αʹ. Ἐγὼ μὲν ἤλπιζον τῇ συνεχείᾳ τῆς διαλέξεως κόρον ὑμᾶς λήψεσθαι τῶν ἡμετέρων λόγων· ὁρῶ δὲ τὸ ἐναντίον ἐκβαῖνον, οὐ κόρον ὑμῖν ἀπὸ τῆς συνεχείας γινόμενον, ἀλλὰ πόθον αὐξανόμενον, οὐ πλησμονὴν, ἀλλ' ἡδονὴν προσγινομένην· καὶ ταυτὸ συμβαῖνον, ὅπερ ἐπὶ τῶν ἔξωθεν συμποσίων οἱ φίλοινοι πάσχουσι. Καὶ γὰρ ἐκεῖνοι, ὅσῳπερ ἂν πλείω τὸν ἄκρατον ἐγχέωσι, τοσούτῳ μᾶλλον τὸ δίψος ἐξάπτουσι· καὶ ὑμῖν, ὅσῳπερ ἂν τὴν διδασκαλίαν ἐνηχήσωμεν, τοσούτῳ μᾶλλον ἀνάπτομεν τὴν ἐπιθυμίαν, πλείω ποιοῦμεν τὴν ὄρεξιν, σφοδρότερον τὸν ἔρωτα. ∆ιὰ τοῦτο, καίτοι πενίαν ἐσχάτην ἐμαυτῷ συνειδὼς, οὐ παύομαι τοὺς φιλοτίμους τῶν ἑστιατόρων μιμούμενος, καὶ συνεχῆ παρατιθεὶς ὑμῖν τὴν τράπεζαν καὶ πλήρη τὸν κρατῆρα τῆς διδασκαλίας ἱστάς. Ὁρῶ γὰρ ὅτι μετὰ τὸ πάντα αὐτὸν ἐκπιεῖν, πάλιν διψῶντες ἀναχωρεῖτε. Καὶ τοῦτο δῆλον μὲν καὶ ἐκ τοῦ παντὸς ἐγένετο χρόνου, μάλιστα δὲ ἐκ τῆς παρελθούσης Κυριακῆς.
Ὅτι γὰρ ἀκορέστως ὑμεῖς μετέχετε τῶν θείων λογίων, ἐκείνη μάλιστα ἔδειξεν ἡ ἡμέρα, ἐν ᾗ περὶ τοῦ μὴ δεῖν κακῶς λέγειν ἀλλήλους διελεγόμην, ὅτε καὶ ὑπόθεσιν ὑμῖν κατηγορίας παρεῖχον ἀσφαλεστάτην, παραινῶν τὰ οἰκεῖα ἁμαρτήματα λέγειν κακῶς, ἀλλὰ μὴ τὰ ἀλλότρια περιεργάζεσθαι· ὅτε τοὺς ἁγίους παρήγαγον ἑαυτῶν μὲν κατηγοροῦντας, τῶν δὲ ἄλλων φειδομένους· τὸν Παῦλον λέγοντα, ὅτι Ἁμαρτωλῶν πρῶτός εἰμι ἐγὼ, καὶ ὅτι βλάσφημον ὄντα καὶ διώκτην καὶ ὑβριστὴν ὁ Θεὸς ἠλέησε, καὶ ἔκτρωμα ἑαυτὸν καλοῦντα, καὶ οὐδὲ τῆς τῶν ἀποστόλων προσηγορίας ἄξιον εἶναι νομίζοντα· τὸν Πέτρον λέγοντα· Ἔξελθε ἀπ' ἐμοῦ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι· τὸν Ματθαῖον τελώνην ἑαυτὸν προσαγορεύοντα καὶ ἐν τῷ καιρῷ τῆς ἀποστολῆς· τὸν ∆αυῒδ βοῶντα καὶ λέγοντα, Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· καὶ τὸν Ἡσαΐαν ἀποδυρόμενον καὶ θρηνοῦντα, ὅτι Ἀκάθαρτός εἰμι, καὶ ἀκάθαρτα χείλη ἔχω· τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πυρὸς ἐξομολογουμένους καὶ λέγοντας, ὅτι ἥμαρτον καὶ ἠνόμησαν καὶ τὰ προστάγματα τοῦ Θεοῦ οὐκ ἐφυλάξαντο· τὸν ∆ανιὴλ τὸ αὐτὸ τοῦτο πάλιν ἀποδυρόμενον. Ὅτε μετὰ τὸν τῶν ἁγίων κατάλογον τούτων καὶ μυίας ἐκάλεσα τοὺς κατηγόρους, καὶ τοῦ παραδείγματος δικαίαν ἐπήγαγον τὴν αἰτίαν, λέγων, ὅτι καθάπερ ἐκεῖναι τοῖς τραύμασιν ἐγκαθέζονται ἀλλοτρίοις, οὕτω καὶ οἱ κατήγοροι τὰ ἀλλότρια δάκνουσιν ἁμαρτήματα, νόσον ἐκεῖθεν τοῖς συγγινομένοις συλλέγοντες· καὶ τοὺς τἀναντία δὲ ποιοῦντας μελίττας προσηγόρευον, οὐχὶ νοσήματα συναγούσας, ἀλλὰ κηρία πηγνυμένας εὐλαβείας μεγίστης, καὶ οὕτω τῷ λειμῶνι τῆς ἀρετῆς τῶν ἁγίων ἐφιπταμένας· τότε δὴ, τότε τὸν ἀκόρεστον ὑμῶν ἐδείξατε ἔρωτα. Ἐπειδὴ γὰρ εἰς μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, καὶ μῆκος ἄπειρον, καὶ ὅσον οὐδέποτε, πολλοὶ μὲν προσεδόκων τῷ πλήθει τῶν λεγομένων τὴν προθυμίαν ὑμῖν σβεσθήσεσθαι, ἐγίγνετο δὲ τοὐναντίον· μᾶλλον γὰρ ὑμῖν ἡ καρδία διεθερμαίνετο, μᾶλλον ἐξήπτετο ὁ πόθος. Καὶ πόθεν δῆλον; Οἱ γοῦν πρὸς τῷ τέλει γενόμενοι κρότοι μείζους ἦσαν, καὶ λαμπρότεραι αἱ βοαί· καὶ ταυτὸ συνέβαινεν, οἷον ἐπὶ τῶν καμίνων. Καθάπερ γὰρ ἐκεῖ παρὰ μὲν τὴν ἀρχὴν οὐ σφόδρα λαμπρόν ἐστι τοῦ πυρὸς τὸ φῶς, ἐπειδὰν δὲ ἁπάντων ἐπιλάβηται τῶν ἐπικειμένων ξύλων ἡ φλὸξ, εἰς ὕψος αἴρεται μέγα· οὕτω δὴ καὶ ἐπὶ τῆς ἡμέρας τότε ἐκείνης τοῦτο συνέβη. Παρὰ μὲν τὴν ἀρχὴν οὐ σφόδρα μοι ὁ σύλλογος οὗτος ἐκεκίνητο· ἐπειδὴ δὲ ὁ λόγος εἰς μῆκος ἐξετάθη καὶ πάντων ἐπελάβετο τῶν ὑποκειμένων, καὶ πλείων ἡ διδασκαλία κατεβλήθη, τότε δὴ, τότε ὑμῖν ἐξεκαίετο τῆς ἀκροάσεως ἡ ἐπιθυμία, καὶ σφοδρότερος ὁ κρότος ἐξεῤῥήγνυτο.
∆ιὰ τοῦτο, καίτοι ἐλάττω τῶν εἰρημένων παρεσκευασμένος εἰπεῖν ὑπερ έβην τότε τὴν συμμετρίαν· μᾶλλον δὲ οὐδέποτε τὴν συμμετρίαν ὑπερέβην ἐγώ· τὴν γὰρ ποσότητα τῆς διδασκαλίας οὐ τῷ πλήθει τῶν λεγομένων, ἀλλὰ τῇ διαθέσει τῶν ἀκροωμένων μετρεῖν ἂν πέφυκα. Ὁ μὲν γὰρ ναυτιῶντας λαβὼν ἀκροατὰς, κἂν συστείλῃ τὴν διδασκαλίαν, παρενοχλεῖν δοκεῖ· ὁ δὲ θερμοὺς καὶ διεγηγερμένους καὶ νήφοντας, κἂν ἐκτείνῃ πρὸς μῆκος, οὐδὲ οὕτω τὴν ἐπιθυμίαν ἐμπίπλησιν. Ἀλλ' ἐπειδὴ συμβαίνει εἶναί τινας καὶ ἀσθενεῖς ἐν δήμῳ τοσούτῳ, ἀδυνατοῦντας παρακολουθῆσαι τῷ μήκει τοῦ λόγου, ἐκεῖνο αὐτοὺς παραινέσαι βούλομαι, ἀκούσαντας ὅσα δύνανται δέξασθαι, καὶ τὰ ἀρκοῦντα λαβόντας ἀναχωρῆσαι· οὐδεὶς ὁ κωλύων οὐδὲ βιαζόμενος πέρα τῆς οἰκείας μένειν δυνάμεως· τὸν μέντοι λόγον μὴ ἀναγκαζέτωσαν πρὸ τοῦ καιροῦ καὶ τῆς οἰκείας ὥρας συστέλλεσθαι. Ἐνεπλήσθης γὰρ σὺ, ἀλλ' ὁ ἀδελφός σου ἔτι πεινᾷ· καὶ σὺ μεθύεις τῷ πλήθει τῶν εἰρημένων, ἀλλ' ὁ ἀδελφός σου ἔτι διψᾷ. Μήτε ἐκεῖνος συντριβέτω σου τὴν ἀσθένειαν, ἀναγκάζων πλείω τῆς οἰκείας δέξασθαι δυνάμεως, μήτε σὺ ἐπηρέαζε τῇ ἐκείνου ἐπιθυμίᾳ κωλύων ἅπαν, ὅσον δύναται δέξασθαι, λαβεῖν. βʹ. Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν γίνεται τραπεζῶν· οἱ μὲν θᾶττον, οἱ δὲ βραδύτερον ἐμπίπλανται, καὶ οὔτε οὗτοι ἐγκαλοῦσιν ἐκείνοις, οὔτε ἐκεῖνοι τούτων καταγινώσκουσιν· ἀλλ' ἐκεῖ μὲν τὸ ταχύτερον ἀποστῆναι, ἐγκώμιον, ἐνταῦθα δὲ τὸ ταχύτερον ἀποστῆναι, οὐχὶ ἐγκώμιον, ἀλλὰ συγγνώμης ἄξιον· ἐκεῖ τὸ βραδύτερον παύσασθαι, κατηγορία καὶ μέμψις, ἐνταῦθα τὸ βραδύτερον ἀποστῆναι, ἔπαινος καὶ εὐφημία μεγίστη. Τί δήποτε; Ὅτι ἐκεῖ μὲν ἐξ ἀδδηφαγίας ἡ βραδύτης γίνεται, ἐνταῦθα δὲ ἐξ ἐπιθυμίας πνευματικῆς καὶ θείας ὀρέξεως ἡ παραμονὴ καὶ ἡ καρτερία συνίσταται. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἡμεῖς δὲ λοιπὸν ἐπὶ τὸ χρέος ἐκεῖνο βαδιούμεθα, ὅπερ ἐξ ἐκείνης ἡμῖν ὑπελείφθη τῆς ἡμέρας. Τί οὖν τὸ λεγόμενον τότε ἦν; Ὅτι μία φωνὴ πᾶσιν ἀνθρώποις ἦν, καθάπερ καὶ φύσις μία, καὶ οὐδεὶς ἑτερόφωνος ἢ ἑτερόγλωσσος ἦν. Πόθεν οὖν ἡ τοσαύτη διαφωνία; Ἀπὸ τῆς ῥᾳθυμίας τῶν λαβόντων τὸ δῶρον· ἅπερ ἀμφότερα τότε εἰρήκαμεν, καὶ διὰ τῆς ὁμοφωνίας τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν δεικνύντες, καὶ διὰ τῆς διαφωνίας τὴν ἀγνωμοσύνην τῶν οἰκετῶν. Ὁ μὲν γὰρ καὶ προειδὼς, ὅτι ἀπολοῦμεν τὸ δῶρον, ὅμως ἔδωκεν· οἱ δὲ ἐμπιστευθέντες κακοὶ περὶ τὴν παρακαταθήκην ἐγένοντο. Εἷς μὲν οὖν ἀπολογίας οὗτος ὁ τρόπος, ὅτι οὐχ ὁ Θεὸς ἐξέβαλε τῆς δωρεᾶς, ἀλλ' ἡμεῖς ἀπωλέσαμεν τὰ δοθέντα· δεύτερος δὲ μετ' ἐκεῖνον, ὅτι μείζονα τῶν ἀπολωλότων τὰ δοθέντα ὕστερον ἐλάβομεν· ἀντὶ πόνων προσκαίρων ἐτίμησεν αἰωνίῳ ζωῇ, ἀντὶ ἀκανθῶν καὶ τριβόλων τὸν καρπὸν τοῦ Πνεύματος ἐν ταῖς ψυχαῖς ἡμῶν βλαστῆσαι παρεσκεύασεν. Οὐδὲν ἦν εὐτελέστερον ἀνθρώπου, καὶ οὐδὲν γέγονε τιμιώτερον ἀνθρώπου. Τὸ ἔσχατον μέρος τῆς λογικῆς κτίσεως οὗτος ἦν· ἀλλ' οἱ πόδες ἐγένοντο κεφαλὴ, καὶ εἰς τὸν θρόνον ἀνηνέχθησαν τὸν βασιλικὸν διὰ τῆς ἀπαρχῆς. Καθάπερ γὰρ ἄνθρωπός τις φιλότιμος καὶ μεγαλόδωρος ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσὶ, λαμπρὰν περιβάλοι στολὴν, καὶ πρὸς τιμὴν ἀγάγοι τὴν ἀνωτάτω· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας ἐποίησε· πάντα ἀπέβαλεν, ὅσα εἶχεν, ὁ ἄνθρωπος, τὴν παῤῥησίαν, τὴν πρὸς Θεὸν ὁμιλίαν, τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν, τὸν ἀταλαίπωρον βίον, καὶ καθάπερ ἐκ ναυαγίου, γυμνὸς ἐκεῖθεν ἐξῆλθεν· ἀλλ' ὁ Θεὸς αὐτὸν δεξάμενος περιέστειλεν εὐθέως, καὶ κατὰ μικρὸν χειραγωγῶν πρὸς τὸν οὐρανὸν ἀνήγαγε· καίτοι οὐκ ἦν συγγνώμης τὸ ναυάγιον ἄξιον. Οὐ γὰρ παρὰ τὴν τῶν πνευμάτων βίαν, ἀλλὰ παρὰ τὴν τοῦ πλέοντος ῥᾳθυμίαν ἅπαν συνέβη τὸ κλυδώνιον τοῦτο. Ἀλλ' οὐ πρὸς τοῦτο εἶδεν ὁ Θεὸς, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς κατηλέησε, καὶ τὸν ἐν λιμένι παθόντα ναυάγιον, καθάπερ ἐν μέσῳ τῷ πελάγει τοῦτο ὑπομείναντα, οὕτω φιλοφρόνως ἐδέξατο· τὸ γὰρ ἐν παραδείσῳ πεσεῖν, ἐν λιμένι ναυάγιόν ἐστιν ὑπομεῖναι. Τί δήποτε; Ὅτι οὐδέπω λύπης, οὐδέπω φροντίδος, οὐδὲ πόνων, οὐδὲ μόχθων, οὐδὲ τῶν μυρίων τῆς ἐπιθυμίας κυμάτων ἐπικωμαζόντων τῇ φύσει τῇ ἡμετέρᾳ, ὑπεσκελίσθη καὶ κατέπεσε. Καὶ καθάπερ οἱ τὴν θάλατταν πλέοντες κακοῦργοι, μικρῷ σιδήρῳ πολλάκις τὴν ναῦν διατρήσαντες, ἅπασαν ἐπεισάγουσι κάτωθεν τῷ πλοίῳ τὴν θάλατταν· οὕτω δὴ καὶ τότε ἰδὼν τὸ πλοῖον τοῦ Ἀδὰμ ὁ διάβολος, τουτέστι τὴν ψυχὴν πολλῶν γέμουσαν ἀγαθῶν, ὥσπερ τινὶ σιδήρῳ μικρῷ, τῇ ψιλῇ φωνῇ προσελθὼν καὶ διατρήσας, ἅπαντα ἐκένωσεν ἐκείνου τὸν πλοῦτον, καὶ τὸ σκάφος αὐτὸ κατέδυσεν. Ἀλλ' ὁ Θεὸς μείζω τῆς ζημίας τὴν ἐμπορίαν ἐποιήσατο, καὶ πρὸς τὸν θρόνον τὸν βασιλικὸν τὴν φύσιν ἀνήγαγε τὴν ἡμετέραν. ∆ιὸ καὶ Παῦλος βοᾷ, λέγων· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς. Τί λέγεις; ἤδη τὸ πρᾶγμα γέγονε καὶ τέλος ἔχει, καὶ λέγεις· Ἵνα ἐν τοῖς αἰῶσι ἐνδείξηται τοῖς ἐπερχομένοις; οὐ γὰρ ἐνεδείξατο; Ἐνεδείξατο μὲν ἤδη, ἀλλ' οὐχὶ πᾶσιν ἀνθρώποις, ἀλλ' ἐμοὶ τῷ πιστῷ· ὁ δὲ ἄπιστος οὐδέπω τὸ θαῦμα εἶδε. Τότε δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις εἰς μέσον ἐλθοῦσα θαυμάσεται τὸ γεγενημένον, ἄλλως τε καὶ ἡμῖν τότε φανερώτερον ἔσται. Πιστεύομεν γὰρ καὶ νῦν, ἀλλ' οὐχ ὁμοίως τὸ θαῦμα παρίστησιν ἀκοὴ καὶ ὄψις· ἀλλ' ὥσπερ ἐπὶ τῶν βασιλέων ἀκούοντες τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τὰ χρυσᾶ ἱμάτια καὶ τὸν θρόνον τὸν βασιλικὸν, θαυμάζομεν μὲν, μειζόνως δὲ τοῦτο πάσχομεν, ὅταν τῶν παραπετασμάτων συνελκυσθέντων ἴδωμεν αὐτὸν ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθήμενον· οὕτω καὶ ἐπὶ τοῦ Μονογενοῦς· ὅταν ἴδωμεν τὰ παραπετάσματα τῶν οὐρανῶν συνελκυσθέντα, καὶ καταβαίνοντα τὸν βασιλέα τῶν ἀγγέλων ἐκεῖθεν καὶ δορυφορούμενον ὑπὸ τῶν οὐρανίων δήμων, τότε μεῖζον ἀπὸ τῆς ὄψεως τὸ θαῦμα δεχόμεθα. Ἐννόησον γάρ μοι, οἷόν ἐστιν ἰδεῖν τὴν φύσιν τὴν ἡμετέραν ἐπὶ τῶν Χερουβὶμ ὀχουμένην, καὶ πᾶσαν αὐτῇ τὴν ἀγγελικὴν περικεχυμένην δύναμιν. γʹ. Σκόπει δέ μοι καὶ τὴν Παύλου σοφίαν, πόσα ὀνόματα ἐπιζητεῖ, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς τὴν χάριν, οὐδὲ τὸν πλοῦτον ἁπλῶς, ἀλλὰ τί; Τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος ἐν χρηστότητι. Ἀλλ' ὅμως καὶ οὕτως ἠτόνησε. Καὶ καθάπερ τὰ ὀλισθηρὰ τῶν σωμάτων μυρίαις κατεχόμενα χερσὶ, διαφεύγει τὰς λαβὰς ἡμῶν καὶ διολισθαίνει ῥᾳδίως· οὕτω καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὅσοις ἂν αὐτὴν κατάσχωμεν ὀνόμασιν, οὐδὲ οὕτω δυνάμεθα περιλαβεῖν, ἀλλὰ νικᾷ τὸ μέγεθος αὐτῆς ἐκ πολλῆς περιουσίας τῶν ἡμετέρων ῥημάτων τὴν ἀτονίαν. Ὅπερ οὖν καὶ Παῦλος παθὼν, καὶ ἰδὼν ἡττωμένην τῶν ῥημάτων τὴν δύναμιν τοῦ μεγέθους αὐτῆς, ἓν εἰπὼν ῥῆμα ἀπέστη. Ποῖον δὲ τοῦτο; Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Οὔτε γὰρ λόγος, οὔτε νοῦς οὐδεὶς παραστῆσαι δυνήσεται τοῦ Θεοῦ τὴν κηδεμονίαν. ∆ιὰ τοῦτο ἐνταῦθα μὲν ἀνεκδιήγητον αὐτὴν εἶναί φησιν, ἀλλαχοῦ δὲ, καὶ τὸν νοῦν ἡμῶν ὑπερβαίνειν, οὑτωσὶ λέγων· Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν. Ἀλλ' ὅπερ ἔλεγον, δύο μὲν οὗτοι τέως ἀπολογίας εὕρηνται τρόποι, εἷς μὲν, ὅτι οὐχ ὁ Θεὸς ἐξέβαλεν, ἀλλ' ἡμεῖς ἀπωλέσαμεν· δεύτερος δὲ, ὅτι πλείω τῶν ἀπολωλότων καὶ μείζονα τὰ δοθέντα ἡμῖν ἀγαθά. Βούλομαι δὲ καὶ τρίτον εἰπεῖν. Τίς οὖν ἐστιν ὁ τρίτος; Ὅτι εἰ καὶ μὴ ἔδωκε μείζω τῶν ἀπολωλότων τὰ μετὰ ταῦτα, ἀλλ' ἀφείλετο μόνον τὰ δοθέντα ἡμῖν, ἡμῶν παρεχόντων τὴν αἰτίαν τοῦτο γὰρ προσκείσθω· καὶ τοῦτο ἱκανὸν καθ' ἑαυτὸ δεῖξαι τὴν κηδεμονίαν αὐτοῦ τὴν εἰς ἡμᾶς. Οὐ γὰρ τὸ δοῦναι μόνον, ἀλλὰ καὶ τὸ ἀφελέσθαι τὰ δοθέντα, μεγίστης φιλανθρωπίας ἐστί· καὶ, εἰ βούλεσθε, ἐπὶ τοῦ παραδείσου τὸν λόγον γυμνάσωμεν. Ἔδωκε τὸν παράδεισον· τοῦτο τῆς αὐτοῦ κηδεμονίας· ἀνάξιοι τῆς δωρεᾶς ὤφθημεν· τοῦτο τῆς ἡμετέρας ἀγνωμοσύνης· ἀφείλετο τὴν δωρεὰν ἀναξίοις γενομένοις· τοῦτο τῆς αὐτοῦ γέγονεν ἀγαθότητος. Καὶ ποία ἀγαθότης, φησὶ, τὸ ἀφελέσθαι τὴν δωρεάν; Ἀνάμεινον, καὶ ἀκούσῃ πάντως. Ἐννόησον γὰρ τίς ἔμελλεν ὁ Κάϊν ἔσεσθαι, ἐν παραδείσῳ διατρίβων μετὰ τὴν μιαιφονίαν. Εἰ γὰρ καὶ ἐκπεσὼν ἐκείνης τῆς διαίτης, εἰ μόχθῳ καὶ πόνῳ καταδικασθεὶς καὶ τοῦ θανάτου τὴν ἀπειλὴν ἐπηρτημένην ὁρῶν, εἰ τοῦ πατρὸς πρὸ τῶν ὀφθαλμῶν βλέπων τὴν συμφορὰν καὶ ἐν χερσὶν ἔχων ἔτι τῆς ὀργῆς τοῦ Θεοῦ τὰ ἴχνη, καὶ τοσούτοις περιεστοιχισμένος δεινοῖς, εἰς τοσοῦτον ἐξελάκτισε πονηρίας, ὥστ' ἀγνοῆσαι τὴν φύσιν, καὶ ἐπιλαθέσθαι τῆς κοινωνίας τῶν ὠδίνων, καὶ τὸν οὐδὲν ἠδικηκότα σφάξαι, καὶ ἀδελφικοῦ σώματος ἅψασθαι καὶ αἱμάξαι τὴν δεξιὰν, καὶ τοῦ Θεοῦ παραινοῦντος ἡσυχάζειν μὴ ἀνέχεσθαι, ἀλλ' ὑβρίσαι τὸν πεποιηκότα, ἀτιμάσαι τοὺς γεγεννηκότας, εἰ ἐν παραδείσῳ διέτριβεν οὗτος, σκόπει πρὸς ὅσην ἂν ἤλασε κακίαν. Εἰ γὰρ τοσούτων ἐπικειμένων τῶν χαλινῶν, θανάσιμα ἐσκίρτησε σκιρτήματα, οἱ καὶ τὰ τειχία ταῦτα ἀνῄρητο, ποῦ οὐκ ἂν ἑαυτὸν κατεκρήμνισε; Βούλει καὶ ἀπὸ τῆς τούτου μητρὸς μαθεῖν, ὅσον ἀγαθὸν γέγονε τὸ τῆς τοῦ παραδείσου διαίτης ἐκπεσεῖν; Ἐξέτασον τίς ἦν ἡ Εὔα πρὸ τούτου, καὶ τίς ἐγένετο μετὰ ταῦτα. Πρὸ τούτου μὲν τὸν ἀπατεῶνα διάβολον, τὸν πονηρὸν δαίμονα ἐκεῖνον ἀξιοπιστότερον εἶναι ἐνόμισε τῶν τοῦ Θεοῦ προσταγμάτων, καὶ ἀπὸ ψιλῆς ὄψεως τοῦ δένδρου κατεπάτησε τὸν παρ' αὐτοῦ τεθέντα νόμον· ἐπειδὴ δὲ ἐξέπεσε τοῦ παραδείσου, σκόπει πῶς βελτίων ἐγένετο καὶ σωφρονεστέρα· τεκοῦσα γὰρ υἱὸν, φησίν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ἐπὶ τὸν ∆εσπότην εὐθέως κατέφυγεν ἡ τοῦ ∆εσπότου πρὸ τούτου καταφρονήσασα, καὶ οὐχὶ τῇ φύσει τὸ πρᾶγμα λογίζεται, οὐδὲ νόμῳ γάμου τὸν τόκον ἀνατίθησιν· ἀλλ' οἶδε τὸν τῆς φύσεως ∆εσπότην, κἀκείνῳ χάριτας ὑπὲρ τῆς τοῦ παιδίου γεννήσεως ὁμολογεῖ. Καὶ ἡ πρὸ τούτου τὸν ἄνδρα ἀπατήσασα, ὕστερον καὶ τὸ παιδίον ἐπαίδευσε, καὶ ὄνομα ἐπιτίθησιν αὐτῷ τὸ δυνάμενον αὐτὸ εἰς ὑπόμνησιν ἄγειν τῆς τοῦ Θεοῦ δωρεᾶς· καὶ πάλιν ἕτερον τεκοῦσα, φησίν· Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Μέμνηται τῆς συμφορᾶς, καὶ οὐκ ἀποδυσπετεῖ τὸ γύναιον, ἀλλ' εὐχαριστεῖ τῷ Θεῷ πάλιν, καὶ τὸ παιδίον ἀπὸ τῆς δωρεᾶς καλεῖ, διηνεκῆ παρέχουσα αὐτῷ διδασκαλίας ὑπόθεσιν. Οὕτω καὶ ἐν αὐτῷ τῷ ἀφελέσθαι μείζονα ἐχαρίσατο ὁ Θεὸς ἀγαθά· ἐξέπεσε τοῦ παραδείσου ἡ γυνὴ, ἀλλὰ πρὸς θεογνωσίαν ἐχειραγωγήθη διὰ τῆς ἐκβολῆς, ὥστε μεῖζον εὗρεν, ἢ ἀπώλεσε. Καὶ εἰ χρήσιμον ἦν, φησὶ, τὸ ἐκπεσεῖν τοῦ παραδείσου, τίνος ἕνεκεν ἐδίδου παρὰ τὴν ἀρχὴν τὸν παράδεισον ὁ Θεός; Χρησίμως τοῦτο διὰ τὴν ῥᾳθυμίαν, ἄνθρωπε, ἐγένετο τὴν ἡμετέραν· ὡς εἴ γε προσεῖχον ἑαυτοῖς ἐκεῖνοι καὶ τὸν ∆εσπότην ἐπεγίνωσκον, καὶ σωφρονεῖν ἠπίσταντο καὶ μετριάζειν, ἔμειναν ἂν ἐπὶ τῆςτιμῆς· ἐπειδὴ δὲ ἐξύβρισαν εἰς τὴν δοθεῖσαν δωρεὰν, τηνικαῦτα χρήσιμον ἐγένετο τὸ ἐκβληθῆναι. Τίνος οὖν ἕνεκεν παρὰ τὴν ἀρχὴν ἔδωκεν ὁ Θεός; Ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ ὅτι αὐτὸς μὲν παρεσκεύαστο πρὸς μείζονα τιμὴν ἄγειν ἡμᾶς ἀεὶ, ἡμεῖς δὲ αἴτιοι πανταχοῦ τῶν κολάσεων καὶ τῶν τιμωριῶν, ἐκβαλόντες ἑαυτοὺς διὰ ῥᾳθυμίας τῶν δεδομένων ἡμῖν ἀγαθῶν. Καθάπερ οὖν πατὴρ φιλόστοργος παρὰ μὲν τὴν ἀρχὴν ἀφίησιν ἐπὶ τῆς οἰκίας τὸν παῖδα τὸν ἑαυτοῦ διατρίβειν, καὶ τῶν πατρῴων ἀπολαύειν ἁπάντων· ἐπειδὰν δὲ ἴδῃ φαῦλον τῇ τιμῇ γεγενημένον, ἀπάγει τῆς τραπέζης καὶ πόῤῥωθεν τῆς οἰκείας ὄψεως καθίστησι, πολλάκις δὲ καὶ αὐτῆς ἐκβάλλει τῆς πατρῴας οἰκίας, ἵνα ἐκπεσὼν ἐκεῖνος καὶ βελτίων γενόμενος ταῖς ὕβρεσι ταύταις καὶ ταῖς ἀτιμίαις, ἄξιον ἑαυτὸν ἀποφήνῃ τῆς ἐπανόδου πάλιν, καὶ τὸν πατρῷον διαδέξηται κλῆρον· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν. Ἔδωκε τῷ ἀνθρώπῳ τὸν παράδεισον· ἀνάξιον φανέντα ἐξέβαλεν, ἵνα διὰ τῆς ἔξω διατριβῆς καὶ τῆς ἀτιμίας βελτίων γενόμενος καὶ σωφρονέστερος, ἄξιος φανῇ τῆς ἐπανόδου πάλιν. Ἐπειδὴ τοίνυν μετὰ ταῦτα βελτίων ἐγένετο, ἐπανάγει πάλιν αὐτὸν, καί φησι· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὁρᾷς ὅτι οὐ τὸ δοῦναι τὸν παράδεισον, ἀλλὰ καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, τῆς μεγίστης κηδεμονίας ἦν; εἰ μὴ γὰρ ἐξέπεσε τοῦ παραδείσου, οὐκ ἂν ἐφάνη τοῦ παραδείσου πάλιν ἄξιος. δʹ. Τοῦτον τοίνυν διαπαντὸς τηρῶμεν τὸν λόγον, τοῦτον καὶ ἐπὶ τῆς προκειμένης, εἰ βούλεσθε, γυμνάσωμεν ὑποθέσεως. Ἔδωκε φωνὴν κοινὴν ἅπασι· τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας. Οὐκ ἐχρήσαντο εἰς δέον ἐκεῖνοι τῷ δώρῳ, ἀλλὰ πρὸς ἄνοιαν ἐξέκλιναν ἐσχάτην· ἀφείλετο τὸ δοθὲν πάλιν. Εἰ γὰρ ἐπειδὴ γλῶσσαν εἶχον μίαν, εἰς τοσαύτην ἐξέπεσον ἄνοιαν, ὡς βουληθῆναι πύργον ἕως τοῦ οὐρανοῦ οἰκοδομῆσαι, εἰ μὴ παραχρῆμα ἐκολάσθησαν, ἆρα οὐκ ἂν ἐπεθύμησαν καὶ αὐτῆς τοῦ οὐρανοῦ τῆς κορυφῆς ἐπιλαβέσθαι; Τί γάρ; Εἰ καὶ ἀδύνατον ἦν ἐκείνοις, ἀλλ' ὅμως ἐκ τῆς προθέσεως τὰ τῆς ἀσεβείας αὐτοῖς ἀπηρτίζετο. Ἅπερ ἅπαντα προορῶν ὁ Θεὸς, ἐπειδὴ εἰς δέον οὐκ ἐχρήσαντο τῇ ὁμοφωνίᾳ, εἰς δέον αὐτοὺς διαιρεῖ τῇ διαφωνίᾳ. Καὶ σκόπει μοι τὴν φιλανθρωπίαν αὐτοῦ. Ἰδοὺ, φησὶ, φωνὴ μία πᾶσι, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθεν ἐπὶ τὸ διατεμεῖν τὴν γλῶτταν, ἀλλὰ πρότερον ἀπολογεῖται, καθάπερ ἐν δικαστηρίῳ κρίνεσθαι μέλλων; καίτοι γε οὐδεὶς αὐτῷ ἐρεῖ· Τί ἐποίησας; ἀλλὰ κύριός ἐστι πάντα ποιεῖν ὅσα βούλεται. Ἀλλ' ὅμως καθάπερ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἀπολογίας τίθησιν, ἡμᾶς διδάσκων ἡμέρους εἶναι καὶ φιλανθρώπους. Εἰ γὰρ ὁ ∆εσπότης τοῖς δούλοις ἀπολογεῖται, καὶ ταῦτα ἠδικηκόσι, πολλῷ μᾶλλον ἡμᾶς ἀλλήλοις ἀπολογεῖσθαι χρὴ, κἂν τὰ μέγιστα ὦμεν ἠδικημένοι. Ὅρα γοῦν πῶς ἀπολογεῖται· Ἰδοὺ χεῖλος ἓν καὶ φωνὴ μία πᾶσι, φησὶ, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Ὡσανεὶ ἔλεγε· Μηδεὶς ἐγκαλείτω μοι ταῦτα τὴν γλῶτταν διατεμνομένην ὁρῶν, μηδεὶς ἐξ ἀρχῆς νομιζέτω τὴν διαφωνίαν ταύτην τοῖς ἀνθρώποις συγκαταβεβλῆσθαι. Ἰδοὺ χεῖλος ἓν καὶ μία φωνὴ πᾶσιν· ἀλλ' οὐκ ἐχρήσαντο εἰς δέον τῇ δωρεᾷ. Καὶ ἵνα μάθῃς ὅτι οὐ τὸ γινόμενον κολάζει τοσοῦτον, ὅσον τὸ μέλλον προδιορθοῦται, ἄκουσον τῆς ἐπαγωγῆς· Καὶ νῦν οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιῆσαι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐὰν μὴ δῶσι δίκην νῦν, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς τῶν ἁμαρτημάτων ἀναχαιτισθῶσιν, οὐ στήσονται τῆς πονηρίας οὐδαμοῦ· τοῦτο γάρ ἐστιν, Οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιῆσαι· ὡσανεὶ ἔλεγε· Καὶ ἕτερα προσθήσουσι μείζονα ἀτοπήματα. Τοιοῦτον γὰρ ἡ πονηρία· ὅταν ἀρχὴν λαβοῦσα μὴ κωλυθῇ, καθάπερ πῦρ ὕλης ἐπιλαβόμενον, οὕτω πρὸς ὕψος ἀνίησιν ἄφατον. Ὁρᾷς ὅτι καὶ τὸ ἀφελέσθαι τὴν ὁμοφωνίαν φιλανθρωπίας ἐγένετο πολλῆς; Ἐνέβαλε γὰρ αὐτοὺς εἰς διαφωνίαν, ἵνα μὴ ἐκπέσωσιν εἰς πονηρίαν μείζονα. Τοῦτον δή μοι διατηρεῖτε τὸν λόγον, καὶ πεπηγὼς ἀεὶ παρ' ὑμῖν ἔστω καὶ ἀκίνητος, ὅτι οὐκ εὐεργετῶν μόνον, ἀλλὰ καὶ κολάζων ἀγαθός ἐστι καὶ φιλάνθρωπος ὁ Θεός· καὶ γὰρ αἱ κολάσεις αὐτοῦ καὶ αἱ τιμωρίαι μέγιστον εὐεργεσίας μέρος, μέγιστον προνοίας εἶδός εἰσιν. Ὅταν οὖν ἴδῃς λιμοὺς γενομένους, καὶ λοιμοὺς, καὶ αὐχμοὺς, καὶ ἐπομβρίας, καὶ ἀέρων ἀνωμαλίας, ἢ ἄλλο τι τῶν τοιούτων τῶν κολαζόντων τὴν ἀνθρωπίνην φύσιν, μὴ δυσχεράνῃς μηδὲ ἀποδυσπετήσῃς, ἀλλὰ προσκύνησον τὸν ποιοῦντα, θαύμασον αὐτὸν τῆς κηδεμονίας. Ἐκεῖνος γάρ ἐστιν ὁ ταῦτα ποιῶν, καὶ τὸ σῶμα κολάζων, ἵνα τὴν ψυχὴν σωφρονίσῃ. Καὶ ὁ Θεὸς ταῦτα ποιεῖ, φησίν; Ὁ Θεὸς ταῦτα ποιεῖ· κἂν ἡ πόλις παρῇ πᾶσα, κἂν ἡ οἰκουμένη πᾶσα, οὐκ ὀκνήσω τοῦτο εἰπεῖν. Εἴθε μοι καὶ σάλπιγγος ἦν φωνὴ λαμπροτέρα, καὶ ἐν ὑψηλῷ στῆναι χωρίῳ δυνατὸν ἦν, καὶ πᾶσι βοῆσαι καὶ διαμαρτύρασθαι, ὅτι ὁ Θεὸς ταῦτα ποιεῖ. Οὐκ ἐξ ἀπονοίας ταῦτα λέγω, ἀλλ' ἔχω παρεστῶτα τὸν προφήτην μετ' ἐμοῦ βοῶντα καὶ λέγοντα, ὅτι Οὐκ ἔστι κακία ἐν πόλει, ἢν Κύριος οὐκ ἐποίησε· κακία δὲ ὁμώνυμόν ἐστιν ὄνομα· καὶ τῆς προσηγορίας ἑκατέρας βούλομαι τὴν ἀκριβῆ μαθεῖν ὑμᾶς σημασίαν, ἵνα μὴ διὰ τὴν ὁμωνυμίαν τῶν πραγμάτων συγχέοντες τὴν φύσιν, εἰς βλασφημίαν ἐμπέσητε. εʹ. Ἔστι τοίνυν κακία, ἡ ὄντως κακία, πορνεία, μοιχεία, πλεονεξία, καὶ τὰ μυρία δεινὰ τὰ τῶν ἐσχάτων ὄντα ἐγκλημάτων ἄξια καὶ τιμωριῶν. Πάλιν ἐστὶ κακία, μᾶλλον δὲ οὐκ ἔστιν, ἀλλὰ λέγεται, λιμὸς, λοιμὸς, θάνατος, νόσος, καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ οὐκ ἂν εἴη κακά· διὰ τοῦτο εἶπον, Λέγεται, μόνον. Τί δήποτε; Ὅτι εἰ κακὰ ἦν, οὐκ ἂν ἀγαθῶν ἡμῖν αἴτια ἐγεγόνει, σωφρονίζοντα τὴν ἀπόνοιαν, ἐγκόπτοντα τὴν ῥᾳθυμίαν καὶ πρὸς σπουδὴν ἐπανάγοντα, προσεκτικωτέρους ποιοῦντα. Ὅτε γὰρ, φησὶν, ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Κακίαν οὖν ταύτην φησὶ τὴν σωφρονίζουσαν, τὴν λαμπροὺς ποιοῦσαν, τὴν σπουδαιοτέρους ἐργαζομένην, τὴν πρὸς φιλοσοφίαν ἐπανάγουσαν, οὐκ ἐκείνην τὴν διαβεβλημένην καὶ ἐγκλημάτων ἀξίαν· ἐκείνη γὰρ οὐ Θεοῦ ἔργον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως εὕρεμα, αὕτη δὲ πρὸς τὴν ἐκείνης ἀναίρεσιν γίνεται. Κακίαν οὖν ταύτην καλεῖ τὴν κάκωσιν, τὴν ἐκ τῶν τιμωριῶν γινομένην ἡμῖν, οὐ κατὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ κατὰ τὴν ὑπόνοιαν τῶν ἀνθρώπων, οὕτως αὐτὴν ὀνομάζων. Ἐπειδὴ γὰρ κακίαν καλεῖν εἰώθαμεν, οὐ τὰς κλοπὰς καὶ τὰς μοιχείας μόνον, ἀλλὰ καὶ τὰς συμφορὰς, ἀπὸ τῆς τῶν ἀνθρώπων ψήφου οὕτω τὸ πρᾶγμα ἐκάλεσε. Τοῦτο οὖν ἐστιν ὅ φησιν ὁ προφήτης, ὅτι Οὐκ ἔστι κακία ἐν πόλει, ἢν Κύριος οὐκ ἐποίησε. Τοῦτο καὶ διὰ Ἡσαΐου παρεδήλωσεν ὁ Θεὸς εἰπών· Ἐγὼ Θεὸς ποιῶν εἰρήνην, καὶ κτίζων κακά· κακὰ πάλιν τὰς συμφορὰς ὀνομάζων. Ταύτην καὶ ὁ Χριστὸς τὴν κακίαν ἐν τοῖς Εὐαγγελίοις αἰνίττεται, οὕτω λέγων τοῖς μαθηταῖς· Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τουτέστιν, ἡ κάκωσις, ἡ ταλαιπωρία. Πανταχόθεν οὖν δῆλον, ὅτι κακίαν ἐνταῦθα τὰς τιμωρίας καλεῖ, καὶ ταύτας ἡμῖν αὐτὸς ἐπάγει, μέγιστον προνοίας εἶδος παρεχόμενος. Καὶ γὰρ ὁ ἰατρὸς, οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξαγάγῃ τὸν κάμνοντα, θαυμαστός ἐστι μόνον, οὐδ' ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, οὐδ' ὅταν τράπεζαν παρατιθῇ πλουσίαν, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, καὶ ὅταν ἄγχῃ λιμῷ καὶ δίψῃ κατατείνῃ, τῇ κλίνῃ προσηλῶν καὶ τὴν οἰκίαν δεσμωτήριον ποιούμενος, καὶ αὐτοῦ τοῦ φωτὸς ἀποστερῶν καὶ συσκιάζων πανταχόθεν τὸ δωμάτιον παραπετάσμασι, καὶ ὅταν τέμνῃ, καὶ ὅταν καίῃ, καὶ ὅταν πικρὰ προσάγῃ φάρμακα, ἰατρός ἐστιν ὁμοίως. Πῶς οὖν οὐκ ἄτοπον ἐκεῖνον μὲν τοσαῦτα ἐργαζόμενον κακὰ ἰατρὸν καλεῖν, τὸν δὲ Θεὸν, εἴ ποτε ἓν τούτων ποιή σειεν, οἷον ἢ λιμὸν ἢ θάνατον ἐπαγάγοι, βλασφημεῖν καὶ τῆς τοῦ παντὸς ἐκβάλλειν προνοίας; καίτοι γε ὁ ἀληθὴς ἰατρὸς οὗτος μόνος ἐστὶ καὶ ψυχῶν καὶ σωμάτων. ∆ιὰ τοῦτο πολλάκις τὴν φύσιν τὴν ἡμετέραν παραλαβὼν ἐξ εὐθηνίας σκιρτῶσαν, καὶ πυρετὸν ἁμαρτημάτων ὠδίνουσαν, ἐνδείᾳ καὶ λιμῷ καὶ θανάτῳ καὶ συμφοραῖς ἑτέραις, καὶ τοῖς ἄλλοις οἷς αὐτὸς οἶδε φαρμάκοις ἀπαλλάττει τῶν νοσημάτων. Ἀλλ' οἱ πένητες αἰσθάνονται μόνοι τοῦ λιμοῦ,
φησίν. Ἀλλ' οὐχὶ μόνῳ λιμῷ κολάζει, ἀλλὰ καὶ ἑτέροις μυρίοις· τὸν ἐν πενίᾳ μὲν ὄντα λιμῷ πολλάκις ἐσωφρόνισε, τὸν πλουτοῦντα δὲ καὶ εὐπορίας ἀπολαύοντα κινδύνοις, νοσήμασι, θανάτοις ἀώροις· εὐμήχανος γάρ ἐστι, καὶ ποικίλα ἔχει τῆς σωτηρίας ἡμῶν τὰ φάρμακα. Οὕτω καὶ δικασταὶ ποιοῦσιν· οὐ τιμῶσι μόνον οὐδὲ στεφανοῦσι τοὺς τὰς πόλεις οἰκοῦντας, οὐδὲ δωρεὰς παρέχουσι μόνον, ἀλλὰ καὶ κολάζουσι πολλάκις. ∆ιὰ τοῦτο καὶ ξίφος αὐτοῖς ἠκόνηται, καὶ βάραθρα παρεσκεύασται, καὶ τροχὸς, καὶ ξύλα, καὶ δήμιοι, καὶ ἕτερα μυρία κολάσεων εἴδη. Ὅπερ οὖν ἐπὶ τῶν δικαστῶν ὁ δήμιος, τοῦτο ἐπὶ τοῦ Θεοῦ λιμὸς, καθάπερ δήμιος, σωφρονίζων ἡμᾶς καὶ τῆς κακίας ἀπάγων. Οὕτω καὶ ἐπὶ τῶν γεωργῶν ἔστιν ἰδεῖν. Οὐ γὰρ δὴ μόνον περιστέλλουσι τὴν ῥίζαν τῆς ἀμπέλου οὐδὲ περιφράττουσιν, ἀλλὰ καὶ περικόπτουσι καὶ πολλὰ τῶν κλημάτων ἀποτέμνουσι· διὰ τοῦτο οὐχὶ σκαπάνη μόνον ἐκείνοις, ἀλλὰ καὶ δρέπανα πρὸς τομὴν ἐπιτήδεια. Ἀλλ' ὅμως οὐκ ἐγκαλοῦμεν οὐδὲ τούτοις· ἀλλὰ καὶ τότε μάλιστα αὐτοὺς θαυμάζομεν, ὅταν ἴδωμεν πολλὰ τῶν ἀχρήστων ἐκκόπτοντας, ὥστε τῇ τῶν περιττῶν ἀποβολῇ τοῖς μένουσι πολλὴν παρασκευάσαι τὴν σωτηρίαν. Πῶς οὖν οὐκ ἄτοπον, πατέρα μὲν, καὶ ἰατρὸν, καὶ δικαστὴν, καὶ γεωργὸν οὕτω δοκιμάζειν, καὶ μήτε ἐκεῖνον ἐκβάλλοντα τὸν υἱὸν τῆς οἰκίας, μήτε τὸν ἰατρὸν ἐκτείνοντα τὸν κάμνοντα, μήτε τὸν δικαστὴν κολάζοντα, μήτε τὸν γεωργὸν κόπτοντα μέμφεσθαι καὶ αἰτιᾶσθαι· τὸν δὲ Θεὸν, εἴ ποτε βουληθείη καθάπερ καρηβαροῦντας ἡμᾶς ἀπὸ τῆς πολλῆς ἀναστῆσαι μέθης τῆς κατὰ τὴν πονηρίαν, μέμφεσθαι καὶ μυρίαις βάλλειν κατηγορίαις; Πόσης οὐκ ἂν οἴη μανίας, μηδὲ τῆς αὐτῆς τῷ ∆εσπότῃ μεταδιδόναι δικαιολογίας, ὅσης μεταδίδομεν τοῖς συνδούλοις,
ςʹ. Ταῦτα ὑπὲρ αὐτῶν τῶν ἐγκαλούντων δεδοικὼς λέγω νῦν, ἵνα μὴ πρὸς κέντρα λακτίζοντες, τοὺς πόδας αἱμάσσωσιν, ἵνα μὴ εἰς οὐρανὸν τοὺς λίθους βάλλοντες, τῇ κεφαλῇ τὰ τραύματα δέξωνται. Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν ἔχω πλείω ταύτης εἰπεῖν. Ἀνελὼν γὰρ τὸ ζητεῖν κατὰ συγχώρησιν λέγω εἰ χρησίμως ἔλαβε παρ' ἡμῶν ὁ Θεὸς, ἐκεῖνο λέγω μόνον, ὅτι εἰ ἔλαβε τὰ δοθέντα, οὐδὲ οὕτως ἐγκαλεῖν τις εἶχεν αὐτῷ· καὶ γὰρ κύριος ἦν τῶν αὑτοῦ. Ἐν ἀνθρώποις μὲν, ὅταν ἡμῖν παρακαταθῶνται χρήματα καὶ δανείζωσιν ἀργύριον, χάριν ὁμολογοῦμεν τοῦ χρόνου, καθ' ὃν δὴ ἐδάνεισαν, οὐκ ἀγανακτοῦμεν δὲ ὑπὲρ τοῦ χρόνου, καθ' ὃν ἀφαιροῦνται τὰ ἴδια· τῷ Θεῷ δὲ τὰ αὑτοῦ βουλομένῳ λαβεῖν ἐγκαλέσομεν, εἰπέ μοι; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας; Ἀλλ' οὐχ ὁ μέγας καὶ γενναῖος Ἰὼβ οὕτως ἐποίησεν· οὐδὲ ἡνίκα ἐλάμβανε μόνον, ἀλλὰ καὶ ἡνίκα ἀφῄρητο, χάριν ὡμο λόγει μεγίστην, οὑτωσὶ λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Εἰ δὲ ὑπὲρ ἀμφοτέρων τούτων εὐχαριστεῖν δεῖ καὶ καθ' ἑαυτὸ, καὶ τῆς δόσεως ἡ ἀφαίρεσις οὐκ ἔλαττον ᾖ χρησιμωτέρα, ποίαν ἂν σχοίημεν συγγνώμην, εἰπέ μοι, τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον καὶ κηδεμόνα, καὶ παντὸς ἰατροῦ σοφώτερον, καὶ παντὸς πατρὸς φιλοστοργότερον, καὶ παντὸς δικαστοῦ δικαιότερον, καὶ γεωργοῦ παντὸς ἐπιμελέστερον τὰς ἡμετέρας θεραπεύοντα ψυχὰς τοῖς ἐναντίοις ἀμειβόμενοι, καὶ ὃν προσκυνεῖν δέον, ἀποδυσπετοῦντες; Ἆρα γένοιτ' ἄν τι μανικώτερον καὶ ἀναισθητότερον τῶν ἐν εὐταξίᾳ τοσαύτῃ λεγόντων ἀποστερεῖσθαι τῆς τοῦ Θεοῦ προνοίας ἡμᾶς; Ὥσπερ γὰρ εἴ τις φιλονεικοίη τὸν ἥλιον εἶναι ζοφερὸν καὶ ψυχρὸν, ἐσχάτης παραφροσύνης ἐκφέρει δεῖγμα τῇ ψήφῳ· οὕτως εἴ τις ἀμφιβάλλοι περὶ τῆς τοῦ Θεοῦ προνοίας, πολλῷ μᾶλλον μανίας ἐγκλήμασίν ἐστιν ὑπεύθυνος. Οὐχ οὕτως ἥλιος φανὸς, ὡς ἡ τοῦ Θεοῦ πρόνοια σαφής· ἀλλ' ὅμως τολμῶσί τινες λέγειν, ὅτι δαίμονες τὰ καθ' ἡμᾶς διοικοῦσι. Τί πάθω; Φιλάνθρωπον ἔχεις ∆εσπότην· αἱρεῖται μᾶλλον βλασφημεῖσθαι ὑπὸ σοῦ διὰ τῶν ῥημάτων τούτων, ἢ τοῖς δαίμοσιν ἐπιτρέψας τὰ σὰ πεῖσαί σε διὰ τῶν πραγμάτων πῶς δαίμονες διοικοῦσι. Τότε γὰρ ἂν ἔγνως καλῶς τὴν ἐκείνων πονηρίαν διὰ τῆς πείρας αὐτῆς· μᾶλλον δὲ καὶ νῦν δυνατὸν ὑμῖν παραστῆσαι, ὡς ἐν μικρῷ τινι παραδείγματι· Ἀπήντησαν τῷ Χριστῷ δαιμονιζόμενοί τινες ἐκ τῶν μνημείων ἐξερχόμενοι, καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες ἐπιτρέψαι αὐτοῖς εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν· καὶ ἐπέτρεψε, καὶ ἀπῆλθον καὶ κατεκρήμνισαν αὐτοὺς εὐθέως ἅπαντας· οὕτω δαίμονες διοικοῦσι. Καίτοι πρὸς τοὺς χοίρους οὐδεὶς ἦν αὐτοῖς λόγος, πρὸς δὲ σὲ ἀεὶ πόλεμος ἄσπονδος καὶ ἀκήρυκτός ἐστι μάχη, καὶ ἔχθρα ἀθάνατος. Εἰ δὲ ἐκείνων, πρὸς οὓς οὐδὲν ἦν αὐτοῖς κοινὸν, οὐδὲ μικρὰν καιροῦ ῥοπὴν ἀνασχέσθαι ὑπέμειναν· εἰ τοὺς πολεμίους αὐτοῖς καὶ διηνεκῶς αὐτοὺς δάκνοντας ὑποχειρίους ἔλαβον ἡμᾶς, τί οὐκ ἂν εἰργάσαντο; τί δὲ οὐκ ἂν τῶν ἀνηκέστων διέθηκαν; ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς ἀφῆκεν αὐτοὺς ἐμπεσεῖν τῇ τῶν χοίρων ἀγέλῃ, ἵν' ἐν τοῖς τῶν ἀλόγων σώμασι μάθῃς αὐτῶν καὶ τὴν πονηρίαν. Καὶ ὅτι τοὺς δαιμονιζομένους ἐκείνους ταῦτα ἂν ἐποίησαν, ἃ καὶ τοὺς χοίρους, εἰ μὴ καὶ ἐν αὐτῇ τῇ μανίᾳ πολλῆς ἀπήλαυον οἱ δαιμονῶντες τῆς τοῦ Θεοῦ προνοίας, δῆλον ἅπασι. Καὶ νῦν οὖν, ὅταν ἴδῃς ἄνθρωπον ὑπὸ δαίμονος κινούμενον, προσκύνησον τὸν ∆εσπότην, μάθε τῶν δαιμόνων τὴν πονηρίαν· ἀμφότερα γὰρ ἔστιν ἰδεῖν ἐπὶ τῶν δαιμονώντων τούτων, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν τῶν δαιμόνων κακίαν· τὴν μὲν τῶν δαιμόνων κακίαν, ὅταν ταράττωσι καὶ θορυβῶσι τὴν ψυχὴν τοῦ παραπαίοντος· τὴν δὲ τοῦ Θεοῦ φιλανθρωπίαν, ὅταν οὕτως ἄγριον δαίμονα, ἔνοικον ὄντα καὶ ἐπιθυμοῦντα κατακρημνίσαι τὸν ἄνθρωπον, κατέχῃ καὶ κωλύῃ, μὴ συγχωρῶν εἰς ἅπαν τῇ οἰκείᾳ χρήσασθαι δυνάμει, ἀλλὰ τοσοῦτον ἐπιτρέπων ἐνδείξασθαι τὴν ἰσχὺν, ὅσον καὶ τὸν ἄνθρωπον σωφρονίσαι, καὶ τὴν οἰκείαν ἐκφανῆ ποιῆσαι πονηρίαν. Βούλει καὶ ἐφ' ἑτέρου παραδείγματος πάλιν ἰδεῖν πῶς διοικεῖ δαίμων, ὅταν ὁ Θεὸς αὐτῷ συγχωρεῖ τῇ οἰκείᾳ κεχρῆσθαι δυνάμει; Ἐν νόησον τὰ βουκόλια, τὰ ποίμνια τοῦ Ἰὼβ, πῶς ἐν μιᾷ καιροῦ ῥοπῇ πάντα κατανάλωσε, τὸν ἐλεεινὸν τῶν παίδων αὐτοῦ θάνατον, τὴν κατὰ τοῦ σώματος αὐτοῦ πληγὴν ἐνεχθεῖσαν· καὶ ὄψει τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ ἀφειδὲς τῆς τῶν δαιμόνων πονηρίας, καὶ ἀπὸ τούτων εἴσῃ σαφῶς, ὅτι εἰ καὶ τόδε τὸ πᾶν ἐπέτρεψεν αὐτῶν τῇ ἐξουσίᾳ ὁ Θεὸς, πάντα ἂν συνέχεαν καὶ συνετάραξαν, καὶ τὰ τῶν χοίρων ἡμᾶς διέθηκαν καὶ τὰ τῶν βουκολίων ἐκείνων, ὡς οὐδὲ μικρὰν καιροῦ ῥοπὴν φείσασθαι τῆς ἡμετέρας ἂν ἠνέσχοντο σωτηρίας. Εἰ δαίμονες διῴκουν, οὐδὲν τῶν δαιμονώντων ἀνθρώπων ἄμεινον διεκείμεθα, μᾶλλον δὲ κἀκείνων χείρους ἂν ἦμεν. Οὔτε γὰρ ἐκείνους καθόλου τῇ τυραννίδι τῶν δαιμόνων ἐξέδωκεν ὁ Θεὸς, ἐπεὶ πολλῷ τούτων χαλεπώτερα ἂν ἔπαθον, ὧν πάσχουσι νῦν. Ἐγὼ δὲ κἀκεῖνο ἂν ἐπυθόμην τῶν ταῦτα λεγόντων, ποίαν δὴ ἀταξίαν ἐν τοῖς παροῦσιν ὁρῶντες, δαιμόνων διοικήσει τὰ καθ' ἡμᾶς ἀνατιθέασι πάντα; Καίτοι γε ἥλιον ὁρῶμεν ἐπὶ τοσούτοις ἔτεσιν εὔτακτα καθ' ἑκάστην βαδίζοντα τὴν ἡμέραν, ποικίλον ἀστέρων χορὸν τὴν οἰκείαν διατηροῦντα τάξιν, σελήνης δρόμους ἀπαρεμποδίστους, νυκτὸς καὶ ἡμέρας διαδοχὴν ἀκριβῆ, πάντα, καὶ τὰ ἄνω καὶ τὰ κάτω ὥσπερ ἐν ἁρμονίῳ τινὶ χορείᾳ, μᾶλλον δὲ καὶ πολλῷ πλέον καὶ ἀκριβέστερον, τὴν οἰκείαν ἕκαστον χώραν διαφυλάττον, καὶ οὐκ ἐξιστάμενον τῆς τάξεως ἧς παρὰ τὴν ἀρχὴν αὐτὰ ποιῶν ἔταξεν ὁ Θεός. ζʹ. Καὶ τί τούτων ὄφελος, φησὶν, ὅταν οὐρανὸς μὲν, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρων χορὸς, καὶ τὰ ἄλλα πάντα πολλὴν ἔχῃ τὴν εὐταξίαν, τὰ δὲ ἡμέτερα συγχύσεως ᾖ πεπληρωμένα καὶ ἀταξίας; Ποίας συγχύσεως, ἄνθρωπε, καὶ ἀταξίας; Ὁ δεῖνα πλουτεῖ, φησὶ, καὶ βιάζεται, ἁρπάζει καὶ πλεονεκτεῖ, τὰς τῶν πενήτων οὐσίας καταπίνει καθ' ἑκάστην ἡμέραν, καὶ οὐδὲν πάσχει δεινόν· ἕτερος ἐν ἐπιεικείᾳ ζῇ, σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς κεκοσμημένος, καὶ πενίᾳ καὶ νόσοις καὶ τοῖς ἐσχάτοις κολάζεται δεινοῖς. Ταῦτ' οὖν ἐστι τὰ σκανδαλίζοντά σε; Ταῦτα, φησίν. Ἐὰν οὖν ἴδῃς καὶ τῶν ἁρπαζόντων πολλοὺς κολαζομένους, καὶ τῶν ἐν ἀρετῇ ζώντων ἐνίους, ἢ καὶ μυρίους ἀπολαύοντας ἀγαθῶν, διὰ τί μὴ λύεις ταύτην τὴν ψῆφον, μηδὲ ἀποδέχῃ τὸν ∆εσπότην; Ὅτι αὐτὸ τοῦτό ἐστι τὸ σκανδαλίζον με πλέον. ∆ιὰ τί γὰρ δύο ὄντων τῶν πονηρῶν, ὁ μὲν κολάζεται, ὁ δὲ διαφυγὼν ἀπέρχεται, καὶ δύο ὄντων ἀγαθῶν, ὁ μὲν τιμᾶται, ὁ δὲ τιμωρούμενος διατελεῖ; Καὶ τοῦτο αὐτὸ τῆς τοῦ Θεοῦ προνοίας μέγιστον ἔργον ἐστίν. Εἰ γὰρ πάντας ἐνταῦθα ἐκόλαζε τοὺς πονηροὺς, καὶ πάντας ἐνταῦθα ἐτίμα τοὺς ἀγαθοὺς, περιττὴ ἡ τῆς κρίσεως ἦν ἡμέρα. Πάλιν εἰ μηδένα ἐκόλαζε πονηρὸν, μηδὲ ἐτίμα τινὰ τῶν ἀγαθῶν, καὶ οἱ φαῦλοι φαυλότεροι καὶ κακίους ἂν ἐγένοντο, ὡς πολλῷ τῶν χρηστῶν ῥᾳθυμότεροι· καὶ μειζόνως οἱ βουλόμενοι βλασφημεῖν, κατηγόρησαν ἂν τοῦ Θεοῦ, καὶ ὁλοσχερῶς ἂν εἶπον ἀποστερεῖσθαι προνοίας τὰ καθ' ἡμᾶς.
Εἰ γὰρ καὶ νῦν κολαζομένων τινῶν πονηρῶν, καὶ τιμωμένων ἀγαθῶν, ὁμοίως φασὶν ἀπρο νόητα εἶναι τὰ τῶν ἀνθρώπων πράγματα, εἰ μηδὲ τοῦτο ἐγίνετο, τί οὐκ ἂν εἶπον; ποῖα δὲ οὐκ ἂν ἐξέβαλον ῥήματα; ∆ιὰ τοῦτο τοὺς μὲν κολάζει, τοὺς δὲ οὐ κολάζει τῶν πονηρῶν, καὶ τοὺς μὲν τιμᾷ, τοὺς δὲ οὐ τιμᾷ τῶν ἀγαθῶν. Οὐ κολάζει μὲν ἅπαντας, ἵνα σε πείσῃ, ὅτι ἔστιν ἀνάστασις· κολάζει δέ τινας, ἵνα τοὺς ῥᾳθυμοτέρους τῷ φόβῳ διὰ τῆς τῶν ἑτέρων τιμωρίας ποιήσῃ σπουδαιοτέρους. Πάλιν τιμᾷ μέν τινας τῶν ἀγαθῶν, ἵνα ἑτέρους ἐπισπάσηται ταῖς τιμαῖς πρὸς τὸν τῆς ἀρετῆς ζῆλον· οὐ τιμᾷ δὲ πάντας, ἵνα μάθῃς, ὅτι ἔστιν ἕτερος καιρὸς ἀποδιδοὺς ἅπασι τὰς ἀμοιβάς. Εἰ μὲν γὰρ ἅπαντες ἐνταῦθα ἀπελάμβανον τὰ κατ' ἀξίαν, ἠπίστησαν ἂν τῷ τῆς ἀναστάσεως λόγῳ· εἰ δὲ μηδεὶς ἀπελάμβανε τὰ κατ' ἀξίαν, οἱ πλείους ἂν ἐγένοντο ῥᾳθυμότεροι. ∆ιὰ τοῦτο τοὺς μὲν κολάζει, τοὺς δὲ οὐ κολάζει, καὶ τοὺς κολαζομένους καὶ τοὺς μὴ κολαζομένους ὠφελῶν· ἐκείνων μὲν γὰρ ἐκκόπτει τὴν κακίαν, τοὺς δὲ ἑτέρους τῇ τούτων τιμωρίᾳ σωφρονεστέρους ποιεῖ. Καὶ τοῦτο ἐξ ὧν αὐτὸς εἶπεν ὁ Χριστὸς δῆλον. Ἐπειδὴ γὰρ ἀπήγγειλαν αὐτῷ, ὅτι πύργος κατενεχθεὶς ἀνθρώπους τινὰς κατέχωσε, φησὶ πρὸς αὐτούς· Τί νομίζετε, ὅτι ἐκεῖνοι ἁμαρτωλοὶ ἦσαν μόνον; Οὒ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς τὰ αὐτὰ πείσεσθε. Εἶδες πῶς κἀκεῖνοι δι' ἁμαρτίας ἀπώλοντο, καὶ οἱ λοιποὶ οὐ διὰ δικαιοσύνην διέφυγον, ἀλλ' ἵνα ταῖς ἐκείνων τιμωρίαις βελτίους γένωνται; Οὐκοῦν ἠδίκηνται, φησὶν, οἱ κολαζόμενοι· ἐδύναντο γὰρ μὴ κολασθέντες ταῖς ἑτέρων τιμωρίαις αὐτοὶ γενέσθαι βελτίους. Ἀλλ' εἰ ᾔδει βελτίους ἐσομένους ἐκ μετανοίας, οὐκ ἂν ἐκόλασεν ὁ Θεός. Εἰ γὰρ πολλοὺς προειδὼς οὐδὲν ἀπὸ τῆς μακροθυμίας αὐτοῦ κερδανοῦντας, ὅμως φέρει μετὰ πολλῆς τῆς ἀνεξικακίας, τὸ αὑτοῦ πληρῶν καὶ παρέχων αὐτοῖς ἀνανῆψαί ποτε ἐκ τῆς οἰκείας ἀνοίας· πῶς ἂν τοὺς μέλλοντας βελτίους ἀπὸ τῆς ἑτέρων γενέσθαι τιμωρίας, ἀπεστέρησεν ἂν τοῦ τῆς μετανοίας κέρδους; Ὥστε οὐδὲν οὗτοι ἠδίκηνται, καὶ τῆς κακίας αὐτοῖς ἐκκοπείσης τῇ τιμωρίᾳ, καὶ τῆς ἐκεῖ κολάσεως κουφοτέρας ἐσομένης, διὰ τὸ προλαβόντας ἐνταῦθα παθεῖν κακῶς. Πάλιν οἱ μὴ κολασθέντες οὐδὲν ἠδίκηνται. Ἐξῆν γὰρ αὐτοῖς, εἴπερ ἐβούλοντο, τῇ μακροθυμίᾳ τοῦ Θεοῦ πρὸς μεταβολὴν ἀρίστην χρήσασθαι, καὶ θαυμάσαντας τὸ ἀνεξίκακον αἰδεσθῆναι τῆς ἀνοχῆς τὴν ὑπερβολὴν, καὶ μεταστῆναί ποτε πρὸς ἀρετὴν, καὶ ταῖς ἑτέρων τιμωρίαις τὴν οἰκείαν κερδᾶναι σωτηρίαν. Εἰ δὲ ἐπιμένουσι τῇ πονηρίᾳ, οὐχ ὁ Θεὸς αἴτιος, ὁ διὰ τοῦτο μακροθυμῶν, ἵνα αὐτοὺς ἀνακτήσηται, ἀλλ' ἐκεῖνοι συγγνώμης ἀνάξιοι, οἱ μὴ χρησάμενοι εἰς δέον τῇ τοῦ Θεοῦ μακροθυμίᾳ. Οὐ τοῦτον δὲ τὸν λόγον μόνον ἔστιν εἰπεῖν, δι' ὃν οὐ κολάζονται πάντες ἐνταῦθα οἱ πονηροὶ, ἀλλὰ καὶ ἕτερον οὐκ ἐλάττονα τούτου. Ποῖον δὴ τοῦτον; Ὅτι εἰ πᾶσι παρ' αὐτὰ τὰ ἁμαρτήματα τὰς κολάσεις ἐπήγαγεν ὁ Θεὸς, προανηρπάσθη ἂν τὸ γένος ἡμῶν, καὶ οὐκ ἂν ἔφθασεν εἰς διαδοχὴν ἐλθεῖν. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τοῦ προφήτου λέγοντος· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, τίς ὑποστήσεται; Εἰ δὲ δοκεῖ καὶ βασανίσαι τὴν ῥῆσιν, τὸν ἑκάστου βίον ἀφέντες μετὰ ἀκριβείας ἐξετάζειν οὐδὲ γὰρ δυνατὸν ἡμῖν εἰδέναι τὰ ἑκάστῳ βεβιωμένα, ἅπερ ἀναντιῤῥήτως ἅπαντες ἁμαρτάνο μεν, ταῦτα εἰς μέσον ἀγάγωμεν, καὶ ἐκ τούτου δῆλον ἡμῖν ἔσται καὶ φανερὸν, ὅτι εἰ καθ' ἕκαστον ἐκολαζόμεθα τῶν ἁμαρτημάτων, πάλαι ἂν ἀπωλώλειμεν. Ὁ καλέσας τὸν ἀδελφὸν μωρὸν, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρὸς, φησίν. Ἔστιν οὖν τις ἡμῶν ὃς οὐχ ἥμαρτε τὴν ἁμαρτίαν ταύτην; τί οὖν, εὐθέως ἀναρπασθῆναι ἔδει; οὐκοῦν πάντες ἀνηρπάσθημέν τε καὶ ἠφανίσθημεν ἂν πάλαι καὶ πρόπαλαι. Πάλιν ὁ ὀμνύων, φησὶ, κἂν εὐορκῇ, τὰ ἐκ τοῦ Πονηροῦ ποιεῖ πράγματα. Τίς οὖν ἐστιν, ὃς οὐκ ὤμοσε; μᾶλλον δὲ τίς ἐστιν, ὃς οὐκ ἐπιώρκησε πώποτε; Ὁ πρὸς γυναῖκα ἰδὼν, φησὶν, ἀκολάστοις ὀφθαλμοῖς, ἀπηρτισμένος ἐστὶ μοιχός. Καὶ ταύτης δὲ τῆς ἁμαρτίας πολλοὺς εὕροι τις ἂν ὑπευθύνους. Ὅταν οὖν τὰ ὡμολογημένα τοιαῦτα ᾖ, οὕτως ἀφόρητα, καὶ τούτων ἕκαστον καθ' ἑαυτὸ κόλασιν ἀπαραίτητον ἡμῖν ἐπάγῃ, εἰ καὶ τὰ λάθρα ἡμῖν ἡμαρτημένα ἀναλογισαίμεθα, τότε ὀψόμεθα μάλιστα τὴν τοῦ Θεοῦ πρόνοιαν οὐκ ἐπάγουσαν καθ' ἕκαστον ἁμάρτημα τὴν τιμωρίαν ἡμῖν. Ὥστε ὅταν ἴδῃς τινὰ ἁρπάζοντα, πλεονεκτοῦντα, καὶ μὴ κολαζόμενον, ἀνάπτυξον καὶ σὺ τὸ σαυτοῦ συνειδὸς, ἀναλόγισαί σου τὴν ζωὴν, ἔπελθε τὰ ἡμαρτημένα, καὶ μαθήσῃ καλῶς ὅτι σοὶ πρώτῳ οὐ συμφέρει καθ' ἕκαστον τῶν ἁμαρτημάτων κολάζεσθαι. ∆ιὰ γὰρ τοῦτο ἀφειδῶς οἱ πολλοὶ φθέγγονται, ἐπειδὴ οὐ τὰ ἴδια πρὸ τῶν ἀλλοτρίων σκοποῦσιν, ἀλλὰ τὰ ἡμέτερα ἀφέντες, τὰ τῶν ἄλλων ἐξετάζομεν ἅπαντες. Ἀλλὰ μηκέτι τοῦτο ποιῶμεν, ἀλλὰ τοὐναντίον· κἂν μὲν δίκαιόν τινα κολαζόμενον ἴδῃς, ἀναμνήσθητι τοῦ Ἰώβ· ἄν τε γὰρ δίκαιος ᾖ τις, οὔτε δικαιότερος ἔσται ἐκείνου, οὔτε κατὰ μικρὸν ἐγγύς· ἄν τε μυρία πάσχῃ κακὰ, οὐδὲν οὐδέπω τοσοῦτον ἔπαθεν, ὅσον ἐκεῖνος. ηʹ. Τοῦτο τοίνυν εἰς νοῦν λαβὼν, παῦσαι κατηγορῶν τοῦ ∆εσπότου, μαθὼν ὅτι οὐκ ἐγκαταλιμπάνων τὸν τοιοῦτον ὁ Θεὸς ἀφίησι πάσχειν κακῶς, ἀλλὰ στεφανῶσαι καὶ λαμπρότερον ποιῆσαι βουλόμενος. Ἂν δὲ ἁμαρτωλὸν ἴδῃς τιμωρούμενον, ἀναμνήσθητι τοῦ παραλυτικοῦ τοῦ τριάκοντα ὀκτὼ ἔτη ἔχοντος ἐπὶ τῆς κλίνης. Ὅτι γὰρ κἀκεῖνος δι' ἁμαρτίας τῇ νόσῳ παρεδόθη τότε ἐκείνῃ, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ἢ γὰρ ἁμαρτημάτων τίνομεν δίκας κολαζόμενοι, ἢ στεφάνων λαμβάνομεν ὑπόθεσιν, ἂν ἐν κατορθώμασι ζῶντες πάσχωμεν κακῶς. Ὥστε κἂν ἐν δικαιοσύνῃ, κἂν ἐν ἁμαρτίαις ζῶμεν, χρήσιμον ἡμῖν ἡ κόλασις, ὁτὲ μὲν λαμπροτέρους ποιοῦσα, ὁτὲ δὲ σωφρονεστέρους ἐργαζομένη, καὶ τὴν μέλλουσαν ἡμῖν ἐπικουφίζουσα τιμωρίαν. Ὅτι γὰρ ἔστιν ἐνταῦθα κολασθέντα καὶ ἐνεγκόντα εὐχαρίστως, πραοτέρας ἀπολαῦσαι ἐκεῖ τῆς τιμωρίας, ἄκουσον τοῦ Παύλου λέγοντος· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὰ τοιαῦτα φιλοσοφῶμεν περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ τοὺς ἀντιλέγοντας ἐπιστομίζωμεν. Κἂν ᾖ τι τῶν γιγνομένων τὴν διάνοιαν ὑπερβαῖνον τὴν ἡμετέραν, μὴ ἀπὸ τούτου τὰ καθ' ἡμᾶς ἀπρονόητα εἶναι νομίζωμεν, ἀλλ' ἐκ μέρους καταλαβόντες αὐτοῦ τὴν πρόνοιαν, ἐν τοῖς ἀκαταλήπτοις παραχωρῶμεν αὐτοῦ τῷ ἀνεξιχνιάστῳ τῆς σοφίας. Εἰ γὰρ ἀνθρώπου τέχνην οὐ δυνατὸν καταλαβεῖν τῷ ἰδιώτῃ, πολλῷ μᾶλλον τῆς τοῦ Θεοῦ προνοίας τὸ ἄπειρον ἀδύνατον συνιδεῖν ἀνθρωπίνῃ διανοίᾳ· Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλ' ὅμως ἀπὸ τῶν ὀλίγων καὶ περὶ τοῦ παντὸς σαφῆ καὶ δήλην λαβόντες πίστιν, ὑπὲρ ἁπάντων τῶν γιγνομένων εὐχαριστῶμεν αὐτῷ. Καὶ γὰρ καὶ ἕτερός ἐστι λόγος ἀναντίῤῥητος τοῖς βουλομένοις περὶ τῆς τοῦ Θεοῦ προνοίας φιλοσοφεῖν. Ἐρώμεθα γὰρ τοὺς ἀντιλέγοντας, Ἆρα ἔστι Θεός; κἂν μὲν εἴπωσιν, ὅτι οὐκ ἔστι, μηδὲ ἀποκρινώμεθα. Ὥσπερ γὰρ τοῖς μαινομένοις οὐκ ἄξιον ἀποκρίνεσθαι, οὕτως οὐδὲ τοῖς λέγουσι μὴ εἶναι Θεόν, Εἰ γὰρ πλοῖον ὀλίγους ναύτας ἔχον καὶ ἐπιβάτας, οὐκ ἂν οὐδὲ ἓν στάδιον διασωθείη χωρὶς τῆς κυβερνώσης αὐτὸ χειρὸς, πολλῷ μᾶλλον κόσμος τοσοῦτος, τοσαῦτα σώματα ἔχων ἐν ἑαυτῷ ἐκ διαφόρων συγκείμενα στοιχείων, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἂν διήρκεσεν, εἰ μὴ πρόνοια ἦν τις ἐφεστῶσα, καὶ τόδε τὸ πᾶν συγκρατοῦσα καὶ συνέχουσα διηνεκῶς. Ἂν δὲ αἰσχυνθέντες τὴν κοινὴν ἁπάντων ψῆφον καὶ τὴν ἀπὸ τῶν πραγμά των πεῖραν, ὁμολογήσωσιν εἶναι Θεὸν, ἐκεῖνο λέγωμεν πρὸς αὐτοὺς, ὅτι εἰ ἔστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστιν, ἀκόλουθον εἶναι καὶ δίκαιον· εἰ γὰρ μή ἐστι δίκαιος, οὔτε Θεός ἐστιν· εἰ δὲ δίκαιός ἐστιν, ἑκάστῳ τὰ κατ' ἀξίαν ἀποδίδωσιν. Ἀλλ' ὁρῶμεν οὐ πάντας ἐνταῦθα κατ' ἀξίαν ἀπολαμβάνοντας· οὐκοῦν ἀνάγκη τινὰ ἐλπίσαι ἑτέραν ἀποκειμένην ἀμοιβὴν, ἷνα ἑκάστου τὰ κατ' ἀξίαν ἀπολαβόντος, φανῇ τοῦ Θεοῦ τὸ δίκαιον. Οὗτος γὰρ ὁ λόγος, οὐ τὴν περὶ προνοίας μόνον, ἀλλὰ καὶ τὴν περὶ ἀναστάσεως συνεισάγει φιλοσοφίαν ἡμῖν. Ταῦτα τοίνυν εἰδότες, καὶ αὐτοὶ μελετῶμεν τὰ περὶ προνοίας καὶ ἀναστάσεως, καὶ ἑτέρους διδάσκωμεν, καὶ σπουδὴν ποιησώμεθα ἅπασαν τοὺς κατὰ τοῦ ∆εσπότου λυττῶντας ἐπιστομίζειν, καὶ αὐτοὶ δοξάσωμεν αὐτὸν ἐν πᾶσιν. Οὕτω γὰρ πλείω τὴν κηδεμονίαν αὐτοῦ ἐπισπασόμεθα, καὶ πολλῆς ἀπολαύσομεν ῥοπῆς, καὶ οὕτω δυνησόμεθα τῆς ὄντως ἀπαλλαγῆναι κακίας, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου