ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περί νηστείας και είς Προφήτην Ιωνάν

Δευτέρα 20 Ιουνίου 2016

Περί νηστείας και είς Προφήτην Ιωνάν




Ιωάννης Χρυσόστομος
Τόμος 49
Αμφιβαλλόμενα Νόθα τινά

Τοῦ αὐτοῦ ὁμιλία περὶ νηστείας καὶ εἰς τὸν προφήτην Ἰωνᾶν, καὶ ∆ανιὴλ,καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν. Ὁμιλία εʹ.

αʹ. Φαιδρὰ  σήμερον  ἡμῖν  ἡ  πανήγυρις,   καὶ  λαμπρότερος  τοῦ  συνήθους  ὁ σύλλογος. Τί ποτε ἄρα τὸ αἴτιον; Νηστείας τὸ κατόρθωμα τοῦτο· οἶδα κἀγώ· νηστείας οὐχὶ παρούσης, ἀλλὰ προσδοκωμένης. Ἐκείνη γὰρ ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη  καὶ τοὺς πρὸ τού του ῥᾳθυμοτέρους, σήμερον πρὸς τὰς μητρικὰς ἐπανήγαγε  χεῖρας. Εἰ δὲ καὶ προσδοκωμένη μόνον τοσαύτην ἡμῖν ἐνεποίησε σπουδὴν, φανεῖσα καὶ παραγενομένη  πόσην ἐν ἡμῖν ἐργάσεται τὴν εὐλάβειαν; Οὕτω καὶ πόλις ἄρχοντος  εἰσελαύνειν  μέλλοντος  φοβεροῦ, πᾶσαν ἀπο τίθεται  ῥᾳθυμίαν, καὶ ἐν πλείονι καθίσταται τῇ σπουδῇ. Ἀλλὰ μὴ πτήξητε φοβερὸν ἄρχοντα τὴν νηστείαν ἀκούσαντες·   οὐ   γὰρ   ἡμῖν   ἐστι   φοβερὰ,   ἀλλὰ   τῇ   τῶν   δαιμόνων    φύσει.


  Ἐὰν σεληνιαζόμενος   ᾖ  τις,  δεῖξον   αὐτῷ   νηστείας   πρόσωπον,  καὶ  τῶν   λίθων   αὐτῶν ἀκινητότερος  μένει  τῷ φόβῳ  πηγνύμενος,  καὶ καθάπερ δεσμῷ τινι  κατεχόμενος,  καὶ μάλιστα ὅταν ἴδῃ τῇ νηστείᾳ συμβεβλημένην τὴν ἀδελφὴν  τῆς νηστείας καὶ ὁμόζυγον, τὴν  εὐχήν.  ∆ιὰ τοῦτο  καὶ  ὁ Χριστός φησι· Τὸ γένος  τοῦτο  οὐκ ἐξέρχεται,  εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ὅταν οὖν  τοὺς πολεμίους  τῆς σωτηρίας  τῆς ἡμετέρας  οὕτως ἐλαύνῃ, καὶ τοῖς ἐχθροῖς τῆς ζωῆς ἡμῶν οὕτως ᾖ φοβερὰ, φιλεῖν αὐτὴν καὶ ἀσπάζεσθαι, οὐχὶ  δεδοικέναι   χρή·  εἰ  γὰρ  φοβεῖσθαι  δεῖ  μέθην  καὶ  ἀδηφαγίαν,   οὐχὶ  νηστείαν φοβεῖσθαι  χρή. Ἐκείνη  μὲν  γὰρ ὀπίσω  τὰς  χεῖρας  ἡμῶν  δήσασα, τῇ  τυραννίδι  τῶν παθῶν,  καθάπερ  τινὶ  δεσποίνῃ  χαλεπῇ,  δούλους  καὶ  αἰχμαλώτους   ἐκδίδωσιν·  ἡ  δὲ  νηστεία δουλεύοντας  ἡμᾶς καὶ δεδεμένους  εὑροῦσα, ἀνίησι τῶν  δεσμῶν, ἀπαλλάττει τῆς τυραννίδος,  καὶ πρὸς τὴν ἐλευθερίαν  ἐπανάγει  τὴν προτέραν. Ὅταν οὖν καὶ τοῖς ἐχθροῖς ἡμῶν πολεμῇ, καὶ δουλείας  ἀπαλλάττῃ,  καὶ πρὸς ἐλευθερίαν  ἐπανάγῃ,  ποίαν ἑτέραν  μείζονα  ζητεῖς  ἀπόδειξιν  τῆς  φίλιας  αὐτοῦ,  τῆς  πρὸς τὸ γένος  τὸ ἡμέτερον; Μεγίστη γὰρ φιλίας ἀπόδειξις εἶναι δοκεῖ τὸ τοὺς αὐτοὺς ἡμῖν φιλεῖν καὶ μισεῖν. Βούλει μαθεῖν, ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία, ὅση φυλακὴ καὶ ἀσφάλεια; ἐννόησόν μοι τὸ μακάριον  καὶ θαυμαστὸν  τῶν  μοναζόντων  γένος.  Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες,  καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες,  καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ, καθάπερ ἐν εὐδιεινῷ  τινι  λιμένι  πηξάμενοι,  ταύτην  συνέμπορον καὶ συγκοινωνὸν  τοῦ βίου παντὸς ἔλαβον. Τοιγαροῦν καὶ ἀγγέλους  αὐτοὺς ἐξ ἀνθρώπων ἐποίησεν,   οὐκ  ἐκείνους   δὲ  μόνους,   ἀλλὰ   καὶ   ἐν   ταῖς   πόλεσιν   ὅσους  ἂν   εὕρῃ προσιεμένους αὐτὴν, πρὸς αὐτὸ τῆς φιλοσοφίας  ἀνάγει τὸ ὕψος. Καὶ γὰρ Μωϋσῆς καὶ Ἠλίας,  οἱ  πύργοι  τῶν  ἐν  τῇ  Παλαιᾷ  προφητῶν,  καίτοι  καὶ  ἀπὸ  τῶν  ἄλλων  ὄντες λαμπροὶ  καὶ μεγάλοι,  καὶ πολλὴν  ἔχοντες  παῤῥησίαν, ὅτε ἐβούλοντο  προσελθεῖν  τῷ Θεῷ καὶ διαλεχθῆναι,  ὡς ἀνθρώπῳ  δυνατὸν  ἦν, πρὸς ταύτην  κατέφυγον,  καὶ διὰ τῶν ταύτης  αὐτῷ  προσεφέροντο  χειρῶν.  ∆ιὰ τοῦτο  καὶ  ὁ Θεὸς τὸν  ἄνθρωπον  ποιῶν  ἐξ ἀρχῆς, εὐθέως αὐτὸν ταῖς τῆς νηστείας φέρων παρακατέθετο χερσὶν, ὥσπερ φιλοστόργῳ μητρὶ  καὶ  ἀρίστῃ  διδασκάλῳ  τὴν  ἐκείνου  σωτηρίαν  ἐγχειρίζων  αὐτῇ.  Τὸ γὰρ,  Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν  οὐ φάγεσθε· νηστείας  εἶδός ἐστιν. Εἰ δὲ ἐν παραδείσῳ ἀναγκαία  ἡ νηστεία, πολλῷ μᾶλλον ἐκτὸς τοῦ παραδείσου· εἰ πρὸ τῆς πληγῆς χρήσιμον τὸ φάρμακον, πολλῷ μᾶλλον   μετὰ  τὴν   πληγήν·  εἰ  μηδέπω   τοῦ  πολέμου   τῶν   ἐπιθυμιῶν   ἀναστάντος ἐπιτήδειον  ἡμῖν τὸ ὅπλον ἦν, πολλῷ  μᾶλλον  μετὰ τὴν τοσαύτην μάχην  τὴν ἀπὸ τῶν ἐπιθυμιῶν, τὴν ἀπὸ τῶν δαιμόνων, ἀναγκαία ἡ παρὰ τῆς νηστείας συμμαχία. Εἰ ταύτης ἤκουσε τῆς φωνῆς ὁ Ἀδὰμ, οὐκ ἂν ἤκουσε τῆς δευτέρας τῆς λεγούσης· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· ἀλλ' ἐπειδὴ ταύτης παρήκουσε, διὰ τοῦτο θάνατος καὶ φροντίδες  καὶ πόνοι καὶ ἀθυμίαι καὶ ζωὴ θανάτου παντὸς βαρυτέρα· διὰ  τοῦτο ἄκανθαι καὶ τρίβολοι, διὰ τοῦτο πόνοι καὶ ὠδῖνες  καὶ βίος ἐπίμοχθος. Εἶδες πῶς ὁ Θεὸς ἀγανακτεῖ  νηστείας ὑβριζομένης; μάθε καὶ πῶς εὐφραίνεται  νηστείας τιμωμένης.  Ὥσπερ γὰρ ὑβρισθείσης αὐτῆς  θάνατον  ἐπέθηκε  τῷ  ὑβρίσαντι  τὸ  ἐπιτίμιον,  οὕτω  πάλιν  τιμηθείσης  αὐτῆς θάνατον  ἀνεκαλέσατο.  Καὶ γὰρ βουλόμενός  σοι δεῖξαι  τοῦ  πράγματος  τὴν  δύναμιν, ἔδωκεν  ἐξουσίαν  αὐτῇ  μετὰ  ἀπόφασιν,  μετὰ  ἀπαγωγὴν,  τοὺς  ἀπαγομένους  τὴν  ἐπὶ θάνατον  ἐκ μέσης ἀναρπάσαι τῆς ὁδοῦ, καὶ πρὸς ζωὴν μεταγαγεῖν·  καὶ τοῦτο οὐκ ἐπὶ δύο, ἢ καὶ τριῶν καὶ εἴκοσιν ἀνθρώπων  ἐποίησεν, ἀλλὰ καὶ δῆμον ὁλόκληρον, τὴν τῶν Νινευϊτῶν  πόλιν  μεγάλην  καὶ θαυμαστὴν ἐπὶ γόνυ κειμένην,  παρ' αὐτὸ τὸ βάραθρον τὴν  κεφαλὴν   κλίνασαν,  καὶ  μέλλουσαν  τὴν  ἄνωθεν   φερομένην  δέχεσθαι  πληγὴν, καθάπερ τις ἄνωθεν  ἐπιπτᾶσα δύναμις, καὶ ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν. καὶ πρὸς τὴν ζωὴν ἐπανήγαγεν. Ἀλλ' εἰ δοκεῖ, καὶ τῆς ἱστορίας αὐτῆς ἐπακούσωμεν. Καὶ ἐγένετο, φησὶ, λόγος Κυρίου, πρὸς Ἰωνᾶν λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευῒ τὴν πόλιν τὴν μεγάλην. Εὐθέως αὐτὸν ἀπὸ τοῦ μεγέθους τῆς πόλεως δυσωπῆσαι βούλεται, τὴν μέλλουσαν προειδὼς τοῦ προφήτου φυγήν. Ἀλλ' ἀκούσωμεν καὶ τοῦ κηρύγματος· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Καὶ τίνος ἕνεκεν ἃ μέλλεις δεινὰ ποιεῖν προλέγεις;  Ἵνα  μὴ  ποιήσω  ἃ  προλέγω.  ∆ιὰ  τοῦτο  καὶ  γέενναν   ἠπείλησεν,  ἵνα  μὴ ἀπαγάγῃ εἰς γέενναν· Φοβείτω, φησὶν, ὑμᾶς τὰ ῥήματα, καὶ μὴ λυπείτω  τὰ πράγματα. Τίνος δὲ ἕνεκεν καὶ τὴν προθεσμίαν εἰς οὕτω στενὸν συνάγει χρόνον; Ἵνα καὶ τὴν τῶν  βαρβάρων   μάθῃς   ἀρετὴν,   βαρβάρων   λέγω   τῶν   Νινευϊτῶν    ἐν   τρισὶν   ἡμέραις δυνηθέντων τοσαύτην  ἁμαρτημάτων  ὀργὴν  καταλῦσαι,  καὶ  τὴν  τοῦ  Θεοῦ φιλανθρωπίαν θαυμάσῃς μετανοίᾳ τριῶν ἡμερῶν ἀρκεσθέντος ὑπὲρ τοσούτων πλημμελημάτων, καὶ αὐτὸς  μὴ καταπέσῃς εἰς ἀπόγνωσιν,  κἂν  μυρία ἡμαρτηκὼς  ᾖς. Ὥσπερ γὰρ ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάζεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ ῥᾳθυμίαν· οὕτως ὁ διεγηγερμένος  καὶ τῇ προθυμίᾳ  ζέων,  καὶ μετὰ πολλῆς  τῆς  σπουδῆς τὴν  μετάνοιαν ἐπιδεικνύμενος,  καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλοῦ  χρόνου  παραπτώματα  ἀφανίσαι δυνήσεται.   Οὐχὶ  τρίτον   ὁ  Πέτρος  ἠρνήσατο;  οὐχὶ   μεθ'  ὅρκου  τὸ   τρίτον;   οὐχὶ θεραπαινιδίου  τινὸς εὐτελοῦς ῥήματα δείσας; Τί οὖν; ἐνιαυτῶν  πολλῶν  ἐδέησεν αὐτῷ πρὸς μετάνοιαν; Οὐδαμῶς· ἀλλ' αὐτῇ τῇ νυκτὶ καὶ ὠλίσθησε καὶ ἀνέστη, καὶ τὴν πληγὴν καὶ τὸ φάρμακον ἐδέξατο, καὶ ἠῤῥώστησε, καὶ πρὸς τὴν ὑγίειαν ἐπανῆλθε. Πῶς καὶ τίνα τρόπον; Κλαύσας καὶ ἀποδυράμενος· μᾶλλον δὲ οὐ κλαύσας ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς σπουδῆς καὶ διαθέσεως· καὶ διὰ τοῦτο ὁ εὐαγγελιστὴς  οὐκ εἶπεν, ὅτι ἔκλαυσεν ἁπλῶς, ἀλλ', Ἔκλαυσε πικρῶς. Καὶ ποταπὴ τῶν δακρύων ἐκείνων  ἡ δύναμις, φησὶ, λόγος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται· ἡ δὲ τῶν πραγμάτων  ἔκβασις δείκνυσι σαφῶς. Μετὰ γὰρ τὸ χαλεπὸν  ἐκεῖνο πτῶμα· ἀρνήσεως γὰρ οὐδὲν ἴσον κακόν· ἀλλ' ὅμως μετὰ τοσοῦτον κακὸν πάλιν αὐτὸν πρὸς τὴν προτέραν ἐπανήγαγε τιμὴν, καὶ τὴν ἐπιστασίαν τῆς οἰκουμενικῆς  Ἐκκλησίας ἐνεχείρισε· καὶ ὃ πάντων  μεῖζόν ἐστιν, ἀπέδειξεν ἡμῖν αὐτὸν πλείω  τῶν  ἀποστόλων  ἁπάντων  ἔχοντα  τὴν  εἰς  τὸν  ∆εσπότην  ἀγάπην.  Πέτρε γὰρ,  φησὶ, φιλεῖς  με πλεῖον  τούτων; Τούτου δ' οὐδὲν  γένοιτο  ἂν  ἴσον εἰς ἀρετῆς λόγον. Ἵνα γὰρ μὴ λέγῃς ὅτι τοῖς Νινευΐταις  εἰκότως  συνέγνω, ἀνθρώποις  βαρβάροις καὶ ἀνοήτοις,  Ὁ γὰρ δοῦλος, φησὶν, ὁ μὴ εἰδὼς τὸ θέλημα  τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας· ἵνα οὖν μὴ τοῦτο λέγῃς, διὰ τοῦτό σοι καὶ τὸν Πέτρον εἰς μέσον παρήγαγε, δοῦλον  μάλιστα τὸ θέλημα τοῦ κυρίου εἰδότα. Ἀλλ' ὅμως καὶ οὗτος ἁμαρτὼν καὶ τὴν ἐσχάτην ἁμαρτίαν, ὅρα πρὸς ὅσον παῤῥησίας ὕψος ἀνῆλθε. Μὴ τοίνυν μηδ' αὐτὸς  ἐπὶ  τοῖς  ἁμαρτήμασι  καταπέσῃς· τὸ  γὰρ  χαλεπώτερον   τῆς  ἁμαρτίας,  τὸ μένειν ἐν τῇ ἁμαρτίᾳ, καὶ τὸ δεινότερον τοῦ πτώματος, τὸ κεῖσθαι ἐν τῷ πτώματι. Τοῦτο καὶ ὁ Παῦλος θρηνεῖ  καὶ ἀποδύρεται, τοῦτο πένθους  ἄξιον εἶναί  φησι. Μή πως γὰρ, φησὶν, ἐλθόντος μου πρὸς ὑμᾶς, ταπεινώσῃ με ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς, οὐχὶ τῶν ἡμαρτηκότων ἁπλῶς, ἀλλὰ τῶν μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ, καὶ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ ᾗ ἔπραξαν. Πρὸς δὲ μετάνοιαν  ποῖος ἐπιτηδειότερος γένοιτ' ἂν καιρὸς τοῦ τῆς νηστείας καιροῦ;

γʹ. Ἀλλ' ἐπανίωμεν  εἰς τὴν ἱστορίαν. Ἀκούσας γὰρ ταῦτα τὰ ῥήματα ὁ προφήτης κατέβη  εἰς  Ἰόππην  τοῦ  φεύγειν   εἰς  Θαρσεῖς ἀπὸ  προσώπου  Κυρίου. Ποῦ φεύγεις, ἄνθρωπε; οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;  Εἰς τὴν  γῆν; Ἀλλὰ, Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα  αὐτῆς. Ἀλλ' εἰς τὸν ᾅδην; Κἂν καταβῶ, φησὶν, εἰς τὸν ᾅδην, πάρει. Εἰς τὸν οὐρανόν; Ἀλλ' ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ἀλλ' εἰς τὴν θάλασσαν; Καὶ ἐκεῖ, φησὶ, καθέξει με ἡ δεξιά σου. Ὃ δὴ καὶ ἐπὶ τούτου γέγονεν. Ἀλλὰ τοιοῦτον ἡ ἁμαρτία· εἰς πολλὴν ἄνοιαν ἐμβάλλει τὴν ἡμετέραν ψυχήν. Καθάπερ γὰρ οἱ καρηβαρίᾳ καὶ μέθῃ κατεχόμενοι  ἁπλῶς καὶ εἰκῆ περιφέρονται,  κἂν βάραθρον, κἂν κρημνὸς, κἂν ὁτιοῦν ᾖ ὑποκείμενον,  καταπίπτουσιν  ἀφυλάκτως·  οὕτω  καὶ  οἱ  πρὸς  τὴν  ἁμαρτίαν ἐξολισθαίνοντες,  καθάπερ μέθῃ τινὶ τῇ τῆς πράξεως ἐπιθυμίᾳ κατεχόμενοι,  οὐκ ἴσασιν ὅπερ πράττουσιν· οὐ τῶν  παρόντων,  οὐ τῶν  μελλόντων τι προορῶσι. Τὸν ∆εσπότην  φεύγεις, εἰπέ μοι; Οὐκοῦν μικρὸν ἀνάμεινον, καὶ διὰ τῶν πραγμάτων αὐτῶν μαθήσῃ, ὅτι οὐδὲ τῆς δούλης  θαλάττης  τὰς χεῖρας  δυνήσῃ διαφυγεῖν.  Ὁμοῦ γὰρ ἐπέβη τῆς νηὸς οὗτος, κἀκείνη τὰ κύματα διανέστησε, καὶ πρὸς ὕψος ἠγείρετο μέγα· καὶ καθάπερ θεράπαινά τις εὐγνώμων  σύνδουλον εὑροῦσα φυγάδα, τῶν δεσποτικῶν ὑφελόμενόν  τι κτημάτων,   οὐ  πρότερον   ἀφίσταται   μυρία   τοῖς   ὑποδεξαμένοις   αὐτὸν   παρέχουσα πράγματα,  ἕως  ἂν  λαβοῦσα αὐτὸν  ἀπέλθῃ·  οὕτω  δὴ καὶ  ἡ θάλαττα  τὸν  σύνδουλον εὑροῦσα τὸν ἑαυτῆς καὶ ἐπιγνοῦσα, μυρία τοῖς ναύταις παρέχει πράγματα, ταράττουσα, βοῶσα,  οὐκ  εἰς  δικαστήριον  ἕλκουσα,  ἀλλ'  αὔτανδρον   ἀπειλοῦσα  κατάδυσιν  τοῦ σκάφους, εἰ μὴ τὸν ὁμόδουλον  ἀποδοῖεν  αὐτῇ. Τί οὖν οἱ ναῦται,  τούτων  γινομένων; Ἐποιήσαντο,  φησὶν,  ἐκβολὴν   τῶν   σκευῶν  τῶν   ἐν  τῷ  πλοίῳ·  τὸ  δὲ  πλοῖον   οὐκ ἐκουφίζετο· ὁ γὰρ φόρτος  ἅπας  ἔνδον  ἔμενεν  ἔτι, τοῦ  προφήτου  τὸ σῶμα, τὸ βαρὺ φορτίον, οὐ παρὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ παρὰ τὸ τῆς ἁμαρτίας ἄχθος· οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβά στακτον, ὡς ἁμαρτία καὶ παρακοή. ∆ιὰ τοῦτο καὶ Ζαχαρίας εἰς ὄψιν μολίβδου διετύπωσεν αὐτήν· ὁ ∆αυῒδ δὲ τὴν φύσιν αὐτῆς διαγράφων  ἔλεγεν· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Ὁ δὲ Χριστὸς πρὸς τοὺς ἐν ἁμαρτίαις  βεβιωκότας  πολλαῖς  ἐβόα· ∆εῦτε πρὸς μὲ πάντες  οἱ κοπιῶντες   καὶ  πεφορτισμένοι,  κἀγὼ  ἀναπαύσω  ὑμᾶς.  Αὕτη τοίνυν   καὶ  τὸ  πλοῖον ἐβάρυνε τότε καὶ βαπτίζειν  ἔμελλεν· ὁ δὲ Ἰωνᾶς  ἐκάθευδε καὶ ἔρεγχε. Βαρὺς ὁ ὕπνος οὐκ ἦν ἡδονῆς,  ἀλλὰ  λύπης,  οὐχὶ  ῥᾳθυμίας,  ἀλλὰ  ἀθυμίας. Οἱ γὰρ εὐγνώμονες  τῶν οἰκετῶν  ταχέως  αἰσθάνονται  τῶν  ἁμαρτημάτων·  ὅπερ κἀκεῖνος  ἔπαθε. Μετὰ γὰρ τὴν πρᾶξιν τῆς ἁμαρτίας, ἔγνω  τῆς ἁμαρτίας τότε τὸ δεινόν· καὶ γὰρ τοιοῦτον  ἡ ἁμαρτία· μετὰ τὸ τεχθῆναι,  πλήρης  τότε τὰς ὠδῖνας  ἐγείρει  τῇ τεκούσῃ ψυχῇ,  ἀπεναντίας  τῷ νόμῳ  τῆς  ἡμετέρας  γεννήσεως.  Ἡμεῖς  μὲν  γὰρ ὁμοῦ τεχθέντες  τὰς  ὠδῖνας  λύομεν, ἐκείνη δὲ ὁμοῦ τεχθεῖσα διασπᾷ ταῖς ὀδύναις τοὺς τεκόντας αὐτὴν λογισμούς. Τί οὖν ὁ πρωρεύς; Προσῆλθε, φησὶν, αὐτῷ καὶ λέγει· Ἀνάστα, καὶ ἐπικαλοῦ Κύριον τὸν Θεόν σου. Ἔγνω λοιπὸν ἀπὸ τῆς πείρας, ὅτι οὐκ ἦν συνήθης ὁ χειμὼν, ἀλλὰ θεήλατος ἦν ἡ πληγὴ, καὶ μεῖζον τῆς ἀνθρωπίνης  τέχνης τὸ κλυδώνιον,  καὶ ὅτι τῶν τοῦ κυβερνήτου χειρῶν ὄφελος  οὐδέν· ἑτέρου γὰρ ἐδεῖτο μείζονος  κυβερνήτου  τὰ γινόμενα,  τοῦ τὸν κόσμον διακυβερνῶντος  ἅπαντα, καὶ τῆς ἄνωθεν  χρείαν εἶχε ῥοπῆς. ∆ιὰ τοῦτο κἀκεῖνοι κώπας καὶ ἱστία καὶ σχοινία καὶ πάντα ἀφέντες καὶ τῆς εἰρεσίας τὰς χεῖρας ἀποστήσαντες πρὸς τὸν οὐρανὸν ἀνέτειναν,  καὶ τὸν Θεὸν παρεκάλουν. Ὡς δὲ οὐδὲ οὕτως ἐγένετό τι πλέον, Ἔβαλον κλήρους, φησί· καὶ παρέδωκε λοιπὸν ὁ κλῆρος τῇ ψήφῳ τὸν ὑπεύθυνον. Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δικαστήριον ἐν τῷ πλοίῳ καθιστάντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας  ἐξήταζον,  ὥσπερ  μέλλοντές   τινι  παρέχειν  εὐθύνας,  ὧν  ἂν  ψηφίσωνται. Ἄκουσον γοῦν αὐτῶν, ὥσπερ ἐν δικαστηρίῳ πάντα ἐξεταζόντων. Τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ; Καίτοι κατηγόρησε μὲν ἡ θάλασσα καταβοῶσα, ἤλεγξε δὲ ὁ κλῆρος, καὶ κατεμαρτύρησεν· ἀλλ' ὅμως οὔτε τῆς θαλάσσης καταβοώσης, οὔτε τοῦ κλήρου καταμαρτυρήσαντος τὴν ψῆφον ἐπάγουσιν   οὐδέπω,   ἀλλ'  ὥσπερ  ἐν   δικαστηρίῳ,   καὶ   κατηγόρων   παρόντων,   καὶ μαρτύρων  ἐφεστηκότων,  καὶ  ἐλέγχων   γινομένων,   οὐ  πρότερον  οἱ  δικάζοντες  τὴν ψῆφον  ἐπάγουσιν, ἕως ἂν αὐτὸς ὁ κατάδικος  κατήγορος  τῆς ἰδίας ἁμαρτίας γένηται· οὕτω   δὴ  καὶ  οἱ  ναῦται   ἐνταῦθα,   ἄνθρωποι   βάρβαροι  καὶ  ἀνόητοι,   τὴν  ἐν  τοῖς δικαστηρίοις   εὐταξίαν   ἐμιμοῦντο·   καίτοι   τοσούτου  φόβου,   τοσούτου  κλυδωνίου,  τοσαύτης ταραχῆς περιεστώσης αὐτοὺς, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν  ἐπιτρεπούσης· οὕτως ἐθορύβει, καὶ κατέσπευδε μαινομένη καὶ καταβοῶσα καὶ συνεχῆ τὰ κύματα ἐπεγείρουσα. Πόθεν οὖν ἡ τοσαύτη πρόνοια γέγονεν, ἀγαπητοὶ, περὶ τὸν προφήτην; Ἀπὸ τῆς  τοῦ Θεοῦ οἰκονομίας.  Ὁ γὰρ Θεὸς ᾠκονόμει  ταῦτα  γίνεσθαι,  τὸν  προφήτην  διὰ τούτων παιδεύων  φιλάνθρωπον εἶναι καὶ ἥμερον, καὶ μονονουχὶ  βοῶν πρὸς αὐτὸν καὶ λέγων·  Μίμησαι τοὺς ναύτας, ἀνθρώπους  ἀνοήτους·  εἴπερ οὗτοι μὲν οὐδὲ μιᾶς καταφρονοῦσι  ψυχῆς, οὐδὲ ἑνὸς ἀφειδοῦσι σώματος τοῦ σοῦ· σὺ δὲ ὁλόκληρον  πόλιν τοσαύτας ἔχουσαν μυριάδας ἐξέδωκας τό γε σὸν μέρος· καὶ αὐτοὶ μὲν τὸν αἴτιον  τῶν γεγενημένων αὐτοῖς  κακῶν  εὑρόντες,  οὐδὲ οὕτως  ὁρμῶσιν  ἐπὶ τὴν  καταδικάζουσαν ψῆφον· σὺ δὲ οὐδὲν ἔχων  ἐγκαλεῖν  τοῖς Νινευΐταις  κατέδυσας αὐτοὺς καὶ ἀπώλεσας. Καὶ σὺ μὲν, ἐμοῦ κελεύσαντος ἀπιέναι, καὶ πρὸς σωτηρίαν αὐτοὺς ἀνακαλεῖσθαι διὰ τοῦ κηρύγματος, οὐχ ὑπήκουσας· οὗτοι δὲ οὐδενὸς ἀκούσαντες, πάντα ποιοῦσι, καὶ πραγματεύονται,  ὤστε σε τὸν ὑπεύθυνον  γενόμενον  τιμωρίας ἀνακαλέσασθαι. Καὶ γὰρ καὶ μετὰ τὴν ἀπὸ τῆς θαλάττης κατηγορίαν, μετὰ τὴν ἀπόδειξιν τὴν διὰ τοῦ κλήρου, ὅτε αὐτὸς ἑαυτοῦ κατηγόρησε, καὶ τὴν  φυγὴν  ὡμολόγησε,  οὐδὲ οὕτως  ὥρμησαν ἐπὶ τὴν ἀπώλειαν  τοῦ προφήτου, ἀλλὰ ἠνεῖχον  καὶ ἐβιάζοντο καὶ πάντα ἐποίουν, ὥστε αὐτὸν μηδὲ μετὰ τοσαύτην  ἀπόδειξιν  ἐκδοῦναι  τῇ τῆς θαλάττης  ὁρμῇ. Ἀλλ' οὐκ ἐπέτρεπεν οὐδὲ οὕτως ἡ θάλαττα· μᾶλλον δὲ ὁ Θεὸς οὐκ ἠφίει, ὥσπερ διὰ τῶν ναυτῶν,  οὕτω καὶ διὰ τοῦ κήτους αὐτὸν σωφρονίσαι βουλόμενος. Καὶ γὰρ μετὰ τὸ ἀκοῦσαι, Ἄρατέ με καὶ ἐμβάλετε εἰς τὴν θάλατταν, καὶ κοπάσει ἡ θάλαττα ἀφ' ὑμῶν, παρεβιάζοντο εἰς τὴν γῆν ἀπελθεῖν, ἀλλὰ τὰ κύματα οὐκ ἐπέτρεπε.

δʹ. Σὺ δὲ, ὥσπερ εἶδες τὸν προφήτην  φεύγοντα,  ἄκουσον αὐτοῦ καὶ ἐξομολογουμένου  κάτωθεν  ἀπὸ τῆς  γαστρὸς τοῦ θηρίου· ἐκεῖνο  μὲν  γὰρ ἔπαθεν  ὡς ἄνθρωπος,  τοῦτο  δὲ  ὡς  προφήτης  ἐπεδείξατο.  Λαβοῦσα τοίνυν   αὐτὸν  ἡ  θάλαττα, καθάπερ ἐν δεσμωτηρίῳ τινὶ τῇ γαστρὶ τοῦ κήτους ἐναπέθετο, σῶον τῷ ∆εσπότῃ φυλάττουσα  τὸν  φυγάδα·  καὶ  οὔτε  κύματα  ἄγρια  λαβόντα  ἀπέπνιξαν,  οὔτε  κῆτος κυμάτων ἀγριώτερον ὑποδεξάμενον αὐτὸν ἐν κοιλίᾳ διέφθειρεν, ἀλλὰ διέσωσε καὶ πρὸς τὴν πόλιν ἐπανήγαγε· καὶ θάλαττα καὶ κῆτος παρὰ φύσιν ὑπήκουσαν, ἵνα διὰ πάντων  ὁ προφήτης  παιδεύηται.  Ἐλθὼν  τοίνυν  εἰς τὴν  πόλιν  ἀνέγνω  τὴν  ἀπόφασιν,  καθάπερ ἐπιστολὴν  βασιλικὴν  κόλασιν ἔχουσαν, καὶ ἐβόα λέγων·  Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται.  Ἤκουσαν ταῦτ' ἐκεῖνοι,  οὐ διηπίστησαν,  οὐ  κατεφρόνησαν,  ἀλλ' εὐθέως δρόμος ἁπάντων  εἷς ἐπὶ τὴν νηστείαν, ἀνδρῶν, γυναικῶν,  δούλων, δεσποτῶν, ἀρχόντων, ἀρχομένων, παιδίων, πρεσβυτέρων· οὐδ' ἡ τῶν ἀλόγων φύσις ταύτης ἀτελὴς ἦν τῆς λειτουργίας· πανταχοῦ σάκκος, πανταχοῦ σποδὸς, πανταχοῦ θρῆνος καὶ οἰμωγή. Καὶ γὰρ καὶ αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ βασιλικοῦ, σάκκον   ὑπεστρώσατο,  σποδὸν   κατεπάσατο,   καὶ   οὕτω   τὴν   πόλιν   ἐξήρπασε  τῶν κινδύνων· καὶ ἦν ἰδεῖν πρᾶγμα παράδοξον ὑπὸ σάκκου πορφυρίδα παρευδοκιμηθεῖσαν. Ὅπερ γὰρ οὐκ ἴσχυσεν ἁλουργὶς, τοῦτο ἴσχυσεν ὁ σάκκος· ὅπερ οὐκ ἤνυσε τὸ διάδημα, τοῦτο κατώρθωσεν ἡ σποδός. Ὁρᾷς ὡς οὐ μάτην εἶπον ὅτι οὐ νηστείαν, ἀλλὰ μέθην καὶ ἀδηφαγίαν  δεδοικέναι χρή; Ἡ μὲν γὰρ μέθη καὶ ἀδηφαγία τὴν πόλιν ἑστῶσαν διέσεισε, καὶ καταβαλεῖν ἔμελλεν· ἡ δὲ νηστεία σαλευομένην αὐτὴν καὶ μέλλουσαν καταπίπτειν ἔστησε. Μετὰ ταύτης καὶ ὁ ∆ανιὴλ εἰς λάκκον λεόντων  εἰσελθὼν, καθάπερ προβάτοις ἡμέροις  συγγενόμενος,   οὕτως  ἐξῄει.  Καὶ  γὰρ  καὶ  τῷ  θυμῷ  ζέοντες,  καὶ  φόνιον βλέποντες, τῆς τραπέζης  περικειμένης οὐχ ἥπτοντο, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς διεγειρούσης οὐδὲν γὰρ ἀγριώτερον  ἐκείνων  τῶν θηρίων  καὶ τοῦ λιμοῦ καὶ γὰρ ἑπτὰ  ἡμέρας  οὐ  μετέσχον  τροφῆς,  καθάπερ  δημίου  τινὸς  ἔνδοθεν  καθημένου,  καὶ  τῶν λαγόνων  μὴ ἅπτεσθαι βοῶντος τῶν προφητικῶν,  ᾐδέσθησαν τὴν τροφήν. Μετὰ ταύτης καὶ οἱ παῖδες  οἱ τρεῖς  εἰς τὴν  Βαβυλωνίαν  κάμινον  εἰσελθόντες,  καὶ πολὺν  χρόνον ὁμιλήσαντες  τῷ  πυρὶ,  αὐτοῦ  τοῦ  πυρὸς  λαμπρότερα  ἔχοντες  τὰ  σώματα,  ἀπὸ  τῆς καμίνου τότε ἐξῄεσαν· καίτοι γε εἰ πῦρ ἦν ἐκεῖνο ὄντως τὸ πῦρ, πῶς οὐκ ἐποίει τὰ τοῦ πυρός;  εἰ  σώματα  ἦν  ἐκεῖνα  τὰ  σώματα,  πῶς  τὰ  τῶν  σωμάτων  οὐκ  ἔπασχε;  Πῶς; ἐρώτησον τὴν νηστείαν, καὶ ἀποκρινεῖταί σοι, καὶ αὐτὴ λύσει σου τὸ αἴνιγμα· καὶ γὰρ ἦν ὄντως  αἴνιγμα·  σωμάτων  γὰρ φύσις ἐμάχετο  φύσει πυρὸς, καὶ ἡ νίκη  τῶν  σωμάτων ἐγίνετο.  Εἶδες  παράδοξον  μάχην;  εἶδες  παραδοξοτέραν  τὴν  νίκην;  Θαύμασον  τὴν νηστείαν, καὶ ὑπτίαις  ὑπόδεξαι χερσίν· ὅταν γὰρ καὶ ἐν καμίνῳ  βοηθῇ, καὶ ἐν λάκκῳ λεόντων  φυλάττῃ,  καὶ δαίμονας  ἀπελαύνῃ,  καὶ ἀπόφασιν  ἀναλύῃ  Θεοῦ, καὶ παθῶν μανίαν καταστέλλῃ, καὶ πρὸς ἐλευθερίαν ἡμᾶς ἐπανάγῃ, καὶ πολλὴν  ἐν τοῖς λογισμοῖς ἡμῶν  ποιῆται  τὴν γαλήνην,  πῶς οὐκ ἐσχάτης ἂν εἴη παρανοίας, τοσαῦτα ἔχουσαν ἐν ταῖς  χερσὶν  ἀγαθὰ  φεύγειν  καὶ  δεδοικέναι;  Ἐπιτρίβει  γὰρ  ἡμῖν  τὸ  σῶμα  πρὸς  τὴν ἀσθένειαν, φησίν. Ἀλλ' ὅσῳ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται  ἡμέρᾳ καὶ ἡμέρᾳ· μᾶλλον  δὲ, εἰ βουληθείης  μετὰ ἀκριβείας ἐξετάσαι τὸ πρᾶγμα, καὶ εὐεξίας αὐτὴν  εὑρήσεις μητέρα τυγχάνουσαν.  Καὶ εἰ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις, παῖδας ἰατρῶν περὶ τούτων ἐρώτησον, καὶ αὐτοὶ ταῦτα σαφέστερον ἐροῦσιν, οἳ τὴν  μὲν  ἔνδειαν  μητέρα τῆς  ὑγιείας  καλοῦσι, τὰς δὲ ποδαλγίας  καὶ καρηβαρίας καὶ ἀποπληξίας  καὶ φθόην  καὶ ὕδερον καὶ φλεγμονὰς  καὶ οἰδήματα, καὶ μυρίων  ἑτέρων νοσημάτων  χειμάῤῥους, ἀπὸ τῆς τρυφῆς καὶ τῆς ἀδηφαγίας  ἐξιέναι φασὶν, ὥσπερ ἀπό τινος  πονηροτάτης  πηγῆς  πονηροὺς  ῥύακας, καὶ τῇ τοῦ σώματος εὐεξίᾳ, καὶ τῇ τῆς ψυχῆς σωφροσύνῃ λυμαινομένους.


εʹ. Μὴ τοίνυν  φοβώμεθα  νηστείαν,  τὴν  τῶν  τοσούτων  ἡμᾶς  ἀπαλλάττουσαν κακῶν. Οὐ γὰρ ἁπλῶς ὑμῖν τοῦτο παραινῶ· ἀλλ' ἐπειδὴ πολλοὺς ὁρῶ τῶν ἀνθρώπων, καθάπερ ἀγρίᾳ τινὶ  γυναικὶ  παραδίδοσθαι μέλλοντας,  οὕτως  ὀκνοῦντας  καὶ ἀναδυομένους,  καὶ  μέθῃ  καὶ  ἀδηφαγίᾳ  τήμερον  ἑαυτοὺς  διαφθείροντας·  διὰ  τοῦτο παραινῶ  ὥστε μὴ τὴν ἐκ τῆς νηστείας ἐσομένην ὠφέλειαν  προανελεῖν  λαιμαργίᾳ  καὶ μέθῃ. Καὶ γὰρ οἱ κακόσιτοι τῶν  ἀνθρώπων,  ὅταν πικρὰ μέλλωσι  πίνειν  φάρμακα, ἂν πολλῆς  ἑαυτοὺς  ἐμπλήσωσι  τροφῆς,  καὶ οὕτω  τὰ φάρμακα  λάβωσι, τὴν  μὲν πικρίαν ὑπέμειναν,  τῆς  δὲ  ὠφελείας   ἐξέπεσον,  δυσκολωτέραν  τῷ  φαρμάκῳ  ποιοῦντες  τὴν πάλην  πρὸς τὴν τῶν διεφθορότων  χυμῶν  πονηρίαν.  ∆ιὰ τοῦτο αὐτοὺς οἱ τῶν ἰατρῶν παῖδες μὴ δειπνήσαντας  κελεύουσι καθεύδειν, ἵνα πᾶσαν τῶν φαρμάκων  τὴν δύναμιν ἐκ πρώτης εὐθέως τοῖς νοσοποιοῖς τῶν περιττωμάτων προσαγάγῃ χυμοῖς. Οὕτω καὶ ἐπὶ τῆς νηστείας· ἐὰν μὲν πολλῆς ἑαυτὸν ἐμπλήσῃς τῆς μέθης τήμερον, καὶ αὔριον ὑποδέξῃ τὸ παρ' ἐκείνης φάρμακον, ἄχρη στον αὐτὸ καὶ ἀνόνητον  ἐποίησας, καὶ τὸν μὲν πόνον ὑπέμεινας, τὸ δὲ κέρδος οὐκ ἐκαρπώσω τοῦ πράγματος, εἰς τὴν πρόσφατον ἐκ τῆς μέθης ἐγγινομένην κακίαν ἅπασαν αὐτοῦ καταδαπανῶντος τὴν δύναμιν· ἐὰν δὲ κοῦφον αὐτῇ  τὸ  σῶμα παρασκευάσῃς καὶ  νήφοντι  λογισμῷ  τὸ  φάρμακον  δέξῃ, πολλὰ  τῶν παλαιῶν   ἁμαρτημάτων   ἀποκαθᾶραι  δυνήσῃ.  Μὴ  τοίνυν   διὰ  μέθης  ἴωμεν  εἰς  τὴν νηστείαν,  μηδὲ ἀπὸ νηστείας  εἰς μέθην  καταλύσωμεν  πάλιν,  ἵνα μὴ ταὐτὸν  γένηται, οἷον εἴ τις ἀῤῥωστοῦντι σώματι καὶ διανίστασθαι μέλλοντι  λὰξ ἐμβαλὼν σφοδρότερον καταβάλοι πάλιν. Ὃ καὶ ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας γίνεται, ὅταν ἐξ ἑκατέρου μέρους, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους  τῆς νηστείας, τῇ νεφέλῃ  τῆς μέθης τὴν ἐκ τῆς ἀσιτίας γενομένην  ἡμῖν  νῆψιν  συσκιάσωμεν. Καθάπερ γὰρ οἱ θηρίοις  πυκτεύειν  μέλλοντες, πολλοῖς ὅπλοις καὶ ἀσφαλίσμασι τὰ καίρια τῶν μελῶν περιφράξαντες, τὴν πρὸς ἐκεῖνα ἀναδέχονται  μάχην· οὕτω καὶ νῦν πολλοὶ τῶν ἀνθρώπων  εἰσὶν, οἳ καθάπερ θηρίῳ τῇ νηστείᾳ πυκτεύειν  μέλλοντες,  οὕτω τῇ γαστριμαργίᾳ καθοπλίζονται,  καὶ διαῤῥήξαντες ἑαυτοὺς καὶ σκοτώσαντες μετὰ πολλῆς τῆς παραφροσύνης ὑποδέχονται τὸ γαλήνιον καὶ ἥμερον τῆς νηστείας  ὄμμα Κἂν μὲν ἐρωτήσω σε, Τίνος ἕνεκεν  εἰς βαλανεῖον  τρέχεις σήμερον; Ἵνα  καθαρῷ  τῷ  σώματι  τὴν  νηστείαν   ὑποδέξωμαι,  φήσεις·  ἂν  δὲ ἐρωτήσω, Τίνος ἔνεκεν μεθύεις; Ἐπειδὴ εἰς νηστείαν μέλλω  εἰσιέναι, πάλιν  ἐρεῖς. Καὶ πῶς  οὐκ  ἄτοπόν  ἐστι, σώματι  μὲν  καθαρῷ,  ψυχῇ  δὲ  ἀκαθάρτῳ  καὶ  μεθυούσῃ,  τὴν καλλίστην ταύτην ἑορτὴν ὑποδέχεσθαι; Ἐνῆν μὲν οὖν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλὰ τοῖς  σωφρονοῦσι  καὶ  ταῦτα  ἀρκεῖ  πρὸς  διόρθωσιν.  ∆ιόπερ  ἀνάγκη  καταπαῦσαι  τὸν λόγον· καὶ γὰρ τῆς τοῦ πατρὸς φωνῆς ἐπιθυμῶ ἀκοῦσαι. Ἡμεῖς μὲν γὰρ, κατὰ τὰ παιδία τὰ ποιμενικὰ, λεπτῷ τῷ καλάμῳ συρίζομεν, ὥσπερ ὑπό τινα δρῦν ἢ λεύκην, τῇ σκιᾷ τῶν ἱερῶν  τούτων  καθήμενοι·  οὗτος δὲ καθὰ μουσικός τις  ἄριστος χρυσῆν ἁρμοσάμενος κιθάραν,  τῇ συμφωνίᾳ  τῶν  κρουσμάτων  ὁλόκληρον  ἀνίστησι θέατρον·  οὕτω  δὴ καὶ οὗτος, οὐ συμφωνίᾳ  κρουσμάτων,  ἀλλὰ  συμφωνίᾳ  λόγων  καὶ πράξεων  πολλὴν  ἡμῖν ἐντίθησι  τὴν  ὠφέλειαν.  Τοιούτους καὶ ὁ Χριστὸς ζητεῖ διδασκάλους· Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας,  οὗτος  μέγας  κληθήσεται  ἐν  τῇ  βασιλείᾳ  τῶν  οὐρανῶν.  Τοιοῦτος οὗτός ἐστι· διὸ καὶ μέγας ἐν τῇ βασιλείᾳ τῶν  οὐρανῶν  ἐστι. Γένοιτο δὲ ἡμᾶς εὐχαῖς αὐτοῦ  καὶ  τῶν   συνέδρων   ἁπάντων   δυνηθῆναι   καταξιωθῆναι   τῆς  βασιλείας  τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ομιλια λεχθεισα περι νηστειας τῇ ἕκτῃ ἑβδομάδι τῆς ἁγίας τεσσαρακοστῆς. Ὁμιλία  ς ʹ.

αʹ. Ὡς τερπνὰ τῆς πνευματικῆς ταύτης ἡμῖν θαλάσσης τὰ κύματα, καὶ αὐτῶν τῶν ἐν  τῷ  πελάγει  τερπνότερα.  Ἐκεῖνα  μὲν  γὰρ  ἀνέμων  ἀταξία,  ταῦτα  δὲ  ἀκροάσεως ἐπιθυμία  διανίστησι· κἀκεῖνα  μὲν κορυφούμενα  πολλὴν  τῷ  κυβερνήτῃ  τὴν  ἀγωνίαν παρέχει, ταῦτα δὲ φαινόμενα  πολλὴν  τῷ λέγοντι  τὴν παῤῥησίαν ἐντίθησι. Τὰ μὲν γάρ ἐστι χειμαζομένης θαλάσσης τεκμήρια, ταῦτα δὲ ψυχῆς εὐφραινομένης  σημεῖα· κἀκεῖνα μὲν  ταῖς  πέτραις  προσαραττόμενα  ἄσημον τὸν  ἦχον  ἀφίησι,  ταῦτα  δὲ τῷ  λόγῳ  τῆς διδασκαλίας  προσρηγνύμενα  προσηνῆ τὴν  φωνὴν  ἀφίησιν.  Οὕτω καὶ ζεφύρου πνοαὶ ὅταν ἐμπέσωσιν εἰς λήϊα, καὶ τὰς κεφαλὰς τῶν ἀσταχύων ἐπικλίνωσι καὶ διανιστῶσι, τὰ κύματα τῆς θαλάσσης ἐπὶ τῆς χέρσου μιμοῦνται.  Ἀλλὰ καὶ ἐκείνων  τῶν ληΐων  ταῦτα τερπνότερα· οὐ γὰρ ζεφύρου πνοαὶ,  ἀλλὰ  Πνεύματος χάρις  τὰς ὑμετέρας  διανέστησε ψυχὰς καὶ ἐθέρμανε, καὶ τὸ πῦρ ἐκεῖνο, ὃ πάλαι ὁ Χριστὸς ἔλεγεν, ὅτι Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; τοῦτο ὁρῶ καταβεβλημένον  καὶ καιόμενον ἐν ταῖς ὑμετέραις ψυχαῖς. Ἐπεὶ οὖν τοσαύτας ἡμῖν λαμπάδας ὁ τοῦ Χριστοῦ φόβος ἀνῆψε, φέρε  ἐντεῦθεν   τὸ  τῆς  διδασκαλίας  ἔλαιον  ἐπιστάξωμεν,  ὥστε  διαρκέστερον  ἡμῖν γενέσθαι τὸ φῶς. Ὁ γὰρ καιρὸς τῆς νηστείας ἡμῖν λοιπὸν πρὸς τὸ τέλος ἐπείγεται· εἰς γὰρ τὰ μέσα τῶν σταδίων φθάσαντες πρὸς τὸ τέλος λοιπὸν ἀπηντήκαμεν. Ὥσπερ γὰρ ὁ ἀρχόμενος  ἐμέσασεν, οὕτως  ὁ πρὸς μέσον ἐλθὼν  τοῦ τέλους  ἐπείληπται.  Ὁ μὲν οὖν καιρὸς πρὸς τὸ τέλος  ἐπείγεται, καὶ πρὸς τὸν λιμένα βλέπει τὸ σκάφος λοιπὸν, ἀλλὰ τὸ ζητούμενον οὐ πρὸς τὸν λιμένα ἐλθεῖν, ἀλλὰ μὴ κενὸν τῆς ἐμπορίας ἑλκύσαι τὸ  σκάφος.   ∆έομαι   πάντων    ὑμῶν   καὶ   ἀντιβολῶ,   εἰς   τὸ   συνειδὸς   ἕκαστος   αὐτοῦ ἀναλογιζέσθω   τὴν   ἀπὸ  τῆς   νηστείας   πραγματείαν,   κἂν   μὲν   εὕρῃ  κέρδος  πολὺ γεγενημένον,  προστιθέτω τῇ πραγματείᾳ· ἂν δὲ μηδὲν ᾖ συνειλεγμένον,  τῷ λειπομένῳ τοῦ χρόνου κεχρήσθω πρὸς τὴν ἐμπορίαν. Ἕως ἕστηκεν ἡ πανήγυρις, μέγα πραγματευσάμενοι κέρδος ἀναχωρήσωμεν, ἵνα μὴ κεναῖς ἀναχωρήσωμεν χερσὶν, ἵνα μὴ πόνον  ὑπομείναντες   νηστείας,  μισθὸν  νηστείας  ἀπολέσωμεν.  Ἔστι γὰρ  καὶ  πόνον ὑπομεῖναι   νηστείας,  καὶ  μισθὸν  νηστείας   μὴ  λαβεῖν·  πῶς;  Ὅταν  βρωμάτων   μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ μὴ ἀπεχώμεθα· ὅταν κρέα μὲν μὴ ἐσθίωμεν, κατεσθίωμεν δὲ τὰς τῶν πενήτων οἰκίας· ὅταν οἴνῳ μὲν μὴ μεθύωμεν, μεθύωμεν δὲ ἐπιθυμίᾳ πονηρᾷ· ὅταν  πᾶσαν τὴν  ἡμέραν  ἄσιτοι  διατελῶμεν,  πᾶσαν  δὲ διημερεύωμεν  ἐν  ἀκολάστοις θεάμασιν. Ἰδοὺ καὶ πόνος νηστείας, καὶ μισθὸς νηστείας οὐδαμοῦ, ὅταν εἰς τὰ θέατρα τῆς  παρανομίας  ἀναβαίνωμεν.   Οὐ πρὸς  ὑμᾶς  ὁ  λόγος·  οἶδα  γὰρ  ὅτι  καθαροὶ  τῆς κατηγορίας ἐστὲ, ἀλλ' ἔθος τοῖς ὀδυνωμένοις,  ὅταν τοὺς αἰτίους μὴ λάβωσιν, εἰς τοὺς παρόντας  ἀφιέναι  τὴν  ὀργήν.  Ποῖον κέρδος νηστεύοντας  εἰς  τὰ θέατρα  παρανομίας ἀναβαίνειν,  εἰς τὸ κοινὸν  τῆς ἀσελγείας  διδασκαλεῖον  εἰσιέναι,  εἰς τὸ δημόσιον  τῆς ἀκολασίας γυμνάσιον, ἐπὶ τὴν καθέδραν καθέζεσθαι τῶν λοιμῶν; Καὶ γὰρ καὶ καθέδραν λοιμοῦ, καὶ ἀκολασίας γυμνάσιον, καὶ διδασκαλεῖον  ἀσελγείας, καὶ πάντα τὰ αἴσχιστα τὴν ὀρχήστραν τις προσειπὼν οὐκ ἂν ἁμάρτοι, τὸ πονηρό τατον ἐκεῖνο χωρίον καὶ νοσημάτων γέμον παντοδαπῶν, τὴν Βαβυλωνίαν κάμινον. Καθάπερ γὰρ εἰς κάμινόν τινα  εἰς  τὸ  θέατρον  τὴν  πόλιν  ἐμβαλὼν  ὁ  διάβολος,  οὕτω  κάτωθεν  ὑποκαίει,  οὐ κληματίδας ὑποτιθεὶς, καθάπερ ὁ βάρβαρος τότε ἐκεῖνος, οὐδὲ νάφθαν, οὐδὲ στυππεῖον, οὐδὲ πίσσαν, ἀλλὰ  τὰ πολλῷ  τούτων  χαλεπώτερα,  πορνικὰς  ὄψεις,  αἰσχρὰ ῥήματα, διακεκλασμένα  μέλη, πάσης γέμοντα  πονηρίας  ᾄσματα. Ἐκείνην  μὲν οὖν βαρβαρικαὶ τὴν  κάμινον  χεῖρες  ἀνῆψαν,  ταύτην  δὲ  τὴν  κάμινον  ἀνοητότεροι  τῶν  βαρβάρων ἅπτουσι λογισμοί· χαλεπωτέρα  αὕτη ἐκείνης, ἐπειδὴ καὶ τὸ πῦρ χαλεπώτερον·  οὐ γὰρ σωμάτων καίει φύσιν, ἀλλὰ ψυχῆς εὐεξίαν λυμαίνεται· καὶ τὸ χαλεπώτερον,  ὅτι οὐδὲ αἰσθάνονται οἱ καιόμενοι· εἰ γὰρ ᾐσθάνοντο, οὐκ ἂν πλατὺν γέλωτα ἐπὶ τοῖς γενομένοις ἠφίεσαν· ὅπερ οὖν ἐστι χαλεπώτατον, ὅταν τις νοσῶν μηδὲ αὐτὸ τοῦτο οἶδεν ὅτι νοσεῖ, καὶ καιόμενος ἀθλίως καὶ ταλαιπώρως,  οὐκ αἰσθάνεται τῶν ἐμπρησμῶν. Τί τὸ ὄφελος τῆς  νηστείας,  ὅταν  τὸ  μὲν  σῶμα  κωλύσῃς  τῆς  νενομισμένης   τροφῆς,  τῇ  δὲ  ψυχῇ προσάγῃς  τὴν  παράνομον  τροφήν;  ὅταν  διημερεύσῃς  ἐκεῖ  καθήμενος,  βλέπων  τὴν κοινὴν   φύσιν   ἀσχημονοῦσαν   καὶ   παραδειγματιζομένην,  γυναῖκας   πορνευομένας, μοιχείας ὑποκρινομένους  ἐκεῖ τοὺς τὰ ἑκάστης οἰκίας κακὰ συλλέγοντας; Καὶ γὰρ καὶ πορνείας καὶ μοιχείας ἔστιν ἰδεῖν, καὶ βλασφημίας ἀκοῦσαι, ἵνα καὶ δι' ὀφθαλμῶν  καὶ δι' ἀκοῆς ἡ νόσος ἐπεισίῃ τῇ ψυχῇ· μιμοῦνται τὰς ἀλλοτρίας συμφορὰς, ὅθεν αὐτοῖς καὶ τὸ ὄνομα τῆς αἰσχύνης  ἐπίκειται.  Τί οὖν τὸ κέρδος τῆς νηστείας, τοιαῦτα  τῆς ψυχῆς σιτουμένης;  ποίοις  ὀφθαλμοῖς  ὄψει τὴν  γυναῖκα  ἀπὸ τῶν  θεαμάτων  ἐκείνων; ποίοις ὄμμασιν ὄψει τὸν υἱὸν, ποίοις τὸν οἰκέτην, ποίοις τὸν φίλον; Ἀνάγκη γὰρ λέγοντα  τὰ ἐκεῖ γινόμενα  ἀσχημονεῖν,  ἢ σιγᾷν καὶ καταδύεσθαι ἐρυθριῶντα.  Ἀλλ' οὐκ ἐντεῦθεν οὕτως ἀναχωρεῖς, ἀλλ' ἕξεις ἐν τῇ οἰκίᾳ μετὰ πολλῆς τῆς παῤῥησίας πάντα τὰ λεγόμενα διηγεῖσθαι, προφητικὰς φωνὰς, ἀποστολικὰ δόγματα, νόμους δεσποτικοὺς, ἅπασαν τῆς ἀρετῆς παρατιθέναι  τὴν  τράπεζαν, καὶ γυναῖκα  σωφρονεστέραν  ποιεῖς  τοῖς ἐντεῦθεν διηγήμασιν, καὶ υἱὸν συνετώτερον ἐργάζῃ, καὶ οἰκέτην εὐνούστερον, καὶ φίλον φιλικώτερον,  καὶ τὸν ἐχθρὸν δὲ αὐτὸν πείθεις καταλῦσαι τὴν ἔχθραν.

βʹ. Ὁρᾷς  ὡς  ταῦτα  μὲν  πανταχοῦ  σωτήρια  τὰ  δόγματα,  ἐκεῖνα  δὲ  ἄχρηστα πανταχοῦ  τὰ ἀκούσματα; Τί τοίνυν  ὄφελος  νηστείας,  εἰπέ μοι, ὅταν  τῷ  σώματι μὲν νηστεύῃς, διὰ δὲ τῶν ὀφθαλμῶν  μοιχεύῃς; μοιχεία γάρ ἐστιν οὐ συμπλοκὴ μόνον, οὐδὲ ὁμιλία σώματος, ἀλλὰ καὶ ὄψις ἀκόλαστος· τί τὸ ὄφελος ὅταν ἐνταῦθα παραγίνῃ κἀκεῖ; Ἐγὼ παιδεύω, ἐκεῖνος διαφθείρει·  ἐγὼ φάρμακα ἐπάγω τῇ νόσῳ, ἐκεῖνος προστίθησιν ὑπόθεσιν τῇ νόσῳ· ἐγὼ σβεννύω τὴν φλόγα τῆς φύσεως, ἐκεῖνος ἀνάπτει τὴν φλόγα τῆς ἐπιθυμίας. Τί τὸ ὄφελος, εἰπέ μοι; Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν· τί ὠφέλησαν πλέον ἢ κόπους; Μὴ τοίνυν ἐνταῦθα καὶ ἐκεῖ, ἀλλ' ἐνταῦθα μόνον διατρίβωμεν, ἵνα χρησίμως ἐνταῦθα, ἵνα μὴ μάτην ἐνταῦθα, ἵνα μὴ εἰκῆ, μηδὲ ἐπὶ κατακρίσει· Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν·   τί   ὠφέλησαν   πλέον   ἢ  κόπους;   Καίτοι  γε   εἰ   καὶ   πολλοὶ     οἱ οἰκοδομοῦντες  εἶεν, εἷς δὲ ὁ καθαιρῶν,  νικᾷ τὴν  πολυχειρίαν  τῶν  οἰκοδομούντων  ἡ εὐκολία τῆς καταστροφῆς. Μεγάλη ὄντως αἰσχύνη καὶ νεάζοντας καὶ γεγηρακότας ἐπὶ τὴν τοιαύτην  τρέχειν σπουδήν. Ἀλλ' εἴθε μέχρις αἰσχύνης ἦν τὸ κακόν· καίτοι γε οὐδὲ τοῦτο φορητὸν ἀνδρὶ ἐλευθέρῳ, ἀλλ' ἐσχάτη ζημία τῷ νοῦν ἔχοντι καὶ κατάγνωσις καὶ αἰσχύνη· ἀλλ' οὐ μέχρι τῆς αἰσχύνης τὸ ἐπιτίμιον,  ἀλλὰ καὶ κόλασις ἐπίκειται μεγάλη καὶ τιμωρία. Ἀνάγκη γὰρ τοὺς ἐκεῖ καθημένους  μοιχείας  ἁμαρτίᾳ πάντας  ἁλίσκεσθαι, οὐκ ἐπειδὴ συμπλέκονται  ταῖς ἐκεῖ γυναιξὶν,  ἀλλ' ἐπειδὴ ἀκολάστοις βλέπουσιν αὐτὰς ὀφθαλμοῖς. Ὅτι γὰρ καὶ τούτους ἀνάγκη μοιχείᾳ ἁλίσκεσθαι, οὐκ ἐμὸν ὑμῖν ἐρῶ λόγον, ἵνα  μὴ καταφρονήσητε,  ἀλλὰ  θεῖον  ὑμῖν  ἀναγνώσομαι  νόμον· ἐνταῦθα  γὰρ  οὐκέτι καταφρονεῖν  δυνατόν. Τί οὖν ὁ θεῖος νόμος φησίν; Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ  δὲ λέγω  ὑμῖν,  ὅτι  πᾶς  ὁ ἐμβλέψας  γυναῖκα  πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἶδες ἀπηρτισμένον τὸν μοιχόν; εἶδες πεπληρωμένην τὴν ἁμαρτίαν; καὶ τὸ χαλεπώτερον,  τὸν μοιχὸν μοιχείας ἁλόντα οὐκ ἐν ἀνθρωπίνῳ,  ἀλλ' ἐν θείῳ δικαστηρίῳ τῆς μοιχείας γινόμενον ὑπεύθυνον, ἔνθα ἀθάνατα τὰ τῶν τιμωριῶν.  Πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὐ τὸ νόσημα, ἀλλὰ καὶ τὴν ῥίζαν ἀναιρεῖ τοῦ νοσήματος· ῥίζα  γὰρ  μοιχείας  ἐπιθυμία  ἀκόλαστος·  διὸ  οὐ  μοιχείαν  κολάζει  μόνον,  ἀλλὰ  καὶ ἐπιθυμίαν, τὴν τῆς μοιχείας μητέρα. Οὕτω καὶ οἱ ἰατροὶ ποιοῦσιν· οὐ πρὸς τὰ νοσήματα ἵστανται μόνον, ἀλλὰ καὶ πρὸς τὰς αἰτίας αὐτάς· κἂν ἴδωσιν ὀφθαλμοὺς νοσοῦντας, τὸ πονηρὸν ῥεῦμα ἄνωθεν  ἀπὸ τῶν κροτάφων  ἀναστέλλουσιν· οὕτω καὶ ὁ Χριστὸς ποιεῖ. Ὀφθαλμία χαλεπὴ μοιχεία· τῶν ὀφθαλμῶν  ἐστι τὸ νόσημα, οὐ τῶν τοῦ σώματος, ἀλλὰ πρότερον  τῶν  τῆς ψυχῆς·  διὰ τοῦτο  ἐκεῖθεν  ἀνέστειλε  τὸ ῥεῦμα τῆς ἀκολασίας, τῷ φόβῳ τοῦ νόμου· διὰ τοῦτο οὐχὶ μοιχείαν μόνον ἐκόλασεν, ἀλλὰ καὶ ἐπιθυμίαν ἐτιμωρήσατο. Ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· τῆς δὲ καρδίας διεφθαρμένης, τί λοιπὸν ὄφελος τοῦ λοιποῦ σώματος; Ὥσπερ γὰρ ἐπὶ φυτῶν  καὶ ξύλων, ὅταν ἴδωμεν τὴν  καρδίαν  διαβρωθεῖσαν,  τὸ  λοιπὸν   ἀποδοκιμάζομεν   μέρος·  οὕτω  καὶ  ἐπὶ  τοῦ ἀνθρώπου  ὅταν  ἐκείνη  ἀπόληται,  εἰκῆ  λοιπὸν  ἡ  τοῦ  σώματος  ὑγίεια.  Ὁ  ἡνίοχος ἀπόλωλε,  διέφθαρται  καὶ καταβέβληται,  μάτην τρέχουσιν οἱ ἵπποι λοιπόν· ἐπίπονος  ὁ νόμος καὶ πολὺ τὸ φορτικὸν ἔχει, ὥσπερ οὖν καὶ μέγαν ἔχει τὸν στέφανον. Τοιαῦτα γὰρ τὰ ἐπίπονα, μεγάλας ἔχει τὰς ἀμοιβάς. Σὺ δὲ μὴ τῷ πόνῳ πρόσεχε, ἀλλὰ τὴν ἀμοιβὴν ἐννόει· οὕτω γὰρ καὶ ἐπὶ τῶν βιωτικῶν  γίνεται πραγμάτων. Ἂν μὲν γὰρ τὸν πόνον ἴδῃς τῶν κατορθωμάτων,  βαρὺ καὶ φορτικόν· ἂν δὲ τὴν ἀμοιβὴν ἴδῃς, κοῦφον καὶ ῥᾷστον τὸ προκείμενον. Οὕτω καὶ κυβερνήτης ἂν τὰ κύματα βλέπῃ μόνον, οὐδέποτε ἐξέλκει τοῦ λιμένος  τὸ σκάφος, ἀλλὰ  πρὸ τῶν  κυμάτων  τὴν  ἐμπορίαν  ὁρῶν,  οὕτω  καὶ ἀπλέτου κατατολμᾷ  πελάγους.  Οὕτω καὶ στρατιώτης  ἂν τὰ τραύματα  βλέπῃ, καὶ τὰς σφαγὰς, οὐδέποτε ἐνδύσεται θώρακα· ἂν δὲ πρὸ τῶν τραυμάτων τὰ τρόπαια σκοπῇ καὶ τὰς νίκας, ὥσπερ εἰς λειμῶνα δραμεῖται τὴν παράταξιν. Τὰ γὰρ φύσει βαρέα, οὕτω κοῦφα γίνεται, ὅταν  μὴ τοὺς  πόνους  λογιζώμεθα,  ἀλλὰ  καὶ  τὰς  ἀμοιβὰς  αὐτῶν  σκοπῶμεν.  Βούλει μαθεῖν πῶς τὰ φύσει βαρέα κοῦφα γίνεται; ἄκουσον τοῦ Παύλου  λέγοντος· Τὸ γὰρ παραυτίκα  ἐλαφρὸν  τῆς θλίψεως,  καθ' ὑπερβολὴν  εἰς ὑπερβολὴν  αἰώνιον  βάρος δόξης ἡμῖν  κατεργάζεται.  Αἴνιγμα τὸ εἰρημένον  ἐστίν· εἰ θλίψεως,  πῶς  ἐλαφρόν;  εἰ ἐλαφρὸν, πῶς θλίψεως;  ταῦτα γὰρ ἐναντία.  Ἀλλ' ἔλυσε τὸ αἴνιγμα  τῇ ἐπαγωγῇ  δείξας ἐλαφρόν· πῶς; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα. Ἔθηκε τὸν στέφανον, καὶ κοῦφον ἐποίησε τὸν ἀγῶνα· ἔδειξε τὸ βραβεῖον, καὶ παρεμυθήσατο τοὺς ἱδρῶτας. Καὶ σὺ τοίνυν ὅταν ἴδῃς γυναῖκα λάμπουσαν ἀπὸ τῆς ὄψεως, φαιδρὰν ἀπὸ τῆς στολῆς, ἴδῃς ἐπιθυμίαν γαργαλίζουσαν,  ἴδῃς τὴν ψυχὴν  ἐπιθυμοῦσαν  τῆς θεωρίας· ἀνάβλεψον  πρὸς τὸν ἄνω σοι κείμενον στέφανον, ἵνα παραδράμῃς τὴν τοιαύτην ὄψιν. Εἶδες συνδούλην; ἐννόησον τὸν ∆εσπότην, καὶ πάντως  καταπαύσεις τὸ νόσημα. Εἰ γὰρ παιδία παιδαγωγῷ ἀκολουθοῦντα οὐ περιστρέφονται, οὐ κεχήνασιν, οὐκ ἐπτόηνται, πολλῷ μᾶλλον σὺ τὸν Χριστὸν ἂν ἴδῃς τοῖς λογισμοῖς παρόντα, οὐδὲν πείσῃ τοιοῦτον.  Ὁ ἐμβλέψας  γυναῖκα πρὸς   τὸ   ἐπιθυμῆσαι,   ἤδη   ἐμοίχευσεν   αὐτὴν   ἐν   τῇ   καρδίᾳ   αὐτοῦ.   Ἡδέως   καὶ συνεχέστερον ἀναγινώσκω  τοῦ νόμου τὰ γράμματα· εἴθε καὶ διὰ πάσης τῆς ἡμέρας ἦν τοῦτο λέγειν  πρὸς ὑμᾶς, μᾶλλον  δὲ οὐχὶ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τοὺς ὑπευθύνους  τοῖς ἁμαρτήμασιν ὄντας· μᾶλλον δὲ καὶ πρὸς ὑμᾶς· καὶ γὰρ ὑμεῖς ἀσφαλέστεροι ἔσεσθε, οἱ δὲ ἐν τῇ νόσῳ ὄντες ταχέως πρὸς τὴν ὑγίειαν ἐπανήξουσιν. Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.


γʹ. Ἀρκεῖ πᾶσαν τῆς ἁμαρτίας τὴν  σηπεδόνα καθᾶραι ψιλὰ  ἀναγνωσθέντα τὰ ῥήματα. Ἀλλὰ σύγγνωτε· τραύματα καθαίρομεν, τὸν δὲ τραύματα καθαίροντα, ἀνάγκη καὶ πικρὰ ἐπιτιθέναι φάρμακα· ὅσῳπερ ἂν ἐνέγκητε τὰ ῥήματα, τοσοῦτον μᾶλλον ἐκκαθαίρεται ὁ ἰός. Ὥσπερ γὰρ τοῦ πυρὸς ἡ φύσις, ὅσῳπερ ἂν ἐπιπλέον ὁμιλήσῃ τῇ τοῦ χρυσοῦ φύσει, τοσοῦτον  μᾶλλον  δαπανᾷ  τὸν  ἰόν· οὕτω  καὶ τῶν  ῥημάτων  τούτων  ὁ φόβος, ὅσῳπερ ἂν ἐνηχηθῇ  τῇ ὑμετέρᾳ διανοίᾳ,  τοσούτῳ μᾶλλον  ἅπασαν ἐκκαθαριεῖ τῆς ἀκολασίας τὴν ἁμαρτίαν. Πυρώσωμεν αὐτὴν ὧδε τῷ λόγῳ τῆς διδασκαλίας, ἵνα μὴ ἀναγκασθῶμεν αὐτὴν ἐκεῖ πυρῶσαι τῷ πυρὶ τῆς γεέννης. Τὴν μὲν γὰρ ἐντεῦθεν ἀπελθοῦσαν   καθαρὰν   οὐδὲν   ἐκεῖνο   βλάψει   τὸ  πῦρ·  τὴν   δὲ  μετὰ  ἁμαρτημάτων ἀπελθοῦσαν ἐντεῦθεν  ἐκεῖνο δέξεται τὸ πῦρ. Ἑκάστου γὰρ, φησὶ, τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. ∆οκιμάσωμεν ἑαυτοὺς νῦν χωρὶς ὀδύνης, ἵνα μὴ δοκιμασθῶμεν τότε μετὰ ὀδύνης.  Ὅσα ἂν εἴπῃς, φησὶν,  ἐπίπονος  ὁ νόμος. Τί οὖν; ἀδύνατα  ἡμῖν  ὁ Θεὸς προστάττει; Οὔ φημι· ἐπιστομίζου, μὴ κατηγόρει τοῦ ∆εσπότου· οὐ γάρ ἐστιν ἀπολογίας τρόπος, ἀλλὰ ἁμαρτίας προσθήκη τῆς προτέρας χαλεπωτέρα.  Ὅτι δὲ τοῖς πολλοῖς  τῶν ἁμαρτανόντων  ἔθος  ἐπὶ  τὸν  ∆εσπότην  ἀφίειν  τὰ  ἐγκλήματα,  ἄκουσον.  Προσῆλθεν ἐκεῖνος ὁ τὰ πέντε τάλαντα  πιστευθεὶς, καὶ προσήνεγκεν ἄλλα πέντε· προσῆλθεν ὁ τὰ δύο  τάλαντα   πιστευθεὶς,  καὶ  προσήνεγκεν   ἄλλα  δύο·  προσῆλθεν   ὁ  τὸ  τάλαντον πιστευθεὶς, καὶ ἐπειδὴ ἄλλο  τάλαντον  προσενεγκεῖν  οὐκ εἶχεν,  ἀντὶ  ταλάντου κατηγορίαν   προσήνεγκε.  Πῶς  φησιν;  Ἔγνων  σε  ὅτι  σκληρὸς  εἶ.  Ὢ  ἀγνωμοσύνης οἰκέτου· οὐκ ἀρκεῖται  τῇ ἁμαρτίᾳ, ἀλλὰ  καὶ κατηγορίαν  εἰσάγει κατὰ τοῦ δεσπότου· Θερίζων  ὅπου  οὐκ  ἔσπειρας, καὶ  συνάγων  ὅθεν  οὐ  διεσκόρπισας. Οὕτω καὶ  ἐν  τῷ παρόντι βίῳ ὅσοι μηδὲν ἐργάζονται ἀγαθὸν, προσθήκην τῶν κακῶν ἑαυτῶν ποιοῦνται τὴν  κατηγορίαν  τοῦ  ∆εσπότου. Μὴ τοίνυν  κατηγόρει  τοῦ  ∆εσπότου· οὐκ  ἐπέταξεν ἀδύνατα. Βούλει μαθεῖν ὅτι οὐκ ἐπέταξεν ἀδύνατα; Πολλοὶ τὰ προστάγματα ὑπερβαίνουσιν,   οὐκ  ἂν  δὲ,  εἰ  ἀδύνατα   ἦν,  ὑπερέβησαν  ἐξ  οἰκείας  προαιρέσεως. Παρθενίαν οὐκ ἐπέταξε, καὶ κατορθοῦσι πολλοί· ἀκτημοσύνην οὐκ ἐπέταξε, καὶ πολλοὶ τὰ ἑαυτῶν ῥίπτουσι, διὰ τῶν ἔργων μαρτυροῦντες πολλὴν  εὐκολίαν  τοῖς τῆς ἐπιταγῆς νόμοις· οὐ γὰρ ἂν ὑπερέβησαν αὐτὰ, εἰ μὴ αὐτὰ τὰ ἐπιταγέντα  εὔκολα ἦν. Οὐκ ἐπέταξε παρθενίαν· ὁ μὲν γὰρ ἐπιτάξας παρθενίαν  ὑπὸ τὴν ἀνάγκην ἄγει τοῦ νόμου καὶ τὸν μὴ βουλόμενον· ὁ δὲ παραινέσας κύριον ἀφίησι τῆς αἱρέσεως τὸν ἀκροατήν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Περὶ δὲ τῶν παρθένων  ἐπιταγὴν  Κυρίου οὐκ ἔχω, γνώμην  δὲ δίδωμι. Ὁρᾷς οὐκ ἐπιταγὴν, ἀλλὰ συμβουλήν; ὁρᾷς οὐ πρόσταγμα, ἀλλὰ παραίνεσιν; Πολὺ δὲ τὸ μέσον· τὸ μὲν  γὰρ ἀνάγκης  ἐστὶν, τὸ δὲ προαιρέσεως. Οὐκ ἐπιτάσσω, φησὶν,  ἵνα  μὴ βαρήσω· παραινῶ καὶ συμβουλεύω, ἵνα ἐναγάγω. Οὕτω καὶ ὁ Χριστός· οὐκ εἶπε, Πάντες δὲ  παρθενεύετε·  εἰ  μὲν  γὰρ  ἐπέταξε  παρθενεύειν   ἅπαντας  καὶ  νόμον  ἐποίησε  τὸ πρόσταγμα, οὔτε κατορθώσας ἂν πολλῆς  ἀπέλαυσε τιμῆς ὅσης νῦν, καὶ ὁ παρακούσας τὴν ἐσχάτην ἂν ἔδωκε δίκην. Εἶδες πῶς ἡμῶν ὁ νομοθέτης  φείδεται; πῶς κήδεται τῆς ἡμετέρας σωτηρίας; Μὴ γὰρ οὐκ ἐδύνατο καὶ τοῦτο ἐπίταγμα ποιῆσαι, καὶ εἰπεῖν ὅτι Οἱ μὲν παρθενεύοντες  τιμάσθωσαν, οἱ δὲ μὴ παρθενεύοντες  κολαζέσθωσαν; Ἀλλ' ἐβάρει τὴν  φύσιν·  φείδεται  τῆς  φύσεως  τῆς  ἡμετέρας.  Ἀφῆκεν  ἔξω  τῶν  σταδίων,  ἀφῆκεν ἀνωτέρω   τῶν   ἀγώνων    τὴν   παρθενίαν,   ἵνα   καὶ   οἱ   κατορθοῦντες   τὴν   οἰκείαν μεγαλοψυχίαν  ἐπιδείξωνται,  καὶ οἱ μὴ κατορθοῦντες  τῆς συγγνώμης  ἀπολαύσωσι τοῦ ∆εσπότου. Οὕτω καὶ περὶ τῆς ἀκτημοσύνης  οὐκ ἐποίησε τὸ πρᾶγμα ἐπίταγμα.  Οὐ γὰρ ἁπλῶς εἶπε, Πώλησόν σου τὰ ὑπάρχοντα, ἀλλ', Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα. Ἐν τῇ βουλῇ κείσθω τῇ σῇ, κύριος ἔσο τῆς γνώμης· οὐκ ἀναγκάζω, οὐδὲ βαρῶ, ἀλλὰ κατορθώσαντα μὲν στεφανῶ, μὴ κατορθώσαντα δὲ οὐ κολάζω. Τὰ μὲν γὰρ  ἐξ  ἐπιταγῆς   γινόμενα   καὶ  ἐξ  ὀφειλῆς,   οὐ  τοσοῦτον  ἔχει  μισθόν·  τὰ  δὲ  ἐκ προαιρέσεως  καὶ  ἐξ οἰκείας  φιλοτιμίας  λαμπροὺς  ἔχει  τοὺς  στεφάνους.  Καὶ τούτων Παῦλον παράγω  μάρτυρα· Ἐὰν εὐαγγελίζωμαι,  φησὶν,  οὐκ ἔστι μοι καύχημα.  ∆ιὰ τί; Ἀνάγκη  γάρ μοι ἐπίκειται.  Οὐαὶ δέ μοί ἐστιν, ἐὰν  μὴ εὐαγγελίζωμαι.  Ὁρᾷς, ἐν  τοῖς νόμοις  ὁ  μὲν  κατορθώσας  οὐκ  ἔχει  πολὺν   μισθόν·  ἀνάγκη   γάρ  ἐστιν·  ὁ  δὲ  μὴ κατορθώσας ὑπεύθυνός  ἐστι τῇ κολάσει καὶ τῇ τιμωρίᾳ. Οὐαὶ γάρ μοι, φησὶν, ἐὰν μὴ εὐαγγελίζωμαι.  Ἐπὶ δὲ τῶν ἄλλων οὐχ οὕτως, ἐπὶ τῶν ἐκ προαιρέσεως, ἀλλὰ τί; Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος  ἀδάπανον  θήσω τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, εἰς τὸ μὴ  καταχρήσασθαι τῇ ἐξουσίᾳ μου. Ἐκεῖ νόμος ἦν, διὰ τοῦτο μισθὸν οὐκ εἶχε πολύν· τοῦτο δὲ προαιρέσεως ἦν, διὸ πολὺν ἔσχε τὸν μισθόν.

δʹ. Ταῦτά μοι πάντα οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τὸν νόμον τὸν θεῖον, ἵνα δείξω οὐκ ὄντα βαρὺν, οὐκ ὄντα φορτικὸν, οὐκ ὄντα ἐπίπονον οὐδὲ ἀδύνατον. Φέρε δὴ καὶ ἀπ' αὐτῶν τῶν τοῦ Χριστοῦ ῥημάτων αὐτὸ τοῦτο φανερὸν ποιήσωμεν· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι  αὐτῆς, ἤδη ἐμοίχευσεν  αὐτὴν  ἐν τῇ καρδίᾳ αὐτοῦ. Συνεῖδε καὶ ὁ Χριστὸς αὐτὸ τοῦτο, ὅτι μέλλουσι  πολλοὶ  τοῦ νόμου κατηγορεῖν  τὴν  δυσκολίαν· διὰ τοῦτο  αὐτὸν  οὐ  γυμνὸν  εἰσήνεγκεν,  οὐδὲ  ψιλὸν,  οὐδὲ  καθ'  ἑαυτὸν,  ἀλλὰ  καὶ  τοῦ παλαιοῦ  ἀναμιμνήσκει  νόμου,  ἀπὸ τῆς συγκρίσεως καὶ τὴν  εὐκολίαν  καὶ τὴν  αὐτοῦ φιλανθρωπίαν ἐνδεικνύμενος.  Πῶς δὲ, προσέχετε. Οὐκ εἶπε γὰρ ἁπλῶς,  Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ ἐνταῦθα προσέχετε μετὰ ἀκριβείας· ἀλλὰ πρότερον ἀνέμνησε τοῦ παλαιοῦ νόμου οὕτω λέγων· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέψας γυναῖκα  πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν  αὐτὴν  ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἶδες τοὺς δύο νόμους, τὸν παλαιὸν καὶ τὸν καινὸν, ὃν ἔθηκε Μωϋσῆς, καὶ ὃν εἰσάγει αὐτός; μᾶλλον  δὲ καὶ τοῦτον  αὐτὸς ἕθηκε·  καὶ γὰρ διὰ Μωϋσέως αὐτὸς ἐλάλησε. Καὶ πόθεν δῆλον  ὅτι κἀκεῖνον  αὐτὸς ἔθηκεν; Οὐκ ἀπὸ Ἰωάννου,  οὐδὲ ἀπὸ τῶν  ἀποστόλων  τὴν μαρτυρίαν παρέξομαι· πρὸς γὰρ Ἰουδαίους μοι νῦν ὁ ἀγών· ἀλλ' ἀπὸ τῶν προφητῶν οἷς δοκοῦσι πιστεύειν, ἀπ' αὐτῶν ἀποδείξω, ὅτι καὶ Παλαιὰ καὶ Καινὴ νομοθέτην  ἕνα ἔχει. Τί οὖν ὁ Ἱερεμίας φησί; ∆ιαθήσομαι ὑμῖν  διαθήκην  καινήν.  Εἶδες καὶ τῆς Καινῆς τὸ ὄνομα ἐν τῇ Παλαιᾷ; εἶδες καὶ τὴν προσηγορίαν πρὸ τοσούτων διαλάμπουσαν χρόνων; ∆ιαθήσομαι  ὑμῖν  διαθήκην  καινήν.  Ἀλλὰ  πόθεν  δῆλον  ὅτι  καὶ  τὴν  Παλαιὰν  αὐτὸς ἔδωκεν; Εἰπὼν, ὅτι ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, ἐπήγαγεν, Οὐ κατὰ τὴν διαθήκην ἣν  διεθέμην  τοῖς  πατράσιν  ὑμῶν.  Ναί·  ἀλλ' οὔπω  τὸ  πρᾶγμα  ἀπεδείξαμεν· δεῖ  γὰρ ἅπαντα τὰ ἀντικρούοντα  παραγαγεῖν  εἰς μέσον καὶ δῆλα ποιεῖν, ἵνα πάντοθεν  ὁ λόγος ἡμῖν ἐκκαθαίρηται,  καὶ μηδὲ τοῖς ἀναισχυντοῦσι  καταλείπηται  πρόφασις. ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. ∆ιέθετο διαθήκην  πρὸς τὸν Νῶε, ἡνίκα ὁ κατακλυσμὸς ἐγένετο,  βουλόμενος  ἡμᾶς ἀπαλλάξαι τῶν  φόβων,  ἵνα  μὴ  δὴ  κατακλυσμὸν  βλέποντες,  καὶ  ὄμβρον  ὁρῶντες  ἀεὶ, καὶ  τὴν πανωλεθρίαν ἐκείνην  προσδοκῶμεν  ἔσεσθαι· διὰ  τοῦτο,  φησὶ, ∆ιαθήσομαι  διαθήκην μετὰ σοῦ, καὶ μετὰ πάσης σαρκός. ∆ιέθετο πάλιν  πρὸς τὸν Ἀβραὰμ διαθήκην  τὴν τῆς περιτομῆς· διέθετο διαθήκην  διὰ Μωϋσέως τὴν καὶ πᾶσι γνώριμον.  Εἶπεν ὁ Ἱερεμίας·
∆ιαθήσομαι ὑμῖν διαθήκην  καινὴν,  οὐ κατὰ τὴν διαθήκην  ἣν διεθέμην  τοῖς πατράσιν ὑμῶν. Εἰπὲ, ποίοις πατράσι; καὶ γὰρ ὁ Νῶε πατὴρ ἦν, καὶ ὁ Ἀβραὰμ πατὴρ ἦν· ποίοις οὖν λέγει πατράσι; τὸ γὰρ ἀδιόριστον τοῦ προσώπου σύγχυσιν ποιεῖ. Ἐνταῦθα προσέχετε· Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ἵνα γὰρ μὴ λέγῃς ὅτι τὴν ἐπὶ Νῶε λέγει,  ἵνα  μὴ λέγῃς  ὅτι  τὴν  ἐπὶ  τοῦ  Ἀβραὰμ λέγει,  αὐτοῦ  τοῦ  χρόνου  λοιπὸν  τῶν διαθηκῶν  ἐμνημόνευσεν  οὕτως· εἰπὼν  γὰρ, ὅτι ∆ιαθήσομαι ὑμῖν δια θήκην, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐπήγαγε καὶ τὸν χρόνον· Ἐν ἡμέρᾳ ἐπιλαβομένου  μου τῆς χειρὸς αὐτῶν  ἐξαγαγεῖν  αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Εἶδες ὁ τοῦ καιροῦ  διορισμὸς  πόσην  ἐποίησε  τὴν   σαφήνειαν;   Οὐκέτι  λοιπὸν   οὐδὲ  Ἰουδαῖος ἀντιλέγει· ἀναμνήσθητι τοῦ χρόνου, καὶ λάβε τὴν νομοθεσίαν· Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν. ∆ιὰ τί δὲ καὶ τὸν τρόπον λέγει τῆς ἐξόδου; Ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν  ἐξαγαγεῖν  αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Ἵνα πατρικὴν  δείξῃ φιλοστοργίαν, οὐχ  ὡς  δούλους  ἐξήγαγεν,  ἀλλ'  ὡς  παιδίον  λαβὼν  πατὴρ,  οὕτως  ἀπήλλαξεν,  οὐκ ὄπισθεν  βαδίζειν  κελεύων  ὥσπερ οἰκέτην,  ἀλλ' ὡς  υἱὸν  εὐγενῆ  καὶ ἐλεύθερον,  τῆς δεξιᾶς λαβόμενος, οὕτως ἐξήγαγεν. Εἶδες δύο διαθηκῶν ἕνα νομοθέτην; Οὐκοῦν λοιπὸν ἐπειδὴ τῶν ἀγώνων  ἀπηλλάγημεν,  καὶ ἀπὸ τῆς Καινῆς δείξω σοι τοῦτο, ἵνα εἰδῇς τὴν συμφωνίαν   τῶν   διαθηκῶν.   Εἶδες  τὴν   προφητείαν   διὰ  τῶν   ῥημάτων;   μάθε  τὴν προφητείαν  καὶ διὰ τῶν τύπων, εἰ καὶ διὰ τοῦτο πάλιν  ἀσαφές ἐστιν, τί ποτέ ἐστι διὰ τύπου προφητεία,  καὶ τί ποτέ ἐστι διὰ λόγου προφητεία· οὐκοῦν ἐν βραχεῖ καὶ τοῦτο ποιήσω σαφές. Ἡ προφητεία  ἡ διὰ τοῦ τύπου ἡ διὰ πραγμάτων  ἐστὶ προφητεία,  ἡ δὲ ἄλλη προφητεία  ἡ διὰ τῶν ῥημάτων  ἐστὶ προφητεία· τοὺς μὲν γὰρ συνετωτέρους  διὰ τῶν λόγων ἔπειθε, τοὺς δὲ ἀναισθητοτέρους καὶ διὰ τῆς τῶν πραγμάτων ὄψεως ἐπληροφόρει. Ἐπειδὴ γὰρ πρᾶγμα ἕμελλεν ἐκβήσεσθαι μέγα, καὶ ὁ Θεὸς σάρκα ἔμελλεν ἀναλαμβάνειν·  ἐπειδὴ ἡ γῆ οὐρανὸς ἔμελλεν ἔσεσθαι, καὶ ἡ ἡμετέρα φύσις πρὸς τὴν τῶν ἀγγέλων  εὐγένειαν ἀνάγεσθαι· ἐπειδὴ ὑπερέβαινεν ἐλπίδα καὶ προσδοκίαν ὁ λόγος τῶν μελλόντων  ἐκβήσεσθαι  ἀγαθῶν,  ἵνα  μὴ  τὸ  καινὸν  καὶ  παράδοξον  ἀθρόως  φανὲν θορυβήσῃ τοὺς τότε ὁρῶντας, καὶ ἀκούοντας, ἄνωθεν  προετύπωσε διὰ πραγμάτων  καὶ διὰ ῥημάτων ἐθίζων ἡμῶν τὴν ἀκοὴν καὶ τὴν ὄψιν, καὶ τὸ μέλλον ἐκβήσεσθαι παρασκευάζων. Τοῦτο δὲ ἦν ὅπερ ἐλέγομεν, τί ἐστιν ἡ διὰ τύπου προφητεία, καὶ τί ἐστιν  ἡ  διὰ  λόγου  προφητεία·  ἡ  μὲν  διὰ  πραγμάτων,   ἡ  δὲ  διὰ  ῥημάτων.  Εἴπω  σοι  διὰ πράγματος προφητείαν  καὶ διὰ ῥήματος εἰς αὐτόν; Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον  τοῦ κείροντος αὐτόν. Τοῦτο διὰ ῥήματος προφητεία. Ὅτε γὰρ τὸν Ἰσαὰκ ἀνήνεγκεν  ὁ Ἀβραὰμ,τότε πρόβατον ἰδὼν ἐκκρεμάμενον  ἐκ τῶν κεράτων, πρὸς τὴν θυσίαν ἤγαγεν ἔργῳ, καθάπερ ἐν τύπῳ προαναφωνῶν ἡμῖν τὸ σωτήριον πάθος.

εʹ. Ὅπερ οὖν ἔλεγον, βούλει σοι δείξω τὰς δύο διαθήκας ταύτας διὰ τῶν ἔργων; Ὥσπερ εἶδες τὸ πρόβατον ἐν τῷ ῥήματι, μάνθανε καὶ ἐν τῷ πράγματι. Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι. Καλῶς εἶπε, Θέλοντες εἶναι· οὐ γὰρ ἦσαν· εἰ γὰρ ἦσαν ὑπὸ νόμον, οὐκ ἂν ἦσαν ὑπὸ νόμον.  Τάχα αἴνιγμά  ἐστι τὸ λεγόμενον.  Ὁ γὰρ νόμος  τῷ  Χριστῷ παρέπεμπε τοὺς προσέχοντας· ὁ τὸν διδάσκαλον ἀτιμάζων, ἀγνοεῖ καὶ τὸν παιδαγωγόν. ∆ιὸ, φησὶ,  Λέγετέ μοι  οἱ  ὑπὸ  νόμον  θέλοντες  εἶναι,  τὸν  νόμον  οὐκ  ἀκούετε,  ὅτι  ὁ Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας, ἅτινά ἐστιν ἀλληγορούμενα. Εἶδες διὰ τοῦ  πράγματος προφητείαν; Τὸ γὰρ γυναῖκας ἔχειν οὐ ῥῆμα, ἀλλὰ πρᾶγμα· καὶ δούλην  καὶ ἐλευθέραν  ἔδειξά σοι διὰ τῶν  ῥημάτων, ὅτι δύο διαθηκῶν  εἷς ἐστι νομοθέτης· μάνθανε καὶ διὰ τῶν τύπων τὸ αὐτὸ τοῦτο. Ἀβραὰμ δύο γυναῖκας ἔσχεν· αὗται δέ εἰσι δύο διαθῆκαι, καὶ εἷς νομοθέτης· ὥσπερ ἐκεῖ πρόβατον καὶ πρόβατον, τὸ μὲν ἐν ῥήματι, τὸ δὲ ἐν πράγματι, πολλὴ δὲ καὶ τῶν ἔργων καὶ τῶν λόγων ἡ συμφωνία· οὕτω καὶ ἐνταῦθα  διαθῆκαι δύο, καὶ ταύτας ὁ μὲν Ἱερεμίας διὰ ῥήματος προεῖπεν, ὁ δὲ Ἀβραὰμ διὰ τῶν ἔργων ἐτύπωσεν ἐν τῷ δύο γυναῖκας ἔχειν. Ὥσπερ γὰρ εἷς ἀνὴρ καὶ δύο γυναῖκες, οὕτως εἷς νομοθέτης καὶ δύο διαθῆκαι. Ἀλλ' ὅπερ ἔλεγον, καὶ δι' ὃ  πάντα  ταῦτα  κεκίνηται·  οὐδὲ  γὰρ  χρὴ  τῆς  ὑποθέσεως  ἐκπεσεῖν·  Ὁ ἐμβλέψας γυναῖκα  πρὸς τὸ ἐπιθυμῆσαι  αὐτῆς, ἤδη ἐμοίχευσεν  αὐτὴν  ἐν τῇ καρδίᾳ αὐτοῦ. Ναί· ἀλλὰ, δι' ὃ ταῦτα πάντα ἐκινήσαμεν, τίνος ἕνεκεν αὐτοῖς παλαιὸν ἀναγινώσκει  νόμον; λέγει  γὰρ  αὐτοῖς· Ἠκούσατε  ὅτι  ἐῤῥέθη  τοῖς  ἀρχαίοις,  Οὐ μοιχεύσεις.  Συνεῖδεν  ὅτι δύσκολόν ἐστι τὸ ἐπίταγμα, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων.    Πολλὰ   γὰρ   καὶ   φύσει   εὔκολα   ὄντα   δυσκατόρθωτα   γίνεται,   ὅταν ῥᾳθυμῶμεν·  ὥσπερ οὖν  καὶ δύσκολα ὄντα,  κοῦφα  καὶ  ῥᾷστα γίνεται  σπουδαζόντων ἡμῶν.  Οὐ γὰρ ἐν  τῇ φύσει τῶν  πραγμάτων  ἡ δυσκολία, ἀλλ' ἐν  τῇ προαιρέσει τῶν μετιόντων. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς δῆλον ἐντεῦθεν· τὸ μέλι φύσιν ἔχει γλυκεῖαν καὶ ἡδίστην, ἀλλὰ τοῖς νοσοῦσι καὶ πικρόν ἐστι καὶ ἀηδὲς, ἀλλ' οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀῤῥωστίαν ἐκείνων· οὕτω καὶ ὁ νόμος ἂν δοκῇ φορτικὸς εἶναι, οὐ παρὰ τὴν  οἰκείαν  φύσιν,  ἀλλὰ  παρὰ τὴν  ἡμετέραν  ῥᾳθυμίαν.  Οὐ πολύς  μοι πόνος  δεῖξαι εὔκολον ὄντα, ἵνα κατορθωθῇ· τὸ γὰρ δύσκολον αὐτὸν ποιοῦν τὸ ἕτερον ἦν εἰπεῖν. Νῦν μὲν γὰρ λέγει, Φύγε τὴν ὄψιν τῆς γυναικὸς, ἀπόστηθι τῆς ἀσελγείας· τὸ δὲ χαλεπὸν  τὸ ἐναντίον  ἦν εἰπεῖν· Καταμάνθανε τὰς γυναῖκας, περιεργάζου τὰ κάλλη τὰ ἀλλότρια, καὶ οὕτω  τῆς  ἐπιθυμίας  κράτει.  Τοῦτο δὴ  δύσκολον  ἦν· τὸ  δὲ  εἰπεῖν  αὐτὸν,  Φύγε τὴν κάμινον, ἀπόστηθι τοῦ πυρὸς, μὴ προσεγγίσῃς τῇ φλογὶ, ἵνα μείνῃς ἀσινὴς, πολλὴν ἔχει τὴν εὐκολίαν· κατὰ φύσιν γάρ ἐστι τὸ ἐπίταγμα. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Τίνος οὖν ἕνεκεν  ἡμᾶς ὑπομιμνήσκει  τοῦ παλαιοῦ  νόμου, ἕτερον μέλλων εἰσάγειν; Ἵνα ἀπὸ τῆς συγκρίσεως μάθῃς, ὅτι οὐκ ἔστι μάχη τούτου κἀκείνου· ὅταν γὰρ σύγκρισις ᾖ, τότε φανερωτέρα ἡ κρίσις γίνεται. Ἐπειδὴ γὰρ ἔμελλον ἐγκαλεῖν τινες, ὅτι ἀντινομοθετῶν ταῦτα λέγει· Ἰδοὺ, φησὶν, ἑκατέρους παράλληλα  τίθεμαι τοὺς νόμους· δοκίμασον καὶ μάθε τὴν συμφωνίαν· οὐ τούτου δὲ μόνον, ἀλλ' ἵνα δείξῃ καὶ εὔκολον ὄντα, καὶ εὐκαίρως εἰσαγόμενον. ∆ιὰ τοῦτό φησιν, Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· τοσοῦτον χρόνον  ἐμελετήσατε τὸν παλαιὸν  νόμον. Ὥσπερ διδάσκαλος  πρὸς παιδίον λέγων ὀκνηρὸν τοῖς πάλαι βουλόμενον ἐνδιατρίβειν ἔτι μαθήμασιν, ἐπὶ τὰ ὑψηλότερα   ἀναγαγεῖν   θέλων   λέγει,   Ἐννόησον   πόσον  χρόνον   τὸ  μάθημα  τοῦτο κατέσχες·  οὕτω  καὶ  ὁ  Χριστὸς ἀναμιμνήσκων,   ὅτι  πολὺν  χρόνον  ἐμελέτησαν,  καὶ κατέσχον  τὸν παλαιὸν  νόμον,  καὶ καιρὸς λοιπὸν  πρὸς τὸν ὑψηλότερον  ἀνελθεῖν,  εἰς  τήν ποτε αὐτοὺς νομοθεσίαν τῶν πατέρων ἀνήγαγε λέγων, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Ἐκεῖνο τοῖς ἀρχαίοις ἐῤῥέθη, Ἐγὼ δὲ λέγω ὑμῖν. Εἰ μὲν γὰρ τοῖς ἀρχαίοις ἔλεγεν, εἰκότως ἤσχαλλες, ὅτε ἀτελέστερον ὑμῶν ἡ φύσις διέκειτο· ὅτε δὲ ἐπέδωκεν ἡ φύσις, ὅτε τελειοτέρα γέγονε, καὶ διδαγμάτων  τελειοτέρων  λοιπὸν καιρός. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος τῆς νομοθεσίας, ἵνα μή τις τὴν ἐπίτασιν ὁρῶν τῆς φιλοσοφίας ὀκνῇ καὶ ἀναδύηται, φησὶν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πλείονά με ἀπαιτεῖς τὸν πόνον; διὰ τί; οὐχὶ τῆς αὐτῆς κοινωνῶ  φύσεως ἐκείνοις, οὐχὶ ἄνθρωπός εἰμι καθάπερ ἐκεῖνοι; Ἵνα μὴ ταῦτα λέγωσι, τίνος ἕνεκεν ἐπέτεινεν  ἡμῖν τοὺς πόνους; τίνος ἕνεκεν μείζονα ἔθηκε τὰ σκάμματα; προανεῖλε τὴν ἀντίθεσιν εἰπὼν τὴν βασιλείαν τῶν οὐρανῶν· Μείζονα, φησὶ, φέρω τὰ ἔπαθλα· εἰπὼν τοὺς πόνους, εἰπὼν τοὺς ἀγῶνας, εἰπὼν  τὴν  ἐπίτασιν  τῆς  νομοθεσίας,  ἐμνημόνευσε  καὶ  τῶν  ἐπάθλων.   Οὐ γὰρ  τὴν Παλαιστίνην ὑμῖν δέδωκα, φησὶν, οὐδὲ τὴν γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀλλ' αὐτὸν ὑμῖν κομίζω τὸν οὐρανόν. Οὐκ ἐν τῷ μισθῷ δὲ τῶν κατορθωμάτων  πλεονεκτοῦμεν  μόνον, ἀλλὰ καὶ ἐν παραβάσει τῶν ἁμαρτημάτων μείζονα τὴν κόλασιν ὑπομένομεν. Ὥσπερ γὰρ οἱ πρὸ τοῦ  νόμου  πραοτέραν  διδόασι τιμωρίαν  τῶν  ἐν  τῷ  νόμῳ· Ὅσοι γὰρ, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, τουτέστιν, οὐκ ἔχουσι τὸν νόμον κατήγορον, ἀλλ'   ἀπὸ   τῆς   φύσεως   αὐτῆς   οἴσω   τὴν   ψῆφον,   φησὶ,   μεταξὺ   τῶν   λογισμῶν κατηγορούντων,  ἢ καὶ ἀπολογουμένων·  οὕτω τῶν ἐν τῷ νόμῳ πταισάντων  οἱ ἐπὶ τῆς χάριτος  ἁμαρτάνοντες   ἀφορητοτέραν   ὑποστήσονται  τὴν  κόλασιν.  Καὶ τούτων   τὴν διαφορὰν   οὕτως   ἔδειξεν   ὁ  Παῦλος  εἰπὼν,   Ἀθετήσας  τις  νόμον   Μωσέως,  χωρὶς οἰκτιρμῶν  ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας   ὁ  τὸν  Υἱὸν  τοῦ  Θεοῦ  καταπατήσας,  καὶ  τὸ  αἷμα  τῆς  διαθήκης   κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Ὁρᾷς ἐπὶ τῆς χάριτος μείζονα τὴν τιμωρίαν,   ὥσπερ  οὖν  καὶ  τὰ  ἔπαθλα  μείζονα;  Ἀλλ'  ἐπειδὴ  τῶν  μυστηρίων  ὑμᾶς ἀνέμνησα τῶν φρικωδεστάτων  καὶ πνευματικῶν,  παρακαλῶ καὶ ἀντιβολῶ  καὶ δέομαι καὶ μετὰ πάσης ἀξιῶ σπουδῆς, ὥστε πᾶσαν ἁμαρτίαν ἀποθεμένους  οὕτω προσιέναι τῇ φρικτῇ ταύτῃ τραπέζῃ. Εἰρήνην γὰρ, φησὶ, διώκετε μετὰ πάντων,  καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς  οὐδεὶς  ὄψεται  τὸν  Κύριον. Ὁ  δὲ  τὸν  Κύριον οὐκ  ὢν  ἄξιος  ἰδεῖν,  οὐδὲ  τῆς κοινωνίας  ἄξιός ἐστι τοῦ σώματος τοῦ δεσποτικοῦ. ∆ιὰ τοῦτό φησιν ὁ Παῦλος, Ἕκαστος δὲ δοκιμαζέτω  ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Οὐκ ἀπεκάλυψε τὸ ἕλκος, οὐκ εἰς κοινὸν θέατρον ἤγαγε τὴν κατηγορίαν, οὐ περιέστησε μάρτυρας τῶν πλημμελημάτων· ἔνδον ἐν τῷ συνειδότι, μηδενὸς παρόντος πλὴν τοῦ τὰ πάντα ὁρῶντος Θεοῦ, ποιοῦ τὴν κρίσιν, καὶ τῶν ἡμαρτημένων  τὴν ἐξέτασιν, καὶ πάντα τὸν  βίον ἀναλογιζόμενος  ὑπὸ τοῦ νοῦ τὸ κριτήριον  ἄγε τὰ ἁμαρτήματα· διόρθου τὰ πλημμελήματα,  καὶ οὕτω μετὰ καθαροῦ τοῦ συνειδότος τῆς ἱερᾶς ἅπτου τραπέζης, καὶ τῆς ἁγίας  μέτεχε  θυσίας. Ταῦτα  ἔχοντες  ἐν νῷ, καὶ τῶν  περὶ ἀκολασίας ἡμῖν εἰρημένων  μεμνημένοι,  καὶ ὅση κεῖται τιμωρία  τοῖς ἁπλῶς  καὶ ἀκολάστως ὁρῶσι τὰς τῶν  γυναικῶν  ὄψεις, καὶ πρὸ τῆς γεέννης  τοῦ Θεοῦ τὸν φόβον  καὶ τὴν  ἀγάπην  πρὸ ὀφθαλμῶν  ἔχοντες, πανταχόθεν  ἑαυτοὺς καθαίροντες, οὕτω καὶ προσίωμεν τοῖς ἱεροῖς μυστηρίοις, ἵνα μὴ εἰς κρῖμα  καὶ κατάκριμα, ἀλλ' εἰς σωτηρίαν καὶ ὑγίειαν ψυχῆς,εἰς παῤῥησίαν διηνεκῆ τῆς σωτηρίας ταύτης ἀπολάβωμεν,  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |