρ αὐτῶν  τὸν τρόπον  ἐμιμήσαντο,  καὶ  τὸ ὄνομα  αὐτοῖς  ἐπιτίθησι.  ∆εῦτε, ἀκούσατε λόγον  Κυρίου, ἄρχοντες  Σοδόμων  καὶ  Γομόῤῥας. Τί μοι  πλῆθος  τῶν  θυσιῶν  ὑμῶν;  λέγει  Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν  οὐ βούλομαι. Ἐὰν προσφέρητέ μοι  σεμίδαλιν,  μάταιον·  θυμίαμα  βδέλυγμά  μοι  ἐστί·  τὰς  νεομηνίας   ὑμῶν  καὶ  τὰ σάββατα  μισεῖ  ἡ  ψυχή  μου·  νηστείαν   καὶ  ἡμέραν  μεγάλην   οὐκ  ἀνέχομαι.   Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Ἔνι τῆς ὀργῆς  ταύτης  ἴσον; Ὁ προφήτης  τὸν  οὐρανὸν  καλεῖ,  θρηνεῖ,  ὀλοφύρεται,  ὀδύρεται, λέγει·  Οὐκ ἔνι  τραῦμα,  οὐκ  ἔνι  μώλωψ·  ὁ  Θεὸς ὀργίζεται,  οὐ  δέχεται  θυσίαν,  οὐ νεομηνίαν,  οὐ σάββατον, οὐ σεμίδαλιν,  οὐκ εὐχὴν,  οὐκ ἔκτασιν χειρῶν.  Εἶδες ἕλκος; εἶδες νόσημα ἀνίατον,  οὐχ ἑνὸς, οὐ δύο, οὐ δέκα, ἀλλὰ χιλιάδων; Τί οὖν μετὰ ταῦτα; Λούσασθε, καθαροὶ γίνεσθε. Μή ἐστιν ἁμαρτία ἀπόγνωσιν  ἔχουσα; Αὐτὸς λέγει ὁ Θεὸς, οὐκ ἀκούω ὑμῶν·  καὶ λέγεις· Λούσασθε. Εἰς τί ἐκεῖνα  λέγεις;  Εἰς τί ταῦτα; χρησίμως ἀμφότερα· ἐκεῖνα, ἵνα φοβήσωμαι, ταῦτα, ἵνα ἐπισπάσωμαι. Εἰ οὐκ ἀκούεις αὐτῶν, οὐκ ἔχουσιν ἐλπίδα σωτηρίας· εἰ οὐκ ἔχουσιν ἐλπίδα σωτηρίας, πῶς λέγεις, Λούσασθε; Ἀλλὰ πατήρ  ἐστι φιλόστοργος,  μόνος  ἀγαθὸς,  καὶ  σπλαγχνιζόμενος  ὑπὲρ πατέρα. Καὶ ἵνα μάθῃς, ὅτι πατήρ ἐστι, λέγει αὐτοῖς· Τί ποιήσω, Ἰούδα; Οὐκ οἶδας τί ποιήσεις; Οἶδα· ἀλλ' οὐ βούλομαι· ἀπαιτεῖ  τῶν  ἁμαρτημάτων  ἡ φύσις, καὶ κατέχει  τῆς  φιλανθρωπίας  τὸ μέγεθος. Τί σοι ποιήσω; Φείσομαί σου; ἀλλὰ γίνῃ ῥᾳθυμότερος. Ἀλλ' ἐπέλθω σοι; ἀλλ' οὐκ ἀνέχεται  ἡ φιλανθρωπία.  Τί σοι ποιήσω; ὡς Σόδομα θήσομαί σε, καὶ ὡς Γόμοῤῥα καταστρέψω σε; Ἐστράφη ἡ καρδία μου. Ὁ ἀπαθὴς ἐμπαθῆ ἄνθρωπον  μιμεῖται, μᾶλλον δὲ  μητέρα  φιλόστοργον.  Ἐστράφη  ἡ  καρδία  μου· ὅπερ  ἂν  εἴποι  γυνὴ  ἐπὶ  παιδίου· ἐστράφη ἡ καρδία μου  κατὰ τὴν μητέρα. Ἀλλ'  οὐκ ἠρκέσθη τῇ προτέρᾳ λέξει· ἀλλ', Ἐταράχθην ἐν τῇ μεταμελείᾳ μου. Θεὸς ταράττεται; Ἄπαγε! μὴ γένοιτο! ἀτάραχον τὸ Θεῖον· ἀλλ' ὅπερ εἶπον, μιμεῖται τὰς λέξεις ἡμῶν. Ἐστράφη ἡ καρδία μου· Λούσασθε, καθαροὶ  γίνεσθε.  Τί ὑπεσχόμην  ὑμῖν;  Ὅτι  τοὺς  ἁμαρτωλοὺς,  καὶ  μυρίων  γέμοντας ἁμαρτημάτων,  καὶ ἡλκωμένους  λαβὼν  ὁ Θεὸς μετανοοῦντας,  οὕτω θεραπεύει, ὡς μὴ ἀφεῖναι  αὐτοῖς ἴχνος  ἁμαρτημάτων,  ὡς μὴ ἀφεῖναι  οὐλὴν, ὡς μὴ ἀφεῖναι  ὑπόμνημα. Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν· μάθετε καλὸν  ποιεῖν. Καὶ καλὸν  τί ἐπιτάττεις;  Κρίνατε ὀρφανὸν  καὶ δικαιώσατε  χήραν. Οὐδὲ βαρέα τὰ ἐπιτάγματα, ἀλλὰ καὶ ὅσα ἡ φύσις ἐπίσταται, ὅτι καὶ γυναικὶ ὁ ἔλεος συμφέρει. Καὶ δεῦτε,  καὶ  διαλεχθῶμεν,   λέγει  Κύριος· ποιήσατε  μικρὸν,  καὶ  τὸ  λοιπὸν   ἐγὼ προστίθημι· ὀλίγον  μοι δότε, καὶ τὸ ὅλον ἐγὼ χαρίζομαι. ∆εῦτε. Καὶ ποῦ ἀπέλθωμεν; Πρὸς ἐμὲ, ὃν παρωξύνατε, ὃν παρωργίσατε, πρὸς ἐμὲ τὸν εἰπόντα· Οὐκ ἀκούω ὑμῶν, ἵνα φοβηθέντες τὴν ἀπειλὴν, λύσητε τὴν ὀργήν. ∆εῦτε πρὸς τὸν οὐκ ἀκούοντα, ἵνα ἀκούσω. Καὶ τί ποιεῖς; Ὅτι οὐκ ἀφίημι  ἴχνος, οὐκ ἀφίημι  δεῖγμα, οὐκ ἀφίημι  οὐλήν. ∆εῦτε καὶ διαλεχθῶμεν.  λέγει Κύριος· καί φησιν· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν,  ὡς χιόνα λευκανῶ. Μήπου οὐλή; μήπου ῥυτὶς καὶ μετὰ τοῦ χρώματος τῆς καθαρότητος; Καὶ ἐὰν ὦσιν ὡς κόκκινον,  ὡς ἔριον λευκανῶ.  Μήπου μελανίαι; μήπου σπῖλος; Καὶ πῶς γίνεται  ταῦτα; Μὴ ἄλλαι  αἱ ἐπαγγελίαι; τὸ γὰρ στόμα τοῦ Κυρίου ἐλάλησε ταῦτα. Οὐ μόνον τὸ μέγεθος εἶδες τῶν ἐπαγγελθέντων, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ δεδωρηκότος. Τῷ γὰρ  Θεῷ πάντα  δυνατὰ  τῷ  δυναμένῳ  ποιῆσαι  καθαρὸν  ἀπὸ  ῥύπου.  Τοῦτον  τοίνυν ἀκούσαντες, καὶ τῆς μετανοίας  τὸ φάρμακον  εἰδότες, δόξαν αὐτῷ  ἀναπέμψωμεν· ὅτι αὐτοῦ ἡ δόξα καὶ τὸ κράτος εἰς τὸν αἰῶνα. Ἀμήν.


Περὶ μετανοίας, καὶ εἰς τοὺς ἀπολειφθέντας ἐν ταῖς συνάξεσιν, ἐν ᾧ καὶ περὶ τῆς ἱερᾶς τραπέζης καὶ περὶ κρίσεως.

Ὁμιλία  θʹ. Ὥσπερ τοῖς  σπείρουσιν  ὄφελος  οὐδὲν,  ὅταν  παρὰ  τὴν  ὁδὸν  ῥίπτωσι  τὰ σπέρματα· οὕτως οὐδὲ ἡμῖν ὄφελος ἐκ τοῦ ἀκούειν ἡμᾶς Χριστιανοὺς, ἐὰν μὴ καὶ τοῖς ἔργοις κατάλληλον  ἔχωμεν τὴν προσηγορίαν. Καὶ εἰ βούλεσθε, παράξω ὑμῖν ἀξιόπιστον μάρτυρα τὸν ἀδελφόθεον  Ἰάκωβον φάσκοντα· Ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν. Ἄρα οὖν  πανταχοῦ  χρὴ  τῆς  τῶν  ἔργων  ἐργασίας· ταύτης  γὰρ ἀπούσης, οὔτε  ἡ τοῦ Χριστιανοῦ προσηγορία ὠφελῆσαι  ἡμᾶς δύναται.  Καὶ μὴ θαυμάσῃς. Τί γὰρ, εἰπέ μοι, κέρδος ἔχει ὁ στρατιώτης ἐκ τοῦ στρατεύεσθαι αὐτὸν, ἐὰν μὴ ἄξιος ᾖ τῆς στρατείας, καὶ πολεμῇ  ὑπὲρ τοῦ βασιλέως τρεφόμενος  παρ' αὐτοῦ; Τάχα δὲ, εἰ καὶ φοβερόν  ἐστι τὸ λεγόμενον, ἄμεινον ἦν αὐτὸν μὴ στρατευθῆναι, ἢ στρατευθέντα  ἀμελεῖν τῆς τοῦ βασιλέως τιμῆς· πῶς γὰρ οὐ τιμωρηθήσεται ὁ ἐκ τοῦ βασιλέως τρεφόμενος, ὑπὲρ δὲ τοῦ βασιλέως μὴ ἀγωνιζόμενος;  Καὶ τί λέγω ὑπὲρ τοῦ βασιλέως; εἴθε κἂν ὑπὲρ τῶν ἑαυτῶν ψυχῶν   ἐφροντίζομεν.   Καὶ πῶς,  φησὶ,  δύναμαι  ἐν  τῷ  κόσμῳ  εἶναι,  καὶ  ἐν  μέσῳ πραγμάτων, καὶ σώζεσθαι; Τί λέγεις, ἄνθρωπε; Βούλει συντόμως δεῖξαί με μὴ τὸν τόπον εἶναι τὸν σώζοντα, ἀλλὰ τὸν τρόπον καὶ τὴν προαίρεσιν; Ὁ Ἀδὰμ ἐν παραδείσῳ ὡς ἐν λιμένι τὸ ναυάγιον ὑπέστη· ὁ δὲ Λὼτ ἐν τοῖς Σοδόμοις ὥσπερ ἐν πελάγει διεσώθη· ὁ Ἰὼβ ἐπὶ  τῆς  κοπρίας  ἐδικαιώθη·  ὁ δὲ Σαοὺλ ἐν  τοῖς  ταμείοις  ὢν,  τῆς  βασιλείας  καὶ  τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖ ἐξέπεσεν. Οὐκ ἔστι τοῦτο ἀπολογία, τὸ λέγειν· Οὐ δύναμαι ἐν τῷ κόσμῳ εἶναι, καὶ ἐν μέσῳ πραγμάτων, καὶ σώζεσθαι. Ἀλλὰ ταῦτα πόθεν; Ὅτι οἱ μὲν ἐν ταῖς προσευχαῖς, οἱ δὲ ἐν ταῖς θείαις συνάξε  σιν οὐ συνεχῶς παραγίνεσθε. Ἢ οὐχ ὁρᾶτε τοὺς βουλομένους ἀξιώματα λαβεῖν παρὰ τοῦ ἐπιγείου βασιλέως, πῶς προσεδρεύουσι, πῶς  καὶ ἑτέρους εἰς παράκλησιν  κινοῦσιν,  ὅπως  τοῦ ζητουμένου  μὴ ἐκπέσωσι; Ταῦτα πρὸς τοὺς ἀπολιμπανομένους τῶν θείων συνάξεων εἴρηται, καὶ πρὸς τοὺς ἐν τῇ τῆς φοβερᾶς καὶ μυστικῆς τραπέζης ὥρᾳ εἰς συντυχίας  καὶ ματαιολογίας ἀσχολουμένους. Τί ποιεῖς, ἄνθρωπε; οὐχ ὑπέσχου τῷ ἱερεῖ εἰπόντι, Ἄνω σχῶμεν ἡμῶν τὸν νοῦν καὶ τὰς καρδίας, καὶ εἶπας, Ἔχομεν πρὸς τὸν Κύριον; οὐ φοβῇ, οὐκ ἐρυθριᾷς κατ'  αὐτὴν  τὴν  φοβερὰν  ὥραν  ψεύστης  εὑρισκόμενος;  Βαβαὶ  τοῦ  θαύματος!  Τῆς τραπέζης τῆς μυστικῆς ἐξηρτισμένης, τοῦ ἀμνοῦ τοῦ Θεοῦ ὑπὲρ σοῦ σφαγιαζομένου, τοῦ ἱερέως  ὑπὲρ σοῦ ἀγωνιζομένου,  πυρὸς πνευματικοῦ  ἐκ τῆς  ἀχράντου  ἀναβλύζοντος  τραπέζης, τῶν Χερουβὶμ παρισταμένων, καὶ τῶν Σεραφὶμ ἱπταμένων,  τῶν ἑξαπτερύγων τὰ πρόσωπα κατακαλυπτόντων, πασῶν τῶν ἀσωμάτων δυνάμεων μετὰ τοῦ ἱερέως ὑπὲρ σοῦ πρεσβευουσῶν,  τοῦ  πυρὸς  τοῦ  πνευματικοῦ  κατερχομένου,  τοῦ  αἵματος  ἐν  τῷ κρατῆρι εἰς σὴν κάθαρσιν ἐκ τῆς ἀχράντου πλευρᾶς κενουμένου, οὐ φοβῇ, οὐκ ἐρυθριᾷς καὶ κατὰ ταύτην  τὴν  φοβερὰν  ὥραν  ψεύστης εὑρισκόμενος; Ἑκατὸν ἑξήκοντα  ὀκτὼ ὥρας ἐχούσης τῆς ἑβδομάδος, μίαν καὶ μόνην ὥραν ἀφώρισεν ἑαυτῷ ὁ Θεός· καὶ ταύτην εἰς πράγματα βιωτικὰ καὶ εἰς γελοῖα καὶ εἰς συντυχίας ἀναλίσκεις; Μετὰ ποίας λοιπὸν παῤῥησίας τοῖς  μυστηρίοις  προσέρχῃ; μετὰ  ποίου  συνειδότος  μεμολυσμένου;  Ἆρα εἰ ἐβάσταζες κόπρον ἐν ταῖς χερσί σου, ἐτόλμας προσψαῦσαι τοῦ κρασπέδου τοῦ ἐπιγείου βασιλέως; Οὐδαμῶς. Μὴ ὅτι ἄρτος ἐστὶν ἴδῃς, μηδ' ὅτι οἶνός ἐστι νομίσῃς· οὐ γὰρ ὡς αἱ λοιπαὶ  βρώσεις εἰς ἀφεδρῶνα  χωρεῖ· ἄπαγε! μὴ τοῦτο  νόει· ἀλλὰ  ὥσπερ κηρὸς πυρὶ προσομιλήσας  οὐδὲν  ἀπουσιάζει,  οὐδὲν  περισσεύει·  οὕτω  καὶ  ὧδε  νόμιζε συναναλίσκεσθαι τὰ μυστήρια τῇ τοῦ σώματος οὐσίᾳ. ∆ιὸ καὶ προσερχόμενοι, μὴ ὡς ἐξ ἀνθρώπου νομίσητε μεταλαμβάνειν  τοῦ θείου σώματος, ἀλλ' ὡς ἐξ αὐτῶν τῶν Σεραφὶμ τῇ λαβίδι τοῦ πυρὸς, ἥνπερ Ἡσαΐας εἶδε, τοῦ θείου σώματος μεταλαμβάνειν  νομίζετε, καὶ ὡς τῆς θείας καὶ ἀχράντου πλευρᾶς ἐφαπτόμενοι  τοῖς χείλεσιν, οὕτω τοῦ σωτηρίου αἵματος μεταλάβωμεν.   Τοιγαροῦν, ἀδελφοὶ, τῶν ἐκκλησιῶν  μὴ ἀπολειπώμεθα, μήτε πάλιν  ἐν αὐταῖς συντυχίαις  ἑαυτοὺς ἀσχολῶμεν· στῶμεν ἔμφοβοι  καὶ ἔντρομοι, κάτω  νεύοντες  τὸ ὄμμα, ἄνω  δὲ τὴν  ψυχήν·  στενάζοντες  ἀφώνως,  ἀλαλάζωμεν  τῇ καρδίᾳ. Ἢ οὐχ ὁρᾶτε τοὺς τῷ αἰσθητῷ καὶ φθαρτῷ καὶ προσκαίρῳ καὶ ἐπιγείῳ βασιλεῖ παρισταμένους,  πῶς  εἰσιν  ἀμετακίνητοι,   μὴ  φθεγγόμενοι,   μὴ  σειόμενοι,  μὴ  τοὺς ὀφθαλμοὺς  ὧδε κἀκεῖσε πέμποντες,  ἀλλὰ  στυγνοὶ,  κατηφεῖς,  ἔμφοβοι; Ἐξ αὐτῶν,  ὦ ἄνθρωπε,  τὸν  ἔλεγχον  λάβε, καὶ οὕτω  παρακαλῶ  παρίστασθαι ὑμᾶς τῷ  Θεῷ, ὥσπερ εἰσερχόμενοι ἐνώπιον  τοῦ ἐπιγείου βασιλέως τυγχάνετε·  πολλῷ μᾶλλον τῷ ἐπουρανίῳ βασιλεῖ  μετὰ  φόβου  παρίστασθαι  χρή. Ταῦτα πολλάκις  λέγων  οὐ παύσομαι, ἕως  οὗ διορθωθέντας  ἴδω. Εἰσερχόμενοι δὲ εἰς τὴν ἐκκλησίαν, ὡς Θεῷ πρέπει εἰσέλθωμεν, μὴ μνησικακίαν ἐν τῇ ψυχῇ ἔχοντες, μήπως εὐχόμενοι, καθ' ἑαυτῶν εὐχώμεθα, λέγοντες· Ἄφες   ἡμῖν,  ὡς  καὶ  ἡμεῖς  ἀφίεμεν   τοῖς  ὀφειλέταις   ἡμῶν.  Φοβερὸν  γάρ  ἐστι  τὸ λεγόμενον,  καὶ  σχεδὸν  εἰπεῖν,  τοιοῦτο  πρὸς  τὸν  Θεὸν βοᾷ ὁ τοῦτο  λέγων·  Ἀφῆκα, ∆έσποτα, ἄφες· ἔλυσα, λῦσον· συνεχώρησα, συγχώρησον· εἰ ἐκράτησα, κράτησον· εἰ μὴ ἔλυσα τῷ πλησίον, μηδὲ σὺ λύσῃς τὰ ἐμὰ ἁμαρτήματα· ἐν ᾧ μέτρῳ ἐμέτρησα, ἀντιμετρηθήτω  μοι. Ταῦτα εἰδότες, καὶ τὴν φοβερὰν ἡμέραν ἐκείνην ἐνθυμηθέντες,  καὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὰ φοβερὰ κολαστήρια εἰς νοῦν λαβόντες, ἐπιστρέψωμεν  λοιπὸν ἐκ τῆς πεπλανημένης  ὁδοῦ ἡμῶν. Ἐλεύσεται γὰρ ὥρα ὅταν τὸ θέατρον τοῦ κόσμου τούτου διαλυθήσεται· καὶ οὕτως οὐκ ἔστι λοιπὸν ἀγωνίζεσθαι· οὐκ ἔστι μετὰ τὴν πάροδον τοῦ βίου πραγματεύσασθαι, οὐκ ἔστι μετὰ τὴν τοῦ θεάτρου ἀπόλυσιν στεφανωθῆναι.  Οὗτος ὁ  καιρὸς  μετανοίας,  ἐκεῖνος  κρίσεως·  οὗτος  ὁ  καιρὸς  τῶν  ἀγώνων,   ἐκεῖνος  τῶν στεφάνων·  οὗτος  κόπου,  ἐκεῖνος  ἀνέσεως·  οὗτος  καμάτου,  ἐκεῖνος  ἀνταποδόσεως. ∆ιεγέρθητε,   παρακαλῶ,   διεγέρθητε,   καὶ   τῶν   λεγομένων    προθύμως   ἀκούσωμεν. Ἐζήσαμεν τῇ σαρκὶ, ζήσωμεν λοιπὸν καὶ τῷ πνεύματι· ἐζήσαμεν ταῖς ἡδοναῖς, ζήσωμεν λοιπὸν καὶ ταῖς ἀρεταῖς· ἐζήσαμεν τῇ ἀμελείᾳ, ζήσωμεν καὶ τῇ μετανοίᾳ. Τί ὑπερηφανεύεται  γῆ καὶ σποδός; Τί φυσιοῦσαι, ὦ ἄνθρωπε; τί μεγαλαυχεῖς  σεαυτόν; τί ἐλπίζεις ἐκ τῆς τοῦ κόσμου δόξης καὶ τοῦ πλούτου; Ἐξέλθωμεν ἐπὶ τοὺς τάφους, παρακαλῶ,  καὶ ἴδωμεν  τὰ ἐκεῖσε μυστήρια· ἴδωμεν  τὴν  φύσιν  διεσπαραγμένην,  ὀστᾶ βεβρωμένα, σώματα σεσηπότα· κἂν σοφὸς ᾖς, ἐπίσκεψαι, κἂν φρόνιμος,  εἰπέ μοι, τίς  ἐκεῖ ὁ βασιλεὺς καὶ τίς ὁ ἰδιώτης, τίς ὁ εὐγενὴς καὶ τίς ὁ δοῦλος, τίς ὁ σοφὸς καὶ τίς ὁ ἄσοφος. Ποῦ τὸ κάλλος ἐκεῖ τὸ τῆς νεότητος; ποῦ ἡ περιχαρὴς ὄψις; ποῦ οἱ ὀφθαλμοὶ οἱ εὐειδεῖς; ποῦ ἡ εὔθετος ῥίς; ποῦ τὰ πυρίζοντα χείλη; ποῦ τὰ κάλλη τῶν παρειῶν; ποῦ τὸ ἀποστίλβον μέτωπον; οὐ πάντα κόνις; οὐ πάντα τέφρα; οὐ σποδός; οὐ πάντα σκώληξ καὶ δυσωδία; οὐ πάντα βρῶμος; Ταῦτα ἐννοοῦντες,  ἀδελφοὶ, καὶ τῆς ἐσχάτης ἡμῶν ἡμέρας ἐνθυμηθέντες,   ὡς  καιρὸν  ἔχομεν,  ἐπιστρέψωμεν  ἐκ  τῆς  πεπλανημένης   ὁδοῦ  ἡμῶν. Αἵματι τιμίῳ ἠγοράσθημεν. ∆ιὰ τοῦτο ὁ Θεὸς ἐπὶ γῆς ὤφθη· διὰ σὲ, ὦ ἄνθρωπε, Θεὸς ἐπὶ γῆς ὤφθη, μὴ ἔχων  ποῦ τὴν κεφαλὴν  κλίναι.  Βαβαὶ τοῦ θαύματος! ὁ κριτὴς διὰ τοὺς κατακρίτους   εἰς  κριτήριον  ἔρχεται·  ἡ  ζωὴ  θανάτου   γεύεται·  ὁ  πλάστης  ὑπὸ  τοῦ πλάσματος ῥαπίζεται· ὁ τοῖς Σεραφεὶμ ἀθεώρητος, ὑπὸ τοῦ δούλου ἐμπτύεται, ὄξους καὶ χολῆς γεύεται, λόγχῃ κεντᾶται, τάφῳ κατατίθεται· καὶ σὺ ἀμελεῖς, εἰπέ μοι, καὶ καθεύδεις, καὶ καταφρονεῖς, ἄνθρωπε; Οὐκ οἶδας, ὅτι καὶ τὸ ἴδιον αἷμα ἐὰν ἐκχέης ὑπὲρ αὐτοῦ, οὐδὲ οὕτω τὸ δέον ἐπλήρωσας; ἐπειδὴ γὰρ ἄλλο αἷμα δεσποτικὸν, καὶ ἄλλο αἷμα δουλικόν. Πρόλαβε τῇ μετανοίᾳ καὶ τῇ ἐπιστροφῇ τὴν ἔξοδον τῆς ψυχῆς, μήποτε θανάτου ἐπελθόντος, ἀργήσῃ πᾶσα τῆς μετανοίας ἡ θεραπεία· ὅτι ἐπὶ τῆς γῆς ἡ μετάνοια ἰσχύει, καὶ μόνον ἐν τῷ ᾅδῃ τοῦτο οὐκ ἔστι. Ζητήσωμεν τὸν Κύριον, ὡς καιρὸν ἔχομεν· ἐργασώμεθα τὸ ἀγαθὸν, ἵνα καὶ τῆς μελλούσης ἀτελευτήτου γεέννης ἀπαλλαγῶμεν,  καὶ τῆς  τῶν  οὐρανῶν  βασιλείας  ἀξιωθῶμεν,  χάριτι  καὶ  φιλανθρωπίᾳ τοῦ  Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |