Ιωάννης Χρυσόστομος
Τόμος 49
Αμφιβαλόμενα
Εἰς τὸν σταυρὸν καὶ εἰς τὸν λῃστὴν, καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ περὶ τοῦ συνεχῶς εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν. Ομιλία αʹ.
αʹ. Σήμερον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν σταυρῷ, καὶ ἡμεῖς ἑορτὴν ἄγομεν, ἵνα μάθῃς ὅτι ὁ σταυρὸς ἑορτὴ καὶ πανήγυρις πνευματική. Πρότερον μὲν γὰρ ὁ σταυρὸς ὄνομα καταδίκης ἦν, νυνὶ δὲ πρᾶγμα τιμῆς γέγονε· πρότερον σύμβολον κατακρίσεως, νυνὶ δὲ ὑπόθεσις σωτηρίας. Οὗτος γὰρ μυρίων ἡμῖν ἀγαθῶν αἴτιος γέγονεν, οὗτος ἡμᾶς τῆς πλάνης ἀπήλλαξεν, οὗτος ἐν σκότει καθημένους ἐφώτισεν; οὗτος ἐκπεπολεμωμένους ἡμᾶς τῷ Θεῷ κατήλλαξεν, ἀπηλλοτριωμένους ᾠκείωσε, μακρὰν ὄντας ἐγγὺς εἶναι ἐποίησεν· οὗτος ἔχθρας ἀναίρεσις, οὗτος εἰρήνης ἀσφάλεια, μυρίων ἡμῖν ἀγαθῶν θησαυρὸς γέγονε. ∆ιὰ τοῦτον οὐκέτι πλανώμεθα ἐν ἐρημίαις· τὴν γὰρ ἀληθινὴν ὁδὸν ἐπέγνωμεν· οὐκέτι τῶν βασιλείων ἔξω διάγομεν· τὴν γὰρ θύραν εὕραμεν· οὐ φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· τὴν γὰρ πηγὴν εἴδομεν.∆ιὰ τοῦτον οὐκέτι ἐσμὲν ἐν χηρείᾳ· τὸν γὰρ νυμφίον ἀπειλήφαμεν· οὐ δεδοίκαμεν τὸν λύκον· τὸν γὰρ ποιμένα τὸν καλὸν ἔχομεν·
Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιμὴν ὁ καλός. ∆ιὰ τοῦτον οὐ φρίττομεν τὸν τύραννον· προσεδρεύομεν γὰρ τῷ βασιλεῖ· καὶ διὰ ταῦτα ἑορτὴν ἄγομεν, σταυροῦ μνήμην τελοῦντες. Οὕτω καὶ Παῦλος ἐκέλευσε διὰ τὸν σταυρὸν ἑορτὴν ἄγειν· Ἑορτάζωμεν γὰρ, φησὶ, μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Εἶτα τὴν αἰτίαν προστιθεὶς, ἐπήγαγεν· Ὅτι τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὁρᾷς πῶς διὰ τὸν σταυρὸν ἑορτάζειν κελεύει; ἐν γὰρ τῷ σταυρῷ ἐτύθη ὁ Χριστός. Ὅπου δὲ θυσία, ἐκεῖ ἀναίρεσις ἁμαρτημάτων, ἐκεῖ καταλλαγὴ ∆εσπότου, ἐκεῖ ἑορτὴ καὶ χαρά. Τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Καὶ ποῦ ἐτύθη, εἰπέ; Ἐφ' ὑψηλοῦ τοῦ ἰκρίου. Καινὸν τὸ θυσιαστήριον τῆς θυσίας ταύτης, ἐπειδὴ καὶ ἡ θυσία καινὴ καὶ παράδοξος. Ὁ αὐτὸς γὰρ καὶ θυσία καὶ ἱερεὺς ἦν· θυσία μὲν κατὰ σάρκα, ἱερεὺς δὲ κατὰ πνεῦμα· ὁ αὐτὸς καὶ προσῆγε καὶ προσήγετο δὲ κατὰ σάρκα. Ἄκουσον γοῦν πῶς ἀμφότερα ταῦτα ὁ Παῦλος ἐδήλωσε· Πᾶς ἀρχιερεὺς, φησὶν, ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὸ ἀνθρώπων καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκοι. Ἰδοὺ αὐτὸς προσφέρει ἑαυτόν. Ἀλλαχοῦ δέ φησιν, ὅτι Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. Ἰδοὺ ἐνταῦθα προσηνέχθη, ἐκεῖ δὲ ἑαυτὸν προσήνεγκεν. Εἶδες πῶς καὶ θυσία καὶ ἱερεὺς ἐγένετο, καὶ θυσιαστήριον ὁ σταυρὸς ἦν; Καὶ τίνος ἕνεκεν οὐκ ἐν τῷ ναῷ, φησὶν, ἡ θυσία προσφέρεται, ἀλλ' ἔξω τῆς πόλεως καὶ τῶν τειχῶν; Ἵνα ἐκεῖνο πληρωθῇ, ὅτι Ἐν τοῖς ἀνόμοις ἐλογίσθη.Τίνος δὲ ἕνεκεν ἐφ' ὑψηλοῦ τοῦ ἰκρίου σφάττεται, καὶ οὐχ ὑπὸ στέγην; Ἵνα τοῦ ἀέρος τὴν φύσιν ἐκκαθάρῃ, διὰ τοῦτο ἐφ' ὑψηλοῦ, οὐκ ἐπικειμένης στέγης, ἀλλ' ἐπικειμένου οὐρανοῦ. Ἐκαθαίρετο μὲν γὰρ ὁ ἀὴρ ἐφ' ὑψηλοῦ θυομένου τοῦ προβάτου· ἐκαθαίρετο δὲ καὶ ἡ γῆ· ἔσταζε γὰρ τὸ αἷμα ἀπὸ τῆς πλευρᾶς ἐπ' αὐτήν.∆ιὰ τοῦτο οὐχ ὑπὸ στέγην, διὰ τοῦτο οὐκ ἐν τῷ ναῷ τῷ Ἰουδαϊκῷ, ἵνα μὴ νοσφίσωνται τὴν θυσίαν Ἰουδαῖοι, μηδὲ νομίσῃς ὑπὲρ τοῦ ἔθνους ἐκείνου μόνου ταύτην προσάγεσθαι· διὰ τοῦτο ἔξω πόλεως καὶ τειχῶν, ἵνα μάθῃς ὅτι καθολικὴ ἡ θυσία, ὅτι ὑπὲρ τῆς γῆς ἁπάσης ἡ προσφορὰ, ἵνα μάθῃς ὅτι κοινὸς ὁ καθαρισμός ἐστιν, οὐ μερικὸς, καθάπερ ἐπὶ τῶν Ἰουδαίων. Ἰουδαίοις μὲν γὰρ διὰ τοῦτο ἐκέλευσεν ὁ Θεὸς πᾶσαν ἀφιέναι τὴν γῆν, καὶ εἰς ἕνα τόπον προσφέρειν τὰς θυσίας καὶ εὔχεσθαι, ἐπειδὴ πᾶσα ἡ γῆ ἀκάθαρτος ἦν, καπνοῦ καὶ κνίσσης καὶ πάντων τῶν ἄλλων μολυσμῶν τῶν ἐκ τῶν θυσιῶν τῶν Ἑλληνικῶν ἐπ' αὐτὴν φερομένων· ἡμῖν δὲ, ἐπειδὴ λοιπὸν ὁ Χριστὸς ἐλθὼν πᾶσαν τὴν οἰκουμένην ἐξεκάθαρεν, ἅπας τόπος εὐκτήριον γέγονε. ∆ιὰ τοῦτο καὶ Παῦλος θαῤῥῶν παρ ῄνει λοιπὸν ἀδεῶς προσεύχεσθαι πανταχοῦ, λέγων οὕτω· Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίας χεῖρας. Εἶδες πῶς ἐκαθάρθη ἡ οἰκουμένη; ∆ιὰ γὰρ τοῦ τόπου πανταχοῦ ἐπαίρειν χεῖρας ὁσίας δυνάμεθα, ἐπειδὴ πᾶσα ἡ γῆ ἁγία γέγονεν ἁγιωτέρα τῶν ἁγίων τῶν ἔνδον. Ἐκεῖ μὲν γὰρ προσηνέχθη πρόβατον ἄλογον, ἐνταῦθα δὲ πνευματικόν· ὅσῳ δὲ μείζων ἡ θυσία, τοσούτῳ πλείων καὶ ὁ ἁγιασμός. ∆ιὰ τοῦτο ἑορτὴ ὁ σταυρός.
βʹ. Βούλει μαθεῖν αὐτοῦ καὶ ἕτερον κατόρθωμα; Τὸν παράδεισον πεντακισχίλια ἔτη καὶ πλείω κεκλεισμένον σήμερον ἡμῖν ἠνέῳξεν. Ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ, ἐν ταύτῃ τῇ ὥρᾳ, τὸν λῃστὴν εἰσήγαγεν ὁ Θεὸς, δύο κατορθώματα ἐργασάμενος· ἓν μὲν, ὅτι παράδεισον ἠνέῳξεν, ἕτερον δὲ, ὅτι λῃστὴν εἰσήγαγε. Σήμερον ἀπέδωκεν ἡμῖν τὴν ἀρχαίαν πατρίδα, σήμερον ἐπανήγαγεν ἡμᾶς ἐπὶ τὴν πατρῴαν πόλιν, καὶ τὴν οἰκίαν ἐχαρίσατο τῇ κοινῇ τῶν ἀνθρώπων φύσει· Σήμερον γὰρ, φησὶν, μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Τί λέγεις; ἐσταύρωσαι καὶ προσήλωσαι, καὶ παράδεισον ἐπαγγέλλῃ; Ναὶ, φησὶν, ἵνα ἐν τῷ σταυρῷ τὴν δύναμιν τὴν ἐμὴν καταμάθῃς. Ἐπειδὴ γὰρ τὸ πρᾶγμα σκυθρωπὸν ἦν, ἵνα μὴ τῇ φύσει τοῦ σταυροῦ πρόσχῃς, ἀλλὰ τὴν δύναμιν τοῦ σταυρουμένου μάθῃς, ἐν σταυρῷ τὸ θαῦμα ἐργάζεται τοῦτο, ὃ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν.Οὐ γὰρ νεκρὸν ἀναστήσας, οὐ θαλάττῃ καὶ πνεύμασιν ἐπιτιμήσας, οὐ δαίμονας ἀπελάσας, ἀλλὰ σταυρούμενος, προσηλούμενος, ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, διασυρόμενος ἴσχυσε τὴν πονηρὰν τοῦ λῃστοῦ διάνοιαν μεταθεῖναι, ἵνα ἑκατέρωθεν τὴν δύναμιν αὐτοῦ ἴδῃς. Τήν τε γὰρ κτίσιν ἐκλόνησεν ἅπασαν, καὶ τὰς πέτρας διέῤῥηξε, τῆς πέτρας τε ἀναισθητοτέραν τοῦ λῃστοῦ ψυχὴν ἐπεσπάσατο καὶ ἐτίμησε· Σήμερον γὰρ μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ,φησί. Καίτοι τὰ χερουβὶμ ἐτήρει τὸν παράδεισον· ἀλλ' οὗτος καὶ τῶν χερουβὶμ∆εσπότης· φλογίνη ῥομφαία ἐκεῖ στρέφεται· ἀλλ' αὐτὸς καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχει. Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ' ἑαυτοῦ καθίσας, οὕτως εἰς πόλιν εἰσαγαγεῖν. Ἀλλ' ὁ Χριστὸς τοῦτο ἐποίησε, καὶ εἰς τὴν ἱερὰν εἰσερχόμενος πατρίδα, μεθ' ἑαυτοῦ τὸν λῃστὴν εἰσάγει, οὐ καταπατῶν τὸν παράδεισον, οὐδὲ καταισχύνων τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ μᾶλλον τιμῶν τὸν παράδεισον· τιμὴ γὰρ παραδείσου, τὸ τοιοῦτον ἔχειν δεσπότην, ὡς καὶ λῃστὴν ἄξιον ποιῆσαι τῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ.Καὶ γὰρ ὅτε τελώνας καὶ πόρνας εἰσήγαγεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,οὐκ ἀτιμάζων τοῦτο ἐποίει, ἀλλὰ μᾶλλον ἐτίμα, δεικνὺς ὅτι τοιοῦτός ἐστιν ὁ Κύριος τῆς βασιλείας τῶν οὐρανῶν, ὡς καὶ πόρνας καὶ τελώνας οὕτως ἐργάσασθαι δοκίμους, ὡς ἀξίους φανῆναι τῆς ἐκεῖσε τιμῆς καὶ δωρεᾶς. Καθάπερ γὰρ ἰατρὸν τότε μάλιστα θαυμάζομεν, ὅταν ἴδωμεν ἀνθρώπους ἀνίατα παθήματα ἔχοντας ἀπαλλάττοντα τῆς ἀῤῥωστίας καὶ πρὸς ὑγείαν ἐπανάγοντα· οὕτω καὶ τὸν Χριστὸν θαυμάζειν δίκαιον, ὅταν τραύματα ἀνίατα θεραπεύῃ, ὅταν τελώνην καὶ πόρνην εἰς τοσαύτην ὑγείαν ἐπαναγάγῃ, ὡς ἀξίους ἀποφῆναι τῶν οὐρανῶν. Καὶ τί τοιοῦτον ὁ λῃστὴς ἐπεδείξατο, φησὶν, ἵνα παραδείσου τύχῃ μετὰ σταυρόν; Βούλει συντόμως εἴπω τὴν ἀνδρείαν αὐτοῦ; Ὅτε Πέτρος ἠρνήσατο κάτω, τότε ἐκεῖνος ὡμολόγησεν ἄνω. Καὶ ταῦτα οὐ τοῦ Πέτρου κατηγορῶν λέγω, μὴ γένοιτο, ἀλλὰ τοῦ λῃστοῦ τὴν μεγαλοψυχίαν δεῖξαι βουλόμενος. Ὁ μαθητὴς ἀπειλὴν οὐκ ἤνεγκεν εὐτελοῦς κορασίου· ὁ δὲ λῃστὴς ὁρῶν δῆμον ὁλόκληρον περιεστῶτα, βοῶντα, μαινόμενον, βλασφημίας καὶ σκώμματα ἐξακοντίζοντα, οὐ προσέσχεν ἐκείνοις, οὐκ ἐνενόησε τὴν φαινομένην εὐτέλειαν τοῦ σταυρουμένου, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα ταῦτα παραδραμὼν, καὶ τὰ ταπεινὰ κωλύματα ἀφεὶς, ἐπέγνω τὸν τῶν οὐρανῶν ∆εσπότην, καὶ αὐτῷ προσπεσὼν ἔλεγε· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μὴ δὴ παραδράμωμεν ἁπλῶς τὸν λῃστὴν τοῦτον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν, ὃν οὐκ ἐπῃσχύνθη ὁ ∆εσπότης ὁ ἡμέτερος πρῶτον εἰσαγαγεῖν εἰς τὸν παράδεισον· μὴ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν ἄνθρωπον πρὸ τῆς φύσεως ἁπάσης ἄξιον φανέντα τῆς πολιτείας τῆς ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τὸ καθ' ἕκαστον ἀκριβῶς ἐξετάσωμεν, ἵνα μάθωμεν τοῦ σταυροῦ τὴν δύναμιν.Οὐκ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τὸν Πέτρον· ∆εῦρο ὀπίσω μου, καὶ ποιήσω σε ἁλιέα ἀνθρώπων· οὐδὲ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τοὺς δώδεκα, ὅτι Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· μᾶλλον δὲ οὐδὲ ῥήματος αὐτὸν ὅλως ἠξίωσεν· οὐ θαῦμα ἔδειξεν, οὐ νεκρὸν ἀνιστάμενον ἐθεάσατο, οὐ δαίμονας ἀπελαυνομένους· οὐ θάλατταν εἶδεν ὑπακούσασαν, οὐ περὶ βασιλείας αὐτῷ τι εἶπεν, οὐ περὶ γεέννης· καὶ πρὸ πάντων αὐτὸν ὡμολόγησε, καὶ ταῦτα, τοῦ ἑτέρου λοιδοροῦντος· ἐλοιδόρει γὰρ αὐτὸν ὁ ἄλλος λῃστής. Καὶ γὰρ καὶ ἄλλος λῃστὴς ἦν ἐσταυρωμένος μετ' αὐτοῦ, ἵνα πληρωθῇ ἐκεῖνο, ὅτι Ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Ἐβούλοντο γὰρ καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν οἱ Ἰουδαῖοι, καὶ πανταχόθεν ἐπηρέαζον τοῖς γινομένοις· ἀλλὰ πανταχόθεν διέλαμπεν ἡ ἀλήθεια, καὶ ηὔξετο διὰ τῶν κωλυμάτων αὐτῶν. Ἐλοιδόρει τοίνυν αὐτὸν ὁ ἄλλος λῃστής. Εἶδες λῃστὴν καὶ λῃστήν; ἀμφότεροι ἐν σταυρῷ, ἀμφότεροι ἀπὸ βίου λῃστρικοῦ, ἀμφότεροι ἀπὸ πονηρίας· ἀλλ' οὐκ ἀμφότεροι ἐν τοῖς αὐτοῖς, ἀλλ' ὁ μὲν βασιλείαν ἐκληρονόμησεν, ὁ δὲ εἰς γέενναν ἐπέμπετο. Οὕτω καὶ χθές· μαθηταὶ καὶ μαθητὴς, Ἰούδας καὶ οἱ ἕνδεκα· ἀλλ' ἐκεῖνοι μὲν ἔλεγον· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; οὗτος δὲ προδοσίαν παρεσκευάζετο καὶ ἔλεγε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; κἀκεῖνοι μὲν πρὸς διακονίαν ηὐτρεπίζοντο καὶ τὴν θείαν μυσταγωγίαν, οὗτος δὲ πρὸς τὸ προδοῦναι ἔσπευδεν. Οὕτω καὶ ἐνταῦθα λῃστὴς καὶ λῃστής· ἀλλ' ὁ μὲν λοιδορεῖ, ὁ δὲ προσκυνεῖ· καὶ ὁ μὲν βλασφημεῖ, ὁ δὲ εὐφημεῖ, καὶ τὸν βλασφημοῦντα ἐπιστομίζει λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν.
γʹ. Εἶδες παῤῥησίαν λῃστοῦ; εἶδες παῤῥησίαν ἐν σταυρῷ; εἶδες φιλοσοφίαν ἐν τιμωρίᾳ, καὶ εὐλάβειαν ἐν κολάσει; Ὅτι γὰρ ἐν ἑαυτῷ ἦν, ὅτι φρένας εἶχε, τῶν ἥλων αὐτῷ ἐμπεπαρμένων, τίς οὐκ ἂν ἐκπλαγείη, Ὁ δὲ οὐ μόνον ἐν ἑαυτῷ ἦν, ἀλλὰ καὶ τὰ καθ' ἑαυτὸν ἀφεὶς, τὰ τῶν ἄλλων ἐφρόντιζε, διδάσκαλος ἐν σταυρῷ γινόμενος, καὶ ἐπιτιμῶν καὶ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; Μὴ πρόσεχε, φησὶ, τῷ κάτω δικαστηρίῳ· ἔστιν ἕτερος κριτὴς ἀόρατος, ἔστιν ἀδέκαστον δικαστήριον. Μὴ τοίνυν ἴδῃς, ὅτι κατεκρίθη κάτω· τὰ γὰρ ἄνω οὐ τοιαῦτα· ἐνταῦθα μὲν γὰρ ἐν τῷ κάτω δικαστηρίῳ καὶ δίκαιοι κατακρίνονται, καὶ ἄδικοι διαφεύγουσι, καὶ ὑπεύθυνοι ἀφίενται, καὶ ἀνεύθυνοι κολά ζονται. Καὶ γὰρ ἑκόντες καὶ ἄκοντες πολλὰ ἁμαρτάνουσιν οἱ δικάζοντες· ἢ γὰρ ἀγνοοῦντες τὸ δίκαιον καὶ ἀπατώμενοι, ἢ εἰδότες μὲν, ὑπὸ χρημάτων δὲ διαφθαρέντες, προέδωκαν πολλάκις τὴν ψῆφον. Ἄνω δὲ οὐδὲν τοιοῦτόν ἐστιν· ὁ γὰρ Θεὸς κριτὴς δίκαιος, καὶ τὸ κρῖμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται οὐκ ἔχον σκότος οὐδὲ ἄγνοιαν ινα γὰρ μὴ λέγῃ, ὅτι κατεδικάσθη κάτω καὶ κατεκρίθη, ἀνήγαγεν αὐτὸν πρὸς τὸ ἄνω δικαστήριον· ἀνέμνησεν ἐκείνου τοῦ φοβεροῦ βήματος, μονονουχὶ λέγων· Ἐκεῖ βλέπε, καὶ οὐκ οἴσεις τὴν κατακρίνουσαν ψῆφον, οὐδὲ στήσῃ μετὰ τῶν κάτω διεφθαρμένων κριτῶν, ἀλλ' ἀποδέξῃ τὴν ἄνω γενομένην κρίσιν. Εἶδες φιλοσοφίαν λῃστοῦ; εἶδες σύνεσιν καὶ διδασκαλίαν; Ἀθρόον ἀπὸ τοῦ σταυροῦ εἰς τὸν οὐρανὸν ἀνεπήδησεν. Εἶτα καὶ ἐκ περιουσίας αὐτὸν ἐπιστομίζων, Οὐ δέδοικας, φησὶν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Τί ἐστιν, Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Ἐν τῇ αὐτῇ κολάσει. Μὴ γὰρ οὐχὶ καὶ σὺ ἐν τῷ σταυρῷ εἶ; Ἐκεῖνον τοίνυν ὀνειδίζων, ἑαυτὸν πρὸ ἐκείνου προβάλλῃ. Ὥσπερ γὰρ ὁ ἐν ἁμαρτήμασιν ὢν, ἕτερον κατηγορῶν, ἑαυτὸν πρὸ ἐκείνου κατηγορεῖ, οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν καὶ ὀνειδίζων ἑτέρῳ συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Ἀποστολικὸν αὐτῷ νόμον ἀναγινώσκει, εὐαγγελικὰ ῥήματα λέγοντα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Τί ποιεῖς, ὦ λῃστά; ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ ἐπιχειρῶν, κοινωνὸν σαυτὸν ἐποίησας τοῦ λῃστοῦ; Οὐχὶ, φησί· διορθοῦμαι τὴν ὑπόνοιαν ταύτην διὰ τῶν ἑξῆς. Ἵνα γὰρ μὴ διὰ τὴν κοινωνίαν τῆς τιμωρίας νομίσῃς ὅτι κοινωνὸν αὐτὸν ἐποίησε τῆς ἁμαρτίας, ἐπήγαγε τὴν διόρθωσιν, λέγων· Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν πεπόνθαμεν.Εἶδες ἐξομολόγησιν ἀπηρτισμένην; εἶδες πῶς ἐν τῷ σταυρῷ τὰ ἁμαρτήματα ἀπεδύσατο; Λέγε γὰρ, φησὶ, σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Οὐδεὶς ἠνάγκασεν, οὐδεὶς ἐβιάσατο, ἀλλ' αὐτὸς ἑαυτὸν ἐξεπόμπευσεν, εἰπών· Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν πεπόνθαμεν· οὗτος δὲ οὐδὲν πονηρὸν ἐποίησε. Καὶ μετὰ ταῦτά φησι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Οὐκ ἐτόλμησε πρότερον εἰπεῖν, Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου, ἕως ὅτε διὰ τῆς ἐξομολογήσεως ἀπέθετο τῶν ἁμαρτιῶν τὸ φορτίον. Ὁρᾷς πόσον ἐστὶν ἐξομολόγησις; Ἐξωμολογήσατο, καὶ τὸν παράδεισον ἠνέῳξεν· ἐξωμολογήσατο, καὶ παῤῥησίαν ἔλαβε τοσαύτην, ὡς ἀπὸ λῃστείας βασιλείαν αἰτῆσαι. Ὁρᾷς πόσων ἀγαθῶν ἡμῖν αἴτιος ὁ σταυρός; Βασιλείας μέμνησαι; Τί γὰρ ὁρᾷς τοιοῦτον, εἰπέ μοι; Ἧλοι καὶ σταυρὸς τὰ ὁρώμενα· ἀλλ' αὐτὸς οὗτος ὁ σταυρὸς, φησὶ, τῆς βασιλείας ἐστὶ σύμβολον. ∆ιὰ τοῦτο δὲ αὐτὸν βασιλέα καλῶ, ἐπειδὴ βλέπω αὐτὸν σταυρούμενον· βασιλέως γάρ ἐστι τὸ ὑπὲρ τῶν ἀρχομένων ἀποθνήσκειν. Αὐτὸς δι' ἑαυτοῦ εἶπεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Οὐκοῦν καὶ ὁ βασιλεὺς ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν ἀρχομένων. Ἐπεὶ οὖν τὴν ψυχὴν αὑτοῦ ἔθηκεν, διὰ τοῦτο αὐτὸν βασιλέα καλῶ. Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
δʹ. Εἶδες πῶς καὶ βασιλείας ὁ σταυρὸς σύμβολον; Βούλῃ καὶ ἑτέρωθεν τοῦτο μαθεῖν; Οὐκ ἀφῆκεν αὐτὸν εἶναι ἐπὶ τῆς γῆς, ἀλλ' ἀνέσπασεν αὐτὸν, καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε. Πόθεν τοῦτο δῆλον; Ἐπειδὴ μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ, ἵνα μάθῃς πῶς σεμνὸν πρᾶγμα ὁ σταυρὸς, διὸ καὶ δόξαν αὐτὸν ἐκάλεσεν. Ἀλλ' ἴδω μεν πῶς μετὰ τοῦ σταυροῦ ἔρχεται· ἀναγκαῖον γὰρ ἐπαναγαγεῖν τὴν ἀπόδειξιν. Ἐὰν εἴπωσι, φησὶν, ἰδοὺ ἐν τοῖς ταμείοις ἐστὶν ὁ Χριστὸς, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστὶ, μὴ ἀπέλθητε· περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας λέγων τῆς ἐνδόξου διὰ τοὺς ψευδοχρίστους, διὰ τοὺς ψευδοπροφήτας, διὰ τὸν Ἀντίχριστον, ἵνα μή τις πλανηθεὶς ἐκείνῳ περιπέσῃ. Ἐπειδὴ γὰρ πρὸ τοῦ Χριστοῦ ὁ Ἀντίχριστος ἔρχεται, ἵνα μὴ ζητῶν τις τὸν ποιμένα τῷ λύκῳ περιπέσῃ, διὰ τοῦτό σοι λέγω γνώρισμα τῆς τοῦ ποιμένος παρουσίας. Ἐπειδὴ γὰρ ἡ πρώτη αὐτοῦ παρουσία λανθάνουσα γέγονεν, ἵνα μὴ νομίσῃς, ὅτι καὶ ἡ δευτέρα τοιαύτη γίνεται, τοῦτο δέδωκε τὸ σημεῖον. Αὕτη μὲν γὰρ λανθάνουσα εἰκότως γέγονεν· ἦλθε γὰρ ζητῶν τὸ ἀπολωλός· ἐκείνη δὲ οὐχ οὕτως· ἀλλὰ πῶς, εἰπέ; Ὥσπερ γὰρ ἐξέρχεται ἡ ἀστραπὴ ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ἀθρόον ἅπασι φανήσεται, καὶ οὐ δεήσεται οὐδεὶς ἐρωτῆσαι, εἴτε ἐνταῦθα, εἴτε ἐκεῖ ὁ Χριστός. Ὥσπερ γὰρ ἀστραπῆς φαινομένης οὐ δεόμεθα ἐξετάζειν εἰ ἐγένετο· οὕτω τῆς παρουσίας γινομένης τοῦ Χριστοῦ, οὐ δεόμεθα ἐξετάζειν, εἰ παρεγένετο ὁ Χριστός. Ἀλλὰ τὸ ζητούμενον, εἰ μετὰ σταυροῦ ἔρχεται· μὴ γὰρ δὴ ἐπιλαθώμεθα τῆς ὑποσχέσεως. Ἄκουσον τοίνυν τῶν ἑξῆς. Τότε, φησί· τότε, πότε; Ὅταν ἔρχηται ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τοσαύτη γὰρ ἔσται τοῦ φωτὸς τότε ἡ ὑπερβολὴ, ὡς καὶ τὰ φαιδρότατα ἄστρα ἀποκρυβῆναι. Τότε καὶ οἱ ἀστέρες πεσοῦνται, τότε τὸ σημεῖον φανήσεται τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Εἶδες πόση ἀρετὴ τοῦ σημείου τοῦ σταυροῦ; Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ φανήσεται· ἐκεῖνο δὲ λάμπει καὶ φαίνει, ἵνα μάθῃς ὅτι καὶ ἡλίου καὶ σελήνης φαιδρότερον. Καὶ καθάπερ βασιλέως εἰς πόλιν εἰσιόντος, οἱ στρατιῶται προλαμβάνοντες τὰ λεγόμενα σίγνα, βαστάζουσιν ἐπὶ τῶν ὤμων αὐτῶν, προαγγέλλοντες τὴν εἴσοδον αὐτοῦ· οὕτω καὶ τοῦ Κυρίου κατιόντος ἐκ τῶν οὐρανῶν προέρχεται τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ ἀρχαγγέλων, τὸ σημεῖον ἐκεῖνο φέροντες ἐπὶ τῶν ὤμων, καὶ τὴν βασιλικὴν αὐτοῦ εἴσοδον ἀπαγγέλλοντες ἡμῖν. Τότε σαλευθήσονται αἱ δυνάμεις τῶν οὐρανῶν, περὶ τῶν ἀγγέλων φησί· τρόμος λήψεται αὐτοὺς τότε καὶ φόβος πολύς. Καὶ τίνος ἕνεκεν, εἰπέ μοι; Φοβερὸν ἔσται τὸ δικαστήριον ἐκεῖνο· πᾶσα γὰρ ἡμῶν ἡ φύσις μέλλει κρίνεσθαι καὶ παρίστασθαι τῷ φοβερῷ δικαστῇ. Τίνος οὖν ἕνεκεν οἱ ἄγγελοι δεδοίκασι καὶ φρίττουσιν; οὐ γὰρ ἐκεῖνοι μέλλουσι κρίνεσθαι. Καθάπερ γὰρ ἄρχοντος δικάζοντος, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως, οἱ μηδὲν ἑαυτοῖς συνειδότες δεδοίκασι καὶ φρίττουσι διὰ τὸν φόβον τοῦ δικαστοῦ· οὕτω καὶ τότε, τῆς φύσεως τῆς ἡμετέρας κρινομένης, καὶ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἄγγελοι δεδοίκασι διὰ τὴν ὑπερβολὴν τοῦ φόβου τοῦ δικαστοῦ. Ἀλλὰ διὰ τί ὁ σταυρὸς φαίνεται τότε, καὶ διὰ τί ἔχων αὐτὸν ἔρχεται; Ἵνα μάθωσι τὴν οἰκείαν αὐτῶν ἀγνωμοσύνην οἱ σταυρώσαντες αὐτὸν, διὰ τοῦτο αὐτὸ τὸ σύμβολον τῆς ἀναισχυντίας αὐτῶν δείκνυσι. Καὶ ὅτι διὰ τοῦτο αὐτὸν φέρει, ἄκουσον τοῦ προφήτου λέγοντος· Τότε κόψονται αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα. Καὶ τί θαυμάζεις, εἰ τὸν σταυρὸν φέρων ἔρχεται, ὅπου γε καὶ αὐτὰ τὰ τραύματα τότε δείκνυσιν· Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν; Καθάπερ γὰρ ἐπὶ τοῦ Θωμᾶ ἐποίησε, βουλόμενος ἀπι στίαν διορθώσασθαι μαθητοῦ, καὶ ἀναστὰς ἔδειξεν αὐτῷ τὸν τύπον τῶν ἥλων, καὶ τὰ τραύματα, εἰπὼν, Βάλε τὴν χεῖρά σου, καὶ βλέπε, ὅτι πνεῦμα σάρκα καὶ ὀστᾶ οὐκ ἔχει· οὕτω καὶ τότε δείξει τὰ τραύματα καὶ τὸν σταυρὸν, ἵνα δείξῃ ὅτι οὗτος ἦν ἐκεῖνος ὁ σταυρωθείς.
εʹ. Οὐκ ἀπὸ τοῦ σταυροῦ δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ αὐτῶν τῶν ῥημάτων τῶν ἐν τῷ σταυρῷ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν ἔστιν ἰδεῖν. Ἔτι γὰρ προσηλωμένος καὶ κωμῳδούμενος καὶ καταγελώμενος τότε καὶ ἐμπτυόμενος, ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ σταυρούμενος ὑπὲρ τῶν σταυρούντων εὔχεται· καίτοι ἐκεῖνοι τὸ ἐναντίον ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι, φησί. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει ἀπὸ τοῦ σταυροῦ, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν. Κατάβηθι ἀπὸ τοῦ σταυροῦ, φησὶ, καὶ πιστεύσομέν σοι. Ῥήματα ταῦτα, καὶ πρόφασις ἀπιστίας. Τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολλῷ μεῖζον ἦν τὸ ἀναστῆναι, τοῦ λίθου ἐπικειμένου τῷ τάφῳ· τοῦ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολλῷ μεῖζον ἦν τὸ νεκρὸν δεδεμένον καὶ τετραήμερον ὄντα τὸν Λάζαρον μετὰ τῶν κειριῶν ἐξαγαγεῖν τοῦ μνήματος. Ἐκεῖνοι μὲν οὖν ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ,ῶσον σεαυτόν· αὐτὸς δὲ πάντα ἔπραττεν, ὅπως ἐκείνους σώσῃ τοὺς ὀνειδίζοντας αὐτὸν, λέγων· Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖν; ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν; Ἀφῆκεν, εἰ ἐβούλοντο μετανοῆσαι. Εἰ γὰρ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν Παῦλος ἀπόστολος ἐγένετο· εἰ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν εὐθέως τρισχίλιοι ἐπίστευσαν καὶ πεντακισχίλιοι καὶ πολλαὶ μυριάδες. Ὅτι γὰρ πολλαὶ μυριάδες Ἰουδαίων ἐπίστευσαν, ἄκουσον τί λέγουσιν οἱ ἀπόστολοι τῷ Παύλῳ· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Μιμησώμεθα τοίνυν τὸν ∆εσπότην, καὶ ὑπὲρ τῶν ἐχθρῶν εὐχώμεθα. Πάλιν γὰρ αὐτῆς ἐπιλαμβάνομαι τῆς παραινέσεως· πέμπτην ἔχω σήμερον ἡμέραν ὑπὲρ ταύτης ὑμῖν τῆς ὑποθέσεως διαλεγόμενος, οὐχὶ καταγινώσκων ὑμῶν παρακοὴν, μὴ γένοιτο, ἀλλὰ μάλιστα ἐλπίζων ὅτι πεισθήσεσθε. Εἰ δέ τινές εἰσι σκληροὶ καὶ ὀργίλοι καὶ δυσανάγωγοι, ὥστε παρακοῦσαι τῶν περὶ τῆς εὐχῆς ῥηθέντων, κἂν τὸν ἀριθμὸν τῶν ἡμερῶν αἰδεσθέντες ἀπόθωνταί ποτε τὴν ἔχθραν καὶ τὴν μικροψυχίαν. Μίμησαί σου τὸν ∆εσπότην· ἐσταυροῦτο, καὶ ὑπὲρ τῶν σταυρούντων τῷ Πατρὶ διελέγετο. Καὶ πῶς δύναμαι, φησὶ, τὸν ∆εσπότην μιμήσασθαι; Ἐὰν θέλῃς, δύνασαι.Εἰ μὴ γὰρ οἷός τε ἦς μιμήσασθαι, πῶς ἔλεγε, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ; Εἰ μὴ δυνατὸν ἦν μιμήσασθαι, οὐκ ἂν ἔλεγεν ὁ Παῦλος· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πλὴν ἀλλ' οὐ βούλει τὸν ∆εσπότην μιμήσασθαι; μίμησαι τὸν σύνδουλον, Στέφανον λέγω τὸν ἀπόστολον· καὶ γὰρ ἐκεῖνος τὸν ∆εσπότην ἐμιμήσατο. Καὶ καθάπερ ὁ Χριστὸς μεταξὺ τῶν σταυρούντων, ἀφεὶς τὸν σταυρὸν, ἀφεὶς τὰ καθ' ἑαυτὸν, ὑπὲρ τῶν σταυρούντων παρακαλεῖ τὸν Πατέρα· οὕτω καὶ ὁ δοῦλος μεταξὺ τῶν λιθαζόντων, βαλλόμενος ὑπὸ πάντων,δεχόμενος τὰς βολὰς τῶν λίθων, καὶ τὰς ὀδύνας τὰς ἐκ τούτων γινομένας ἀφεὶς, ἔλεγε· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Εἶδες πῶς διαλέγεται ὁ Υἱός; εἶδες πῶς δέεται ὁ δοῦλος; Ἐκεῖνός φησι· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν· οὗτος δέ φησι· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἵνα μάθῃς ὅτι μετὰ σπουδῆς εὔχεται, οὐχ ἁπλῶς εὔχεται ἑστὼς καὶ καταλευόμενος, ἀλλὰ θεὶς τὰ γόνατα εἶπε μετὰ κατανύξεως, μετὰ πολλῆς συμπαθείας. Βούλει σοι δείξω καὶ ἄλλον σύνδουλον πολλῷ μείζονα ἐκείνου παθόντα; Ὁ Παῦλός φησιν· Ὑπὸ Ἰουδαίων τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Τί οὖν μετὰ ταῦτα; Ηὐχόμην, φησὶν, αὐτὸς ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα. Θέλεις καὶ ἄλλον ἰδεῖν, οὐκ ἀπὸ τῆς Καινῆς, ἀλλ' ἀπὸ τῆς Παλαιᾶς; Τοῦτο γάρ ἐστι μάλιστα τὸ θαυμαστὸν, ὅτι ὅπου οὐκ ἐκελεύοντο τοὺς ἐχθροὺς φιλεῖν, ἀλλ' ὀφθαλμὸν εκόπτειν ἀντ' ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμείψασθαι κακοῖς, πρὸς ἀποστολικὴν ἔφθασαν φιλοσοφίαν. Ἄκουσον τί φησιν ὁ Μωϋσῆς, ὁ λιθασθεὶς ὑπὸ τῶν Ἰουδαίων πολλάκις, καὶ καταφρονηθεὶς ὑπ' αὐτῶν· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁρᾷς ἕκαστον τὴν τῶν ἄλλων ἀσφάλειαν πρὸ τῆς οἰκείας σωτηρίας τιθέμενον;Οὐδὲν ἥμαρτες· καὶ τί βούλει κοινωνῆσαι αὐτοῖς τῆς τιμωρίας; Ὅτι οὐ σφόδρα αἰσθάνομαι, φησὶ, τῆς εὐπραγίας, ἑτέρων πασχόντων κακῶς. Ἤρκει μὲν οὖν καὶ ταῦτα ἡμῖν τὰ παραδείγματα· ἵνα δὲ ἐκ περιουσίας διορθώσωμεν ἑαυτοὺς, καὶ ἕτερον τὰ αὐτὰ φιλοσοφοῦντα πειράσομαι. Καὶ γὰρ ὁ ∆αυῒδ, ὁ μακάριος ἐκεῖνος καὶ πρᾶος, τοῦ στρατοπέδου παντὸς κατεξαναστάντος αὐτοῦ, καὶ τὸν υἱὸν καθοπλίσαντος τὸν Ἀβεσαλὼμ, καὶ ἐπιθεμένου τῇ τυραννίδι, καὶ βουληθέντος αὐτὸν σφάξαι, εἶτα τοῦ Θεοῦ διὰ τοῦτο παροξυνθέντος τί γὰρ εἰ καὶ πρόφασιν ἑτέραν ἐπέθηκε τῇ σφαγῇ; καὶ τὸν ἄγγελον πέμψαντος ῥομφαίαν ἐσπασμένον, καὶ τὴν πληγὴν ἐπιφέροντα ἄνωθεν, ὁρῶν ἀπολλυμένους ἅπαντας, τί φησιν; Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, κἀγὼ ὁ ποιμὴν ἐκακοποίησα. Γενέσθω ἐπ' ἐμὲ ἡ χείρ σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁρᾷς πάλιν συγγενῆ τὰ κατορθώματα; Βούλει σοι δείξω καὶ ἄλλον; οὐδὲ γὰρ ἑτέρου τὰ αὐτὰ φιλοσοφοῦντος ἀπορήσομεν. Σαμουὴλ ὁ προφήτης ἐκεῖνος ὑβρίσθη παρὰ τῶν Ἰουδαίων, ἀπεχειροτονήθη, ἠτιμάσθη οὕτως, ὡς τὸν Θεὸν θελῆσαι αὐτὸν παραμυθήσασθαι καὶ εἰπεῖν· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμέ. Τί οὖν ἐκεῖνος ὁ ἐξουθενηθεὶς, ὁ ὑβρισθείς; Ἐμοὶ δὲ μὴ γένοιτο, φησὶν, ἁμαρτεῖν οὕτως, ὡς διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Ἁμαρτίαν ἐνόμισεν εἶναι, τὸ μὴ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν. Μὴ γένοιτο γάρ μοι ἁμαρτεῖν οὕτως, ὡς μὴ προσεύχεσθαι ὑπὲρ ὑμῶν. Ὁ Χριστὸς λέγει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὁ Στέφανος λέγει· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ὁ Παῦλος λέγει· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν κατὰ σάρκα. Ὁ Μωϋσῆς λέγει· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁ ∆αυῒδ λέγει· Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁ Σαμουὴλ λέγει· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Ποίας οὖν τύχωμεν συγγνώμης, εἰπέ μοι. τοῦ ∆εσπότου, τῶν δούλων, τῶν ἀπὸ τῆς Καινῆς, τῶν ἀπὸ τῆς Παλαιᾶς, πάντων ἡμᾶς ὠθούντων εἰς τὴν ὑπὲρ τῶν ἐχθρῶν εὐχὴν, αὐτοὶ τὸ ἐναντίον ποιοῦντες, καὶ κατὰ τῶν ἐχθρῶν εὐχόμενοι; Μὴ, παρακαλῶ, μὴ, ἀδελφοί. Καὶ γὰρ ὅσῳ πλείονα τὰ παραδείγματα, τοσούτῳ, ἐὰν μὴ μιμησώμεθα, μείζων ἡ κόλασις. Μεῖζον τὸ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι τοῦ ὑπὲρ τῶν φίλων· οὐδὲ γὰρ οὕτως ὑμᾶς ὠφελεῖ ἐκεῖνο, ὡς τοῦτο. Ἐὰν γὰρ φιλῆτε τοὺς φιλοῦντας ὑμᾶς, οὐδὲν μέγα ποιεῖτε, φησί· καὶ γὰρ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν. Ὥστε ἐὰν ὑπὲρ τῶν φίλων εὐξώμεθα, οὐδέπω τῶν ἐθνικῶν ἢ τελωνῶν ἐγενόμεθα βελτίους· ὅταν δὲ τοὺς ἐχθροὺς φιλήσωμεν, τοῦ Θεοῦ κατὰ δύναμιν ἀνθρωπίνην ὅμοιοι γεγόναμεν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Γενώμεθα τοίνυν ὅμοιοι τοῦ Πατρός. Γίνεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰς τὸν σταυρὸν, ἐλέχθη εἰς τὴν ἁγίαν καὶ μεγάλην Παρασκευήν· καὶ εἰς τὴν ἐξομολόγησιν τοῦ λῃστοῦ, καὶ ὅτι χρὴ ἡμᾶς ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι. Ὁμιλία βʹ.
αʹ. Ἑορτὴν ἄγομεν σήμερον καὶ πανήγυριν, ἀγαπητοί· ὁ γὰρ ∆εσπότης ὁ ἡμέτερος ἐπὶ τοῦ σταυροῦ τυγχάνει τοῖς ἥλοις πεπαρμένος. Καὶ μὴ ξενισθῇς, εἰ τοῦ πράγματος σκυθρωποῦ τυγχάνοντος ἡμεῖς ἑορτάζομεν· τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικὰ, ἀπεναντίας τῇ συνηθείᾳ τῇ ἀνθρωπίνῃ ἐστί. Καὶ ἵνα μάθῃς τοῦτο ἀκριβῶς, ὁ σταυρὸς πρότερον καταδίκης ὄνομα καὶ τιμωρίας ἦν, νῦν δὲ πρᾶγμα γέγονε τίμιον καὶ ποθεινόν· ὁ σταυρὸς πρότερον αἰσχύνης ἦν καὶ κολάσεως ὑπόθεσις, νῦν δὲ γέγονε δόξης καὶ τιμῆς ἀφορμή. Καὶ ὅτι δόξα ὁ σταυρὸς, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ, δόξαν τὸν σταυρὸν καλῶν. Σταυρὸς τὸ κεφάλαιον τῆς σωτηρίας τῆς ἡμετέρας· σταυρὸς ἡ τῶν μυρίων ἀγαθῶν ὑπόθεσις. ∆ιὰ τοῦτον οἱ πρότερον ἠτιμωμένοι καὶ ἔκπτωτοι, νῦν εἰς τὴν τῶν υἱῶν τάξιν ἐδέχθημεν· διὰ τοῦτον οὐκέτι πλανώμεθα, ἀλλὰ τὴν ἀλήθειαν ἐπέγνωμεν· διὰ τοῦτον οἱ ξύλα καὶ λίθους προσκυνοῦντες πρότερον, νῦν ἐπέγνωμεν τὸν τῶν ἁπάντων δημιουργόν· διὰ τοῦτον οἱ δοῦλοι τῆς ἁμαρτίας εἰς τὴν ἐλευθερίαν τῆς δικαιοσύνης ἀνήχθημεν· διὰ τοῦτον ἡ γῆ οὐρανὸς λοιπὸν γέγονεν. Οὗτος ἡμᾶς τῆς πλάνης ἠλευθέρωσεν, οὗτος πρὸς τὴν ἀλήθειαν ἐχειραγώγησεν, οὗτος καταλλαγὰς Θεοῦ πρὸς ἀνθρώπους ἐποιήσατο, οὗτος ἀπὸ τοῦ βυθοῦ τῆς κακίας ἡμᾶς ἀνασπάσας, εἰς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἀνήγαγεν, οὗτος τῶν δαιμόνων τὴν πλάνην ἔσβεσεν, οὗτος τὴν ἀπάτην καθεῖλε. ∆ιὰ τοῦτον οὐκέτι καπνὸς καὶ κνίσσα καὶ αἱμάτων ἀλόγων ἔκχυσις, ἀλλὰ πανταχοῦ λατρεῖαι πνευματικαὶ, ὕμνοι καὶ εὐχαί· διὰ τοῦτον δαίμονες δραπετεύουσι, διὰ τοῦτον ὁ διάβολος φυγαδεύεται, διὰ τοῦτον ἡ ἀνθρωπίνη φύσις πρὸς τὴν ἀγγελικὴν πολιτείαν ἁμιλλᾶται, διὰ τοῦτον παρθενία ἐπὶ γῆς πολιτεύεται. Ἀφ' οὗ γὰρ ὁ ἐκ Παρθένου προῆλθε, τῆς ἀρετῆς ταύτης τὴν ὁδὸν ἐπέγνω ἡ τῶν ἀνθρώπων φύσις. Οὗτος ἡμᾶς ἐν σκότει καθημένους ἐφώτισεν, οὗτος ἡμᾶς ἐκπεπολεμωμένους κατήλλαξεν, οὗτος μακρὰν ὄντας ἐγγὺς εἶναι πεποίηκεν, οὗτος ἀπηλλοτριωμένους ὄντας ᾠκείωσεν, οὗτος ξένους γεγονότας, οὐρανοῦ πολίτας κατεσκεύασεν, οὗτος ἡμῖν πολέμων ἀναίρεσις γέγονεν, οὗτος ἡμῖν εἰρήνης ἀσφάλεια κατέστη. ∆ιὰ τοῦτον οὐκέτι φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· τὴν γὰρ πηγὴν τῆς ζωῆς εὕρομεν· διὰ τοῦτον οὐκ ἐσμὲν ἐν χηρείᾳ· τὸν γὰρ νυμφίον ἀπελάβομεν· διὰ τοῦτον οὐκέτι δεδοίκαμεν τὸν λύκον· τὸν γὰρ ποιμένα τὸν καλὸν ἐπέγνωμεν· Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιμὴν ὁ καλός.∆ιὰ τοῦτον οὐκέτι φρίττομεν τὸν τύραννον· τῷ γὰρ βασιλεῖ προσεδράμομεν. Ὁρᾷς πόσων ἡμῖν ἀγαθῶν ὑπόθεσις ὁ σταυρός; Εἰκότως οὖν ἑορτὴν ἄγομεν. Οὕτω καὶ Παῦλος ἑορτάζειν παραινεῖ λέγων· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Καὶ τίνος ἕνεκεν ἑορτάζειν ἡμᾶς κελεύεις, ὦ μακάριε Παῦλε; Εἰπὲ τὴν αἰτίαν, Ὅτι τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν, φησὶν, ἐτύθη Χριστὸς ὁ Θεός. Ὁρᾷς πῶς ἑορτὴ ὁ σταυρός; Ἔμαθες ὅτι διὰ τὸν σταυρὸν κελεύει ἑορτάζειν; Ἐν γὰρ τῷ σταυρῷ ἐτύθη· ὅπου δὲ θυσία, ἐκεῖ ἁμαρτημάτων ἀναίρεσις, ἐκεῖ καταλλαγὴ ∆εσπότου, ἐκεῖ ἑορτὴ καὶ χαρά. Τὸ Πάσχα ἡμῶν, φησὶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ποῦ ἐτύθη, εἰπέ; Ἐφ' ὑψηλοῦ σταυροῦ. Καινὸν καὶ ξένον τὸ θυσιαστήριον, ἐπειδὴ ξένη καὶ παρηλλαγμένη ἡ θυσία. Ὁ αὐτὸς γὰρ καὶ θυσία καὶ ἱερεύς· θυσία μὲν, κατὰ σάρκα, ἱερεὺς δὲ κατὰ πνεῦμα· ὁ αὐτὸς καὶ προσῆγε καὶ προσήγετο. Ἄκουε πάλιν τοῦ Παύλου λέγοντος· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν. Ὅθεν ἀνάγκη ἔχειν τι καὶ τοῦτον, ὃ προσενέγκῃ. Ἰδοὺ τέως προσφέρει. Ἀλλαχοῦ δὲ πάλιν φησίν· Οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας. Ἰδοὺ ἐνταῦθα προσηνέχθη, ἐκεῖ ἑαυτὸν προσήνεγκεν. Εἶδες πῶς καὶ θυσία καὶ ἱερεὺς ἐγένετο, καὶ θυσιαστήριον ἦν ὁ σταυρός; Ἀλλ' ἀναγκαῖον μαθεῖν, τίνος ἕνεκεν οὐκ ἐν τῷ ναῷ ἡ θυσία προσφέρεται, ἐν τῷ ναῷ λέγω τῷ Ἰουδαϊκῷ, ἀλλ' ἔξω τῆς πόλεως, ἔξω τῶν τειχῶν. Ἔξω γὰρ τῆς πόλεως ἐσταυρώθη, καθάπερ τις κατάδικος, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου, ὅτι Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Τίνος οὖν ἕνεκεν ἔξω τῆς πόλεως, ἐφ' ὑψηλοῦ, καὶ οὐχ ὑπὸ στέγην τινά; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο, ἀλλ' ἵνα τοῦ ἀέρος καθάρῃ τὴν φύσιν. ∆ιὰ τοῦτο καὶ ἐφ' ὑψηλοῦ, καὶ οὐκ ἐπικειμένης στέγης, ἀλλ' ἀντὶ στέγης ἐπικειμένου τοῦ οὐρανοῦ, ἵνα καθαρθῇ ὁ οὐρανὸς ἅπαξ, ἐφ' ὑψηλοῦ θυομένου τοῦ προβάτου. Ἐκαθάρθῃ οὖν οὐρανὸς, ἐκαθάρθη δὲ καὶ ἡ γῆ. Ἔσταξε γὰρ τὸ αἷμα ἀπὸ τῆς πλευρᾶς ἐπὶ τὴν γῆν, καὶ τὸν μολυσμὸν αὐτῆς ἅπαντα ἐξεκάθηρεν. Ἀλλ' ὑπὸ στέγην μὲν ταύτης ἕνεκεν τῆς αἰτίας οὐ προσφέρεται ἡ θυσία· τίνος δὲ ἕνεκεν οὐχὶ ἐν αὐτῷ τῷ ναῷ τῷ Ἰουδαϊκῷ; Καὶ τοῦτο πάλιν οὐχ ἁπλῶς, ἀλλ' ἵνα μὴ ἰδιοποιήσωνται τὴν θυσίαν οἱ Ἰουδαῖοι, ἵνα μὴ νομίσῃς ὑπὲρ τοῦ ἔθνους ἐκείνου μόνου τὴν θυσίαν προσφέρεσθαι, διὰ τοῦτο ἔξω τῆς πόλεως, ἔξω τῶν τειχῶν, ἵνα μάθῃς ὅτι καθολική ἐστιν ἡ θυσία, ἵνα μάθῃς, ὅτι ὑπὲρ τῆς γῆς ἁπάσης ἐστὶν ἡ προσφορὰ, καὶ ὅτι κοινὸς τῆς φύσεως ἡμῶν ἁπάσης ἐστὶν ὁ καθαρισμός. Τοῖς μὲν γὰρ Ἰουδαίοις διὰ τοῦτο ἐκέλευσεν ὁ Θεὸς πᾶσαν τὴν γῆν ἀφιέναι, καὶ εἰς ἕνα τόπον προσφέρειν, εἰς ἕνα τόπον εὔχεσθαι· ἐπειδὴ πᾶσα ἡ γῆ τότε ἀκάθαρτος ἦν ἀπὸ τοῦ καπνοῦ, καὶ τῆς κνίσσης, καὶ τῶν εἰδωλικῶν αἱμάτων, καὶ τῶν ἄλλων μολυσμῶν τῶν Ἑλληνικῶν· διὰ τοῦτο αὐτοῖς ἕνα τόπον ἐπέταξεν. Ἀλλ' ἐλθὼν ὁ Χριστὸς, καὶ τῆς πόλεως ἔξω παθὼν, πᾶσαν τὴν γῆν ἐκάθηρε, πάντα τόπον εὐκτήριον εἰργάσατο. Βούλει μαθεῖν πῶς πᾶσα ἡ γῆ λοιπὸν ναὸς ἐγένετο, καὶ πῶς πᾶς τόπος εὐκτήριος κατέστη; Ἄκουσον πάλιν τοῦ μακαρίου Παύλου λέγοντος· Ἐν παντὶ τόπῳ ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Εἶδες πῶς ἐκάθηρε τὴν οἰκουμένην; εἶδες πῶς πανταχοῦ ἐπαίρειν ὁσίους χεῖρας δυνάμεθα; Πᾶσα γὰρ ἡ γῆ γέγονεν ἁγία λοιπὸν, μᾶλλον δὲ καὶ τῶν παρὰ Ἰουδαίοις ἁγίων ἁγιωτέρα. Πῶς; Ὅτε ἐκεῖ μὲν ἄλογον, ἐνταῦθα δὲ λογικὸν προσήχθη πρόβατον. Ὅσῳ τοίνυν κρεῖττον τὸ λογικὸν τοῦ ἀλόγου, τοσούτῳ πλείων ἐνταῦθα καὶ ὁ ἁγιασμός. Οὐκοῦν ἀληθῶς ἑορτὴ ὁ σταυρός. βʹ. Βούλει μαθεῖν αὐτοῦ καὶ ἕτερον κατόρθωμα μέγιστον, πᾶσαν ὑπερβαῖνον ἀνθρωπίνην διάνοιαν; Τὸν παράδεισον ἀποκεκλεισμένον σήμερον ἀνέῳξε· σήμερον γὰρ τὸν λῃστὴν εἰσήγαγεν ἐν αὐτῷ. ∆ύο τὰ μέγιστα κατορθώματα, καὶ τὸν παράδεισον ἀνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγεν· ἀπέδωκεν αὐτῷ τὴν ἀρχαίαν πατρίδα, ἐπανήγαγεν αὐτὸν ἐπὶ τὴν πατρῴαν πόλιν. Σήμερον μετ' ἐμοῦ ἔσῃ, φησὶν, ἐν τῷ παραδείσῳ. Τί λέγεις; ἐσταύρωσαι καὶ προσήλωσαι ἐν τῷ σταυρῷ ἥλοις, καὶ παράδεισον ἐπαγγέλλῃ; πῶς οὖν τοιαῦτα χαρίζῃ; Καὶ μὴν ὁ Παῦλος λέγει, ὅτι Ἐσταυρώθη ἐξ ἀσθενείας· ἀλλ' ἄκουε τῶν ἐπαγομένων· Ἀλλὰ ζῇ, φησὶν, ἐκ δυνάμεως Θεοῦ. Καὶ πάλιν ἀλλαχοῦ· Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ∆ιὰ τοῦτο ἐν τῷ σταυρῷ νῦν, φησὶν, ἐπαγγέλλομαι, ἵνα καὶ διὰ τούτου τὴν ἐμὴν καταμάθῃς δύναμιν. Ἐπειδὴ γὰρ τὸ πρᾶγμα σκυθρωπόν ἐστιν, ἵνα μὴ κατηφὴς γένῃ τῇ φύσει τοῦ σταυροῦ προσέχων, ἀλλὰ πρὸς τὴν τοῦ σταυρουμένου δύναμιν ἀποβλέψας, φαιδρὸς ᾖς καὶ γεγανωμένος, διὰ τοῦτο ἐκεῖ ἐπιδείκνυσί σοι τὴν ἰσχὺν τὴν ἑαυτοῦ. Οὐ γὰρ νεκρὸν ἀναστήσας, οὐ θαλάττῃ ἐπιτάξας, οὐ δαίμοσιν ἐπιτιμήσας, ἀλλ' ἐσταυρωμένος, προσηλωμένος, ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, χλευαζόμενος, παρὰ πάντων διασυρόμενος ἴσχυσε τὴν πονηρὰν τοῦ λῃστοῦ διάνοιαν ἐφ' ἑαυτὸν ἐπισπάσασθαι. Ὅρα ἑκατέρωθεν αὐτοῦ τὴν δύναμιν διαλάμπουσαν. Τὴν κτίσιν ἐκλόνησε, τὰς πέτρας διέῤῥηξε, τὴν πέτρας ἀναισθητοτέραν τοῦ λῃστοῦ ψυχὴν κηροῦ μαλακωτέραν εἰργάσατο. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Τί λέγεις; Τὰ χερουβὶμ τηρεῖ τὸν παράδεισον καὶ ἡ φλογίνη ῥομ φαία, καὶ σὺ τῷ λῃστῇ τὴν ἐκεῖ εἴσοδον ἐπαγγέλλῃ; Ναὶ, φησίν. Ἐγὼ γὰρ καὶ τῶν χερουβίμ εἰμι δεσπότης, καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχω· διὸ καὶ λέγει· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἂν ἴδωσι τὸν ∆εσπότην αἱ δυνάμεις ἐκεῖναι, εὐθέως παραχωροῦσι καὶ ὑπεξίστανται. Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ' ἑαυτοῦ εἰσκαθίσας, οὕτως εἰς τὴν πόλιν εἰσελαύνειν· ὁ δὲ φιλάνθρωπος ∆εσπότης τοῦτο ἐποίησεν. Εἰς τὴν ἱερὰν γὰρ εἰσιὼν πατρίδα, τὸν λῃστὴν μεθ' ἑαυτοῦ εἰσφέρει, οὐχὶ ἀτιμάζων τὸν παράδεισον, μὴ γένοιτο, τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ ταύτῃ μᾶλλον τιμῶν. Τιμὴ γὰρ παραδείσου, τὸ τοιοῦτον ἔχειν ∆εσπότην, οὕτω δυνατὸν καὶ φιλάνθρωπον, ὡς καὶ λῃστὴν δύνασθαι ποιῆσαι ἄξιον τῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ. Καὶ γὰρ ὅτε τελώνας καὶ πόρνας εἰς τὴν βασιλείαν ἐκάλει, οὐ καταισχύνων τὴν βασιλείαν τοῦτο ἐποίει, ἀλλὰ τιμῶν μάλιστα, καὶ δεικνὺς ὅτι τοιοῦτός ἐστιν ὁ Κύριος τῆς τῶν οὐρανῶν βασιλείας, ὡς καὶ πόρνας καὶ τελώνας οὕτως ἐργάσασθαι δοκίμους, ὡς ἀξίους φανῆναι τῆς ἐκεῖ τιμῆς καὶ δωρεᾶς. Καθάπερ οὖν ἰατρὸν τότε θαυμάζομεν, ὅταν ἴδωμεν ὅτι ἀνθρώπους ἀνίατα νοσήματα ἔχοντας ἀπαλλάξας τῆς ἀῤῥωστίας, πρὸς καθαρὰν ὑγίειαν ἐπανήγαγεν· οὕτω καὶ τὸν Χριστὸν θαύμασον, ἀγαπητὲ, καὶ ἐκπλάγηθι, ὅτι λαβὼν ἀνίατα νοσήματα ψυχῆς ἔχοντας ἀνθρώπους, ἴσχυσε καὶ τῆς κακίας ἀπαλλάξαι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξίους ἀποφῆναι τοὺς πρὸς τὴν ἐσχάτην πονηρίαν ἐληλακότας. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Μεγάλη τιμὴ, πολὺ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἄφατος ἡ ὑπερβολὴ τῆς ἀγαθότητος· τοῦ γὰρ εἰς τὸν παράδεισον εἰσελθεῖν μείζων τιμὴ τὸ μετὰ τοῦ ∆εσπότου εἰσελθεῖν. Τί γέγονεν, εἰπέ μοι; τί τοιοῦτον ὁ λῃστὴς ἐπεδείξατο, ἵνα ἀθρόον παραδείσου ἄξιος φανῇ ἀπὸ τοῦ σταυροῦ; Βούλει συντόμως εἴπω, καὶ δείξω τοῦ λῃστοῦ τὴν εὐγνωμοσύνην; Ὅτε Πέτρος ἠρνεῖτο κάτω ὁ τῶν μαθητῶν κορυφαῖος, τότε ἐκεῖνος ἄνω ἐπὶ τοῦ σταυροῦ τυγχάνων ὡμολόγησε. Καὶ τοῦτο οὐ τοῦ Πέτρου κατηγορῶν εἶπον, μὴ γένοιτο, ἀλλὰ τοῦ λῃστοῦ τὴν μεγαλοψυχίαν δεῖξαι βουλόμενος, καὶ τὴν ὑπερβάλλουσαν φιλοσοφίαν. Ἐκεῖνος οὐκ ἤνεγκε κόρης ἀπειλὴν εὐτελοῦς· οὗτος δὲ ὁρῶν δῆμον ὁλόκληρον μεμηνότα καὶ περιεστῶτα καὶ βοῶντα καὶ μυρία εἰς τὸν ἐσταυρωμένον λοιδορούμενον, οὐκ εἶδε πρὸς τὴν ὕβριν τοῦ ἐσταυρωμένου, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα ταῦτα παραδραμὼν, καὶ τὰ ταπεινὰ καὶ τὰ κωλύματα κάτω ἀφεὶς, ἐπέγνω τὸν τῶν οὐρανῶν ∆εσπότην, εἰπὼν τὰ βραχέα ἐκεῖνα ῥήματα καὶ τοῦ παραδείσου ἄξιον αὐτὸν ἀποφήναντα· Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου.Μὴ παραδράμωμεν ἁπλῶς τὸ εἰρημένον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν τὸν λῃστὴν, ὃν οὐκ ἐπῃσχύνθη ὁ ∆εσπότης ὁ ἡμέτερος πρῶτον εἰς τὸν παράδεισον εἰσαγαγεῖν· μὴ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν ἄνθρωπον, πρὸ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἄξιον φανέντα τῆς πολιτείας τῆς ἐν τῷ παραδείσῳ. Καθ' ἕκαστον τοίνυν τῶν ῥημάτων ἐξετάσωμεν, ἵνα μάθωμεν καὶ ἐντεῦθεν τοῦ σταυροῦ τὴν δύναμιν. Οὐδὲ γὰρ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς Πέτρον καὶ Ἀνδρέαν· ∆εῦτε, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· οὐδὲ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τοὺς δώδεκα μαθητὰς, ὅτι Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅλως δὲ οὐδὲ ῥήματος αὐτὸν ἠξίωσεν. Οὐδὲ θαύματα εἶδεν, οὐ νεκρὸν ἀνιστάμενον, οὐ δαίμονας ἐλαυνομένους, οὐ θάλατταν εἴκουσαν αὐτοῦ τῷ ἐπιτάγματι, οὐ περὶ βασιλείας αὐτῷ διελέχθη· πόθεν δὲ ᾔδει καὶ τῆς βασιλείας τὸ ὄνομα; Ἴδωμεν αὐτοῦ τὴν σύνεσιν τὴν πολλήν. Ἐλοιδόρει αὐτὸν, φησὶν, ὁ ἕτερος λῃστής· καὶ γὰρ ἕτερος ἦν λῃστὴς συνεσταυρωμένος, ἵνα πληρωθῇ τὸ παρὰ τοῦ προφήτου εἰρημένον, ὅτι Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Ἐβούλοντο γὰρ καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν οἱ ἀγνώμονες Ἰουδαῖοι, καὶ πανταχόθεν ἐπηρέαζον τοῖς γινομένοις· ἀλλὰ διὰ πάντων ἡ ἀλήθεια ηὔξανε, καὶ δι' αὐτῶν τῶν κωλυμάτων λαμπροτέρα ἐγίνετο. Ἐλοιδόρει τοίνυν αὐτὸν ὁ ἕτερος λῃστής· εἷς δέ τις τῶν εὐαγγελιστῶν φησιν, ὅτι ἀμφότεροι ἐλοιδόρουν τὸν Ἰησοῦν· καὶ τοῦτο δὲ ἀληθὲς, ὃ καὶ μάλιστα ἐπιτείνει τούτου τὴν εὐγνωμοσύνην. Εἰκὸς γὰρ αὐτὸν λοιδορῆσαι μὲν παρὰ τὴν ἀρχὴν, ἀθρόον δὲ τοσαύτην τὴν μεταβολὴν ἐπιδείξασθαι. Ἐλοιδόρει τοίνυν αὐτὸν, φησὶν, ὁ ἕτερος λῃστής. Εἶδες λῃστὴν καὶ λῃστήν; ἀμφότεροι ἐν τῷ σταυρῷ, ἀμφότεροι ἀπὸ πονηρίας, ἀμφότεροι ἀπὸ βίου λῃστικοῦ, ἀλλ' οὐκ ἀμφότεροι ἐν τοῖς αὐτοῖς· ἀλλ' ὁ μὲν βασιλείαν ἐκληρονόμησεν, ὁ δὲ εἰς γέενναν παρεπέμπετο. Οὕτω καὶ χθὲς, μαθητὴς καὶ μαθηταί· ἀλλ' ὁ μὲν πρὸς προδοσίαν παρεσκευάζετο, οἱ δὲ πρὸς διακονίαν εὐτρεπίζοντο· καὶ ἐκεῖνος μὲν ἔλεγε τοῖς Φαρισαίοις· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οὗτοι δὲ προσῆλθον τῷ Ἰησοῦ λέγοντες· Ποῦ θέλεις ἑτοιμάζωμέν σοι φαγεῖν τὸ Πάσχα; Οὕτω καὶ ἐνταῦθα, λῃστὴς καὶ λῃστής· ἀλλ' ὁ μὲν ἐλοιδορεῖτο, ὁ δὲ ἐπιστομίζει· ὁ μὲν βλασφημεῖ, ὁ δὲ ἐγκαλεῖ, καὶ ταῦτα ὁρῶν ἐσταυρωμένον αὐτὸν, κατακεκριμένον, τὸν δῆμον κάτωθεν λοιδορούμενον, ἐπιβοῶντα μεγάλα· ἀλλ' ὅμως οὐδὲν τούτων αὐτὸν παρέτρεψεν, οὐδὲ τῆς προσηκούσης δόξης ἀπήγαγεν, ἀλλὰ καὶ τῷ ἑτέρῳ λῃστῇ σφοδρῶς ἐπιτίθεται, καί φησι πρὸς αὐτόν· Οὐδὲ φοβῇ τὸν Θεὸν σύ; γʹ. Εἶδες παῤῥησίαν λῃστοῦ; εἶδες πῶς οὐδὲ ἐν σταυρῷ τῆς οἰκείας τέχνης ἐπιλανθάνεται, ἀλλὰ διὰ τῆς ὁμολογίας αὐτῆς λῃστεύει τὴν βασιλείαν; Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, φησίν; Εἶδες παῤῥησίαν ἐν σταυρῷ; εἶδες φιλοσοφίαν, εἶδες εὐλάβειαν; Ὅτι γὰρ ἐν ἑαυτῷ ἦν, ὅτι τὰς φρένας ὅλως εἶχε τοῖς ἥλοις ἐμπεπαρμένος, καὶ τὰς ἐκ τῶν ἥλων ὀδύνας ὑπομένων τὰς ἀφορήτους, οὐχὶ θαυμάζεσθαι ἄξιος τοῦ γενναίου φρονήματος ἕνεκα; Ἐγὼ μὲν οὐ θαυμάζεσθαι μόνον ἄξιον, ἀλλὰ καὶ μακαρίζεσθαι αὐτὸν δικαίως ἂν εἴποιμι. Καὶ γὰρ οὐ μόνον οὐκ ἐπεστρέφετο πρὸς τὰς ἀλγηδόνας, ἀλλ' ἀφεὶς τὰ καθ' ἑαυτὸν, τὰ ἑτέρου ἐφρόντιζε, καὶ ὅπως ἐκεῖνον ἐξαρπάσῃ τῆς πλάνης, καὶ διδάσκαλος γένηται ἐν σταυρῷ, ἐσπούδαζεν. Οὐδὲ φοβῇ τὸν Θεὸν, φησὶ, σύ; Μονονουχὶ λέγει πρὸς αὐτόν· Μὴ τῷ κάτω δικαστηρίῳ πρόσεχε, μὴ ἀπὸ τῶν ὁρωμένων ψηφίζου, μὴ τὰ γινόμενα μόνον ὅρα· ἔστιν ἕτερος κριτὴς ἀόρατος, ἀδέκαστόν ἐστιν ἐκεῖνο τὸ δικαστήριον, παραλογισθῆναι μὴ δυνάμενον. Μὴ τοίνυν ἴδῃς, ὅτι κατεκρίθη κάτω· ἀλλὰ τὰ ἄνω οὐ τοιαῦτα. Ἐνταῦθα μὲν γὰρ ἐν τῷ κάτω δικαστηρίῳ καὶ ἀνεύθυνοι πολλάκις καταδικάζονται, καὶ ὑπεύθυνοι ἀφίενται, καὶ δίκαιοι κατακρίνονται, καὶ ἄδικοι διαφεύγουσι. Τὰ μὲν γὰρ ἑκόντες τῶν κρινομένων, τὰ δὲ ἄκοντες διαφθείρουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων· ἢ γὰρ ἀγνοοῦντες τὸ δίκαιον καὶ ἀπατηθέντες, ἢ ἰδόντες μὲν, ὑπὸ χρημάτων δὲ διαφθαρέντες προέδωκαν τὴν ἀλήθειαν, καὶ κατεψηφίσαντο τῶν ἀνευθύνων. Ἄνω δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὁ Θεὸς γὰρ κριτὴς δίκαιος, καὶ τὸ κρῖμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται· οὐκ ἔχει σκότος, οὐκ ἔχει ἀποκρυβὴν, οὐδεμίαν δέχεται παρατροπήν. Ἵνα γὰρ μὴ λέγῃ ἐκεῖνος, ὅτι κατεδικάσθη κάτω, τί αὐτῷ συνηγορεῖς; ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ ἄνω δικαστήριον, ἐπὶ τὸ βῆμα τὸ φοβερὸν, ἐπὶ τὸ κριτήριον τὸ ἀδέκαστον, ἐπὶ τὸν ἀπαραλόγιστον δικαστὴν, ἀνέμνησεν αὐτὸν ἐκείνου τοῦ φοβεροῦ κριτηρίου. Ἐκεῖ βλέπε, φησὶ, καὶ οὐκ οἴσεις τὴν καταδικάζουσαν ψῆφον, οὐδὲ στήσῃ μετὰ τῶν κάτω ἀνθρώπων, ἀλλὰ θαυμάσεις, καὶ ἀποδέξῃ τὴν ἄνωθεν κρίσιν. Οὐδὲ φοβῇ, φησὶ, τὸν Θεὸν σύ; Εἶδες φιλοσοφίαν λῃστοῦ, εἶδες σύνεσιν, εἶδες διδασκαλίαν; ἀθρόον ἀπὸ τοῦ σταυροῦ πρὸς τὸν οὐρανὸν ἀνέπτη. Καὶ ὅρα αὐτὸν ἀποστολικὸν νόμον ἤδη πληροῦντα, καὶ οὐ τὰ ἑαυτοῦ μόνον σκοποῦντα, ἀλλὰ πάντα ποιοῦντα καὶ πραγματευόμενον, ὥστε καὶ ἐκεῖνον τῆς πλάνης ἀπαλλάξαι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν. Εἰπὼν γὰρ, Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, ἐπήγαγεν, Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Σκόπει ἐξομολόγησιν ἀπηρτισμένην. Τί ἐστιν, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Ἐν τῇ αὐτῇ, φησὶ, κολάσει· καὶ ἡμεῖς γὰρ ἐν σταυρῷ ἐσμεν. Ἐκεῖνον τοίνυν ὀνειδίζων, σαυτὸν πρὸ ἐκείνου βάλλεις ταῖς λοιδορίαις. Ὥσπερ οὖν ὁ ἐν ἁμαρτήμασιν ὢν, καὶ ἕτερον καταδικάζων, ἑαυτὸν πρὸ ἐκείνου καταδικάζει· οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν, καὶ ὀνειδίζων ἑτέρου συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει. Ἐν τῷ αὐτῷ κρίματι, φησὶν, ἐσμέν. Ἀποστολικὸν αὐτῷ νόμον ἀναγινώσκει, εὐαγγελικὰ ῥήματα λέγοντα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Τί ποιεῖς, ὦ λῃστά; κοινωνὸν ὑμῶν αὐτὸν ποιεῖς λέγων, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Οὐχὶ, φησίν· ἐπάγω τὴν διόρθωσιν διὰ τῶν ἑξῆς· Καὶ ἡμεῖς μὲν, φησὶ, δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν. Ἵνα γὰρ μὴ ἀκούσας ὅτι εἶπεν, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν, νομίσῃς ὅτι κοινωνὸν αὐτὸν τῆς ἁμαρτίας ἐποίησε, διὰ τοῦτο ἐπήγαγε τὴν διόρθωσιν, καί φησιν· Ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν. Εἶδες ἐξομολόγησιν τελείαν ἐν σταυρῷ; εἶδες πῶς ἀπενίψατο διὰ τῶν ῥημάτων τὰ ἁμαρτήματα; εἶδες πῶς ἐπλήρωσεν ἐκεῖνο τὸ προφητικὸν παράγγελμα· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς; Οὐδεὶς αὐτὸν ἠνάγκασεν, οὐδεὶς κατηγόρησεν, οὐδεὶς ἐπέθετο· αὐτὸς ἑαυτοῦ κατήγορος γίνεται· διὰ τοῦτο οὐδένα λοιπὸν εἶχεν ἕτερον κατήγορον. Προλαβὼν γὰρ ἥρπασε τὴν τάξιν τοῦ κατηγόρου, καὶ ἑαυτὸν ἐστηλίτευσε λέγων· Ἡμεῖς δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Εἶδες εὐλάβειαν ἐπιτεταμένην; Ὅτε δὴ κατηγόρησεν ἑαυτοῦ, ὅτε ἐξεπόμπευσε τὰ καθ' ἑαυτὸν, ὅτε ἀπελογήσατο ὑπὲρ τοῦ ∆εσπότου εἰπὼν, ὅτι Ἡμεῖς μὲν δικαίως, οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε· τότε καὶ τὴν ἱκε σίαν προσαγαγεῖν ἐθάῤῥησε, λέγων· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Οὐκ ἐτόλμησε πρότερον εἰπεῖν, Μνήσθητί μου, ἕως ὅτε διὰ τῆς ἐξομολογήσεως ἐκάθηρεν ἑαυτὸν τοῦ ῥύπου τῶν ἁμαρτημάτων, ἕως ὅτε καταδικάσας ἑαυτὸν ἀνεύθυνον εἰργάσατο, ἕως ὅτε διὰ τῆς κατηγορίας ἀπέθετο τὰ πλημμελήματα. Ὁρᾷς πόσον ἰσχύει ἐξομολόγησις καὶ ἐν αὐτῷ τῷ σταυρῷ; Ταῦτα ἀκούων, ἀγαπητὲ, μηδέποτε ἀπογνῷς σαυτοῦ, ἀλλ' ἐννοῶν τὸ ἄφατον μέγεθος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπείγου πρὸς τὴν τῶν ἡμαρτημένων διόρθωσιν. Εἰ γὰρ ἐν σταυρῷ ὄντα τὸν λῃστὴν τοσαύτης ἠξίωσε τῆς φιλοτιμίας, πολλῷ μᾶλλον ἡμᾶς τῆς οἰκείας ἀξιώσει φιλανθρωπίας, εἰ βουληθείημεν τῶν πεπλημμελημένων τὴν ἐξομολόγησιν ποιήσασθαι. Ἵνα τοίνυν καὶ ἡμεῖς τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀπολαύσωμεν, ἐξομολογεῖσθαι τὰ ἑαυτῶν ἁμαρτήματα μὴ ἐπαισχυνώμεθα· μεγάλη γὰρ τῆς ἐξομολογήσεως ἡ ἰσχὺς, καὶ πολλὴ ταύτης ἡ δύναμις. Ἰδοὺ γὰρ καὶ οὗτος ἐξωμολογήσατο, καὶ τὸν παράδεισον εὗρεν ἀνεῳγμένον· ἐξωμολογήσατο, καὶ παῤῥησίαν ἔλαβεν, ὁ ἐν λῃστείᾳ ὢν, βασιλείαν αἰτῆσαι. Μέχρις ἐκείνου τοῦ καιροῦ τὴν βασιλείαν τῶν οὐρανῶν οὐκ ᾔτησε. Πόθεν, εἰπέ μοι, βασιλείας, ὦ λῃστὰ, μέμνησαι; τί γὰρ εἶδες τοιοῦτον νῦν; Ἧλοι καὶ σταυρὸς τὰ ὁρώμενα, καὶ κατηγορία καὶ σκώμματα καὶ λοιδορίαι. Ναὶ, φησίν· αὐτὸς γὰρ ὁ σταυρὸς βασιλείας εἶναί μοι δοκεῖ σύμβολον. ∆ιὰ τοῦτο δὲ αὐτὸν βασιλέα καλῶ, ἐπειδὴ βλέπω αὐτὸν σταυρούμενον· βασιλέως γάρ ἐστιν ὑπὲρ τῶν ἀρχομένων ἀποθνήσκειν. Αὐτὸς εἶπεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· οὐκοῦν καὶ ὁ βασιλεὺς ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν ἀρχομένων. Ἐπεὶ οὖν τὴν ψυχὴν αὐτοῦ τέθεικε, διὰ τοῦτο αὐτὸν βασιλέα καλῶ. Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
δʹ. Βούλει μαθεῖν πῶς καὶ βασιλείας σύμβολον ὁ σταυρὸς, καὶ πῶς σεμνὸν τὸ πρᾶγμά ἐστιν; Οὐκ ἀφῆκεν αὐτὸν εἶναι ἐπὶ τῆς γῆς, ἀλλ' ἀνέσπασεν αὐτὸν καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε. Πόθεν δῆλον τοῦτο; Μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Ἀλλ' ἴδωμεν καὶ πῶς μέλλει μετ' αὐτοῦ ἔρχεσθαι. Ἄκουσον αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Ἐὰν εἴπωσιν ὑμῖν, Ἰδοὺ ἐν τοῖς ταμιείοις ἐστὶν ὁ Χριστὸς, ἰδοὺ ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε· περὶ τῆς δευτέρας αὑτοῦ παρουσίας λέγων, διὰ τοὺς ψευδοχρίστους, διὰ τοὺς ψευδοπροφήτας, διὰ τὸν Ἀντίχριστον, ἵνα μή τις πλανηθεὶς ἐκείνῳ περιπέσῃ. Ἐπειδὴ γὰρ πρὸ τοῦ Χριστοῦ ὁ Ἀντίχριστος ἔρχεται, ἵνα μὴ ζητοῦντες, φησὶ, τὸν ποιμένα, τῷ λύκῳ περιπέσητε, διὰ τοῦτο ὑμῖν λέγω γνωρίσματα τῆς τοῦ ποιμένος παρουσίας. Ἐπειδὴ γὰρ ἡ πρώτη αὐτοῦ παρουσία λανθάνουσα ἐγένετο, μὴ νομίσητε, φησὶν, ὅτι καὶ ἡ δευτέρα τοιαύτη ἔσται. Ἐκείνη γὰρ εἰκότως λανθάνουσα ἐγένετο· ἦλθε γὰρ ζητῆσαι τὸ ἀπολωλός· αὕτη δὲ οὐχ οὕτως, ἀλλὰ πῶς; εἰπὲ καὶ δίδαξον. Ὥσπερ ἐξέρχεται, φησὶν, ἡ ἀστραπὴ ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ἀθρόον πᾶσι φανεῖται· οὐ δεήσεται οὐδεὶς ἐρωτῆσαι. Ὥσπερ γὰρ ἀστραπῆς φαινομένης, οὐ δεόμεθα ἐξετάζειν, εἰ ἐγένετο ἀστραπή· οὔτω τῆς παρουσίας αὐτοῦ γενομένης, οὐ δεησόμεθα ἐξετάζειν εἰ παρεγένετο ὁ Χριστός. Ἀλλὰ τὸ ζητούμενον οὐδέπω καὶ νῦν εἰρήκαμεν, εἰ μετὰ τοῦ σταυροῦ ἔρχεται. Ἄκουε τοίνυν καὶ τοῦτο σαφῶς αὐτοῦ δηλοῦντος. Τότε, φησὶ, τουτέστιν, ὅταν ἔρχωμαι, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τοσαύτη γὰρ ἔσται τοῦ φωτὸς τότε ἡ ὑπερβολὴ, ὡς καὶ τὰ φανότατα ἄστρα ἀποκρύπτεσθαι. Καὶ οἱ ἀστέρες γὰρ, φησὶ, πεσοῦνται, καὶ οὕτω τὸ σημεῖον φανήσεται τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Εἶδες πόση ἡ ὑπερβολὴ τοῦ σημείου, πόση φαιδρότης, πόση λαμπηδών; Ὁ ἥλιος σκοτίζεται, ἡ σελήνη οὐ φαίνει, τὰ ἄστρα πίπτει· ἐκεῖνο δὲ μόνον φαίνεται, ἵνα μάθῃς ὅτι καὶ σελήνης φανότερον καὶ ἡλίου φαιδρότερόν ἐστι. Καθάπερ γὰρ βασιλέως εἰσιόντος, τὰ στρατόπεδα προλαμβάνοντα τὰ σημεῖα φέρει ἐπὶ τῶν ὤμων, καὶ προαγγέλλει τοῦ βασιλέως τὴν εἴσοδον· οὕτω τοῦ τῆς κτίσεως ∆εσπότου καταβαίνοντος ἐκ τῶν οὐρανῶν, προλαμβάνει τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων τὸ σημεῖον ἐκεῖνο βαστάζοντα, καὶ τὴν βασιλικὴν εἴσοδον ἡμῖν ἀπαγγέλλοντα. Τότε, φησὶ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, περὶ τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων λέγων, καὶ πασῶν τῶν ἀοράτων δυνάμεων· τρόμος γὰρ αὐτοὺς λήψεται, καὶ φόβος πολὺς καὶ ἀγωνία. Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ αἱ δυνάμεις ἐκεῖναι ἐν φόβῳ καθεστήκασιν; Εἰκότως. Φοβερὸν ἔσται τότε τὸ δικαστήριον, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις μέλλει κρίνεσθαι καὶ εὐθύνας ὑπέχειν καὶ παρίστασθαι βήματι φοβερῷ. Τί δήποτε δὲ καὶ οἱ ἄγγελοι τότε τρέμουσι, καὶ αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι δεδοίκασιν; οὐδὲ γὰρ ἐκεῖνοι μέλλουσι κρίνεσθαι. Καθάπερ δικαστοῦ τοὺς ὑπευθύνους καταδικάζοντος, καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος καθεζομένου, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως αὐτῆς παρεστῶτες, οἱ μηδὲν ἑαυτοῖς συνειδότες, ὅμως δεδοίκασι καὶ φρίττουσι διὰ τὸν φόβον τοῦ δικαστοῦ· οὕτω καὶ τότε, τῆς φύσεως τῆς ἡμετέρας κρινομένης καὶ τῶν πλημμελημάτων τὰς εὐθύνας ἀπαιτουμένης, καὶ οἱ μηδὲν συνειδότες ἑαυτοῖς ἄγγελοι, καὶ αἱ λοιπαὶ δυνάμεις δεδοίκασι καὶ τρέμουσι διὰ τὴν ἀπειλὴν τοῦ δικαστοῦ. Ἀλλὰ τοῦτο μὲν ἔγνωμεν· τίνος δὲ ἕνεκεν καὶ διὰ τί ἔχων τὸν σταυρὸν ἔρχεται; Μάνθανε καὶ τούτου τὴν αἰτίαν. Ἵνα γὰρ δι' αὐτῶν τῶν ἔργων μάθωσιν οἱ σταυρώσαντες τὴν οἰκείαν ἀγνωμοσύνην, διὰ τοῦτο αὐτὸν τὸν ἔλεγχον τῆς μανίας αὐτοῖς δείκνυσι. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο αὐτὸν φέρει, ἵνα αὐτῶν καθάψηται, ἄκουε πάλιν αὐτοῦ τοῦ εὐαγγελιστοῦ λέγοντος· Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα. Καὶ τί θαυμάζεις, εἰ τὸν σταυρὸν φέρων ἔρχεται; αὐτὰ τὰ τραύματα μεθ' ἑαυτοῦ φέρων ἔρχεται. Πόθεν δῆλον, ὅτι αὐτὰ τὰ τραύματα φέρει μεθ' ἑαυτοῦ; Ἄκουε τοῦ προφήτου λέγοντος· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Καθάπερ γὰρ ἐπὶ τοῦ Θωμᾶ ἐποίησε, βουλόμενος τὴν ἀπιστίαν διορθῶσαι τοῦ μαθητοῦ, καὶ ἔδειξεν αὐτῷ τοὺς τύπους τῶν ἥλων, καὶ αὐτὰ τὰ τραύματα, καὶ λέγει, Βάλε τὸν δάκτυλόν σου, καὶ φέρε τὴν χεῖρά σου, καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, ἵνα δείξῃ αὐτῷ, ὅτι ἀληθῶς ἀνέστη· οὕτω καὶ τότε φέρει τὰ τραύματα καὶ τὸν σταυρὸν, ἵνα αὐτοῖς δείξῃ, ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ σταυρωθείς. Μέγα ἄρα ἀγαθὸν καὶ σωτήριον, καὶ τεκμήριον ἐναργὲς τῆς τοῦ Θεοῦ φιλανθρωπίας. εʹ. Μᾶλλον δὲ οὐχ ὁ σταυρὸς μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ῥήματα τὰ ἐπὶ τοῦ σταυροῦ δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν. Καὶ ἄκουε αὐτῶν τῶν ῥημάτων. Παρεστώτων γὰρ αὐτῶν τῶν σταυρωσάντων καὶ τῷ θυμῷ ζεόντων, Πάτερ, φησὶν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἶδες φιλανθρωπίαν ∆εσπότου; σταυρούμενος, ὑπὲρ τῶν σταυρούντων παρεκάλει· καίτοι ἐκεῖνοι ἐχλεύαζον καὶ διέσυρον αὐτὸν λέγοντες· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει ἀπὸ τοῦ σταυροῦ, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ· διὰ τοῦτο γὰρ ἦλθεν, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν. Καταβάτω, φησὶν, ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν εἰς αὐτόν. Ὅρα ἀναισχυντίας ῥήματα καὶ προφάσεις ἀπιστίας. Τοῦ καταβῆναι ἀπὸ τοῦ σταυροῦ μεῖζον ἐποίησε, καὶ οὐκ ἐπίστευσαν, καὶ νῦν λέγουσι· Κατάβα ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι. Τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολὺ μεῖζον ἦν τὸ νεκρὸν ἀναστῆναι, τοῦ λίθου ἐπικειμένου τῷ τάφῳ· τοῦ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολὺ μεῖζον ἦν τετραήμερον ὄντα τὸν Λάζαρον κειρίαις ἐνειλημμένον, μετὰ τούτων ἐξαγαγεῖν ἐκ τοῦ μνημείου. Εἶδες ἀνοίας ῥήματα; εἶδες μανίας ὑπερβολήν; ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ, ἵνα εἰδῆτε Θεοῦ φιλανθρωπίαν ὑπερβάλλουσαν, καὶ πῶς αὐτῇ τῇ ἀνοίᾳ αὐτῶν ἀφορμῇ κέχρηται εἰς συγγνώμην ὁ Χριστός. Πάτερ, φησὶν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Μονονουχὶ γὰρ τοῦτο δηλοῖ, δι' ὧν φησιν· Ἀνόητοί εἰσι, καὶ ἀγνοοῦσιν ὃ πράττουσι. Κἀκεῖνοι μὲν ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτόν· αὐτὸς δὲ ἐσπούδαζεν ὅπως ἐκείνους σώσῃ τοὺς ὀνειδίζοντας αὐτῷ καὶ κωμῳδοῦντας καὶ λοιδορουμένους. Ἄφες αὐτοῖς, φησὶ, τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖν; ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν; Ἀφῆκε τοῖς βουλομένοις τὴν μετάνοιαν ἐπιδείξασθαι. Καὶ εἰ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν Παῦλος ἀπόστολος ἐγένετο· εἰ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν εὐθέως τρισχίλιοι καὶ πεντακισχίλιοι, οὐκ ἂν αἱ πολλαὶ μυριάδες τῶν Ἰουδαίων ἐπίστευσαν ὕστερον. Ἄκουσον γὰρ τί φησι πρὸς τὸν Παῦλον Ἰάκωβος ἐν Ἱεροσολύμοις· Θεωρεῖς, ἀδελφὲ,πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων. Μιμησώμεθα τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς τὸν ∆εσπότην, καὶ ὑπὲρ τῶν ἐχθρῶν εὐχώμεθα. Ἅπερ χθὲς παρῄνεσα, ταῦτα καὶ νῦν πάλιν παραινῶ· εἰδὼς τοῦ κατορθώματος τὸ μέγεθος, μίμησαί σου τὸν ∆εσπότην· ἐκεῖνος ἐσταυροῦτο, καὶ ὑπὲρ τῶν σταυρούντων παρεκάλει. Καὶ πῶς δύναμαι, φησὶ, τὸν ∆εσπότην μιμήσασθαι; Ἂν ἐθέλῃς, δύνασαι· εἰ μὴ ἦν δυνατὸν, οὐκ ἂν ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· εἰ μὴ δυνατὸν ἦν ἀνθρώπῳ μιμήσασθαι, οὐκ ἂν ὁ Παῦλος εἶπε· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πλὴν ἀλλ' οὐ βούλει μιμήσασθαι τὸν ∆εσπότην; μίμησαί σου τὸν σύνδουλον, τὸν Στέφανον λέγω, τὸν πρῶτον ἀνοίξαντα τὰς τοῦ μαρτυρίου θύρας· ἐκεῖνος τὸν ∆εσπότην ἐμιμήσατο. Καθάπερ γὰρ ὁ ∆εσπότης μεταξὺ τῶν σταυρούντων αὐτὸν κρεμάμενος ὑπὲρ τῶν σταυρούντων παρεκάλει, οὕτω καὶ ὁ δοῦλος μεταξὺ τῶν λιθαζόντων ὢν, βαλλόμενος ὑπὸ πάντων, καὶ τὰς νιφάδας τῶν λίθων δεχόμενος, τὰς ὀδύνας τὰς ἐκ τούτων γινομένας ἀφεὶς ἔλεγε· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Εἶδες πῶς Υἱὸς διαλέγεται, καὶ πῶς δοῦλος εὔχεται; ἐκεῖνος λέγει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν· οὗτος λέγει· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἵνα μάθῃς ὅτι ἐσπουδασμένως τοῦτο ποιεῖ, οὐχ ἁπλῶς ηὔξατο, οὐδὲ ἀφωσιωμένως, οὐδὲ ἑστὼς, ἀλλὰ θεὶς τὰ γόνατα, μετὰ κατανύξεως, μετὰ πολλῆς τῆς συμπαθείας. Βούλει σοι δείξω καὶ ἄλλον σύνδουλον μείζονα εὐχόμενον εὐχὴν ὑπὲρ τῶν ἐχθρῶν; ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· μετὰ γὰρ τὸ εἰπεῖν ὅσα πέπονθεν, ὅτι Πεντάκις τεσσαράκοντα παρὰ μίαν παρὰ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα· καὶ ἀπαριθμήσασθαι τὸν ὁρμαθὸν καὶ τὰς ἐπιβουλὰς, ἃς παρ' αὐτῶν καθ' ἑκάστην ὑπέμεινε, φησὶ καὶ αὐτός· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Θέλεις καὶ ἑτέρους ἰδεῖν, οὐχὶ ἀπὸ τῆς Καινῆς, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς, τὸ αὐτὸ τοῦτο ποιοῦντας; Τοῦτο γὰρ μάλιστά ἐστι τὸ θαυμαστὸν, ὅταν οἱ μὴ κελευσθέντες τοὺς ἐχθροὺς φιλεῖν, ἀλλ' ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκβάλλειν, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὗτοι πρὸς τὴν ἀποστολικὴν φθάσωσι κορυφήν. Ἄκουσον γοῦν τί φησι Μωϋσῆς ὁ καταλευσθεὶς πολλάκις ὑπὸ τῶν Ἰουδαίων· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν. ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁρᾷς ἕκαστον τῶν δικαίων τὴν τῶν ἄλλων ἀσφάλειαν πρὸ τῆς οἰκείας σωτηρίας τιθέμενον; Οὐδὲν ἥμαρτες· τίνος ἕνεκεν κοινωνῆσαι βούλει αὐτῶν τῆς τιμωρίας; Οὐκ αἰσθάνομαι, φησὶ, τῆς εὐπραγίας, ἑτέρων πασχόντων κακῶς. Ἔστι δὲ καὶ ἕτερον ἰδεῖν τοιαύτην ποιούμενον εὐχήν. Πολλὰ γὰρ ἐπίτηδες παράγω τὰ παραδείγματα, ἵνα κἂν οὕτως ἑαυτοὺς διορθώσωμεν, καὶ τὸ χαλεπὸν τοῦτο νόσημα τῆς αὑτῶν ψυχῆς ἐξορίσωμεν, τὸ κατεύχεσθαι λέγω τῶν ἐχθρῶν. Ἄκουε καὶ τοῦ μακαρίου ∆αυῒδ, ἡνίκα τοῦ Θεοῦ παροξυνθέντος καὶ ἄγγελον ἀποστείλαντος τὸν τιμωρησόμενον τὸ πλῆθος, τί φησιν, ὁρῶν λοιπὸν γυμνὴν τὴν ῥομφαίαν δεικνύντα τὸν ἄγγελον καὶ τὴν πληγὴν ἐπιφέρειν μέλλοντα· Ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁρᾷς πάλιν συγγενῆ τὰ κατορθώματα; Βούλει σοι δείξω καὶ ἕτερον τοῦτο ποιοῦντα; Σαμουὴλ ὁ προφήτης ὑβρίσθη παρὰ τῶν Ἰουδαίων, ἐξουθενήθη, ἠτιμώθη οὕτως, ὡς τὸν Θεὸν θελῆσαι αὐτὸν παραμυθήσασθαι. Προσέχετε, παρακαλῶ, μετὰ ἀκριβείας. Εἶπε γὰρ πρὸς αὐτὸν ὁ Θεός· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμέ. Τί οὖν ἐκεῖνος ὁ ἐξουθενηθεὶς, ὁ ἀτιμασθεὶς, ὁ καταφρονηθεὶς, ὁ ὑβρισθείς; Ἄκουε τί φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τῷ Κυρίῳ τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν. Ἁμαρτίαν ἐνόμισεν εἶναι τὸ μὴ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν. Μὴ γένοιτό μοι, φησὶν, ἁμαρτεῖν οὕτως, ὡς μὴ προσεύξασθαι ὑπὲρ ὑμῶν. Εἶδες ἕκαστον τῶν δικαίων, πόσην τούτου τοῦ κατορθώματος ἐποιήσατο τὴν ἐπιμέλειαν, τῷ ∆εσπότῃ κατακολουθῶν; Ἴδωμεν τοίνυν ἄνωθεν τὰ εἰρημένα. Ὁ ∆εσπότης λέγει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὁ Στέφανος εἶπε· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ὁ Παῦλος λέγει· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα. Ὁ Μωϋσῆς ὁμοίως· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁ ∆αυῒδ λέγει· Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁ Σαμουὴλ ὡσαύτως· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν. Ποίας οὖν τύχοιμεν ἡμεῖς συγγνώμης λοιπὸν, τῶν ἀπὸ τῆς Καινῆς, τῶν ἀπὸ τῆς Παλαιᾶς, ὥσπερ πάντων ἡμᾶς ὠθούντων εἰς τὴν ὑπὲρ τῶν ἐχθρῶν εὐχὴν, εἰ μὴ μετὰ πάσης σπουδῆς τοῦτο κατορθοῦν σπουδάσομεν; Μὴ τοίνυν ῥᾳθυμῶμεν, παρακαλῶ. Ὅσῳ γὰρ πλείονα τὰ παραδείγματα, τοσούτῳ, ἂν μὴ μιμησώμεθα, μείζων ἡ κόλασις. Πολὺ γὰρ μεῖζόν ἐστι τὸ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι, ἢ ὑπὲρ τῶν φίλων· οὐχ οὕτως ἡμᾶς ὠφελεῖ τὸ ὑπὲρ τῶν φίλων εὔχεσθαι, ὡς τὸ ὑπὲρ τῶν ἐχθρῶν. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ἐὰν ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅταν τοίνυν ὑπὲρ τῶν φίλων εὐξώμεθα, οὐδέπω τῶν τελωνῶν γινόμεθα βελτίους· ἐὰν δὲ τοὺς ἐχθροὺς φιλήσωμεν, καὶ ὑπὲρ τῶν ἐχθρῶν εὐξώμεθα, ὅμοιοι γινόμεθα τῷ Θεῷ κατὰ δύναμιν ἀνθρωπίνην. Ἔσεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὅταν οὖν καὶ ἀπὸ τοῦ ∆εσπότου, καὶ ἀπὸ τῶν δούλων ἔχωμεν τὰ παραδείγματα, ζηλώσωμεν, κατορθώσωμεν τὴν ἀρετήν· ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν καταξιωθῶμεν, καὶ τῇ φρικτῇ ταύτῃ τραπέζῃ μετὰ πλείονος τῆς παῤῥησίας, τὸ συνειδὸς ἑαυτῶν ἐκκαθάραντες, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου