Ιωάννης Χρυσόστομος
Τόμος 49
Αμφιβαλόμενα Νόθα τινά
Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄδηλον μὲν ἔτι οὖσαν τότε, πρὸ δὲ ὀλίγων ἐτῶν γνωρισθεῖσαν παρά τινων τῶν ἀπὸ τῆς ∆ύσεως ἐλθόντων καὶ ἀναγγειλάντων.
αʹ. Ἃ πάλαι πατριάρχαι μὲν ὤδινον, προφῆται δὲ προὔλεγον, δίκαιοι δὲ ἰδεῖν ἐπεθύμουν, ταῦτα ἐξέβη, καὶ τέλος ἔλαβε σήμερον· καὶ Θεὸς ἐπὶ γῆς ὤφθη διὰ σαρκὸς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Χαίρωμεν τοίνυν καὶ ἀγαλλιώμεθα, ἀγαπητοί. Εἰ γὰρ ὁ Ἰωάννης ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν, τῆς Μαρίας εἰσελθούσης πρὸς τὴν Ἐλισάβετ, ἐσκίρτησε· πολλῷ μᾶλλον ἡμᾶς οὐχὶ τὴν Μαρίαν, ἀλλ' αὐτὸν τὸν Σωτῆρα ἡμῶν σήμερον τεχθέντα θεασαμένους, σκιρτᾷν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ ἐκπλήττεσθαι τῆς οἰκονομίας τὸ μέγεθος πᾶσαν ὑπερβαῖνον διάνοιαν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶν, ἥλιον ἐκ τῶν οὐρανῶν καταβάντα, ἐπὶ γῆς τρέχοντα ὁρᾷν, καὶ τὰς ἀκτῖνας πᾶσιν ἀφιέντα ἐντεῦθεν. Εἰ δὲ ἐπὶ τοῦ αἰσθητοῦ φωστῆρος τοῦτο συμβὰν πάντας ἐξέπληξεν ἂν τοὺς θεωμένους, σκόπει μοι καὶ λογίζου νῦν, ἡλίκον ἐστὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐκ τῆς ἡμετέρας σαρκὸς ἀφιέντα τὰς ἀκτῖνας ὁρᾷν, καὶ τὰς ψυχὰς ἡμῶν καταυγάζοντα.
Πάλαι ταύτην ἐπεθύμουν ἐγὼ τὴν ἡμέραν ἰδεῖν, καὶ οὐχ ἁπλῶς ἰδεῖν, ἀλλὰ μετὰ πλήθους τοσούτου· καὶ διηνεκῶς ηὐχόμην οὕτως ἡμῖν πληρωθῆναι τὸ θέατρον,ὥσπερ ἔστι νῦν ὁρᾷν πεπληρωμένον. Τοῦτο τοίνυν ἐξέβη καὶ τέλος ἔλαβε. Καίτοι γε οὔπω δέκατόν ἐστιν ἔτος, ἐξ οὗ δήλη καὶ γνώριμος ἡμῖν αὕτη ἡ ἡμέρα γεγένηται·ἀλλ' ὅμως, ὡς ἄνωθεν καὶ πρὸ πολλῶν ἡμῖν παραδοθεῖσα ἐτῶν, οὕτως ἤνθησε διὰ τῆς ὑμετέρας σπουδῆς. Ὅθεν οὐκ ἄν τις ἁμάρτοι καὶ νέαν αὐτὴν ὁμοῦ καὶ ἀρχαίαν προσειπών· νέαν μὲν διὰ τὸ προσφάτως ἡμῖν γνωρισθῆναι, παλαιὰν δὲ καὶ ἀρχαίαν διὰ τὸ ταῖς πρεσβυτέραις ταχέως ὁμήλικα γενέσθαι, καὶ πρὸς τὸ αὐτὸ τῆς ἡλικίας αὐταῖς φθάσαι μέτρον. Καθάπερ γὰρ τὰ γενναῖα καὶ εὐγενῆ τῶν φυτῶν (καὶ γὰρ ἐκεῖνα ὁμοῦ τε εἰς τὴν γῆν κατατίθεται, καὶ πρὸς ὕψος εὐθὺς ἀνατρέχει μέγα, καὶ τῷ καρπῷ βρίθεται), οὕτω καὶ αὕτη παρὰ μὲν τοῖς τὴν Ἑσπέραν οἰκοῦσιν ἄνωθεν γνωριζομένη, πρὸς ἡμᾶς δὲ κομισθεῖσα νῦν, καὶ οὐ πρὸ πολλῶν ἐτῶν, ἀθρόον οὕτως ἀνέδραμε, καὶ τοσοῦτον ἤνεγκε τὸν καρπὸν, ὅσονπερ ἔστι νῦν ὁρᾷν, τῶν περιβόλων ἡμῖν πεπληρωμένων, καὶ τῆς ἐκκλησίας ἁπάσης στενοχωρουμένης τῷ πλήθει τῶν συνδραμόντων. Τὴν μὲν οὖν ἀξίαν ἀμοιβὴν τῆς τοσαύτης σπουδῆς παρὰ τοῦ σήμερον τεχθέντος κατὰ σάρκα προσδοκήσατε Χριστοῦ· ἐκεῖνος ὑμᾶς ἀμείψεται πάντως τῆς προθυμίας ταύτης· ἡ γὰρ περὶ τὴν ἡμέραν φιλία καὶ σπουδὴ, τῆς περὶ τὸν τεχθέντα ἀγάπης μέγιστόν ἐστι σημεῖον.Εἰ δὲ χρή τινα καὶ παρ' ἡμῶν τῶν συνδούλων εἰσενεχθῆναι, καὶ ἡμεῖς τὰ κατὰ δύναμιν εἰσοίσομεν· μᾶλλον δὲ, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις δῷ λεχθῆναι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Τί οὖν ἐπιθυμεῖτε ἀκοῦσαι σήμερον; τί δὲ ἄλλο, ἢ περὶ τῆς ἡμέρας ταύτης; Εὖ γὰρ οἶδα, ὅτι πολλοὶ ἔτι καὶ νῦν πρὸς ἀλλήλους ἀμφισβητοῦσιν, οἱ μὲν ἐγκαλοῦντες, οἱ δὲ ἀπολογούμενοι· καὶ πολὺς περὶ τῆς ἡμέρας ταύτης πανταχοῦ γίνεται λόγος, τῶν μὲν αἰτιωμένων, ὅτι νέα τίς ἐστι καὶ πρόσφατος, καὶ νῦν εἰσενήνεκται, τῶν δὲ ἀπολογουμένων, ὅτι παλαιὰ καὶ ἀρχαία ἐστὶ, τῶν προφητῶν ἤδη προειπόντων περὶ τῆς γεννήσεως αὐτοῦ, καὶ ἄνωθεν τοῖς ἀπὸ Θρᾴκης μέχρι Γαδείρων οἰκοῦσι κατάδηλος καὶ ἐπίσημος γέγονε. Φέρε οὖν, τὸν περὶ τούτων κινήσωμεν λόγον. Εἰ γὰρ ἀμφισβητουμένη τοσαύτης ἀπολαύει παρ' ὑμῶν εὐνοίας, εἰ γένοιτο γνωριμωτέρα, εὔδηλον ὅτι πολλῷ πλείονος σπουδῆς ἀπολαύσεται, τῆς κατὰ τὴν διδασκαλίαν σαφηνείας πλείονα τὴν περὶ αὐτὴν διάθεσιν ἐργαζομένης ὑμῖν. Ἔχω τοίνυν τρεῖς ἀποδείξεις εἰπεῖν, δι' ὧν εἰσόμεθα πάντως, ὅτι οὗτός ἐστιν ὁ καιρὸς, καθ' ὃν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Θεὸς Λόγος ἐτέχθη. Καὶ τῶν τριῶν τούτων μία μὲν ἔστιν ἀπόδειξις, τὸ ταχέως οὕτω πανταχοῦ περιαγγελθῆναι, καὶ πρὸς ὕψος ἐπιδοῦναι τοσοῦτον, καὶ ἀνθῆσαι τὴν ἑορτήν· καὶ ὅπερ ὁ Γαμαλιὴλ ἔλεγε περὶ τοῦ κηρύγματος, ὅτι Εἰ ἔστιν ἐξ ἀνθρώπων, καταλυθήσεται, εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο κἀγὼ περὶ τῆς ἡμέρας ταύτης εἴποιμι ἂν θαῤῥῶν, ὅτι, ἐπειδὴ ἐκ Θεοῦ Θεὸς Λόγος ἐστὶ, διὰ τοῦτο οὐ μόνον οὐ κατελύθη, ἀλλὰ καὶ καθ' ἕκαστον ἔτος ἐπιδίδωσι, καὶ λαμπροτέρα γίνεται· ἐπεὶ καὶ τὸ κήρυγμα ἐν ὀλίγοις ἔτεσι τὴν πᾶσαν κατέλαβεν οἰκουμένην, καίτοι σκηνοποιῶν, ἁλιέων, ἀγραμμάτων, ἰδιωτῶν πανταχοῦ διακομιζόντων αὐτό· ἀλλ' οὐδὲν ἔβλαπτεν ἡ τῶν διακονούντων εὐτέλεια, τῆς τοῦ κηρυττομένου δυνάμεως πάντα προκαταλαμβανούσης, καὶ τὰ κωλύματα ἀναιρούσης, καὶ τὴν οἰκείαν ἐπιδεικνυμένης ἰσχύν.
βʹ. Εἰ δέ τις τῶν φιλονείκων οὐκ ἀνέχοιτο τῶν εἰρημένων, ἔστι καὶ δευτέραν εἰπεῖν. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῆς ἀπογραφῆς τῆς ἐν τοῖς Εὐαγγελίοις κειμένης. Ἐγένετο γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν ∆αυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγ κύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Ὅθεν δῆλον, ὅτι κατὰ τὴν πρώτην ἀπογραφὴν ἐτέχθη. Καὶ τοῖς ἀρχαίοις τοῖς δημοσίᾳ κειμένοις κώδιξιν ἐπὶ τῆς Ῥώμης ἔξεστιν ἐντυχόντα καὶ τὸν καιρὸν τῆς ἀπογραφῆς μαθόντα, ἀκριβῶς εἰδέναι τὸν βουλόμενον. Τί οὖν πρὸς ἡμᾶς, φησὶ, τοῦτο τοὺς οὐκ ὄντας ἐκεῖ οὔτε παραγενομένους; Ἀλλ' ἄκουε, καὶ μὴ ἀπίστει, ὅτι παρὰ τῶν ἀκριβῶς ταῦτα εἰδότων, καὶ τὴν πόλιν ἐκείνην οἰκούντων παρειλήφαμεν τὴν ἡμέραν. Οἱ γὰρ ἐκεῖ διατρίβοντες, ἄνωθεν καὶ ἐκ παλαιᾶς παραδόσεως αὐτὴν ἐπιτελοῦντες, αὐτοὶ νῦν αὐτῆς ἡμῖν τὴν γνῶσιν διεπέμψαντο. Οὐδὲ γὰρ ὁεὐαγγελιστὴς ἁπλῶς τὸν καιρὸν ἐπεσημήνατο τοῦτον, ἀλλ' ὥστε καὶ τὴν ἡμέραν ἡμῖν δήλην ποιῆσαι καὶ γνώριμον, καὶ τοῦ Θεοῦ τὴν οἰκονομίαν ἐνδείξασθαι. Οὐ γὰρ οἴκοθεν, οὐδὲ παρ' ἑαυτοῦ τότε ὁ Αὔγουστος τὸ δόγμα τοῦτο ἐξέπεμψεν, ἀλλὰ τοῦ Θεοῦ κινοῦντος αὐτοῦ τὴν ψυχὴν, ἵνα καὶ ἄκων ὑπηρετήσηται τῇ τοῦ Μονογενοῦς παρουσίᾳ. Καὶ τί τοῦτο συντελεῖ πρὸς τὴν οἰκονομίαν ταύτην, φησίν; Οὐ μικρὸν,οὐδὲ τὸ τυχὸν, ἀγαπητὲ, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ τῶν ἀναγκαίων καὶ σπουδαζομένων ἕν. Ποῖον δὴ τοῦτο; Ἡ Γαλιλαία χώρα τίς ἐστιν ἐν Παλαιστίνῃ, ἡ δὲ Ναζαρὲθ πόλις τῆς Γαλιλαίας. Πάλιν ἡ Ἰουδαία χώρα τίς ἐστι, παρὰ τῶν ἐγχωρίων οὕτω καλουμένη, ἡ δὲ Βηθλεὲμ πόλις τῆς Ἰουδαίας. Τὸν δὲ Χριστὸν οἱ προφῆται προὔλεγον ἅπαντες, οὐκ ἀπὸ τῆς Ναζαρὲθ, ἀλλ' ἀπὸ τῆς Βηθλεὲμ ἥξειν, καὶ ἐκεῖ τεχθήσεσθαι. Οὕτω γὰρ γέγραπται· Καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ οἱ Ἰουδαῖοι οἱ τότε παρὰ τοῦ Ἡρώδου ἐρωτώμενοι, ποῦ ὁ Χριστὸς γεννᾶται, ταύτην εἶπον αὐτῷ τὴν μαρτυρίαν. ∆ιὰ τοῦτο καὶ τοῦ Ναθαναὴλ εἰπόντος πρὸς τὸν Φίλιππον, ἐπειδὴ ἐκεῖνος ἔλεγεν, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ εὑρήκαμεν, Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι; ὁ Χριστὸς περὶ αὐτοῦ φησιν· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. Καὶ τίνος, φησὶν, ἕνεκεν αὐτὸν ἐπῄνεσεν; Ἐπειδὴ οὐ συνηρπάγη τῇ ἀπαγγελίᾳ τοῦ Φιλίππου, ἀλλ' ᾔδει σαφῶς καὶ ἀκριβῶς, ὅτι οὐκ ἐν Ναζαρὲθ, οὔτε ἐν τῇ Γαλιλαίᾳ ἔδει τὸν Χριστὸν τεχθῆναι, ἀλλ' ἐν τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Βηθλεέμ· ὅπερ οὖν καὶ ἐγένετο. Ἐπεὶ οὖν ὁ μὲν Φίλιππος τοῦτο ἠγνόησεν, ὁ δὲ Ναθαναὴλ, ἅτε νομομαθὴς ὢν, ἀπεκρίνατο τὰ κατὰ τὴν ἄνωθεν προφητείαν εἰρημένα, εἰδὼς, ὅτι οὐκ ἐκ Ναζαρὲθ ἥξει ὁ Χριστός· διὰ τοῦτο καὶ ὁ Χριστὸς, Ἴδε ἀληθῶς Ἰσραηλίτης, φησὶν, ἐν ᾧ δόλος οὐκ ἔστι. ∆ιὰ τοῦτο καί τινες τῶν Ἰουδαίων ἔλεγον πρὸς τὸν Νικόδημον· Ἐρεύνησον, καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Καὶ πάλιν ἀλλαχοῦ· Οὐκ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν ∆αυῒδ, ὁ Χριστὸς ἔρχεται. Καὶ κοινὴ πάντων ψῆφος ἦν, ὅτι πάντως ἐκεῖθεν αὐτὸν δεῖ παραγενέσθαι, οὐκ ἀπὸ τῆς Γαλιλαίας. Ἐπεὶ οὖν ὁ Ἰωσὴφ καὶ ἡ Μαρία τῆς Βηθλεὲμ ὄν τες πολῖται, ἐκείνην ἀφέντες, ἐν τῇ Ναζαρὲθ τὸν βίον αὐτῶν κατεστήσαντο, κἀκεῖ διέτριβον (οἷα δὴ πολλὰ συμβαίνειν εἰκὸς ἐπὶ πολλῶν ἀνθρώπων, τὰς μὲν πόλεις, ὅθεν ἐγένοντο, καταλιμπανόντων, ἐν ἄλλαις δὲ, ἐν αἷς οὐκ ἐφύησαν παρὰ τὴν ἀρχὴν, διατριβόντων), ἔδει δὲ τὸν Χριστὸν ἐν Βηθλεὲμ τεχθῆναι· ἐξῆλθε τὸ δόγμα, καὶ ἄκοντας αὐτοὺς συνωθοῦν εἰς τὴν πόλιν ἐκείνην, τοῦ Θεοῦ οὕτως οἰκονομοῦντος. Ὁ γὰρ νόμος ὁ κελεύων ἕκαστον εἰς τὴν ἰδίαν ἀπογράψασθαι πατρίδα, ἠνάγκαζεν ἐκεῖθεν αὐτοὺς ἀνίστασθαι, ἀπὸ τῆς Ναζαρὲθ λέγω, καὶ ἔρχεσθαι εἰς τὴν Βηθλεὲμ, ὥστε ἀπογράφεσθαι. Τοῦτο γοῦν αὐτὸ αἰνιττόμενος καὶ ὁ εὐαγγελιστὴς, ἔλεγεν· Ἀνέβη δὲ καὶ ὁ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν ∆αυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον.
γʹ. Εἶδες, ἀγαπητὲ, οἰκονομίαν Θεοῦ, καὶ διὰ τῶν ἀπίστων καὶ τῶν πιστῶν τὰ καθ' ἑαυτὸν οἰκονομοῦντος, ἵνα μάθωσιν οἱ ἀλλότριοι τῆς εὐσεβείας τὴν ἰσχὺν καὶ τὴν δύναμιν αὐτοῦ. Καὶ ὁ μὲν ἀστὴρ τοὺς μάγους ἤγαγεν ἀπὸ τῆς ἀνατολῆς, ὁ δὲ νόμος τὴν Μαριὰμ εἷλκεν ἐπὶ τὴν πατρίδα τὴν ὑπὸ τῶν προφητῶν εἰρημένην. Ἐντεῦθεν ἡμῖν δῆλόν ἐστιν, ὅτι καὶ ἡ Παρθένος ἐκ γένους ἐστὶ ∆αυϊδικοῦ· ἐπειδὴ γὰρ ἐκ τῆς Βηθλεὲμ ἦν, εὔδηλον ὅτι καὶ ἐκ τοῦ οἴκου καὶ τῆς πατριᾶς ἦν τοῦ ∆αυΐδ. Τοῦτο καὶ ἀνωτέρω ἐδήλωσεν ὁ εὐαγγελιστὴς, ἐν οἷς ἔλεγεν· Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας σὺν Μαριὰμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αυΐδ. Ἐπειδὴ γὰρ ὁ μὲν Ἰωσὴφ ἐγενεαλογήθη, τοὺς δὲ ταύτης προγόνους οὐδεὶς ἡμῖν ἠρίθμησεν οὕτως, ὡς τοὺς ἐκείνου· ἵνα μὴ ἀμφιβάλλῃς καὶ λέγῃς, Πόθεν οὖν δῆλον, ὅτι ἐκ τοῦ ∆αυΐδ ἐστι καὶ αὐτή; ἄκουσον· Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲθ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου ∆αυΐδ. Τὸ, ἐξ οἴκου ∆αυῒδ, περὶ τῆς Παρθένου ὑποληπτέον εἰρῆσθαι· ὅπερ οὖν καὶ ἐνταῦθα δεδήλωται. ∆ιὰ τοῦτο καὶ τὸ πρόσταγμα καὶ ὁ νόμος οὗτος ἐφοίτα, ἀνάγων ἐπὶ τὴν Βηθλεὲμ αὐτούς· ὁμοῦ τε γὰρ τῆς πόλεως ἐπέβησαν, καὶ Ἰησοῦς εὐθέως ἐτίκτετο. ∆ιὸ καὶ ἐν φάτνῃ κατεκλίνετο, πολλῶν πανταχόθεν τότε συντρεχόντων, καὶ τοὺς τόπους προκαταλαμβανόντων, καὶ πολλὴν ποιούντων τὴν στενοχωρίαν· ὅθεν ἐκεῖ αὐτὸν καὶ οἱ μάγοι προσεκύνησαν. Ἵνα δὲ σαφεστέραν καὶ γνωριμωτέραν ὑμῖν ἀπόδειξιν παράσχωμαι, διανάστητέ μοι, παρακαλῶ, νῦν· καὶ γὰρ μακρὰν ἱστορίαν ἀνακινῆσαι βούλομαι, καὶ παλαιοὺς ἀναγνῶναι νόμους, ὥστε πάντοθεν ὑμῖν γενέσθαι τὸν λόγον σαφέστερον. Νόμος ἦν παλαιὸς τοῖς Ἰουδαίοις· μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν· Ὅτε τῶν Αἰγυπτιακῶν θορύβων καὶ τῆς τοῦ βαρβάρου τυραννίδος τὸν τῶν Ἑβραίων δῆμον ἀπήλλαξεν ὁ Θεὸς, ὁρῶν αὐτοὺς ἔτι λείψανα ἀσεβείας ἔχοντας καὶ περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ μεγέθη καὶ κάλλη ναῶν θαυμάζον τας, ἐκέλευσεν αὐτοῖς οἰκοδομηθῆναι ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐν τῇ γῇ ναοὺς ἀποκρύπτοντα. Καὶ καθάπερ πατὴρ φιλόστοργος διὰ πολλοῦ χρόνου τὸν υἱὸν τὸν ἑαυτοῦ μιαροῖς ἀνθρώποις καὶ φθορεῦσι καὶ ἀσώτοις συναναστραφέντα καὶ πολλῆς ἀπολαύσαντα τρυφῆς λαβὼν, μετὰ ἀσφαλείας καὶ σεμνότητος ἐπὶ πλείονι καθίστησιν αὐτὸν ἀφθονίᾳ, ὥστε μήτε στενοχωρηθέντα τῶν προτέρων μνήμην λαβεῖν, μήτε εἰς ἐπιθυμίαν ἐκείνων ἐλθεῖν· οὕτω καὶ ὁ Θεὸς βλέπων τοὺς Ἰουδαίους περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ ἐν τούτοις πολλὴν ποιεῖται τὴν ὑπερβολὴν, ὥστε αὐτοὺς μηδέποτε εἰς ἐπιθυμίαν τῶν Αἰγυπτίων ἢ τῶν παρ' Αἰγυπτίοις ἐλθεῖν. Καὶ ποιεῖται τὸν ναὸν πρὸς τὴν εἰκόνα τοῦ κόσμου παντὸς, τοῦ τε αἰσθητοῦ καὶ νοητοῦ. Καθάπερ γάρ ἐστι γῆ καὶ οὐρανὸς, καὶ μέσον διάφραγμα τὸ στερέωμα τοῦτο· οὕτω κἀκεῖνον ἐκέλευσε γενέσθαι. Καὶ εἰς δύο διατεμὼν τὸν ναὸν τοῦτον, καὶ καταπέτασμα ἀφεὶς μέσον, τὸ μὲν ἔξω τοῦ καταπετάσματος πᾶσι συνεχώρησεν εἶναι βατὸν, τὸ δὲ ἔνδον ἄβατον καὶ ἀθέατον πᾶσι, πλὴν τοῦ ἀρχιερέως μόνου. Καὶ ὅτι οὐχ ἡμέτερος ταῦτα στοχασμὸς, ἀλλ' ἐν τύπῳ τοῦ κόσμου παντὸς ὁ ναὸς κατεσκεύαστο, ἄκουσον τί φησιν ὁ Παῦλος, περὶ τοῦ Χριστοῦ λέγων εἰς τὸν οὐρανὸν ἀναβάντος· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν· δεικνὺς ὅτι τὰ ἐνταῦθα ἀντίτυπα ἦν τῶν ἀληθινῶν. Ὅτι δὲ καὶ τὸ καταπέτασμα διεῖργε τὰ Ἅγια τῶν ἁγίων ἀπὸ τῶν ἁγίων τῶν ἔξω, καθάπερ οὗτος ὁ οὐρανὸς τὰ ὑπὲρ αὐτὸν ἀποτειχίζει τούτων τῶν καθ' ἡμᾶς ἁπάντων, ἄκουσον πῶς καὶ τοῦτο ᾐνίξατο, τὸν οὐρανὸν καταπέτασμα καλέσας. Περὶ γὰρ τῆς ἐλπίδος λέγων, ὅτι ὡς ἄγκυραν αὐτὴν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, ἐπήγαγε· Καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, ὑπὲρ τὸν οὐρανὸν ἄνω. Ὁρᾷς πῶς καταπέτασμα τὸν οὐρανὸν ἐκάλεσεν; Ἔξω μὲν οὖν τοῦ καταπετάσματος ἦν ἡ λυχνία, καὶ ἡ τράπεζα, καὶ βωμὸς χαλκοῦς, τὰς θυσίας δεχόμενος καὶ τὰ ὁλοκαυτώματα· ἔσω δὲ τοῦ καταπετάσματος ἡ κιβωτὸς, περικεκαλυμμένη πάντοθεν χρυσίῳ, τὰς πλάκας ἔχουσα τῆς διαθήκης, καὶ τὴν στάμνον τὴν χρυσῆν, καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ βωμὸν χρυσοῦν, οὐχὶ θυσιῶν οὐδὲ ὁλοκαυτωμάτων, ἀλλὰ θυμιάματος μόνου. Καὶ τὰ μὲν ἔξω πατεῖν πᾶσιν ἐφεῖτο, τὰ δὲ ἔνδον μόνῳ τῷ ἀρχιερεῖ. Καὶ τούτων δὲ αὐτῶν μαρτυρίαν παρέξομαι πάλιν, τοῦ Παύλου οὕτω πως λέγοντος· Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Ἅγιον δὲ κοσμικὸν καλεῖ τὴν ἔξω σκηνὴν, ἐπειδὴ τῷ κόσμῳ παντὶ εἰσιέναι θέμις ἦν· Ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη τὰ Ἅγια τῶν ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον. Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὁρᾷς ὅτι καὶ μόνος εἰσέρχεται ὁ ἀρχιερεὺς, καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ παντός;
δʹ. Τί οὖν ταῦτα, φησὶ, πρὸς τὴν προκειμένην ἡμέραν; Ἀναμείνατε μικρὸν, καὶ μὴ θορυβεῖσθε. Ἄνωθεν γὰρ τὴν πηγὴν διορύττομεν, καὶ ἐπ' αὐτὴν σπεύδομεν τὴν κορυφὴν ἐλθεῖν, ὥστε μετ' εὐκολίας ὑμῖν ἅπαντα γενέσθαι δῆλα· μᾶλλον δὲ, ἵνα μὴ μέχρι πολλοῦ ὁ λόγος συνεσκιασμένος ᾖ, μηδὲ ἀσαφέστερος ὢν ἀπαγορεύειν ὑμᾶς ποιήσῃ πρὸς τὸ μῆκος τῶν λεγομένων, ἤδη τὴν αἰτίαν ὑμῖν ἐρῶ, δι' ἣν ταῦτα πάντα ἀνεκίνησα. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἓξ μῆνας ἐν γαστρὶ ἐχούσης τῆς Ἐλισάβετ τὸν Ἰωάννην, ἡ Μαρία ἤρξατο συλλαμβάνειν. Ἂν τοίνυν μάθωμεν ποῖος ἐκεῖνος ὁ μὴν ὁ ἕκτος ἦν, εἰσόμεθα καὶ πότε ἤρξατο συλλαμβάνειν ἡ Μαρία· εἶτα μαθόντες, πότε ἤρξατο συλλαμβάνειν, εἰσόμεθα καὶ πότε ἔτεκεν, ἐννέα μῆνας ἀριθμήσαντες ἐκ τῆς συλλήψεως. Πόθεν οὖν εἰσόμεθα, ποῖος ἦν ὁ ἕκτος μὴν τῆς κυήσεως τῆς Ἐλισάβετ; Ἂν μάθωμεν ποῖος ἦν ὁ μὴν, καθ' ὃν ἤρξατο συλλαμβάνειν. Πόθεν δὲ εἰσόμεθα ποῖος ἦν ὁ μὴν, καθ' ὃν συνέλαβεν; Ἂν μάθωμεν κατὰ ποῖον καιρὸν εὐηγγελίσθη Ζαχαρίας ὁ ταύτης ἀνήρ. Αὐτὸ δὲ τοῦτο πόθεν ἡμῖν ἔσται γνώριμον; Ἀπὸ τῶν θείων Γραφῶν· καθὼς τὸ ἅγιον Εὐαγγέλιον λέγει, ὅτι εἰς τὰ Ἅγια τῶν ἁγίων ἔνδον ὄντα τὸν Ζαχαρίαν ὁ ἄγγελος εὐηγγελίσατο, καὶ εἶπεν αὐτῷ περὶ τοῦ τοκετοῦ Ἰωάννου. Ἂν τοίνυν ἀποδειχθῇ σαφῶς ἀπὸ τῶν Γραφῶν, ὅτι καὶ ἅπαξ εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς, καὶ μόνος, καὶ πότε, καὶ ποίῳ μηνὶ τοῦ ἐνιαυτοῦ τὸ ἅπαξ τοῦτο εἰσέρχεται, εὔδηλος ἔσται ὁ καιρὸς, καθ' ὃν εὐηγγελίσθη· τούτου δὲ γενομένου δήλου, καὶ ἡ ἀρχὴ τῆς συλλήψεως ἔσται τοῖς πᾶσι γνώριμος. Ὅτι μὲν οὖν ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο, καὶ ὁ Παῦλος ἐδήλωσε, καὶ ὁ Μωϋσῆς δὲ τοῦτο αὐτὸ δῆλον ποιεῖ, οὕτω λέγων· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον τὸ ἐσώτερον τοῦ καταπετάσματος εἰς τὸ πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται.Καὶ πάλιν· Καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου,εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι εἰς τὰ ἅγια, ἕως ἂν ἐξέλθῃ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ, καὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάσης τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραήλ· καὶ ἐξιλάσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ἔναντι Κυρίου. Ὅτι μὲν οὖν οὐ διὰ παντὸς εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, οὔτε ἔνδον ὄντος αὐτοῦ ἅψασθαι θέμις ἦν τινα, ἀλλ' ἔξω παρὰ τὸ καταπέτασμα ἑστάναι, δῆλον ἀπὸ τούτων. Ἀλλὰ κατέχετε δὴ ταῦτα μετὰ ἀκριβείας. Ὑπόλοιπον γάρ ἐστι δεῖξαι, ποῖος ἦν ὁ καιρὸς, καθ' ὃν εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ὅτι ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος τοῦτο ἔπραττε. Πόθεν οὖν τοῦτο δῆλον; Ἀπ' αὐτοῦ τοῦ βιβλίου τούτου. Οὕτω γάρ πώς φησιν· Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, δεκάτῃ τοῦ μηνὸς, ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ, ὁ αὐτόχθων, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν. Ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν· ἐναντίον Κυρίου καθαρισθήσεσθε. Σάββατα σαββάτων, ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν. Καὶ ἐξιλάσεται ὁ ἱερεὺς, ὃν ἂν χρίσωσιν αὐτὸν, καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ· καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ τὴν ἁγίαν, καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ ἐξιλάσεται περὶ τῶν ἁμαρτιῶν τῶν ἱερέων, καὶ περὶ πάσης τῆς συναγωγῆς ἐξιλάσεται. Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον, ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. Ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθάπερ συνέταξε Κύριος τῷ Μωϋσῇ. Περὶ τῆς Σκηνοπηγίας ἐνταῦθα διαλέγεται. Τότε γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἀρχιερεὺς εἰσῄει· ὅπερ οὖν καὶ αὐτὸς ἐδήλωσεν, εἰπὼν, ὅτι Ἄπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιηθήσεται.
εʹ. Εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς Σκηνοπηγίας εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς μόνος, φέρε λοιπὸν ἀποδείξωμεν, ὅτι τότε ὤφθη ὁ ἄγγελος τῷ Ζαχαρίᾳ, ἡνίκα εἰς τὰ Ἅγια τῶν ἁγίων ἦν· μόνῳ γὰρ αὐτῷ ὤφθη θυμιῶντι· μόνος δὲ ὁ ἀρχιερεὺς οὐδέποτε εἰσέρχεται, ἀλλ' ἢ τότε μόνον. Οὐδὲν δὲ κωλύει καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων· Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. Ἐγένετο δὲ, ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. Καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω, τῇ ὥρᾳ τοῦ θυμιάματος. Ἀναμνήσθητί μοι, ἀγαπητὲ, τῆς μαρτυρίας ἐκείνης, τῆς λεγούσης· Καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι εἰς τὰ Ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Οὐκ εἶπε, τοῦ θυσιαστηρίου τῶν θυσιῶν, ἀλλὰ, τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Τὸ γὰρ θυσιαστήριον τὸ ἔξω θυσιῶν ἦν καὶ ὁλοκαυτωμάτων, τὸ δὲ ἔσω θυμιάματος. Ὥστε καὶ ἀπὸ τούτου, καὶ ἀπὸ τοῦ ὀφθῆναι αὐτῷ μόνῳ, καὶ ἀπὸ τοῦ λέγεσθαι, ὅτι ἔξω ἦν ὁ λαὸς προσδεχόμενος αὐτὸν, εὔδηλον ὅτι εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῆλθε. Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν· Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν. Ἐξελθὼν δὲ διένευεν αὐτοῖς, καὶ οὐκ ἠδύνατο λαλῆσαι. Ὁρᾷς ὅτι ἐσωτέρω τοῦ καταπετάσματος ἦν; Τότε τοίνυν εὐηγγελίσθη. Ὁ δὲ καιρὸς τοῦ εὐαγγελισμοῦ ὁ τῆς Σκη νοπηγίας ἦν καὶ τῆς νηστείας· τοῦτο γάρ ἐστι τὸ, Ταπεινώσετε τὰς ψυχὰς ὑμῶν. Τελεῖται δὲ ἡ ἑορτὴ αὕτη τοῖς Ἰουδαίοις περὶ τὰ ἔσχατα τοῦ Γορπιαίου μηνὸς, καθὼς καὶ ὑμεῖς μαρτυρεῖτε· τότε γὰρ τοὺς πολλοὺς καὶ μακροὺς πρὸς Ἰουδαίους ἀνηλώσαμεν λόγους, τῆς ἀκαίρου αὐτῶν νηστείας κατηγοροῦντες. Τότε τοίνυν καὶ ἡ Ἐλισάβετ συνέλαβεν, ἡ γυνὴ Ζαχαρίου· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα, ὅτι Οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. Εὔκαιρον οὖν δεῖξαι λοιπὸν, ὅτι τὸν ἕκτον μῆνα ταύτης ἐχούσης ἐν τῇ κυήσει τοῦ Ἰωάννου, ἡ Μαρία λαμβάνει τῆς συλλήψεως τὰ εὐαγγέλια. Ἐπειδὴ γὰρ ἦλθε πρὸς αὐτὴν Γαβριὴλ, καὶ ἔλεγε· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· θορυβουμένης δὲ ἐκείνης, καὶ τὸν τρόπον ἐπιζητούσης μαθεῖν, ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρα· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Εἰ τοίνυν μετὰ τὸν Γορπιαῖον μῆνα ἀρχὴν ἔλαβε συλλαμβάνειν ἡ Ἐλισάβετ, καθὼς ἀποδέδεικται, ἀριθμῆσαι ἐξ ἐκείνου δεῖ τοὺς μεταξὺ μῆνας ἕξ. Εἰσὶ τοίνυν οὗτοι οἱ μῆνες, Ὑπερβερεταῖος, ∆ῖος, Ἀπελλαῖος, Αὐδοναῖος, Περίτιος, ∆ύστρος. Μετὰ τοῦτον οὖν τὸν ἕκτον μῆνα ἀρχὴν ἡ Μαρία τῆς συλλήψεως ἔλαβεν· ὅθεν καὶ ἐννέα μῆνας ἀριθμοῦντες, εἰς τὸν παρόντα τοῦτον ἀπαντησόμεθα μῆνα. Ἔστιν οὖν ὁ πρῶτος μὴν τῆς συλλήψεως τοῦ ∆εσπότου Ἀπρίλλιος, ὅς ἐστι Ξανθικός· μεθ' ὃν Ἀρτεμίσιος, ∆έσιος, Πάνεμος, Λώϊος, Γορπιαῖος, Ὑπερβερεταῖος, ∆ῖος, Ἀπελλαῖος, καὶ οὗτος ὁ μὴν ὁ ἐνεστὼς, καθ' ὃν τὴν ἡμέραν ἐπιτελοῦμεν. Ἵνα δὲ καὶ σαφέστερον ὑμῖν πάλιν γένηται τὸ λεγόμενον, ἐν συντόμῳ τὰ αὐτὰ πάλιν ἀναλαβὼν, ἐρῶ πρὸς τὴν ὑμετέραν ἀγάπην· Ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο μόνος ὁ ἀρχιερεὺς εἰς τὰ Ἅγια τῶν ἁγίων. Πότε δὲ τοῦτο ἐγίνετο; Ἐν τῷ μηνὶ τῷ Γορπιαίῳ. Τότε οὖν εἰσῆλθεν ὁ Ζαχαρίας εἰς τὰ Ἅγια τῶν ἁγίων· τότε καὶ εὐηγγελίσθη περὶ τοῦ Ἰωάννου. Ἀνεχώρησεν οὖν ἐκεῖθεν, καὶ ἤρξατο συλλαμβάνειν ἡ γυνὴ αὐτοῦ. Μετὰ δὲ τὸν Γορπιαῖον, ἕκτον μῆνα ἐχούσης τῆς Ἐλισάβετ, ὅσπερ ἐστὶν ὁ ∆ύστρος, ἤρξατο συλλαμβάνειν λοιπὸν ἡ Μαρία. Ἀπὸ Ξανθικοῦ τοίνυν ἐννέα ἀριθμοῦντες μῆνας, εἰς τὸν παρόντα ἥξομεν μῆνα, καθ' ὃν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐτέχθη. ʹ. Ἀλλὰ τὰ μὲν περὶ τῆς ἡμέρας πάντα ὑμῖν δῆλα ἐποιήσαμεν· ἓν δὲ λοιπὸν εἰπὼν, καταπαύσω τὸν λόγον, τῷ κοινῷ διδασκάλῳ τῶν μειζόνων παραχωρήσας. Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀκούοντες, ὅτι Θεὸς ἐτέχθη ἐν σαρκὶ, καταγελῶσι διασύροντες, καὶ πολλοὺς τῶν ἀφελεστέρων θορυβοῦσι καὶ ταράττουσιν· ἀναγκαῖον καὶ πρὸς ἐκείνους, καὶ πρὸς τοὺς ταραττομένους εἰπεῖν, ὥστε μὴ θορυβεῖσθαί ποτε, ὑπὸ ἀφρόνων ἀνθρώπων ἀναπειθομένους, μήτε ταράττεσθαι ἐκ τοῦ τῶν ἀπίστων γέλωτος. Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ πολλάκις γελᾷ, σπουδαιολογουμένων ἡμῶν καὶ περὶ τῶν ἀναγκαίων ἀσχολουμένων· ἀλλ' οὐ τῆς τῶν γελωμένων πραγμάτων εὐτελείας, ἀλλὰ τῆς τῶν γελώντων ἀνοίας τεκμήριον ὁ γέλως ἐστίν. Ὅπερ οὖν καὶ ἐπὶ τῶν Ἑλλήνων ἔστιν εἰπεῖν, ὅτι παίδων ἀνοητότερον σχεδὸν διακείμενοι, τὰ φρίκης ἄξια καὶ πολλοῦ θαύματος γέμοντα διασύρουσι, τὰ δὲ ἀληθῶς καταγέλαστα σεμνύνουσι καὶ περιστέλλουσιν. Ἀλλ' ὅμως καὶ τὰ ἡμέτερα παρ' ἐκείνοις γελώμενα ἐπὶ τῆς οἰκείας σεμνότητος μένει, οὐδὲν ἀπὸ τοῦ γέλωτος ἐκείνων εἰς τὴν ἑαυτῶν παραβλαπτόμενα δόξαν· καὶ τὰ αὐτῶν πανταχόθεν περιστελλόμενα τὴν οἰκείαν ἀσχημοσύνην ἐνδείκνυται. Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εὐολίσθους ὑπάρχοντας εἰς λίθους καὶ ξύλα καὶ εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεοὺς, καὶ καθάπερ ἐν δεσμωτηρίῳ τινὶ ἀποκλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν, μήτε λέγειν·ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ Θεὸς ζῶντα ἐκ Πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησε; Καὶ ποῖον ἔγκλημα τοῦτο; Εἰ γὰρ αἰσχρὸν, ἐν ἀνθρωπίνῳ σώματι Θεὸν οἰκῆσαι, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ, καὶ τοσοῦτον, ὅσον λίθος καὶ ξύλον ἀτιμότερον ἀνθρώπου, εἰ μὴ ἄρα καὶ τῶν ἀναισθήτων τούτων ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν αὐτοῖς εἶναι δοκεῖ. Αὐτοὶ γὰρ καὶ εἰς αἰλούρους καὶ κύνας, πολλοὶ δὲ τῶν αἱρετικῶν καὶ εἰς ἔτι τούτων ἀτιμότερα τοῦ Θεοῦ κατάγειν τολμῶσι τὴν οὐσίαν. Ἡμεῖς δὲ τούτων μὲν οὐδὲν οὔτε λέγομεν, οὔτε ἀκοῦσαί ποτε ἂν ἀνασχοίμεθα· ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ ἁπάσῃ γεγενημένην ἄβατον ἐκ παρθενικῆς μήτρας ἀνέλαβεν ὁ Χριστὸς, καὶ τὸ οἰκεῖον διωρθώσατο πλάσμα. Κἀκεῖνοι μὲν, καὶ οἱ τὰ αὐτὰ ἀσεβοῦντες αὐτοῖς Μανιχαῖοι, εἰς κύνας καὶ πιθήκους καὶ θηρία παντοδαπὰ τὴν οὐσίαν εἰσάγοντες τοῦ Θεοῦ (τὴν γὰρ ψυχὴν τούτοις ἅπασιν ἐκ τῆς οὐσίας ἐκείνης εἶναί φασιν), οὐ φρίττουσιν οὐδὲ καταδύονται, ἡμᾶς δὲ ἀνάξια τοῦ Θεοῦ λέγειν φασὶν, ὅτι τούτων μὲν οὐδὲν οὔτε εἰς νοῦν λαβεῖν ἀνεχόμεθα· ὃ δὲ αὐτῷ πρέπον ἦν καὶ προσῆκον, λέγομεν, ὅτι τὸ οἰκεῖον ἔργον ἐλθὼν διωρθώσατο τῷ τῆς γεννήσεως ταύτης τρόπῳ. Τί λέγεις, εἰπέ μοι, ὦ ἄνθρωπε; Τὴν τῶν ἀνδροφόνων ψυχὴν καὶ τὴν τῶν γοήτων τῆς οὐσίας εἶναι λέγων τοῦ Θεοῦ, ἡμῖν τολμᾷς ἐγκαλεῖν, ὅτι τούτων μὲν οὐδὲν ἀνεχόμεθα, οὔτε ὑπομένομεν ἀκοῦσαι λεγόμενον, ἀλλὰ καὶ τοὺς λέγοντας ἀσεβείας κρίνομεν μετόχους· ἐκεῖνο δέ φαμεν, ὅτι ναὸν ἅγιον ἑαυτῷ κατασκευάσας ὁ Θεὸς, δι' ἐκείνου τὴν τῶν οὐρανῶν πολιτείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Καὶ πῶς οὐκ ἂν εἴητε μυρίων θανάτων ἄξιοι, καὶ ὑπὲρ τῶν ἐγκλημάτων, ὧν ἡμῖν ἐγκαλεῖτε, καὶ ὑπὲρ τῶν ἀσεβημάτων, ὧν ἀσεβοῦντες οὐ παύεσθε; Εἰ γὰρ ἀπρεπὲς Θεῷ, σῶμα οἰκῆσαι καθαρὸν καὶ ἄμωμον, ὡς ὑμεῖς λέγετε· πολὺ μᾶλλον ἀπρεπέστερον, τὸ τοῦ γόητος, τὸ τοῦ τυμβωρύχου, τὸ τοῦ λῃστοῦ, τὸ τοῦ πιθήκου, τὸ τοῦ κυνὸς, οὐκ αὐτὸ τὸ ἅγιον καὶ ἄμωμον καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς νῦν καθεζόμενον. Ποία γὰρ ἂν βλάβη τῷ Θεῷ γένοιτ' ἂν ἀπὸ τῆς οἰκονομίας ταύτης, ἢ ποία κηλίς; Οὐχ ὁρᾶτε τουτονὶ τὸν ἥλιον, οὗ τὸ σῶμά ἐστιν αἰσθητὸν καὶ φθαρτὸν καὶ ἐπίκηρον, κἂν μυριάκις ἀποπνίγωνται Ἕλληνες καὶ Μανιχαῖοι ταῦτα ἀκούοντες; Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ γῆ, καὶ θάλασσα, καὶ πᾶσα ἁπλῶς ἡ ὁρωμένη κτίσις, τῇ ματαιότητι ὑποτέτακται. Καὶ ἄκουε Παύλου τοῦτο δηλοῦντος, ἐν οἷς φησι· Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Εἶτα δηλῶν, τί ποτέ ἐστι, ματαιότητι ὑποταγῆναι, ἐπήγαγε, λέγων· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὥστε νῦν ἐπίκηρός ἐστι, καὶ φθαρτή ἐστι· τὸ γὰρ τῇ φθορᾷ δουλεύειν οὐδὲν ἕτερόν ἐστιν, ἢ φθαρτὸν εἶναι. Εἰ τοίνυν ὁ ἥλιος, σῶμα φθαρτὸν ὢν, πανταχοῦ τὰς ἀκτῖνας ἀφίησι, καὶ βορβόροις καὶ μολυσμοῖς καὶ πολλοῖς ἄλλοις τοιούτοις ὁμιλῶν πράγμασι, οὐδὲν ἀπὸ τῆς ὁμιλίας τῶν σωμάτων εἰς τὴν οἰκείαν καθαρότητα παραβλάπτεται, ἀλλὰ καὶ καθαρὰς συστέλλει τὰς ἀκτῖνας πάλιν, τῆς οἰκείας ἀρετῆς πολλοῖς τῶν ὑποδεξαμένων αὐτὸν σωμάτων μεταδιδοὺς, τῆς δὲ δυσωδίας καὶ τοῦ μολυσμοῦ οὐδὲ τὸ τυχὸν αὐτὸς προσλαμβάνων· πολλῷ μᾶλλον ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ τῶν ἀσωμάτων δυνάμεων ∆εσπότης, εἰς καθαρὰν σάρκα ἐλθὼν, οὐ μόνον οὐκ ἐμολύνθη, ἀλλὰ καὶ αὐτὴν ταύτην καθαρωτέραν, καὶ ἁγιωτέραν εἰργάσατο. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ μνημονεύοντες τῆς φωνῆς τῆς λεγούσης·Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ πάλιν, Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ ἐν ὑμῖν, καὶ ἡμεῖς πρὸς ἐκείνους λέγωμεν, καὶ τὰ ἀναίσχυντα τῶν ἀσεβῶν ἀποφράττωμεν στόματα, καὶ ἐπὶ τοῖς ἡμετέροις ἀγαθοῖς εὐφραινώμεθα, καὶ τὸν σαρκωθέντα Θεὸν δοξάζωμεν ὑπὲρ τῆς τοσαύτης συγκαταβάσεως, καὶ κατὰ δύναμιν τὴν ἡμετέραν, ἀξίαν ἀποδῶμεν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὴν ἀμοιβήν· Θεῷ δὲ ἀμοιβὴ οὐδεμία παρ' ἡμῶν γένοιτ' ἂν, ἀλλ' ἢ μόνον ἡ σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν ἐπιμέλεια.
ζʹ. Μὴ τοίνυν γενώμεθα ἀγνώμονες περὶ τὸν εὐεργέτην, ἀλλὰ τὰ κατὰ δύναμιν ἅπαντες ἅπαντα εἰσενέγκωμεν, πίστιν, ἐλπίδα, ἀγάπην, σωφροσύνην, ἐλεημοσύνην,φιλοξενίαν. Καὶ ὃ πρώην ὑμᾶς παρεκάλεσα, τοῦτο καὶ νῦν, καὶ ἀεὶ παρακαλῶν οὐ παύσομαι. Τί δὲ τοῦτό ἐστι; Μέλλοντες προσιέναι τῇ φρικτῇ καὶ θείᾳ ταύτῃ τραπέζῃ καὶ ἱερᾷ μυσταγωγίᾳ, μετὰ φόβου καὶ τρόμου τοῦτο ποιεῖτε, μετὰ καθαροῦ συνειδότος, μετὰ νηστείας καὶ προσευχῆς, μὴ θορυβοῦντες, μηδὲ λακτίζοντες, μηδὲ ὠθοῦντες τοὺς πλησίον· ἐσχάτης γὰρ τοῦτο παρανοίας, καὶ καταφρονήσεως οὐ τῆς τυχούσης. ∆ιὸ καὶ πολλὴν ἐπάγει τοῖς ταῦτα ποιοῦσι τὴν κόλασιν καὶ τὴν τιμωρίαν. Ἐννόησον, ὦ ἄνθρωπε, ποίας μέλλεις ἅπτεσθαι θυσίας, ποίᾳ προσέρχεσθαι τραπέζῃ· ἐνθυμήθητι καὶ ὅτι γῆ ὢν καὶ σποδὸς, αἷμα καὶ σῶμα Χριστοῦ μεταλαμβάνεις. Καὶ βασιλέως μὲν εἰς εὐωχίαν καλοῦντος ὑμᾶς, μετὰ φόβου ἀνακλίνεσθε, καὶ τῶν προκειμένων μετὰ αἰδοῦς καὶ ἡσυχίας μεταλαμβάνετε ἐδεσμάτων· τοῦ Θεοῦ δὲ καλοῦντος ἐπὶ τὴν ἑαυτοῦ τράπεζαν, καὶ τὸν ἑαυτοῦ προτιθέντος Υἱὸν, ἀγγελικῶν δυνάμεων παρισταμένων μετὰ φόβου καὶ τρόμου, καὶ τῶν Χερουβὶμ κατακαλυπτόντων τὰ πρόσωπα, τῶν Σεραφὶμ κραζόντων τρόμῳ, Ἅγιος, ἅγιος, ἅγιος Κύριος· σὺ κράζεις, εἰπέ μοι, καὶ θορυβῇ πρὸς τὴν πνευματικὴν ταύτην ἐστίασιν; Οὐκ οἶδας, ὅτι γαλήνης δεῖ γέμειν τὴν ψυχὴν κατ' ἐκεῖνον τὸν καιρόν; Εἰρήνης πολλῆς καὶ ἡσυχίας χρεία, οὐχὶ θορύβου καὶ θυμοῦ καὶ ταραχῆς· ταῦτα γὰρ ἀκάθαρτον ποιεῖ τὴν προσιοῦσαν ψυχήν. Τίς οὖν ἂν γένοιτο ἡμῖν συγγνώμη, εἰ μετὰ τοσαῦτα ἁμαρτήματα μηδὲ τὸν καιρὸν τῆς προσελεύσεως καθαρεύομεν τῶν ἀλόγων παθῶν ἐκείνων; Τί δὲ ὅλως ἀναγκαιότερον τῶν προκειμένων; ἢ τί ἡμᾶς θορυβεῖ, ἵνα σπουδάσωμεν, τοῦτο καταλιπόντες, ἐκεῖ τρέχειν; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ κινήσωμεν τὴν ὀργὴν τοῦ Θεοῦ καθ' ἑαυτῶν. Φάρμακόν ἐστι σωτήριον τῶν ἡμετέρων τραυμάτων τὸ προκείμενον, πλοῦτός ἐστιν ἀνελλιπὴς, βασιλείας οὐρανῶν πρόξενος. Φρίξωμεν τοίνυν προσιόντες, εὐχαριστήσωμεν, προσπέσωμεν, ἐξομολογούμενοι τὰ πταίσματα ἡμῶν, δακρύσωμεν τὰ οἰκεῖα πενθοῦντες κακὰ, ἐκτενεῖς εὐχὰς ἀποδῶμεν τῷ Θεῷ· καὶ οὕτω διακαθάραντες ἑαυτοὺς ἠρέμα, καὶ μετὰ τῆς προσηκούσης εὐταξίας, ὡς τῷ βασιλεῖ προσιόντες τῶν οὐρανῶν, οὕτω προσέλθωμεν· καὶ δεξάμενοι τὴν ἄμωμον καὶ ἁγίαν θυσίαν καταφιλήσω μεν, τοῖς ὀφθαλμοῖς περιπτυξώμεθα, διαθερμάνωμεν ἑαυτῶν τὴν διάνοιαν, ἵνα μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα συνερχώμεθα, ἀλλ' εἰς σωφροσύνην ψυχῆς, εἰς ἀγάπην, εἰς ἀρετὴν, καὶ καταλλαγὴν τὴν πρὸς τὸν Θεὸν, εἰς εἰρήνην βεβαίαν, καὶ μυρίων ἀγαθῶν ὑπόθεσιν, ἵνα καὶ ἑαυτοὺς ἁγιάσωμεν, καὶ τοὺς πλησίον οἰκοδομήσωμεν. Ταῦτα συνεχῶς λέγω, καὶ λέγων οὐ παύσομαι. Τί γὰρ ὄφελος, ἁπλῶς καὶ εἰκῆ τρέχειν ἐνταῦθα, μηδὲν τῶν χρησίμων μανθάνοντας; ποῖον δὲ κέρδος, ἀεὶ τὰ πρὸς χάριν ὁμιλεῖν; Βραχὺς ὁ παρὼν καιρὸς, ἀγαπητοί· νήψωμεν, γρηγορήσωμεν, συγκροτήσωμεν ἑαυτοὺς, πᾶσαν σπουδὴν περὶ πάντας γνησίαν ἐπιδειξώμεθα, περὶ πάντα γενώμεθα εὐλαβεῖς· κἂν ἀκροᾶσθαι δέοι τῶν θείων λογίων, κἂν εὔχεσθαι, κἂν προσιέναι, κἂν ἕτερόν τι ποιεῖν, μετὰ φόβου καὶ τρόμου τοῦτο γινέσθω, ἵνα μὴ κατάραν ἐπισπασώμεθα διὰ τῆς ῥᾳθυμίας. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ ποιῶν τὸ ἔργον τοῦ Κυρίου ἀμελῶς. Ὁ θόρυβος καὶ ἡ ὀργὴ ὕβρις εἰς τὴν προκειμένην θυσίαν γίνεται. Καταφρόνησις ἐσχάτη, μεμολυσμένον ἑαυτὸν προσενέγκαι τῷ Θεῷ. Ἄκουσον τί περὶ τῶν τοιούτων φησὶν ὁ Ἀπόστολος· Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Μὴ τοίνυν ἀντὶ καταλλαγῆς παροξύνωμεν τὸν Θεὸν, ἀλλὰ πᾶσαν ἐπιμέλειαν καὶ πάντα κόσμον ἐπιδεικνύμενοι, καὶ ἀταραξίαν ψυχῆς, μετ' εὐχῆς καὶ συντετριμμένης καρδίας προσίωμεν, ἵνα καὶ αὐτῷ τούτῳ τὸν ∆εσπότην ἡμῶν Ἰησοῦν Χριστὸν ἐξιλεωσάμενοι, δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
αʹ. Πάντες ὑμεῖς ἐν εὐθυμίᾳ τήμερον, ἐγὼ δὲ ἐν ὀδύνῃ μόνος. Ὅταν γὰρ εἰς τὸ πέλαγος ἀπίδω τοῦτο τὸ πνευματικὸν, καὶ τὸν ἄπειρον τῆς Ἐκκλησίας θεάσωμαι πλοῦτον, εἶτα λογίσωμαι ὅτι τῆς ἑορτῆς παρελθούσης, καὶ τὸ πλῆθος ἡμῖν τοῦτο πάλιν ἀποπηδῆσαν οἰχήσεται, δάκνομαι καὶ ὀδυνῶμαι τὴν ψυχὴν, ὅτι τοσαῦτα τεκοῦσα τέκνα ἡ Ἐκκλησία, οὐ καθ' ἑκάστην σύναξιν ἀπολαύειν αὐτῶν δύναται, ἀλλ' ἐν ἑορτῇ μόνον. Πόσον ἦν ἀγαλλίαμα πνευματικὸν, πόση χαρὰ, πόση δόξα Θεοῦ, πόση ψυχῶν ὠφέλεια, εἰ καθ' ἑκάστην σύναξιν οὕτω πεπληρωμένους ἑωρῶμεν τοὺς περιβόλους τῆς ἐκκλησίας; Νῦν δὲ ναῦται μὲν καὶ κυβερνῆται πάντα ποιοῦσιν, ὅπως τὸ πέλαγος διαδράμοιεν, καὶ πρὸς τὸν λιμένα καταντήσωσιν· ἡμεῖς δὲ διὰ παντὸς πελάγους σαλεύειν φιλονεικοῦμεν, ἐν ταῖς τῶν βιωτικῶν πραγμάτων τρικυμίαις συνεχῶς ποντούμενοι, καὶ ἐν ταῖς ἀγοραῖς καὶ ἐν τοῖς δικαστηρίοις στρεφόμενοι, ἐνταῦθα δὲ ἅπαξ ἢ δεύτερον μόλις τοῦ παντὸς ἀπαντῶντες ἐνιαυτοῦ. Ἢ ἀγνοεῖτε ὅτι καθάπερ λιμένας ἐν πελάγει, οὕτω τὰς ἐκκλησίας ἐν ταῖς πόλεσιν ἔπηξεν ὁ Θεὸς, ἵνα ἀπὸ τῆς ζάλης τῶν βιωτικῶν θορύβων ἐνταῦθα καταφεύγοντες, γαλήνης μεγίστης ἀπολαύωμεν; Οὐδὲ γὰρ κυμάτων ἔστιν ἐνταῦθα δεῖσαι τρικυμίαν, οὐ λῃστῶν ἐπιδρομὰς, οὐ κακούργων ἔφοδον, οὐ πνευμάτων βίας, οὐ θηρίων ἐπιβουλάς· λιμὴν γάρ ἐστιν ἁπάντων τούτων ἀπηλλαγμένος, λιμήν ἐστι ψυχῶν πνευματικός. Καὶ τῶν λεγομένων μάρτυρες ὑμεῖς. Εἰ γάρ τις ὑμῶν τὸ συνειδὸς ἀναπτύξειε νῦν, πολλὴν ἔνδον εὑρήσει τὴν ἡσυχίαν· οὐ θυμὸς γὰρ ἐνοχλεῖ, οὐκ ἐπιθυμία φλέγει, οὐ βασκανία τήκει, οὐκ ἀπόνοια φυσᾷ, οὐ κενοδοξίας ἔρως διαφθείρει, ἀλλὰ πάντα ταῦτα κατέσταλται τὰ θηρία, καθάπερ θείας τινὸς ἐπῳδῆς, τῆς τῶν θείων Γραφῶν ἀκροάσεως, διὰ τῆς ἑκάστου ἀκοῆς πρὸς τὴν ψυχὴν εἰσιούσης, καὶ κοιμιζούσης τὰ ἄλογα ταῦτα πάθη. Πόσης οὖν ἀθλιότητος οὐκ ἂν εἴη, τοσαύτης μέλλοντας ἀπολαύειν φιλοσοφίας μὴ συνεχῶς ἐπιχωριάζειν καὶ φοιτᾷν πρὸς τὴν κοινὴν ἁπάντων μητέρα, τὴν Ἐκκλησίαν λέγω; Ποίαν γὰρ ἂν ἔχοις εἰπεῖν μοι ταύτης ἀναγκαιοτέραν διατριβήν; τίνα δὲ χρηστοτέραν συνουσίαν; τί δὲ τὸ ἐμπόδιον τῆς ἐνταῦθα διατριβῆς; Πάντως μοι τὴν πενίαν ἐρεῖς κώλυμά σοι γίνεσθαι τοῦ καλοῦ τοῦδε συλλόγου· ἀλλ' οὐκ εὔλογος ἡ πρόφασις. Ἑπτὰ ἡμέρας ἡ ἑβδομὰς ἔχει· τὰς ἑπτὰ ταύτας ἐμερίσατο πρὸς ἡμᾶς ὁ Θεός· καὶ οὐχ ἑαυτῷ μὲν τὸ πλέον, ἡμῖν δὲ τὸ ἔλαττον ἔδωκε, μᾶλλον δὲ οὐδὲ ἐξ ἡμισείας αὐτὰς διενείματο, οὐκ ἔλαβε τρεῖς καὶ ἔδωκε τρεῖς, ἀλλὰ σοὶ μὲν ἀπένειμεν ἓξ, ἑαυτῷ δὲ κατέλιπε μίαν. Καὶ οὐδὲ ἐν ταύτῃ τῇ ὅλῃ ἀνέχῃ τῶν βιωτικῶν ἀπηλλάχθαι πραγμάτων, ἀλλ' ὅπερ οἱ τὰ ἱερὰ συλῶντες χρήματα ποιοῦσι, τοῦτο καὶ σὺ ἐπὶ τῆς ἡμέρας ταύτης τολμᾷς, αὐτὴν οὖσαν ἱερὰν καὶ ἀνακειμένην τῇ τῶν πνευματικῶν ἀκροάσει λογίων ἁρπάζων καὶ καταχρώμενος εἰς βιωτικὰς φροντίδας. Τί δὲ λέγω περὶ ἡμέρας ὁλοκλήρου; ὅπερ ἐπὶ τῆς ἐλεημοσύνης ἐποίησεν ἡ χήρα, τοῦτο ποίησον ἐπὶ τοῦ καιροῦ καὶ σὺ τῆς ἡμέρας· καθάπερ ἐκείνη δύο κατέβαλεν ὀβολοὺς, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ ἐπεσπάσατο τὴν εὔνοιαν· οὕτω καὶ σὺ δύο δάνεισον ὥρας τῷ Θεῷ, καὶ μυρίων ἡμερῶν κέρδος εἰς τὴν οἰκίαν εἰσάξεις τὴν σήν. Εἰ δὲ οὐκ ἀνέχῃ, σκόπει μή ποτε, μικρὸν ἡμέρας μέρος οὐ βουλόμενος ἑαυτὸν ἀποστῆσαι τῶν γηΐνων κερδῶν, ὁλοκλήρων ἐνιαυτῶν ἀπολέσῃς πόνους. Οἶδε γὰρ ὁ Θεὸς καταφρονούμενος καὶ τὰ συλλεγέντα κενοῦν χρήματα· ὥσπερ οὖν καὶ Ἰουδαίοις ἀπειλῶν ἔλεγεν, ἐπειδὴ τῆς περὶ τὸν ναὸν κατεφρόνουν ἐπιμελείας· Εἰσηνέγκατε αὐτὰ εἰς τοὺς οἴκους ὑμῶν, καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος. Τί γὰρ, εἰπέ μοι, διδάξαι σε τῶν ἀναγκαίων δυνησόμεθα, ἅπαξ τοῦ ἐνιαυτοῦ ἢ δεύτερον παρ' ἡμῖν φοιτῶντα, περὶ ψυχῆς, περὶ σώματος, περὶ ἀθανασίας, περὶ βασιλείας τῶν οὐρανῶν, περὶ κολάσεως, περὶ γεέννης, περὶ μακροθυμίας Θεοῦ, περὶ συγγνώμης, περὶ μετανοίας, περὶ βαπτίσματος, περὶ ἁμαρτημάτων ἀφέσεως, περὶ τῆς κτίσεως ταύτης τῆς ἄνω, καὶ τῆς κάτω, περὶ ἀνθρώπων φύσεως, περὶ ἀγγέλων, περὶ τῆς τῶν δαιμόνων κακουργίας, περὶ τῶν μεθοδειῶν τοῦ διαβόλου, περὶ πολιτείας, περὶ δογμάτων, περὶ τῆς ὀρθῆς πίστεως, περὶ τῶν διεφθαρμένων αἱρέσεων; Ταῦτα γὰρ καὶ πολλῷ πλείονα τούτων τὸν Χριστιανὸν εἰδέναι χρὴ, καὶ τούτων πάντων ἀποδιδόναι λόγον τοῖς ἐρωτῶσιν ὑμᾶς. Ὑμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν τούτων εἰδέναι δυνήσεσθε μέρος, ἅπαξ ἐνταῦθα καὶ τοῦτο παρέργως συναγόμενοι, καὶ διὰ συνήθειαν ἑορτῆς, οὐ δι' εὐλάβειαν ψυχῆς. Ἀγαπητὸν γὰρ εἰ καθ' ἑκάστην σύναξιν ἐνταῦθά τις ἀπαντῶν δυνηθείη μετ' ἀκριβείας ἅπαντα ταῦτα κατασχεῖν. Οἰκέτας ἔχετε πολλοὶ τῶν ἐνταῦθα παρόντων καὶ υἱοὺς, καὶ μέλλοντες αὐτοὺς παραδιδόναι τοῖς τῶν τεχνῶν ἐπιστάταις, ὧν ἂν ἕλοισθε, καὶ τὴν οἰκίαν αὐτοῖς τὴν ὑμετέραν ἄβατον ποιεῖτε καθάπαξ, καὶ στρώματα καὶ τροφὰς καὶ τὴν ἄλλην ἅπασαν αὐτοῖς παρασκευάσαντες διακονίαν, τῷ διδασκάλῳ συγκατοικίζετε ἀπείργοντες αὐτοὺς τῆς οἰκίας ἐπιβαίνειν τῆς ὑμετέρας, ἵνα ἡ συνεχὴς ἐκεῖ διατριβὴ τὴν διδασκαλίαν ἀκριβεστέραν ἐργάσηται, μηδεμιᾶς φροντίδος τὴν σχολὴν διακοπτούσης. Νυνὶ δὲ οὐ τέχνην τὴν τυχοῦσαν, ἀλλὰ τὴν πασῶν μείζονα μανθάνειν μέλλοντες, πῶς ἀρέσαι τῷ Θεῷ δεῖ, καὶ τῶν οὐρανίων ἐπιτυχεῖν, παρέργως ἡγεῖσθε δύνασθαι τοῦτο κατορθοῦν. Καὶ πόσης τοῦτο ἀνοίας; Ὅτι γὰρ μάθησις τὸ πρᾶγμά ἐστι πολλῆς δεόμενον τῆς προσοχῆς, ἄκουσον τί φησι· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν ὁ προφήτης· ∆εῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς· καὶ πάλιν· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ὥστε πολλῆς σχολῆς χρεία τῷ μέλλοντι ταύτης ἀπολαύσεσθαι τῆς φιλοσοφίας.
βʹ. Ἀλλὰ γὰρ, ἵνα μὴ τὸν χρόνον ἅπαντα εἰς ἔγκλημα τῶν ἀπολιμπανομένων ἀναλώσωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις εἰς τὴν τῆς αὐτῶν ἐκείνων ῥᾳθυμίας διόρθωσιν, φέρε τι περὶ τῆς παρούσης ἑορτῆς φιλοσοφήσωμεν. Πολλοὶ γὰρ τὰς μὲν ἑορτὰς ἄγουσι, καὶ τὰ ὀνόματα αὐτῶν ἴσασι, τὰς δὲ ὑποθέσεις, ὅθεν ἐτέχθησαν, ἀγνοοῦσιν. Ὅτι μὲν οὖν Ἐπιφάνεια ἡ παροῦσα λέγεται ἑορτὴ, δῆλόν ἐστι πᾶσι· τίς δέ ἐστιν ἡ ἐπιφάνεια αὕτη, καὶ πότερον μία τίς ἐστιν ἢ δύο, τοῦτο οὐκ ἔτι ἴσασιν· ὅπερ ἐσχάτης αἰσχύνης ἂν εἴη καὶ πολλοῦ τοῦ καταγέλωτος, καθ' ἕκαστον ἐνιαυτὸν τὴν ἑορτὴν ταύτην ἄγοντας, τὴν ὑπόθεσιν αὐτῆς ἀγνοεῖν.Πρῶτον μὲν οὖν ἀναγκαῖον εἰπεῖν πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτι οὐ μία τίς ἐστιν ἐπιφάνεια, ἀλλὰ δύο· μία μὲν ἡ παροῦσα αὕτη καὶ γενομένη, δευτέρα δὲ ἡ μέλλουσα καὶ κατὰ τὴν συντέλειαν ἐνδόξως γενησομένη. Καὶ περὶ ἑκατέρας αὐτῶν ἠκούσατε σήμερον Παύλου Τίτῳ διαλεγομένου καὶ λέγοντος οὕτω· περὶ μὲν τῆς παρούσης· Ἐπεφάνη ἡ τοῦ Θεοῦ χάρις ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι· περὶ δὲ τῆς μελλούσης· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ ὁ προφήτης δὲ περὶ αὐτῆς ἐκείνης ἔλεγεν οὕτως· Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Ἀλλὰ τίνος ἕνεκεν οὐχὶ ἡ ἡμέρα καθ' ἣν ἐτέχθη, ἀλλ' ἡ ἡμέρα καθ' ἣν ἐβαπτίσθη, ἐπιφάνεια λέγεται; Αὕτη γάρ ἐστιν ἡ ἡμέρα καθ' ἣν ἐβαπτίσατο, καὶ τὴν τῶν ὑδάτων ἡγίασε φύσιν. ∆ιά τοι τοῦτο καὶ ἐν μεσονυκτίῳ κατὰ τὴν ἑορτὴν ταύτην ἅπαντες ὑδρευσάμενοι οἴκαδε τὰ νάματα ἀποτίθενται, καὶ εἰς ἐνιαυτὸν ὁλόκληρον φυλάττουσιν, ἅτε δὴ σήμερον ἁγιασθέντων τῶν ὑδάτων· καὶ τὸ σημεῖον γίνεται ἐναργὲς οὐ διαφθειρομένης τῆς τῶν ὑδάτων ἐκείνων φύσεως τῷ μήκει τοῦ χρόνου, ἀλλ' εἰς ἐνιαυτὸν ὁλόκληρον καὶ δύο καὶ τρία πολλάκις ἔτη τοῦ σήμερον ἀντληθέντος ὕδατος ἀκεραίου καὶ νεαροῦ μένοντος, καὶ μετὰ τοσοῦτον χρόνον τοῖς ἄρτι τῶν πηγῶν ἐξαρπασθεῖσιν ὕδασιν ἁμιλλωμένου. Τίνος οὖν ἕνεκεν αὕτη ἐπιφάνεια λέγεται; Ἐπειδὴ οὐχ ὅτε ἐτέχθη, τότε πᾶσιν ἐγένετο κατάδηλος, ἀλλ' ὅτε ἐβαπτίσατο· μέχρι γὰρ ταύτης ἠγνοεῖτο τῆς ἡμέρας τοῖς πολλοῖς. Καὶ ὅτι ἠγνόουν αὐτὸν οἱ πολλοὶ, καὶ οὐκ ᾔδεισαν ὅστις ποτὲ ἦν, ἄκουσον τοῦ Βαπτιστοῦ Ἰωάννου λέγοντος· Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ τί θαυμαστὸν εἰ ἄλλοι ἠγνόουν, ὅπου γε καὶ αὐτὸς ὁ Βαπτιστὴς αὐτὸν ἠγνόει ἕως τῆς ἡμέρας ἐκείνης; Καὶ γὰρ ἐγὼ, φησὶν, οὐκ ᾔδειν αὐτὸν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Ὅτι μὲν οὖν ἐπιφάνειαι δύο, δῆλον ἐκ τούτων· τίνος δὲ ἕνεκεν ἐπὶ τὸ βάπτισμα ἔρχεται ὁ Χριστὸς, ἀναγκαῖον εἰπεῖν, καὶ ἐπὶ ποῖον ἔρχεται βάπτισμα· καὶ γὰρ καὶ τοῦτο ἀναγκαῖον εἰδέναι, ὥσπερ οὖν κἀκεῖνο. Καὶ τοῦτο πρότερον διδάξαι χρὴ τὴν ὑμετέραν ἀγάπην· ἀπὸ γὰρ τούτου κἀκεῖνο εἰσόμεθα. Βάπτισμα ἦν τὸ Ἰουδαϊκὸν, τὸ ῥύπων σωματικῶν ἀπαλλάττον, οὐ τῶν κατὰ τὸ συνειδὸς ἁμαρτημάτων.Οὐ γὰρ εἴ τις μοιχείαν εἰργάσατο, οὐδὲ εἴ τις κλοπὴν ἐτόλμησεν, οὐδὲ εἴ τις ἄλλο τι τοιοῦτον παρηνόμησεν, ἀπήλλαττεν αὐτὸν τῶν ἐγκλημάτων· ἀλλ' εἴ τις ὀστῶν ἥψατο νεκρῶν, εἴ τις μὴ νενομισμένης ἐγεύσατο τροφῆς, εἴ τις ἐκ φθορᾶς παρεγένετο, εἴ τις λεπροῖς συνεγίνετο, ἐλούετο, καὶ μέχρι τῆς ἑσπέρας ἀκάθαρτος ἦν, εἶτα ἐκαθαίρετο. Λούσεται γὰρ τὸ σῶμα αὐτοῦ ὕδατι καθαρῷ, φησὶν, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ καθαρισθήσεται. Οὐ γὰρ ἀληθῶς ἁμαρτία ταῦτα ἦν οὐδὲ ἀκαθαρσία, ἀλλὰ ἀτελεστέρους ὄντας διὰ τῶν τοιούτων ποιῶν εὐλαβεστέρους ὁ Θεὸς, πρὸς τὴν τῶν μειζόνων παρατήρησιν ἀκριβεστέρους ἄνωθεν παρεσκεύασε.
γʹ. Τὸ μὲν οὖν Ἰουδαϊκὸν καθάρσιον ἁμαρτημάτων μὲν οὐκ ἀπήλλαττε, ῥύπων δὲ σωματικῶν μόνον, τὸ δὲ ἡμέτερον οὐ τοιοῦτον, ἀλλὰ πολλῷ μεῖζον καὶ πολλῆς γέμον χάριτος· καὶ γὰρ ἁμαρτημάτων ἀπαλλάττει, καὶ ψυχὴν ἀποσμήχει, καὶ Πνεύματος δίδωσι χορηγίαν. Τὸ δὲ τοῦ Ἰωάννου τοῦ μὲν Ἰουδαϊκοῦ σφόδρα ὑψηλότερον ἦν, τοῦ δὲ ἡμετέρου ταπεινότερον, καθάπερ γέφυρά τις ὂν ἑκατέρων τούτων τῶν βαπτισμάτων, ἀπ' ἐκείνου πρὸς τοῦτο δι' ἑαυτοῦ χειραγωγοῦν· οὐ γὰρ δὴ εἰς παρατήρησιν καθαρμῶν σωματικῶν αὐτοὺς ἐνῆγεν, ἀλλ' ἀποστῆσαν ἐκείνων παρῄνει καὶ συνεβούλευε μεταβαλεῖν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἐν τοῖς τῶν ἔργων κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, οὐκ ἐν βαπτισμοῖς δια φόροις καὶ καθαρμοῖς ὑδάτων. Οὐ γὰρ ἔλεγε· Πλῦνον τὰ ἱμάτιά σου, καὶ λοῦσον τὸ σῶμά σου, καὶ ἔσῃ καθαρός· ἀλλὰ τί; Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας. Καὶ κατὰ τοῦτο ὑψηλότερον ἦν τοῦ Ἰουδαϊκοῦ, τοῦ δὲ ἡμετέρου ταπεινότερον· ἐπειδὴ μήτε Πνεῦμα ἅγιον ἐδίδου τὸ βάπτισμα Ἰωάννου, μήτε τὴν διὰ τῆς χάριτος παρεῖχε συγχώρησιν· μετανοεῖν γὰρ ἐκέλευεν, οὐκ ἀφιέναι κύριος ἦν. ∆ιόπερ καὶ ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι, ἐκεῖνος δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. ∆ηλονότι αὐτὸς οὐκ ἐβάπτιζε Πνεύματι. Τί δέ ἐστιν, Ἐν Πνεύματι ἁγίῳ καὶ πυρί; Ἀναμνήσθητί μοι τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ ὅτι τὸ βάπτισμα Ἰωάννου ἀτελὲς ἦν, οὔτε Πνεύματος χορηγίαν ἔχον, οὔτε ἁμαρτημάτων ἄφεσιν, δῆλον ἐκεῖθεν· Εὑρὼν γάρ τινας μαθητὰς ὁ Παῦλός φησι πρὸς αὐτοὺς, Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας· μετανοίας, οὐκ ἀφέσεως. Καὶ τίνος ἕνεκεν ἐβάπτισεν; Τῷ λαῷ λέγων· Εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ' ἔστιν, εἰς τὸν Κύριον Ἰησοῦν. Καὶ ἀκούσαντες ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς. Εἶδες πῶς ἀτελὲς ἦν τὸ Ἰωάννου βάπτισμα; Εἰ γὰρ μὴ ἦν ἀτελὲς, οὐκ ἂν αὐτοὺς πάλιν ἐβάπτισεν ὁ Παῦλος, οὐκ ἂν αὐτοῖς τὰς χεῖρας ἐπέθηκε· νυνὶ δὲ ἀμφότερα ταῦτα ποιήσας, ἐδήλωσε τὴν ὑπεροχὴν τοῦ βαπτίσματος τοῦ ἀποστολικοῦ, καὶ ὅτι ἐκεῖνο τούτου πολὺ κατώτερον ἦν. Ἀλλὰ τὴν μὲν τῶν βαπτισμάτων διαφορὰν ἐκ τούτων ἐμάθομεν· τίνος δὲ ἕνεκεν ὁ Χριστὸς βαπτίζεται, καὶ ποῖον βάπτισμα, λοιπὸν ἀναγκαῖον εἰπεῖν.Οὔτε τὸ Ἰουδαϊκὸν τὸ πρότερον, οὔτε τὸ ἡμέτερον τὸ μετὰ ταῦτα· οὔτε γὰρ ἁμαρτημάτων συγχωρήσεως ἐδεῖτο· πῶς γὰρ ὁ μηδεμίαν ἁμαρτίαν ἔχων; Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ πάλιν, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Οὔτε Πνεύματος ἄμοιρος ἦν ἐκείνη ἡ σάρξ· πῶς γὰρ ἂν ἡ ἐκ Πνεύματος ἁγίου κατασκευασθεῖσα τὴν ἀρχήν; Εἰ τοίνυν μήτε Πνεύματος ἁγίου ἄμοιρος ἦν ἡ σὰρξ ἐκείνη, μήτε ἁμαρτήμασιν ὑπεύθυνος, τίνος ἕνεκεν ἐβαπτίζετο; Ἀλλὰ πρότερον ἀναγκαῖον μαθεῖν ποῖον ἐβαπτίσατο βάπτισμα, καὶ τότε καὶ τοῦτο σαφέστερον ἡμῖν γενήσεται. Ποῖον οὖν ἐβαπτίσατο; Οὔτε τὸ Ἰουδαϊκὸν, οὔτε τὸ ἡμέτερον, ἀλλὰ τὸ Ἰωάννου. ∆ιὰ τί; Ἵνα καὶ δι' αὐτῆς τῆς τοῦ βαπτίσματος φύσεως μάθῃς, ὅτι οὐ δι' ἁμαρτίας ἐβαπτίσατο, οὐδὲ ὡς τῆς τοῦ Πνεύματος δεόμενος χορηγίας· ἑκατέρων γὰρ τούτων ἔρημον ἐκεῖνο τὸ βάπτισμα, καθάπερ οὖν καὶ ἀπεδείξαμεν. Καὶ ὅτι μὲν οὔτε δι' ἄφεσιν ἁμαρτημάτων, οὔτε διὰ Πνεύματος χορηγίαν ἦλθεν ἐπὶ τὸν Ἰορδάνην, δῆλον ἐκ τούτων· ἵνα δὲ μὴ νομίσῃ τις τῶν τότε παρόντων, ὅτι ἐπὶ μετανοίᾳ, καθάπερ οἱ λοιποὶ, παραγίνεται, ἄκουσον καὶ τοῦτο πῶς ὁ Ἰωάννης προδιωρθώσατο.Ὁ γὰρ τοῖς ἄλλοις λέγων, Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, ἄκουσον τί τούτῳ φησίν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· καὶ σὺ ἔρχῃ πρός με; Τοῦτο δὲ ἔλεγε δηλῶν ὅτι οὐ διὰ τὴν αὐτὴν τοῖς πολλοῖς χρείαν παρεγένετο πρὸς αὐτόν· καὶ ὅτι τοσοῦτον ἀπέχει διὰ τοῦτο βαπτίζεσθαι, ὅτι καὶ αὐτοῦ τοῦ Βαπτιστοῦ πολλῷ μείζων ἦν, καὶ ἀσυγκρίτως καθαρώτερος. Τίνος οὖν ἕνεκεν ἐβαπτίζετο, εἰ μήτε ἐπὶ μετανοίᾳ, μήτε ἐπὶ ἁμαρτημάτων ἀφέσει, μήτε ἐπὶ Πνεύματος χορηγίᾳ τοῦτο ἐποίει; Ἑτέρων δυοῖν ἕνεκεν αἰτιῶν, μιᾶς μὲν ἧς φησιν ὁ μαθητὴς, ἑτέρας δὲ ἧς αὐτὸς πρὸς τὸν Ἰωάννην εἶπε. Τίνα οὖν φησιν ὁ Ἰωάννης αἰτίαν τοῦ βαπτίσματος εἶναι τούτου; Ἵνα γνωρισθῇ τοῖς πολλοῖς, καθὼς καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσιν· τοῦτο ἦν τὸ κατόρθωμα τοῦ βαπτίσματος. Τὸ μὲν γὰρ εἰς τὴν ἑκάστου περιιέναι οἰκίαν, καὶ ταῖς θύραις προσιόντα καλεῖν ἔξω καὶ λέγειν κατέχοντα τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὕποπτον ἐποίει τὴν μαρτυρίαν καὶ σφόδρα ἐργῶδες ἦν· τὸ δὲ λαβόντα πάλιν εἰς τὴν συναγωγὴν εἰσελθεῖν καὶ δεικνύειν, καὶ τοῦτο αὐτὸ ὁμοίως ὕποπτον ἐποίει τὴν μαρτυρίαν πάλιν· τὸ δὲ τῶν δήμων ἁπάντων ἐξ ἑκάστης πόλεως ἐκχυθέντων ἐπὶ τὸν Ἰορδάνην, καὶ περὶ τὰς ὄχθας διατριβόντων τοῦ ποταμοῦ, ἐλθόντα καὶ αὐτὸν ἐπὶ τὸ βαπτισθῆναι, δέξασθαι τὴν ἄνωθεν σύστασιν τὴν διὰ τῆς φωνῆς τοῦ Πατρὸς, τὴν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος τῆς ἐν εἴδει περιστερᾶς, ἀνύποπτον ἐποίει γενέσθαι τὴν Ἰωάννου τὴν ἐπ' αὐτῷ μαρτυρίαν. ∆ιὰ τοῦτο, Κἀγὼ, φησὶν, οὐκ ᾔδειν αὐτὸν, ἀξιόπιστον τὴν ἑαυτοῦ καθιστῶν μαρτυρίαν. Ἐπειδὴ γὰρ συγγενεῖς ἦσαν ἀλλήλων κατὰ σάρκα Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν, τῇ Μαριάμ φησιν ὁ ἄγγελος περὶ τῆς μητρὸς Ἰωάννου· εἰ δὲ αἱ μητέρες συγγενεῖς ἦσαν, εὔδηλον ὅτι καὶ τὰ παιδία · ἐπεὶ οὖν συγγενεῖς ἦσαν, ἵνα μὴ διὰ τὴν συγγένειαν δόξῃ μαρτυρεῖν τῷ Χριστῷ, ᾠκονόμησεν ἡ τοῦ Πνεύματος χάρις πᾶσαν τὴν πρώτην ἡλικίαν ἐν ἐρήμῳ τὸν Ἰωάννην διάγειν, ἵνα μὴ διὰ φιλίαν ἢ ἐκ κατασκευῆς τινος τοιαύτης ἡ μαρτυρία γίνεσθαι δόξῃ, ἀλλ' ὡς παρὰ τοῦ Θεοῦ μαθὼν, οὕτως αὐτὸν καταγγείλῃ. ∆ιὰ τοῦτό φησι· Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Πόθεν οὖν ἔμαθες; Ὁ πέμψας με, φησὶ, βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπε. Τί σοι εἶπεν; Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτὸν, αὐτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Ὁρᾷς ὅτι διὰ τοῦτο ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὡς τότε πρῶτον ἐπιφοιτῆσαν, ἀλλ' ἵνα δείξῃ τὸν κηρυττόμενον, ὥσπερ δακτύλῳ τινὶ τῇ πτήσει πᾶσιν αὐτὸν γνώριμον ποιοῦν; ∆ιὰ τοῦτο τοίνυν ἦλθεν ἐπὶ τὸ βάπτισμα. Καὶ δι' ἑτέραν δὲ αἰτίαν, ἣν αὐτός φησι· ποίαν δὴ ταύτην; Τοῦ Ἰωάννου εἰπόντος, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; αὐτὸς ἀπεκρίνατο λέγων· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύ νην. Εἶδες εὐγνωμοσύνην οἰκέτου; εἶδες ταπεινοφροσύνην ∆εσπότου; Τί ποτέ ἐστι τὸ, Πληρῶσαι πᾶσαν δικαιοσύνην; ∆ικαιοσύνη λέγεται τῶν ἐντολῶν πασῶν ἡ πλήρωσις· ὥσπερ ὅταν λέγῃ· Ἦσαν ἀμφότεροι δίκαιοι πορευόμενοι ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου ἄμεμπτοι. Ἐπεὶ οὖν ἔδει πληρῶσαι τὴν δικαιοσύνην ταύτην τοὺς ἀνθρώπους ἅπαντας, οὐδεὶς δὲ αὐτὴν ἀπήρτισεν οὐδὲ ἐπλήρωσεν, ἐλθὼν ὁ Χριστὸς πληροῖ τὴν δικαιοσύνην ταύτην.
δʹ. Καὶ ποία δικαιοσύνη, φησὶ, τὸ βαπτισθῆναι; Τὸ τῷ προφήτῃ πεισθῆναι δικαιοσύνη ἦν. Ὥσπερ οὖν περιετέμνετο, καὶ θυσίαν ἀνήνεγκε, καὶ σάββατα ἐτήρησε, καὶ ἑορτὰς ἐπλήρωσεν Ἰουδαϊκὰς, οὕτω καὶ τοῦτο τὸ λειπόμενον προσέθηκε, τὸ πεισθῆναι προφήτῃ βαπτίζοντι. Ὅτι γὰρ Θεοῦ βούλημα ἦν τὸ βαπτίζεσθαι πάντας τότε, ἄκουσον τί φησιν ὁ Ἰωάννης· Ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι· καὶ πάλιν ὁ Χριστὸς, Οἱ τελῶναι καὶ ὁ ὄχλος ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ἠθέτησαν τὴν βουλὴν τοῦ Θεοῦ μὴ βαπτισθέντες ὑπ' αὐτοῦ. Εἰ τοίνυν τὸ τῷ Θεῷ πείθεσθαι δικαιοσύνη, ὁ δὲ Θεὸς ἔπεμψε τὸν Ἰωάννην, ὥστε βαπτίσαι τὸν λαὸν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν νομικῶν καὶ τοῦτο ἐπλήρωσεν ὁ Χριστός. Ὑπόθου τοίνυν διακόσια δηνάρια τοῦ νόμου τὰς ἐντολὰς εἶναι· τοῦτο τὸ χρέος ἔδει τὸ γένος τὸ ἡμέτερον καταβαλεῖν· οὐ κατεβάλομεν· κατεῖχεν ἡμᾶς ὁ θάνατος ὑπευθύνους ὄντας τοῖς ἐγκλήμασι τούτοις. Ἐλθὼν ὁ Χριστὸς καὶ εὑρὼν ἡμᾶς κατεχομένους, κατέβαλε τὸ χρέος, ἐπλήρωσε τὸ ὄφλημα, ἐξήρπασε τοὺς οὐκ ἔχοντας δοῦναι. ∆ιὰ τοῦτο οὐκ εἶπε, Πρέπον ἐστὶν ἡμῖν ποιῆσαι τὸ καὶ τὸ, ἀλλὰ, Πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐμοὶ τῷ ∆εσπότῃ πρέπον ἐστὶ, φησὶ, τῷ ἔχοντι, καταβαλεῖν ὑπὲρ τῶν οὐκ ἐχόντων. Αὕτη ἡ αἰτία τοῦ βαπτίσματος, ἵνα δόξῃ τὸν νόμον ἅπαντα πληροῦν, καὶ αὕτη, καὶ ἡ πρὸ ταύτης εἰρημένη. ∆ιὸ καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς κάτεισιν· ὅπου γὰρ καταλλαγὴ Θεοῦ, περιστερά. Καὶ γὰρ καὶ ἐπὶ τῆς κιβωτοῦ τῆς ἐπὶ Νῶε φέρουσα κλάδον ἐλαίας ἦλθεν ἡ περιστερὰ, σύμβολον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τοῦ χειμῶνος ἀπαλλαγῆς· καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι δεῖ γὰρ ἀσφαλῶς ταῦτα εἰδέναι , τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον τῇ οἰκουμένῃ, ἅμα δὲ καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν ἄνδρα ἀπόνηρόν τινα εἶναι χρὴ καὶ ἁπλοῦν καὶ ἄκακον· καθάπερ καὶ ὁ Χριστός φησιν· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐκείνη μὲν οὖν ἡ κιβωτὸς, τοῦ χειμῶνος λυθέντος, ἔμεινεν ἐπὶ τῆς γῆς· αὕτη δὲ ἡ κιβωτὸς, τῆς ὀργῆς λυθείσης, εἰς τὸν οὐρανὸν ἡρπάζετο, καὶ νῦν ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς τὸ ἄμωμον ἐκεῖνο καὶ ἀκήρατον σῶμα. Ἀλλ' ἐπειδὴ τοῦ σώματος ἐμνήσθην ∆εσποτικοῦ, ἀναγκαῖον πρὸς ὑμᾶς μικρὰ περὶ τούτου διαλεχθέντας καταπαῦσαι τὸν λόγον. Οἶδα ὅτι πολλοὶ παρ' ἡμῖν διὰ τὴν τῆς ἑορτῆς συνήθειαν τῇ ἱερᾷ ταύτῃ προσδραμοῦνται τραπέζῃ. Ἔδει μὲν οὖν, ὡς καὶ πολλάκις ἔφθην εἰπὼν, μὴ ἑορτὰς παρατηρεῖν, ἡνίκα ἂν δέοι κοινωνεῖν, ἀλλὰ τὸ συνειδὸς καθαίρειν, καὶ τότε τῆς ἱερᾶς ἅπτεσθαι θυσίας. Ὁ μὲν γὰρ ἐναγὴς καὶ ἀκάθαρτος οὐδὲ ἐν ἑορτῇ δίκαιος ἂν εἴη μετέχειν τῆς ἁγίας ἐκείνης καὶ φρικώδους σαρκός· ὁ δὲ καθαρὸς καὶ διὰ μετανοίας ἀκριβοῦς ἀποσμηξάμενος τὰ πλημμελήματα, καὶ ἐν ἑορτῇ καὶ ἀεὶ δίκαιος ἂν εἴη μετέχειν τῶν θείων μυστηρίων, καὶ ἀπολαύειν ἂν εἴη ἄξιος τῶν τοῦ Θεοῦ δωρεῶν. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ οἶδα πῶς παρῶπταί τισι, καὶ μυρίων πολλοὶ γέμοντες κακῶν, ὅτε τὴν ἑορτὴν ἴδωσι παραγενομένην, ὡς ὑπ' αὐτῆς ὠθούμενοι τῆς ἡμέρας, ἅπτονται τῶν ἱερῶν μυστηρίων, ἃ μηδὲ ἰδεῖν οὕτω διακειμένους θέμις· τοὺς μὲν δήλους ἡμῖν αὐτοὶ πάντως ἡμεῖς ἀπείρξομεν, τοὺς δὲ ἀγνώστους ἡμῖν τῷ Θεῷ καταλείψομεν, τῷ τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδότι· τὸ γοῦν φανερῶς ἁμαρτανόμενον παρὰ πάντων πειρασόμεθα διορθῶσαι τήμερον.Τί οὖν ἐστι τοῦτο τὸ ἁμάρτημα; Τὸ μὴ μετὰ φρίκης προσιέναι, ἀλλὰ λακτίζοντας, τύπτοντας, θυμοῦ γέμοντας, βοῶντας, λοιδοροῦντας, τοὺς πλησίον ὠθοῦντας, ταραχῆς ἐμπεπλησμένους. Ταῦτα καὶ πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι. Οὐχ ὁρᾶτε ἐπὶ τῶν Ὀλυμπίων ἀγώνων, ὅταν ἀγωνοθέτης διὰ τῆς ἀγορᾶς βαδίζῃ, στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχων, στολὴν ἀναβεβλημένος, ῥάβδον ἐν τῇ χειρὶ κατέχων, ὅση ἡ εὐταξία, τοῦ κήρυκος βοῶντος ἡσυχίαν εἶναι μετ' εὐκοσμίας; Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ὁ διάβολος πομπεύει, τοσαύτην εἶναι τὴν ἡσυχίαν, ἔνθα δὲ ὁ Χριστὸς πρὸς ἑαυτὸν καλεῖ, πολὺν εἶναι τὸν θόρυβον; Ἐν ἀγορᾷ ἡσυχία, καὶ ἐν ἐκκλησίᾳ κραυγή; ἐν πελάγει γαλήνη, καὶ ἐν λιμένι κύματα; Τί θορυβῇ, εἰπέ μοι, ἄνθρωπε; τί δὲ ἐπείγῃ; πραγμάτων ἀνάγκη σε καλεῖ πάντως; ὅλως γὰρ οἶδας ὅτι πράγματα ἔχεις κατὰ τὴν ὥραν ἐκείνην; μέμνησαι γὰρ ὅλως, ὅτι ἐπὶ τῆς γῆς εἶ; νομίζεις δὲ μετὰ ἀνθρώπων εἶναι; Καὶ πῶς οὐχὶ λιθίνης ταῦτα διανοίας, τὸ νομίζειν κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπὶ γῆς ἑστάναι, ἀλλ' οὐ μετ' ἀγγέλων χορεύειν, μεθ' ὧν τὸ μυστικὸν ἐκεῖνο μέλος ἀνέπεμψας, μεθ' ὧν τὴν ἐπινίκιον ἐκείνην ἀνήνεγκας ᾠδὴν τῷ Θεῷ; ∆ιὰ τοῦτο καὶ ἀετοὺς ἡμᾶς ὁ Χριστὸς ἐκάλεσεν εἰπὼν, Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοὶ, ἵνα οὐρανοβατῶμεν, ἵνα ὑψηλὰ πετώμεθα τοῖς πτεροῖς τοῦ πνεύματος κουφιζόμενοι· ἡμεῖς δὲ κατὰ τοὺς ὄφεις χαμαὶ συρόμεθα, καὶ γῆν ἐσθίομεν. Βούλεσθε εἴπω πόθεν ὁ θόρυβος καὶ ἡ κραυγὴ γίνεται; Ὅτι οὐ διαπαντὸς ὑμῖν τὰς θύρας ἀποκλείομεν, ἀλλὰ συγχωροῦμεν πρὸ τῆς ἐσχάτης εὐχαριστίας ἀποπηδᾷν καὶ ἀναχωρεῖν οἴκαδε· ὃ καὶ αὐτὸ πολλῆς ἂν εἴη καταφρονήσεως. Τί ποιεῖς, ἄνθρωπε; Τοῦ Χριστοῦ παρόντος, τῶν ἀγγέλων παρεστώτων, τῆς φρικτῆς ταύτης τραπέζης προκειμένης, τῶν ἀδελφῶν σου μυσταγωγουμένων ἔτι, αὐτὸς καταλιπὼν ἀποπηδᾷς; Καὶ ἐπὶ δεῖπνον μὲν κληθεὶς, κἂν πρότερον κορεσθῇς, οὐ τολμᾷς τῶν ἄλλων ἀνακειμένων ἀναχωρῆσαι πρὸ τῶν φίλων αὐτός· ἐνταῦθα δὲ τῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων ἐπιτελουμένων, τῆς ἱερᾶς τελετῆς συνεστώσης ἔτι, καταλιμπάνεις ἐν μέσῳ πάντα καὶ ἀναχωρεῖς; Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; ποίας δὲ ἀπολογίας; Βούλεσθε εἴπω τίνος ἔργον ποιοῦσιν οἱ πρὸ τῆς συμπληρώσεως ἀναχωροῦντες, καὶ τὰς εὐχαριστηρίους ᾠδὰς οὐκ ἐπιφέ ροντες τῷ τέλει τῆς τραπέζης; Τάχα φορτικόν ἐστι τὸ μέλλον ῥηθήσεσθαι, ἀλλ' ὅμως ἀναγκαῖον λεχθῆναι διὰ τὴν τῶν πολλῶν ῥᾳθυμίαν. Ὅτε ἐκοινώνησε τὸ ἔσχατον δεῖπνον ὁ Ἰούδας τὸ κατὰ τὴν τελευταίαν νύκτα ἐκείνην, τῶν ἄλλων ἁπάντων ἀνακειμένων, αὐτὸς προπηδήσας ἐξέβη. Ἐκεῖνον τοίνυν μιμοῦνται καὶ οὗτοι, οἱ πρὸ τῆς ἐσχάτης ἀποπηδῶντες εὐχαριστίας. Ἐκεῖνος γὰρ εἰ μὴ ἐξῆλθεν, οὐκ ἂν ἐγένετο προδότης· εἰ μὴ κατέλιπε τοὺς συμμαθητὰς, οὐκ ἂν ἀπώλετο· εἰ μὴ τῆς ἀγέλης ἑαυτὸν ἀπέῤῥηξεν, οὐκ ἂν αὐτὸν εὗρεν ὁ λύκος μόνον, καὶ κατέφαγεν· εἰ μὴ τοῦ ποιμένος ἑαυτὸν ἐχώρισεν, οὐκ ἂν θηριάλωτος γέγονε. ∆ιὰ δὴ τοῦτο ἐκεῖνος μὲν μετὰ Ἰουδαίων, οὗτοι δὲ μετὰ τοῦ ∆εσπότου ὑμνήσαντες ἐξῆλθον. Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ' ἐκεῖνον γίνεται τὸν τύπον; Καὶ νῦν, ἀγαπητοὶ, ταῦτα ἐννοῶμεν, ταῦτα λογιζώμεθα, φοβούμενοι τὸ κείμενον ἐπὶ τούτῳ κρῖμα. Αὐτός σοι τῆς σαρκὸς μεταδίδωσι· σὺ δὲ οὐδὲ λόγοις αὐτὸν ἀμείβῃ, οὐδὲ εὐχαριστεῖς ὑπὲρ ὧν ἔλαβες, ἀλλὰ σωματικῆς μὲν τροφῆς ἀπολαύων μετὰ τὴν τράπεζαν ἐπὶ εὐχὴν τρέπῃ, πνευματικῆς δὲ καὶ ὑπερβαλλούσης τὴν κτίσιν ἅπασαν τὴν ὁρατὴν καὶ τὴν ἀόρατον μετέχων, ἄνθρωπος ὢν καὶ τῆς εὐτελοῦς φύσεως, οὐ μένεις εὐχαριστῶν καὶ ῥήμασι καὶ πράγμασι; Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα κολάσεως ἄξια; Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε μόνον, οὐδ' ἵνα θορυβῆτε καὶ κράζητε, ἀλλ' ἵνα ἐπὶ τοῦ καιροῦ τούτων μεμνημένοι τῶν ῥημάτων, τὴν προσήκουσαν εὐταξίαν ἐπιδείξησθε. Μυστήρια καὶ λέγεται, καὶ ἔστιν· ἔνθα δὲ μυστήρια, πολλὴ σιγή. Μετὰ πολλῆς τοίνυν τῆς σιγῆς, μετὰ πολλῆς τῆς εὐταξίας, μετὰ τῆς προσηκούσης εὐλαβείας, τῆς ἱερᾶς ταύτης ἁπτώμεθα θυσίας, ἵνα εἰς πλείονα τὴν εὔνοιαν τὸν Θεὸν ἐπισπασώμεθα, καὶ τὴν ψυχὴν ἐκκαθάρωμεν, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου