ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ἕνεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος·

Δευτέρα 20 Ιουνίου 2016

Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ἕνεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος·




Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 49

Ὁμιλία βʹ.  Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ἕνεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος· καὶ ὅτι οὐδὲν ἡμᾶς βλάπτει ἡ τούτου πονηρία ἐὰν προσέχωμεν· καὶ περὶ μετανοίας.

αʹ. Ὁ μὲν Ἰσαὰκ ἐπιθυμήσας ποτὲ ἄριστον ἐκ τῶν χειρῶν τοῦ παιδὸς φαγεῖν, τὸν παῖδα εἰς τὴν θήραν ἐξέπεμψεν  ἐκ τῆς οἰκίας· οὗτος δὲ ὁ Ἰσαὰκ ἐπιθυμήσας ἄριστον ἐκ τῶν ἡμετέρων  χειρῶν  λαβεῖν,  οὐχ  ἡμᾶς  ἐξέπεμψεν  ἐκ τῆς  οἰκίας,  ἀλλ' αὐτὸς  πρὸς  τὴν ἡμετέραν ἔδραμε τράπεζαν. Τί τούτου φιλοστοργότερον  γένοιτ' ἄν; τί δὲ ταπεινότερον; ὃς  οὕτω   θερμὴν   ἐπιδείξασθαι   τὴν   ἀγάπην   κατηξίωσε,   καὶ  τοσοῦτον   καταβῆναι ἠνέσχετο. ∆ιά τοι τοῦτο καὶ ἡμεῖς καὶ τὸν τόνον τῆς φωνῆς καὶ τὴν δύναμιν τῶν ποδῶν καταβαλόντες   ἀπὸ  τῆς  ἑωθινῆς   διαλέξεως,   ἰδόντες   τὴν   πατρικὴν   ὄψιν,   εὐθέως ἐπελαθόμεθα  τῆς ἀσθενείας, ἀπεθέμεθα  τὸν  ὄκνον,  ἀνεπτερώθημεν  ὑπὸ τῆς ἡδονῆς, εἴδομεν τὴν λαμπρὰν πολιὰν, καὶ φωτὸς ἐνεπλήσθη ἡμῶν ἡ ψυχή. ∆ιὰ τοῦτο καὶ μετὰ προθυμίας τὴν τράπεζαν παρατιθέμεθα, ἵνα φαγὼν  εὐλογήσῃ ἡμᾶς. Οὐκ ἔστιν ἐνταῦθα κλοπὴ  καὶ  δόλος,  καθάπερ  ἐκεῖ  τότε·  ἕτερος  μὲν  ἐπετάγη  εἰσενεγκεῖν,   ἕτερος  δὲ εἰσήνεγκεν· ἀλλ' ἐγὼ καὶ ἐπετάγην  εἰσενεγκεῖν, καὶ εἰσήνεγκα.


 Εὐλόγησον δὴ ἡμᾶς, ὦ πάτερ, εὐλογίαν πνευματικὴν, καὶ ἣν πάντες εὐχόμεθα λαβεῖν ἀεὶ, καὶ τὴν οὐ σοὶ μόνον, ἀλλὰ  καὶ ἐμοὶ καὶ τούτοις  πᾶσι χρησίμην·  παρακάλεσον  τὸν  κοινὸν  ἡμῶν  ἁπάντων ∆εσπότην, εἰς τὸ μακρὸν γῆρας τοῦ Ἰσαὰκ τὴν ζωὴν  τὴν σὴν ἐξαγαγεῖν.  Τοῦτο γὰρ καὶ ἐμοὶ καὶ τούτοις τῆς δρόσου τοῦ οὐρανοῦ καὶ τῆς πιότητος τῆς γῆς τιμιώτερον καὶ ἀναγκαιότερον. Ἀλλὰ γὰρ ὥρα λοιπὸν παραθεῖναι τὴν τράπεζαν· τίς οὖν ἐστιν αὕτη; Τὰ λείψανα τῶν πρώην εἰρημένων πρὸς τὴν ὑμετέραν ἀγάπην· ἔτι γὰρ, ἔτι τὸν περὶ τοῦ διαβόλου  λόγον  ἀνακινοῦμεν,  ὃν  πρὸ τούτων  τῶν  δύο ἡμερῶν  ἐκινήσαμεν·  ὃν  καὶ ἕωθεν   πρὸς  τοὺς   μυσταγωγουμένους   εἴπαμεν,   ὅτε  περὶ  ἀποταγῆς   καὶ  συνταγῆς διελεγόμεθα  τούτοις.  Ποιοῦμεν δὲ τοῦτο  οὐκ ἐπειδὴ  ἡδὺς ἡμῖν  ὁ περὶ τοῦ διαβόλου λόγος,  ἀλλ'  ἐπειδὴ  ἀσφαλὴς  ὑμῖν  ἡ  περὶ  τούτου  διδασκαλία·  ἐχθρὸς  γάρ  ἐστι  καὶ πολέμιος· μεγάλη δὲ ἀσφάλεια τὰ τῶν ἐχθρῶν εἰδέναι σαφῶς. Εἰρήκαμεν πρώην, ὅτι βίᾳ οὐ κρατεῖ, οὐδὲ τυραννίδι,  οὐδὲ ἀναγκάζων,  οὐδὲ βιαζόμενος· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἂν ἀπώλεσε. Καὶ τούτου  τεκμήριον  παρηγάγομεν  τοὺς χοίρους, ὧν  οὐκ ἠδυνήθησαν κατατολμῆσαι οἱ δαίμονες πρὸ τῆς ἐπιτροπῆς τοῦ ∆εσπότου· τὰ βουκόλια τοῦ Ἰὼβ καὶ τὰ ποίμνια· οὐδὲ γὰρ ταῦτα διαφθεῖραι  ἐτόλμησεν ὁ διάβολος, ἕως ἄνωθεν  τὴν ἐξουσίαν ἔλαβεν.  Ἓν τοίνυν  τοῦτο  πρῶτον  ἐμάθομεν,  ὅτι βίᾳ ἡμῶν  οὐ κρατεῖ, οὐδὲ ἀνάγκῃ· δεύτερον  μετ'  ἐκεῖνο  προσεθήκαμεν,  ὅτι  καὶ  ἀπάτῃ  κρατῶν,  οὐδὲ  οὕτω  πάντων περιγίνεται·  καὶ πάλιν  αὐτὸν  τὸν ἀθλητὴν  εἰς μέσον παρηγάγομεν  τὸν Ἰὼβ, καθ' οὗ μυρία κινήσας μηχανήματα, οὐδὲ οὕτω περιεγένετο, ἀλλὰ καὶ ἡττηθεὶς ἀνεχώρησεν. Ἓν ὑπολείπεται ζήτημα λοιπόν. Ποῖον  δὴ τοῦτο; Ὅτι εἰ καὶ μὴ βίᾳ, φησὶ, κρατεῖ, ἀλλ' ἀπάτῃ· καὶ διὰ τοῦτο βέλτιον ἦν αὐτὸν ἀφανισθῆναι. Εἰ γὰρ καὶ περιεγένετο ὁ Ἰὼβ, ἀλλ' ἠπατήθη  ὁ Ἀδὰμκαὶ ὑπεσκελίσθη· εἰ δὲ ἀνῃρέθη  ἐκ μέσου καθάπαξ, οὐδὲ ὁ Ἀδὰμ ἂν ὑπεσκελίσθη ποτέ· νῦν  δὲ μένων  ἡττᾶται  μὲν ὑφ' ἑνὸς, περιγίνεται  δὲ πολλῶν·  δέκα αὐτοῦ κρατοῦσιν, ἀλλὰ μυρίων αὐτὸς κρατεῖ καὶ καταγωνίζεται·  εἰ δὲ ἀνεῖλεν αὐτὸν ἐκ τοῦ μέσου, οὐκ ἂν οὐδὲ οἱ μύριοι ἀπώλοντο.  Τί οὖν πρὸς τοῦτο ἐροῦμεν; Ὅτι μάλιστα μὲν πολὺ τιμιώτεροι τῶν ἡττωμένων οἱ κρατοῦντες, κἂν οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ὦσι. Κρείσσων γὰρ εἷς, φησὶ, ποιῶν θέλημα Θεοῦ, ἢ μύριοι παράνομοι. ∆εύτερον δὲ ὅτι ἀναιρεθέντος  τοῦ ἀνταγωνιστοῦ,  αὐτὸς ὁ κρατῶν ἐπηρεάζεται δι' ἐκείνου. Ἂν μὲν γὰρ ἀφῇς μένειν  τὸν ἀντίπαλον,  οἱ ῥᾳθυμότεροι οὐχὶ διὰ τοὺς σπουδαιοτέρους, ἀλλὰ διὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν ἐπηρεάζονται· ἂν δὲ ἀνέλῃς τὸν ἀνταγωνιστὴν,  οἱ σπουδαιότεροι διὰ τοὺς ῥᾳθύμους ἐπεβουλεύθησαν,  καὶ τὴν  οἰκείαν  οὐκ ἐπεδείξαντο  δύναμιν,  οὐδὲ τῶν στεφάνων ἐπέτυχον.


βʹ. Τάχα οὐδέπω συνήκατε τὸ λεχθέν·  οὐκοῦν ἀνάγκη  σαφέστερον αὐτὸ πάλιν εἰπεῖν·  Ἔστω ἀνταγωνιστὴς  εἷς· ἔστωσαν δὲ καὶ ἀθληταὶ  δύο πρὸς ἐκεῖνον  παλαίειν μέλλοντες, καὶ τούτων τῶν δύο ἀθλητῶν  ὁ μὲν ὑπὸ γαστριμαργίας ἔστω διεφθαρμένος, ἠμελημένος, ἐξῃσθενημένος, ἐκνενευρισμένος, ἕτερος δὲ σπουδάζων, εὐεκτῶν, ἐν παλαίστρᾳ διατρίβων, ἐν γυμνασίοις πολλοῖς, πᾶσαν τὴν ἄσκησιν τὴν περὶ τὴν ἄθλησιν ἐπιδεικνύμενος·  ἂν τοίνυν  ἀνέλῃς τὸν ἀνταγωνιστὴν, τίνι ἐπηρέασας τούτων; ἆρα τῷ ῥᾳθύμῳ καὶ ἀμελεῖ, ἢ τῷ σπουδαίῳ τῷ τοσαῦτα πεπονηκότι; Εὔδηλον ὅτι τῷ σπουδαίῳ· ὁ μὲν γὰρ διὰ τὸν ῥᾴθυμον  ἠδίκηται  ἀναιρεθέντος  τοῦ ἀνταγωνιστοῦ·  ὁ δὲ ῥᾴθυμος μένοντος τούτου οὐκ ἔτι διὰ τὸν σπουδαῖον ἐπηρέασται· ἀπὸ γὰρ τῆς οἰκείας ῥᾳθυμίας κατέπεσεν. Εἴπω καὶ ἑτέραν λύσιν τοῦ ζητήματος τούτου, ἵνα μάθῃς, ὅτι οὐχ ὁ διάβολος ἐπηρεάζει, ἀλλ' ἡ οἰκεία ῥᾳθυμία πανταχοῦ ὑποσκελίζει τοὺς μὴ προσέχοντας. Ἀφείσθω ὁ διάβολος ὁ σφόδρα πονηρὸς οὐ φύσει, ἀλλὰ προαιρέσει καὶ γνώμῃ· ὅτι γὰρ οὐκ ἔστι φύσει πονηρὸς ὁ διάβολος, ἀπ' αὐτῶν  τῶν ὀνομάτων  μάνθανε· διάβολος γὰρ ἀπὸ τοῦ διαβάλλειν  εἴρηται· διέβαλε γὰρ τὸν ἄνθρωπον  πρὸς τὸν Θεόν· Οὐχὶ δωρεὰν σέβεταί σε Ἰὼβ, λέγων· ἀλλ' ἀπόστειλον  τὴν χεῖρά σου, καὶ ἅψαι ὧν ἔχει· εἰ μὴ εἰς πρόσωπόν σε βλασφημήσει. ∆ιέβαλε πάλιν τὸν Θεὸν πρὸς τὸν ἄνθρωπον· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, λέγων,  καὶ κατέφλεγε  τὰ πρόβατα· ἐσπούδαζε γὰρ αὐτὸν  πεῖσαι, ὅτι ἄνωθεν  ἐκ τῶν οὐρανῶν ὁ πόλεμος οὗτος ἀνεῤῥιπίσθη, καὶ συνέκρουσε τὸν οἰκέτην πρὸς τὸν δεσπότην, καὶ τὸν δεσπότην πρὸς τὸν δοῦλον· μᾶλλον  δὲ οὐ συνέκρουσεν, ἀλλ' ἐπεχείρησε μὲν, οὐκ ἴσχυσε δὲ ἵν' ὅταν  ἴδῃς ἕτερον  συγκρουόμενον  οἰκέτην  πρὸς τὸν  δεσπότην, τὸν Ἀδὰμ πρὸς τὸν Θεὸν, καὶ πιστεύοντα αὐτοῦ τῇ διαβολῇ, μάθῃς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας  δυνάμεως,  ἀλλ'  ἀπὸ τῆς  ἐκείνου  ῥᾳθυμίας  τε καὶ ἀμελείας  τὴν  ἰσχὺν  ἔλαβε.∆ιάβολος τοίνυν διὰ τοῦτο εἴρηται· τὸ διαβάλλειν δὲ καὶ μὴ διαβάλλειν οὐ φύσις ἐστὶν, ἀλλὰ  πρᾶγμα  γιγνόμενον  καὶ  ἀπογιγνόμενον, συμβαῖνον  καὶ  ἀποσυμβαῖνον·  τὰ  δὲ τοιαῦτα οὐ φύσεως ἐπέχει τάξιν οὐδὲ οὐσίας. Οἶδα ὅτι πολλοῖς δυσκατάληπτος ὁ λόγος οὗτος ὁ περὶ τῆς οὐσίας καὶ τῶν συμβεβηκότων· ἀλλ' εἰσὶν οἱ καὶ λεπτότερον  ἀκούειν δυνάμενοι· διόπερ καὶ ἡμεῖς ταῦτα εἰρήκαμεν. Βούλεσθε καὶ ἐφ' ἕτερον ὄνομα ἔλθω; καὶ ὄψεσθε κἀκεῖνο  οὐ τῆς  οὐσίας οὐδὲ τῆς  φύσεως  ὄνομα  ὄν. Πονηρὸς καλεῖται,  ἡ δὲ πονηρία οὐ φύσεώς ἐστιν, ἀλλὰ προαιρέσεως· καὶ γὰρ καὶ αὕτη ποτὲ μὲν ἐγγίνεται, ποτὲ δὲ ἀπογίνεται.  Μὴ γὰρ δὴ τοῦτό μοι εἴπῃς, ὅτι ἐπ' ἐκείνου διαπαντὸς μένει· καὶ γὰρ καὶ ἐπ' ἐκείνου οὐκ ἐξ ἀρχῆς ἦν, ἀλλὰ μετὰ ταῦτα ἐπεγένετο,  διὸ καὶ ἀποστάτης λέγεται· καίτοι   πολλῶν   ἀνθρώπων   ὄντων   πονηρῶν,   μόνος  ἐκεῖνος   πονηρὸς  κατ'  ἐξοχὴν λέγεται. Τί δήποτε οὖν οὕτω καλεῖται; Ὅτι οὐδὲν παρ' ἡμῶν ἠδικημένος, οὐ μικρὸν, οὐ μέγα  ἐγκαλεῖν  ἔχων,  ἰδὼν  τιμηθέντα  τὸν  ἄνθρωπον,  εὐθέως  ἐβάσκηνεν  αὐτοῦ  τοῖς ἀγαθοῖς. Ταύτης οὖν τῆς πονηρίας τί γένοιτ' ἂν χεῖρον, ἀλλ' ἢ ὅταν ἔχθρα καὶ πολέμος ᾖ μηδεμίαν  εὔλογον  αἰτίαν  ἔχων; Ἀφείσθω  τοίνυν  ὁ διάβολος,  καὶ  παραγάγωμεν  εἰς μέσον τὴν κτίσιν, ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος ἡμῖν αἴτιος τῶν κακῶν, ἐὰν θέλωμεν προσέχειν· ἵνα μάθῃς, ὅτι ὁ ἀσθενὴς τὴν προαίρεσιν καὶ ἠμελημένος  καὶ ῥᾴθυμος, καὶ διαβόλου οὐκ ὄντος καταπίπτει  καὶ εἰς βάραθρα πολλὰ κακίας ἑαυτὸν καταβάλλει.  Ὁ διάβολος  πονηρός  ἐστιν· οἶδα  κἀγὼ,  καὶ ὡμολόγηται  τοῦτο  παρὰ πᾶσιν, ἀλλὰ  μετὰ ἀκριβείας πρόσεχε τοῖς μέλλουσι ῥηθήσεσθαι νῦν. Οὐ γὰρ τὰ τυχόντα  ἐστὶν, ἀλλ' ὑπὲρ ὧν πολλαχοῦ πολλοῖς πολλάκις γίνονται  λόγοι, ὑπὲρ ὧν πολλὴ μάχη καὶ πόλεμος οὐχὶ πιστοῖς πρὸς ἀπίστους μόνον, ἀλλὰ καὶ πιστοῖς πρὸς πιστούς· τοῦτο γάρ ἐστι τὸ ὀδύνης γέμον.


γʹ. Ὁ μὲν οὖν διάβολος ὡμολόγηται,  καθὼς ἔφην, πονηρὸς εἶναι παρὰ πᾶσι· τί περὶ τῆς κτίσεως ἐροῦμεν τῆς καλῆς ταύτης καὶ θαυμαστῆς; ἢ καὶ ἡ κτίσις πονηρά; Καὶ τίς οὕτω μιαρὸς, τίς οὕτως ἀναίσθητος καὶ παραπλὴξ ὡς κατηγορῆσαι τῆς κτίσεως; Τί οὖν περὶ ταύτης ἐροῦμεν; Οὐ γάρ ἐστι πονηρὰ, ἀλλὰ καὶ καλὴ καὶ δεῖγμα τῆς τοῦ Θεοῦ σοφίας καὶ δυνάμεως  καὶ φιλανθρωπίας ἐστίν. Ἄκουσον γοῦν πῶς αὐτὴν ὁ προφήτης θαυμάζει, λέγων· Ὡς ἐμεγαλύνθη  τὰ ἔργα σου, Κύριε! πάντα  ἐν  σοφίᾳ ἐποίησας· οὐ καθέκαστον ἐπεξῆλθεν, ἀλλὰ παρεχώρησε τῷ ἀκαταλήπτῳ τῆς σοφίας τοῦ Θεοῦ. Ὅτι δὲ καὶ χρησίμως αὐτὴν οὕτω καλὴν καὶ μεγάλην ἐποίησεν, ἄκουσόν τινος λέγοντος, ὅτι Ἐκ μεγέθους   καὶ  καλλονῆς   κτισμάτων   ἀναλόγως   ὁ  γενεσιουργὸς   αὐτῶν   θεωρεῖται· ἄκουσον καὶ τοῦ Παύλου λέγοντος· Τὰ γὰρ ἀόρατα αὐτοῦ  ἀπὸ κτίσεως  κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Τούτων γὰρ ἕκαστος ᾐνίξατο δι' ὧν εἶπεν, ὅτι αὕτη πρὸς θεογνωσίαν ἡμᾶς  χειραγωγεῖ· ὅτι αὕτη ποιεῖ ἐπιγινώσκειν  τὸν ∆εσπότην. Τί οὖν, ἐὰν  ἴδωμεν  τὴν  καλὴν  ταύτην  καὶ  θαυμαστὴν,  αὐτὴν  γενομένην   ἀσεβείας  αἰτίαν πολλοῖς, αἰτιασόμεθα αὐτήν; Οὐδαμῶς, ἀλλ' ἐκείνους τοὺς μὴ χρησαμένους εἰς δέον τῷ φαρμάκῳ.   Ποῦ   οὖν   ἀσεβείας   αἰτία   αὕτη   ἡ   χειραγωγοῦσα    πρὸς   θεογνωσίαν;
Ἐσκοτίσθησαν, φησὶν, ἐν τοῖς διαλογισμοῖς αὐτῶν οἱ φιλόσοφοι, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Οὐδαμοῦ διάβολος ἐνταῦθα, οὐδαμοῦ δαίμων ἐνταῦθα,  ἀλλὰ  κτίσις εἰς τὸ μέσον πρόκειται  μόνη διδάσκαλος  τῆς θεογνωσίας.  Πῶς γοῦν γέγονεν  ἀσεβείας αἰτία; Οὐ παρὰ τὴν ἑαυτῆς φύσιν, ἀλλὰ παρὰ τὴν ἀμέλειαν τῶν μὴ προσεχόντων.  Τί οὖν; ἀναιρήσομεν καὶ τὴν κτίσιν, εἰπέ μοι; Καὶ τί λέγω  περὶ τῆς κτίσεως; Ἐπὶ τὰ μέλη  ἔλθωμεν  τὰ ἡμέτερα· καὶ γὰρ καὶ ταῦτα  εὑρήσομεν ἀπωλείας αἴτια, ἐὰν μὴ προσέχωμεν,  οὐ παρὰ τὴν  οἰκείαν  δὲ φύσιν,  ἀλλὰ  παρὰ τὴν  ἡμετέραν ῥᾳθυμίαν. Σκόπει δέ· Ὀφθαλμὸς ἐδόθη, ἵνα βλέπων  τὴν κτίσιν δοξάζῃς τὸν ∆εσπότην· ἀλλ' ἐὰν  μὴ καλῶς  χρήσῃ τῷ  ὀφθαλμῷ,  μοιχείας  σοι γίνεται  πρόξενος·  γλῶττα  δὲ ἐδόθη, ἵνα εὐφημῇς, ἵνα ὑμνῇς τὸν Ποιητήν· ἀλλ' ἐὰν μὴ καλῶς προσέχῃς, βλασφημίας σοι γίνεται αἰτία· χεῖρες δὲ ἐδόθησαν, ἵνα ἀνατείνῃς αὐτὰς εἰς εὐχάς· ἀλλ' ἐὰν μὴ νήφῃς, εἰς πλεονεξίαν  αὐτὰς ἐκτείνεις·  πόδες ἐδόθησαν, ἵνα τρέχῃς  εἰς καλὰ ἔργα· ἀλλ' ἐὰν ἀμελῇς, τὰς πονηρὰς δι' αὐτῶν ἕξεις πράξεις. Ὁρᾷς ὅτι τὸν ἀσθενῆ πάντα βλάπτει; ὁρᾷς ὅτι τὸν ἀσθενῆ καὶ τὰ φάρμακα τὰ σωτήρια εἰς θάνατον ἐμβάλλει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τὴν ἐκείνου; Ἐποίησεν οὐρανὸν ὁ Θεὸς, ἵνα θαυμάσας τὸ ἔργον  προσκυνήσῃς τὸν  ∆εσπότην· ἀλλ' ἕτεροι τὸν  Ποιητὴν  ἀφέντες,  αὐτὸν  τὸν οὐρανὸν  προσεκύνησαν· ταῦτα δὲ ἀπὸ τῆς ἐκείνων  ῥᾳθυμίας τε καὶ ἀνοίας.  Ἀλλὰ τί λέγω κτίσιν; Καὶ μὴν τί τοῦ σταυροῦ σωτηριωδέστερον γένοιτ' ἄν; ἀλλ' ὁ σταυρὸς οὗτος σκάνδαλον τοῖς ἀσθενοῦσι γέγονεν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία  ἐστὶ,  τοῖς  δὲ  σωζομένοις   δύναμις   Θεοῦ·  καὶ  πάλιν·   Κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν. Τί τοῦ Παύλου διδασκαλικώτερον   γένοιτ'  ἂν  καὶ  τῶν  ἀποστόλων;  ἀλλ'  οἱ  ἀπόστολοι  οὗτοι  ὀσμὴ θανάτου  τοῖς πολλοῖς  ἐγένοντο· φησὶ γοῦν· Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωήν. Ὁρᾷς ὅτι ὁ μὲν ἀσθενὴς καὶ ἀπὸ τοῦ Παύλου βλάπτεται,  ὁ δὲ ἰσχυρὸς οὐδὲ ἀπὸ τοῦ διαβόλου ἀδικεῖται;


δʹ. Βούλει καὶ ἐπὶ τοῦ Χριστοῦ τὸν λόγον γυμνάζωμεν; Τί τῆς σωτηρίας ἐκείνης ἴσον; τί τῆς παρουσίας ἐκείνης χρησιμώτερον; ἀλλ' αὕτη ἡ παρουσία ἡ σωτηριώδης, ἡ χρησίμη, πολλοῖς προσθήκη κολάσεως γέγονεν· Εἰς κρῖμα γὰρ, φησὶν, ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον,  ἵνα οἱ μὴ βλέποντες  βλέψωσι, καὶ οἱ βλέποντες  τυφλοὶ  γένωνται.  Τί λέγεις; τὸ φῶς πηρώσεως αἴτιον γέγονεν; Οὐ τὸ φῶς πηρώσεως αἴτιον γέγονεν, ἀλλ' ἡ ἀσθένεια τῶν ὀφθαλμῶν  τῆς ψυχῆς τὸ φῶς ὑποδέξασθαι οὐκ ἴσχυσεν. Εἶδες ὅτι ἀσθενὴς πάντοθεν  βλάπτεται,  ὁ δὲ ἰσχυρὸς πάντοθεν  ὠφελεῖται;  Πανταχοῦ  γὰρ ἡ προαίρεσις αἰτία, πανταχοῦ  ἡ γνώμη  κυρία· ἐπεὶ ὁ διάβολος, εἰ βούλει μαθεῖν, καὶ χρήσιμος ἡμῖν ἐστιν, ἐὰν εἰς δέον αὐτῷ χρώμεθα, καὶ τὰ μεγάλα ἡμᾶς ὠφελεῖ, καὶ κερδαίνομεν οὐ τὰ τυχόντα Καὶ τοῦτο  ἐδείξαμεν πολλοστὸν καὶ ἀπὸ τοῦ Ἰώβ· ἔξεστι δὲ καὶ ἀπὸ τοῦ Παύλου  μαθεῖν·  περὶ  γὰρ  τοῦ  πεπορνευκότος   γράφων   οὕτω  λέγει·  Παράδοτε  τὸν τοιοῦτον  τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Ἰδοὺ καὶ σωτηρίας αἴτιος ὁ διάβολος γέγονεν, ἀλλ' οὐ παρὰ τὴν αὐτοῦ γνώμην, ἀλλὰ παρὰ τὴν τέχνην τοῦ Ἀποστόλου. Καθάπερ γὰρ οἱ ἰατροὶ ἐχίδνας λαμβάνοντες  καὶ τὰ ὀλέθρια αὐτῶν ἀποτέμνοντες   μέλη,  τὰ  θηριακὰ  κατασκευάζουσι  φάρμακα·  οὕτω   καὶ  ὁ  Παῦλος ἐποίησεν· ὅσον χρήσιμον  ἦν  ἀπὸ τῆς κολάσεως  τῆς  ἐπαγομένης  παρὰ τοῦ διαβόλου λαβὼν, τὸ λοιπὸν εἴασεν. Ἵνα γὰρ μάθῃς, ὅτι οὐχ ὁ διάβολος τῆς σωτηρίας αἴτιος, ἀλλ' ἀπολέσαι τὸν ἄνθρωπον  καὶ καταπιεῖν ἠπείγετο, ὁ δὲ Ἀπόστολος διὰ τῆς αὑτοῦ σοφίας τὴν λαίμην ἐνέκοψεν, ἄκουσον ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους Ἐπιστολῇ τί φησι περὶ αὐτοῦ τοῦ πεπορνευκότος·  Κυρώσατε εἰς αὐτὸν ἀγάπην, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, καὶ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· προεξαρπάσωμεν τῆς φάρυγγος  τοῦ  θηρίου  τὸν  ἄνθρωπον,  φησίν.  Ὡς γὰρ  δημίῳ  πολλάκις  ἐχρήσατο  τῷ διαβόλῳ  ὁ Ἀπόστολος· οἱ δὲ δήμιοι  κολάζουσι  μὲν  τοὺς ἡμαρτηκότας,  οὐ μὴν  ὅσον βούλονται, ἀλλ' ὅσον οἱ δικάζοντες ἐπιτρέπουσιν· οὗτος γὰρ δημίου νόμος, τῷ νεύματι τοῦ δικαστοῦ προσέχοντα τιμωρεῖσθαι.  Εἶδες εἰς ὅσον ἀξίωμα ἀνέβη ὁ Ἀπόστολος; Ὁ σῶμαπερικείμενος  τῷ ἀσωμάτῳ ὡς δημίῳ ἐχρήσατο, καὶ ὅπερ ὁ κοινὸς ∆εσπότης λέγει τῷ  διαβόλῳ  περὶ τοῦ Ἰὼβ, παραγγέλλων οὕτως,  Ἅψαι  τῆς  σαρκὸς αὐτοῦ, πλὴν  τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ, ὅρους αὐτῷ διδοὺς καὶ μέτρα τιμωριῶν,  ἵνα μὴ προπετὲς ὂν τὸ θηρίον ἀναισχυντότερον  ἐπιπηδήσῃ, τοῦτο καὶ ὁ Ἀπόστολος ποιεῖ· παραδοὺς γὰρ αὐτῷ τὸν πεπορνευκότα, φησίν· Εἰς ὄλεθρον τῆς σαρκός· τοῦτ' ἔστι, Τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ. Εἶδες  αὐθεντίαν    οἰκέτου;   Μὴ  τοίνυν   φοβοῦ   τὸν   διάβολον,   κἂν   ἀσώματος   ᾖ· προσέκρουσε γάρ· οὐδὲν δὲ τοῦ προσκεκρουκότος ἀσθενέστερον, κἂν μὴ σῶμα περικείμενος  ᾖ·  ὥσπερ  οὖν  οὐδὲν  τοῦ  παῤῥησίαν  ἔχοντος  ἰσχυρότερον,  κἂν  σῶμα περιφέρῃ θνητόν.εʹ. Ταῦτά μοι πάντα εἴρηται νῦν, οὐχ ἵνα τὸν διάβολον ἐγκλημάτων  ἀπαλλάξω, ἀλλ'  ἵνα  ὑμᾶς  ἐλευθερώσω  τῆς  ῥᾳθυμίας.  Καὶ γὰρ  σφόδρα  βούλεται  ἐκεῖνος  τῶν ἡμετέρων ἁμαρτημάτων ἐπ' αὐτὸν ἄγειν τὴν αἰτίαν, ἵνα ταύταις ταῖς ἐλπίσι τρεφόμενοι, καὶ πᾶν εἶδος κακίας ἐπιόντες, πολλὴν  αὐξήσωμεν καθ' ἑαυτῶν τὴν κόλασιν, οὐδεμιᾶς τυγχάνοντες συγγνώμης  ἀπὸ τοῦ μετατιθέναι  ἐπ' αὐτὸν τὴν αἰτίαν· ὥσπερ οὖν οὐδὲ ἡ Εὔα ἔτυχεν.  Ἀλλ' ἡμεῖς  μὴ τοῦτο  ποιῶμεν,  ἀλλ' ἐπιγνῶμεν   ἑαυτοὺς,  ἐπιγνῶμεν   τὰ τραύματα· οὕτω γὰρ καὶ τὰ φάρμακα ἐπιθεῖναι  δυνησόμεθα· ὁ γὰρ τὴν νόσον ἀγνοῶν οὐδεμίαν  ποιήσεται τῆς ἀῤῥωστίας ἐπιμέλειαν.  Ἡμάρτομεν πολλά· οἶδα κἀγώ· πάντες γάρ   ἐσμεν   ἐν   ἐπιτιμίοις·   ἀλλ'  οὐκ  ἀπεστερήμεθα   συγγνώμης,   οὐδὲ   ἐξεπέσομεν μετανοίας· ἔτι γὰρ ἐν τῷ σκάμματι ἑστήκαμεν, καὶ ἐν τοῖς ἀγῶσι τῆς μετανοίας ἐσμέν. Γέρων  εἶ   καὶ   πρὸς   τὴν   ἐσχάτην   ἀπήντηκας   ἔξοδον;  Μὴ  νομίσῃς   μηδὲ   οὕτως ἐκπεπτωκέναι   μετανοίας,   μηδὲ  ἀπο   γνῷς   τῆς  σωτηρίας  τῆς  ἑαυτοῦ,  ἀλλ' ἐννόησον  τὸν  λῃστὴν  τὸν  ἐν  τῷ  σταυρῷ  ἐλευθερωθέντα.  Τί γὰρ τῆς  ὥρας  ἐκείνης βραχύτερον, καθ' ἣν ἐστεφανοῦτο; ἀλλ' ὅμως ἤρκεσεν αὐτῷ καὶ αὕτη πρὸς σωτηρίαν. Νέος εἶ; μὴ θαρσήσῃς τῇ νεότητι, μηδὲ νομίσῃς ἱκανὴν  ἔχειν προθεσμίαν τῆς ζωῆς· Ἡ γὰρ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. ∆ιὰ τοῦτο ἄδηλον ἡμῶν ἐποίησε τὴν τελευτὴν, ἵνα δήλην ποιησώμεθα τὴν σπουδὴν καὶ τὴν πρόνοιαν. Οὐχ ὁρᾷς ἀώρους καθ' ἑκάστην ἡμέραν ἀναρπαζομένους; διὰ τοῦτο παραινεῖ τις· Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, μηδὲ ἀναβάλλου  ἡμέραν  ἐξ ἡμέρας, μή ποτε, ὡς  μέλλεις,  ἐκτριβῇς. Ὁ γέρων  ἐκείνην  ἐχέτω  τὴν  παραίνεσιν·  ὁ νέος  ταύτην  ἐχέτω  τὴν  νουθεσίαν.  Ἀλλ' ἐν ἀσφαλείᾳ  εἶ,  καὶ  πλουτεῖς,  καὶ  κομᾷς  χρήμασι,  καὶ  οὐδέν  σοι γίνεται  δεινόν; ἀλλ' ἄκουσον τί φησιν ὁ Παῦλος· Ὅταν δὲ λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος. Πολλῆς γέμει μεταβολῆς τὰ πράγματα· οὐκ ἐσμὲν κύριοι τῆς τελευτῆς· γενώμεθα  κύριοι τῆς ἀρετῆς· φιλάνθρωπός ἐστιν ὁ ∆εσπότης ἡμῶν Χριστός. Βούλεσθε εἴπω καὶ μετανοίας  ὁδούς; Πολλαί τινές εἰσι καὶ ποικίλαι  καὶ διάφοροι, καὶ πᾶσαι  πρὸς  τὸν   οὐρανὸν   φέρουσιν.   Ἔστι  πρώτη   μετανοίας   ὁδὸς  ἁμαρτημάτων κατάγνωσις· Λέγε γὰρ σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· διὸ καὶ ὁ προφήτης ἔφη·  Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ  τὴν  ἀνομίαν  μου  τῷ  Κυρίῳ, καὶ  σὺ ἀφῆκας  τὴν ἀσέβειαν τῆς καρδίας μου. Κατάγνωθι τοίνυν καὶ σὺ τῶν ἡμαρτημένων· ἀρκεῖ τοῦτο τῷ ∆εσπότῃ πρὸς ἀπολογίαν· ὁ γὰρ καταγνοὺς  τῶν ἡμαρτημένων,  ὀκνηρότερός ἐστι πρὸς τὸ τοῖς αὐτοῖς πάλιν περιπεσεῖν. Κίνησον τὸν κατήγορον ἔνδον τὸ σὸν συνειδὸς, ἵνα μὴ ἐκεῖ κατήγορον ἔχῃς ἐπὶ τοῦ βήματος τοῦ Κυρίου. Μία μὲν οὖν μετανοίας ὁδὸς, ἀρίστη αὕτη· ἔστι δὲ καὶ ἑτέρα ταύτης οὐκ ἐλάττων, τὸ μὴ μνησικακεῖν τοῖς ἐχθροῖς, τὸ κρατεῖν ὀργῆς, τὸ ἀφιέναι τὰ συνδουλικὰ ἁμαρτήματα· οὕτω γὰρ ἡμῖν ἀφεθήσεται καὶ τὰ εἰς τὸν ∆εσπότην  γεγενημένα·  ἰδοὺ καὶ δεύτερον  ἁμαρτημάτων  καθάρσιον· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ὀφειλέταις  ὑμῶν,  καὶ ὁ Πατὴρ ὑμῶν  ὁ οὐράνιος  ἀφήσει ὑμῖν. Βούλει καὶ τρίτην  μαθεῖν  μετανοίας  ὁδόν; Εὐχὴ ζέουσα καὶ ἀκριβὴς, καὶ ἀπὸ βαθυτάτης  καρδίας τοῦτο ποιεῖν. Οὐκ εἶδες ἐκείνην τὴν χήραν, πῶς τὸν ἀναίσχυντον  δικαστὴν ἐπεσπάσατο; Σὺ δὲ ἥμερον ἔχεις ∆εσπότην καὶ προσηνῆ καὶ φιλάνθρω  πον· ἐκείνη κατ' ἐχθρῶν ᾔτει, σὺ δὲ οὐ κατ' ἐχθρῶν αἰτεῖς, ἀλλ' ὑπὲρ τῆς σεαυτοῦ σωτηρίας. Εἰ δὲ καὶ τετάρτην θέλεις μαθεῖν, τὴν ἐλεημοσύνην  ἐρῶ· πολλὴν  γὰρ δύναμιν  αὕτη ἔχει, καὶ ἄφατον· καὶ γὰρ τῷ Ναβουχοδονόσορ εἰς πᾶν εἶδος κακίας ἐλθόντι,  καὶ πᾶσαν ἀσέβειαν ἐπελθόντι, φησὶν ὁ ∆ανιήλ· Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι  καὶ  τὰς  ἀνομίας  σου ἐν  οἰκτιρμοῖς  πενήτων.  Τί γένοιτο  ταύτης  ἴσον  τῆς φιλανθρωπίας; Μετὰ μυρία ἁμαρτήματα, μετὰ τοσαύτας παρανομίας ἐπαγγέλλεται καταλλάττεσθαι τῷ προσκεκρουκότι, εἰ τοῖς συνδούλοις φιλανθρωπεύσεται τοῖς αὐτοῦ. Καὶ τὸ μετριάζειν  δὲ καὶ ταπεινοφρονεῖν τῶν  εἰρημένων  ἁπάντων  οὐχ ἧττον δαπανᾷ ἁμαρτημάτων φύσιν· καὶ μάρτυς ὁ τελώνης, κατορθώματα μὲν οὐκ ἔχων εἰπεῖν, ἀντὶ δὲ πάντων    τὴν    ταπεινοφροσύνην    προσφέρων,    καὶ   τὸ   βαρὺ   τῶν    ἁμαρτημάτων ἀποτιθέμενος φορτίον. Ἰδοὺ πέντε μετανοίας ὁδοὺς ἐδείξαμεν, πρώτην τὴν κατάγνωσιν τῶν ἡμαρτημένων,  δευτέραν τὸ ἀφεῖναι  τοῖς πλησίον τὰ ἁμαρτήματα, τρίτην τὴν ἀπὸ τῆς εὐχῆς γιγνομένην, τετάρτην τὴν ἀπὸ τῆς ἐλεημοσύνης, πέμπτην τὴν ἀπὸ τῆς ταπεινοφροσύνης.   Μὴ  τοίνυν   ἄργει,  ἀλλὰ  πάσας  ταύτας  καθ'  ἑκάστην  ὅδευε  τὴν ἡμέραν· καὶ γὰρ εὔκολοι αἱ ὁδοὶ, καὶ οὐκ ἔχεις προβαλέσθαι πενίαν· ἀλλὰ κἂν ἁπάντων πτωχότερον   βιοῖς,  καὶ  ὀργὴν  ἀφεῖναι   καὶ  ταπεινοφρονῆσαι   δυνήσῃ,  καὶ  εὔξασθαι ἐκτενῶς, καὶ καταγνῶναι τῶν ἡμαρτημένων, καὶ οὐδαμοῦ κώλυμα ἡ πενία γίνεται. Καὶ τί λέγω ἐνταῦθα, ὅπου οὐδὲ ἐν ἐκείνῃ τῇ ὁδῷ τῆς μετανοίας, ἐν ᾗ χρήματα καταβαλεῖν ἔστι τὴν  ἐλεημοσύνην  λέγω,  οὐδὲ ἐκεῖ  κωλύει  τι  πρὸς ἐντολὴν  ἡμᾶς  ἡ πενία;  Καὶ ἐδήλωσεν  ἡ  τὰ  δύο  λεπτὰ  καταβαλοῦσα  χήρα.  Μαθόντες  οὖν  τὴν  θεραπείαν  τῶν ἡμετέρων   τραυμάτων,   συνεχῆ   ταῦτα   ἐπιθῶμεν   τὰ   φάρμακα,   ἵνα   πρὸς   ὑγίειαν ἐπανελθόντες τὴν  ἀληθῆ, καὶ τῆς ἱερᾶς τραπέζης μετὰ παῤῥησίας ἀπολαύσωμεν,  καὶ μετὰ  πολλῆς  δόξης  ἀπαντήσωμεν  τῷ  βασιλεῖ  τῆς  δόξης  Χριστῷ, καὶ  τῶν  αἰωνίων ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι καὶ οἰκτιρμοῖς  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁμιλία γʹ.Ὅτι ἐκ ῥᾳθυμίας ἡ κακία, καὶ ἀπὸ σπουδῆς ἡ ἀρετὴ, καὶ οὐδὲν οὔτε οἱ ἄνθρωποι πονηροὶ, οὔτε αὐτὸς ὁ διάβολος τὸν νήφοντα παραβλάψαι δύναται· καὶ ἡ ἀπόδειξις ἄλλοθέν τε πολλαχόθεν, καὶ ἐκ τῶν κατὰ τὸν Ἀδὰμ καὶ τὸν Ἰώβ.

αʹ. Ἡμεῖς μὲν πρὸ τῆς χθὲς ἡμέρας τοὺς περὶ τοῦ διαβόλου λόγους πρὸς τὴν ἀγάπην ἐκινοῦμεν  τὴν ὑμετέραν· ἕτεροι δὲ πρὸ τῆς χθὲς ἡμέρας, λόγων  κινουμένων ἐνταῦθα τοιούτων, ἐν τοῖς θεάτροις καθήμενοι, τοῦ διαβόλου τὴν πομπὴν ἐθεώρουν· ᾀσμά  των μετεῖχον  ἐκεῖνοι πορνικῶν,  ὑμεῖς ἀκροαμάτων ἐκοινωνεῖτε  πνευματικῶν·  ἤσθιον ἐκεῖνοι τὴν ἀκαθαρσίαν τὴν διαβολικὴν, ἐσιτεῖσθε ὑμεῖς τὸ μύρον τὸ πνευματικόν.  Τίς ἄρα αὐτοὺς ἀπεβουκόλησε; τίς ἄρα αὐτοὺς ἀπέσχισε τῆς ποίμνης τῆς ἱερᾶς; Ἆρα  κἀκείνους ὁ διάβολος ἠπάτησε; πῶς οὖν ὑμᾶς οὐκ ἠπάτησεν; Οἱ αὐτοὶ ἄνθρωποι  ὑμεῖς κἀκεῖνοι, κατὰ τὴν φύσιν λέγω· τὴν αὐτὴν ἔχετε ψυχὴν ὑμεῖς κἀκεῖνοι, τὰς αὐτὰς ἔχετε ἐπιθυμίας τὰς παρὰ τῆς φύσεως· πῶς οὖν οὐκ ἐν τοῖς αὐτοῖς ὑμεῖς κἀκεῖνοι; Ἐπειδὴ αἱ προαιρέσεις οὐχ αἱ αὐταὶ ὑμῖν κἀκείνοις· διὰ τοῦτο ἐκεῖνοι μὲν ἐν ἀπάτῃ, ὑμεῖς δὲ ἐκτὸς τῆς ἀπάτης. Οὐ πάλιν  τὸν διάβολον  ἀπαλλάττων ἐγκλημάτων  ταῦτα λέγω, ἀλλ' ὑμᾶς ἁμαρτημάτων  ἐλευθερῶσαι  σπουδάζων.  Πονηρὸς  ὁ  διάβολος,  ὁμολογῶ  κἀγὼ,  ἀλλ' ἑαυτῷ  πονηρὸς,  οὐχ  ἡμῖν,  ἂν  νήφωμεν·  τοιαύτη   γὰρ  τῆς  κακίας  ἡ  φύσις·  τοῖς κεκτημένοις  ἐστὶν  ὀλεθρία  μόνοις,  ἡ  δὲ  ἀρετὴ  τοὐναντίον·   οὐχὶ  τοὺς  κεκτημένους μόνον, ἀλλὰ καὶ τοὺς πλησίον ὠφελεῖν  δύναται. Καὶ ἵνα μάθῃς, ὅτι ὁ μὲν κακὸς ἑαυτῷ κακὸς, ὁ δὲ ἀγαθὸς, καὶ ἑτέροις ἀγαθὸς, μαρτυρίαν  σοι παρέχω  παροιμιώδη.  Τέκνον, φησὶν, ἐὰν κακὸς γένῃ, μόνος ἀντλήσεις τὰ κακά· ἐὰν δὲ σοφὸς, ἑαυτῷ καὶ τῷ πλησίον. Ἠπατήθησαν  ἐν τοῖς θεάτροις, ἀλλ' ὑμεῖς οὐκ ἠπατήθητε.  Μεγίστη αὕτη πραγμάτων ἀπόδειξις, ἔλεγχος σαφὴς καὶ λογισμὸς ἀναμφισβήτητος  τοῦ πανταχοῦ  τὴν προαίρεσιν εἶναι  κυρίαν.  Τούτῳ  δὴ  καὶ  αὐτὸς  κέχρησο  τῷ  τρόπῳ  τῆς  ἀποδείξεως·  κἂν  ἴδῃς ἄνθρωπον  ἐν πονηρίᾳ ζῶντα  καὶ πᾶσαν κακίαν ἐπιδεικνύμενον,  εἶτα αἰτιώμενον  τοῦ Θεοῦ τὴν  πρόνοιαν  καὶ  λέγοντα,  ὅτι  τύχης  καὶ  εἱμαρμένης  ἀνάγκῃ  καὶ  δαιμόνων τυραννίδι   τὴν  ἡμετέραν  ἐξέδωκε  φύσιν,  καὶ  πάντοθεν  τὴν  αἰτίαν  ἀφ'  ἑαυτοῦ  μὲν ἀπάγοντα, ἐπὶ δὲ τὸν δημιουργὸν καὶ τοῦδε τοῦ παντὸς προνοοῦντα μεταφέροντα, ἀπόφραξον αὐτοῦ τὸ στόμα, μὴ λόγῳ, ἀλλ' ἔργῳ, ἐπιδείξας σύνδουλον ἕτερον ἐν ἀρετῇ καὶ ἐπιεικείᾳ  ζῶντα. Οὐ χρεία λόγων  μακρῶν, οὐ χρεία κατασκευῆς συμπεπλεγμένης, οὐδὲ συλλογισμῶν· διὰ τῶν ἔργων ἡ ἀπόδειξις γίνεται· εἰπὲ πρὸς αὐτόν· Καὶ σὺ δοῦλος, κἀκεῖνος δοῦλος· καὶ σὺ ἄνθρωπος, κἀκεῖνος ἄνθρωπος· τὸν αὐτὸν κόσμον οἰκεῖς, ὑπὸ τὸν  αὐτὸν  οὐρανὸν  τὰς αὐτὰς τρέφῃ  τροφάς· πῶς σὺ μὲν ἐν πονηρίᾳ, ἐκεῖνος  δὲ ἐν ἀρετῇ; ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς ἀφῆκε τοὺς πονηροὺς τοῖς ἀγαθοῖς ἀναμεμίχθαι,  καὶ οὐκ ἄλλην μὲν τοῖς πονηροῖς ἔδωκε γῆν, εἰς ἑτέραν δὲ τοὺς ἀγαθοὺς οἰκουμένην ἀπῴκισεν, ἀλλὰ   ἀνέμιξε   τούτους   ἐκείνοις,   πολὺ   τὸ  χρήσιμον   ἐργαζόμενος.   Οἱ  γὰρ  ἀγαθοὶ δοκιμώτεροι  φαίνονται,  ἐν μέσῳ τῶν  κωλυόντων αὐτοὺς ὀρθῶς ζῇν καὶ πρὸς κακίαν ἑλκόντων  ὄντες καὶ τῆς ἀρετῆς ἀντιλαμβανόμενοι. ∆εῖ γὰρ, φησὶ, καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ  γένωνται  ἐν ὑμῖν. Οὐκοῦν καὶ διὰ τοῦτο τοὺς πονηροὺς ἀφῆκεν εἶναι ἐν τῷ μέσῳ, ἵνα οἱ ἀγαθοὶ διαλάμπωσι μᾶλλον. Ὁρᾷς τὸ κέρδος ὅσον; Ἀλλ' οὐ παρὰ τῶν πονηρῶν  τὸ κέρδος, ἀλλὰ παρὰ τῆς ἀνδρείας τῶν ἀγαθῶν. ∆ιὰ τοῦτο καὶ τὸν Νῶε θαυμάζομεν, οὐχ ὅτι δίκαιος ἦν, οὐδὲ ὅτι τέλειος  ἦν μόνον,  ἀλλ'  ὅτι ἐν τῇ γενεᾷ ἐκείνῃ τῇ διεστραμμένῃ καὶ πονηρᾷ διέσωσε τὴν ἀρετὴν, ὅτε οὐκ εἶχε παράδειγμα ἀρετῆς, ὅτε πάντες  πρὸς πονηρίαν  αὐτὸν παρεκάλουν·  καὶ πᾶσαν ἀπ' ἐναντίας  ἦλθεν ἐκείνοις, καθάπερ τις ὁδίτης πολλῷ πλήθει ῥύμῃ φερομένῳ τὴν ἐναντίαν  ὁδεύων ὁδόν.
∆ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπε, Νῶε δίκαιος, τέλειος, ἀλλὰ προσέθηκεν, ἐν τῇ γενεᾷ αὐτοῦ, ἐν τῇ διεστραμμένῃ, ἐν τῇ ἀπεγνωσμένῃ, ὅτε οὐδὲν ἐμπόρευμα ἦν ἀρετῆς. Τοῖς μὲν οὖν ἀγαθοῖς  ἀπὸ τῶν  πονηρῶν  τοῦτο  τὸ κέρδος ἦν· οὕτω  γοῦν  καὶ δένδρα  ὑπὸ ἀνέμων ἐναντίων ῥιπιζόμενα ἰσχυρότερα γίνεται. Ἔστι δὲ  καὶ τοῖς πονηροῖς κέρδος ἀπὸ τῆς  ἐπιμιξίας  τῶν  ἀγαθῶν·  αἰδοῦνται,   αἰσχύνονται,   ἐρυθριῶσιν  ἐκείνους,  κἂν  μὴ ἀποστῶσι τῆς  κακίας,  ἀλλ'  ὅμως  μετὰ τοῦ  λανθάνειν   τολμῶσιν  ἅπερ τολμῶσιν.  Οὐ μικρὸν δὲ τοῦτο, μὴ ἔχειν πεπαῤῥησιασμένην τὴν παρανομίαν· ὁ γὰρ τῶν ἄλλων  βίος κατήγορος τῆς τούτων  κακίας γίνεται. Ἄκουσον γοῦν τί φασι περὶ τοῦ δικαίου· Βαρύς ἐστιν  ἡμῖν  καὶ  βλεπόμενος.  Οὐ μικρὰ  δὲ ἀρχὴ  διορθώσεως  τὸ  δάκνεσθαι  αὐτοῦ  τῇ παρουσίᾳ· καὶ γὰρ εἰ μὴ ἔδακνεν αὐτοὺς ἡ ὄψις τοῦ δικαίου, οὐκ ἂν τοῦτο ἐφθέγξαντο τὸ ῥῆμα· τὸ δὲ δάκνεσθαι καὶ στύφεσθαι τὸ συνειδὸς ἀπὸ τῆς παρουσίας ἐκείνου, οὐ μικρὸν  ἂν εἴη κώλυμα  τοῦ μὴ μετὰ ἀδείας  τῇ πονηρίᾳ  κεχρῆσθαι. Εἶδες πόσον ἐστὶ κέρδος καὶ τοῖς ἀγαθοῖς  ἀπὸ τῶν  πονηρῶν,  καὶ τοῖς πονηροῖς  ἀπὸ τῶν  ἀγαθῶν;  διὰ τοῦτο οὐ διεῖλεν αὐτοὺς ὁ Θεὸς, ἀλλ' ἀφῆκεν ἀναμεμίχθαι.


βʹ. Ὁ αὐτὸς τοίνυν  ἡμῖν λόγος καὶ περὶ τοῦ διαβόλου. ∆ιὰ γὰρ τοῦτο καὶ τοῦτον ἀφῆκεν  ἐνταῦθα  εἶναι,  ἵνα  σὲ ἰσχυρότερον  ἐργάσηται, ἵνα  λαμπρότερον  ποιήσῃ τὸν ἀθλητὴν, ἵνα μείζονα ᾖ τὰ ἀγωνίσματα. Ὅταν οὖν λέγῃ τις, ∆ιὰ τί τὸν διάβολον ἀφῆκεν ὁ Θεός; ταῦτα λέγε πρὸς ἐκεῖνον  τὰ ῥήματα· Ὅτι τοὺς νήφοντας  καὶ προσέχοντας οὐ μόνον οὐδὲν παρέβλαψεν, ἀλλὰ καὶ ὠφέλησεν, οὐ παρὰ τὴν ἑαυτοῦ προαίρεσιν πονηρὰ γάρ ἐστιν, ἀλλὰ παρὰ τὴν ἐκείνων ἀνδρείαν τῶν τῇ πονηρίᾳ εἰς δέον χρησαμένων. Ἐπεὶ καὶ τῷ Ἰὼβ προσεπλάκη μὲν, οὐ διὰ τοῦτο δὲ, ἵνα αὐτὸν λαμπρότερον ποιήσῃ, ἀλλ' ἵνα ὑποσκελίσῃ· διὰ τοῦτο  πονηρὸς,  διὰ τὴν  τοιαύτην  γνώμην  καὶ τὴν  προαίρεσιν· ἀλλ' ὅμως οὐδὲν παρέβλαψε τὸν δίκαιον, ἀλλὰ καὶ ἀπώνατο μᾶλλον ἐκεῖνος ἀπὸ τῆς μάχης, ὅπερ οὖν  καὶ ἀπεδείξαμεν· καὶ ὁ δαίμων  τὴν  πονηρίαν,  καὶ ὁ δίκαιος  τὴν  ἀνδρείαν ἐπεδείξατο. Ἀλλὰ καὶ ὑποσκελίζει πολλοὺς, φησί· παρὰ τὴν αὐτῶν ἀσθένειαν, οὐ παρὰ τὴν οἰκείαν ἰσχύν· καὶ γὰρ τοῦτο ἀπεδείχθη διὰ πολλῶν ἤδη. Τὴν σαυτοῦ τοίνυν κατόρθωσον  γνώμην,  καὶ παρ' οὐδενὸς  οὐδέποτε  δέξῃ βλάβος, ἀλλὰ  καὶ τὰ μέγιστα κερδανεῖς, οὐχὶ παρὰ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ παρὰ τῶν πονηρῶν. ∆ιὰ γὰρ τοῦτο, καθάπερ ἔμπροσθεν εἶπον,  μετ' ἀλλήλων  ἀφῆκεν  εἶναι  τοὺς ἀνθρώπους  ὁ Θεὸς, καὶ μάλιστα τοὺς ἀγαθοὺς μετὰ τῶν πονηρῶν, ἵνα κἀκείνους πρὸς τὴν οἰκείαν μεταγάγωσιν ἀρετήν.  Ἄκουσον  γοῦν  τί  φησι  τοῖς  μαθηταῖς  ὁ Χριστός·  Ὡμοιώθη  ἡ βασιλεία  τῶν οὐρανῶν  γυναικὶ,  ἥτις  λαβοῦσα ζύμην  ἔκρυψεν  εἰς ἀλεύρου σάτα τρία. Ὥστε ζύμης δύναμιν    ἔχουσιν   οἱ   δίκαιοι,   ἵνα   πρὸς   τὴν   ἑαυτῶν   ποιότητα   τοὺς   πονηροὺς μεταστήσωσιν. Ἀλλ' ὀλίγοι οἱ δίκαιοι, καὶ γὰρ καὶ ἡ ζύμη μικρά· ἀλλ' οὐδὲν ἡ μικρότης παραβλάπτει  τὸ  φύραμα,  ἀλλ'  ἡ  σμικρότης  ἐκείνη  ἅπαν  τὸ  ἄλευρον  πρὸς  ἑαυτὴν μεθίστησι διὰ τῆς ἐνούσης αὐτῇ δυνάμεως. Οὕτω δὴ καὶ ἡ δύναμις τῶν δικαίων οὐκ ἐν τῇ ποσότητι τοῦ ἀριθμοῦ, ἀλλ' ἐν τῇ τοῦ Πνεύματος χάριτι τὴν ἰσχὺν ἔχει. ∆ώδεκα ἦσαν οἱ ἀπόστολοι· εἶδες πῶς μικρὰ ἡ ζύμη; ὅλη ἡ οἰκουμένη ἐν ἀπιστίᾳ ἦν· εἶδες πόσον τὸ φύραμα; ἀλλ' ἐκεῖνοι  οἱ δώδεκα πᾶσαν τὴν οἰκουμένην  πρὸς ἑαυτοὺς ἐπέστρεψαν. Ἡ ζύμη καὶ τὸ φύραμα τῆς αὐτῆς φύσεως, ἀλλ' οὐ τῆς αὐτῆς ποιότητος· διὰ τοῦτο ἀφῆκε μεταξὺ τῶν  δικαίων  τοὺς πονηροὺς,  ἵν' ὥσπερ τῆς αὐτῆς  φύσεώς  εἰσι τοῖς δικαίοις, οὕτω  καὶ τῆς αὐτῆς  προαιρέσεως γένωνται.  Τούτων  μέμνησθε, τούτοις  ἐπιστομίζετε τοὺς ῥᾳθύμους, τοὺς διακεχυμένους, τοὺς ὀκνηροτέρους, τοὺς ἀναδυομένους  πρὸς τοὺς τῆς ἀρετῆς πόνους, τοὺς τοῦ κοινοῦ ∆εσπότου κατηγοροῦντας.  Ἥμαρτες, φησὶν,  ἡσύχασον,  μὴ  προσθῇς  δευτέραν   ἁμαρτίαν   χαλεπωτέραν·  οὐχ  οὕτω   χαλεπὸν   τὸ ἁμαρτεῖν,  ὡς μετὰ τὴν ἁμαρτίαν  τοῦ ∆εσπότου κατηγορεῖν.  Ἐπίγνωθι  τὸν αἴτιον  τῆς ἁμαρτίας, καὶ οὐδένα  ἄλλον  εὑρήσεις, ἢ τὸν ἡμαρτηκότα  σέ. Πανταχοῦ προαιρέσεως χρεία ἀγαθῆς· ἔδειξα ὑμῖν τοῦτο οὐκ ἀπὸ λογισμῶν ψιλῶν, ἀλλ' ἀπὸ συνδούλων τῶν ἐν αὐτῷ τῷ κόσμῳ ζώντων.  Ταύτῃ καὶ αὐτὸς κέχρησο τῇ ἀποδείξει· οὕτω  καὶ ὁ κοινὸς ἡμᾶς  κρινεῖ  ∆εσπότης· μάθετε  τοῦτον  τῆς  ἀποδείξεως  τὸν  τρόπον,  καὶ  οὐδεὶς  ὑμᾶς δυνήσεται συλλογίσασθαι. Πορνεύει τις; δεῖξον αὐτῷ σωφρονοῦντα  ἕτερον· πλεονεκτεῖ τις καὶ ἁρπάζει; δεῖξον  αὐτῷ  τὸν  ἐλεημοσύνην  διδόντα·  ἐν βασκανίᾳ ζῇ καὶ φθόνῳ; δεῖξον αὐτῷ τὸν καθαρὸν τοῦ πάθους· ὑπ' ὀργῆς κρατεῖται; τὸν ἐν φιλοσοφίᾳ ζῶντα εἰς μέσον ἄγαγε. Οὐ γὰρ δεῖ μόνον εἰς τὰ παλαιὰ ἀνατρέχειν διηγήματα, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων λαμβάνειν τὰ παραδείγματα· καὶ γὰρ καὶ τήμερον διὰ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐλάττονα  τῶν  προτέρων  ἐστὶ τὰ κατορθώματα.  Ἄπιστός ἐστι καὶ ψευδεῖς  ἡγεῖται  τὰς Γραφὰς εἶναι; οὐ πιστεύει, ὅτι ὁ Ἰὼβ τοιοῦτος ἦν; δεῖξον αὐτῷ ἕτερον ἄνθρωπον  τὸν ἐκείνου τοῦ δικαίου ζηλοῦντα τὸν βίον. Οὕτω καὶ ὁ ∆εσπότης ἡμᾶς κρινεῖ· συνδούλους ἵστησι μετὰ  συνδούλων,  καὶ  οὐκ ἀπὸ τῆς  αὑτοῦ  κρίσεως φέρει  τὴν  ψῆφον,  ἵνα  μὴ ἄρξηται λέγειν τις πάλιν, καθάπερ ἐκεῖνος ὁ οἰκέτης ὁ τὸ τάλαντον  πιστευθεὶς, καὶ ἀντὶ ταλάντου κατηγορίαν προσενεγκὼν, Ὅτι σκληρὸς εἶ, ∆έον γὰρ στένειν, ὅτι οὐκ ἐδιπλασίασε  τὸ  τάλαντον,   ἀλλὰ   καὶ  χαλεπωτέραν   τὴν   ἁμαρτίαν   εἰργάσατο,  τὴν κατηγορίαν τὴν κατὰ τοῦ δεσπότου προσθεὶς τῇ οἰκείᾳ ἀργίᾳ. Τί γάρ φησιν; Εἶδόν σε ὅτι σκληρὸς εἶ. Ὦ ἄθλιε καὶ ταλαίπωρε, καὶ ἀγνωμονῶν, καὶ ὀκνηρέ· ὀφείλων  τῆς σαυτοῦ κατηγορεῖν ἀργίας καὶ ὑφελέσθαι τι τῆς προτέρας ἁμαρτίας, σὺ δὲ ἐπὶ τὸν δεσπότην τὴν κατηγορίαν μετενεγκὼν, ἀντὶ τοῦ ταλάντου τὴν ἁμαρτίαν ἐδιπλασίασας.


γʹ. ∆ιὰ τοῦτο ὁ Θεὸς δούλους καὶ δούλους ἵστησιν, ἵνα οὗτοι ἐκείνους κρίνωσι, κἀκεῖνοι διὰ τούτων κρινόμενοι μὴ ἔχωσι λοιπὸν κατηγορεῖν  τοῦ ∆εσπότου. ∆ιὰ τοῦτό φησιν· Ἔρχεται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς δόξης τοῦ Πατρὸς αὐτοῦ. Ὅρα τῆς δόξης τὸ ἀπαράλλακτον·  οὐκ εἶπεν, Ἐπὶ δόξης ὁμοίας τῇ δόξῃ τοῦ Πατρὸς, ἀλλ' Ἐπὶ τῆς δόξης τοῦ  Πατρὸς,  καὶ  συνάξει  τὰ  ἔθνη   πάντα·   φοβερὸν   τὸ  κριτήριον,   φοβερὸν   τοῖς ἁμαρτάνουσι καὶ ὑπευθύνοις· ἐπεὶ τοῖς συνειδόσιν ἑαυτοῖς κατορθώματα ποθεινὸν  καὶ προσηνές· Καὶ στήσει τὰ πρόβατα ἐκ δεξιῶν,  καὶ τὰ ἐρίφια  ἐξ εὐωνύμων·  καὶ οὗτοι κἀκεῖνοι  ἄνθρωποι.  ∆ιὰ τί  οὖν  ἐκεῖνοι  μὲν  πρόβατα, οὗτοι  δὲ ἐρίφια;  Οὐχ ἵνα  τὴν ἐναλλαγὴν τῆς φύσεως, ἀλλ' ἵνα τὴν ἐναλλαγὴν  τῆς προαιρέσεως μάθῃς. ∆ιὰ τί δὲ οἱ μὴ διδόντες  ἐλεημοσύνην  ἐρίφια;  Ὅτι  ἄκαρπόν  ἐστι  τὸ  ζῶον,  καὶ  οὔτε  τὴν  ἀπὸ  τοῦ γάλακτος  λειτουργίαν,  οὔτε  τὴν  ἀπὸ  τῶν  γεννημάτων,  οὔτε  τὴν  ἀπὸ  τῶν  τριχῶν εἰσφέρειν δύναται τοῖς κεκτημένοις, πανταχόθεν  ἔρημον ὂν τῆς τοιαύτης εἰσφορᾶς διὰ τὸ τῆς ἡλικίας ἄωρον. ∆ιὰ τοῦτο τοὺς οὐδένα καρπὸν ἐλεημοσύνης φέροντας ἐκάλεσεν ἐρίφια,  τοὺς  ἐκ δεξιῶν  πρόβατα· ἀπὸ γὰρ τούτων  πολλὴ  ἡ φορὰ, ἐκ τῆς  τοῦ  ἐρίου φύσεως, ἐκ τῶν γεννημάτων, ἐκ τοῦ γάλακτος. Τί οὖν φησι πρὸς αὐτούς; Πεινῶντά με εἴδετε,  καὶ  ἐθρέψατε· γυμνὸν,  καὶ  περιεβάλετε· ξένον,  καὶ  συνηγάγετε.  Πάλιν  πρὸς ἐκείνους  τὰ ἐναντία·  καίτοι  γε οἱ αὐτοὶ ἄνθρωποι  καὶ οὗτοι κἀκεῖνοι,  τὰς αὐτὰς ἔλα  βον  ἐπαγγελίας  καὶ  οὗτοι  κἀκεῖνοι,  τὰ  αὐτὰ  ἔπαθλα  ἀμφοτέροις  προέκειτο κατορθώσασιν,  ὁ αὐτὸς  καὶ  πρὸς  τούτους  καὶ  πρὸς  ἐκείνους  ἦλθε,  μετὰ  τῆς  αὐτῆς γυμνότητος  καὶ  πρὸς τούτους  καὶ  πρὸς ἐκείνους,  μετὰ  τῆς  αὐτῆς  πείνης,  καὶ  ξένος ὁμοίως· πάντα ἴσα κἀκείνοις καὶ τούτοις. Πῶς οὖν τὸ τέλος οὐκ ἴσον; Ὅτι ἡ προαίρεσις οὐκ ἀφῆκεν· αὕτη γὰρ μόνη τὴν διαίρεσιν ἐποιήσατο. ∆ιὰ τοῦτο ἐκεῖνοι μὲν εἰς γέενναν, οὗτοι δὲ εἰς βασιλείαν· εἰ δὲ ὁ διάβολος ἦν αὐτοῖς τῶν ἁμαρτημάτων  ὁ αἴτιος, οὐκ ἂν, ἄλλου ἁμαρτόντος καὶ ὠθήσαντος, οὗτοι ἔμελλον  κολάζεσθαι. Εἶδες ἐνταῦθα καὶ τοὺς ἁμαρτόντας, καὶ τοὺς κατορθώσαντας; εἶδες πῶς ἰδόντες τοὺς συνδούλους ἐπεστομίσθησαν; Φέρε σοι καὶ ἐφ' ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν.  Παρθένοι, φησὶν,   ἦσαν   δέκα.   Πάλιν   ἐνταῦθα   αἱ   προαιρέσεις   αἱ   κατορθώσασαι,   πάλιν   αἱ διαμαρτοῦσαι, ἵνα ἐκ παραλλήλου καὶ τούτων τὰ ἁμαρτήματα ἴδῃς, κἀκείνων τὰ κατορθώματα· ἡ γὰρ σύγκρισις σαφέστερα ταῦτα ποιεῖ. Καὶ αὗται παρθένοι κἀκεῖναι, καὶ αὗται πέντε κἀκεῖναι· λαμπάδας εἶχον καὶ αὗται κἀκεῖναι· τὸν νυμφίον ἀνέμενον πᾶσαι. Πῶς οὖν αἱ μὲν εἰσῆλθον, αἱ δὲ οὐκ εἰσῆλθον; Ὅτι αἱ μὲν ἀπάνθρωποι ἦσαν, αἱ δὲ ἥμεροι καὶ φιλάνθρωποι. Ὁρᾷς πάλιν  τὴν προαίρεσιν τοῦ τέλους αἰτίαν  γινομένην,  οὐχὶ τὸν διάβολον; εἶδες ἐκ παραλλήλου τὰς κρίσεις, καὶ ἐκ τῶν ὁμοίων φερομένην τὴν ψῆφον; Σύνδουλοι   συνδούλους   κρινοῦσι.  Βούλει  σοι  δείξω   καὶ  ἐξ  ἀνομοίων   γινομένην σύγκρισιν; γίνεται  γὰρ καὶ ἐξ ἀνομοίων,  ὥστε τὴν  κατάκρισιν  γενέσθαι  σαφεστέραν. Ἄνδρες Νινευῗται, φησὶν, ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν  ταύτην.  Οὐκέτι ὅμοιοι  οἱ  κρινόμενοι·   οἱ  μὲν  γὰρ  βάρβαροι,  οἱ  δὲ  Ἰουδαῖοι·  οἱ  μὲν  προφητικῆς ἀπήλαυσαν διδασκαλίας, οἱ δὲ οὐδέποτε μετέσχον θείας ἀκροάσεως. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλ' ὅτι ἐκεῖ μὲν δοῦλος ἀπῆλθεν, ἐνταῦθα δὲ ὁ ∆εσπότης· κἀκεῖνος μὲν καταστροφὴν ἐκήρυττε παραγενόμενος, οὗτος δὲ βασιλείαν οὐρανῶν εὐηγγελίζετο. Τίνας  οὖν  εἰκὸς  ἦν  πιστεῦσαι  μᾶλλον,  τοὺς  βαρβάρους καὶ  ἀνοήτους  καὶ  μηδέποτε μετασχόντας  θείας διδασκαλίας, ἢ τοὺς ἐκ πρώτης  ἡλικίας  προφητικαῖς  ἐντραφέντας βίβλοις; Παντὶ δῆλον, ὅτι τοὺς Ἰουδαίους μᾶλλον· ἀλλὰ γέγονε τοὐναντίον.  Καὶ οὗτοι μὲν ἠπίστησαν τῷ ∆εσπότῃ βασιλείαν οὐρανῶν  κηρύττοντι,  ἐκεῖνοι δὲ ἐπίστευσαν τῷ συνδούλῳ καταστροφὴν ἀπειλοῦντι,  ἵνα μειζόνως κἀκείνων  ἡ ἐπιείκεια καὶ τούτων  ἡ ἀγνωμοσύνη  φανήσηται.  Μή τί δαίμων; μή τι διάβολος; μή τι τύχη; μή τι εἱμαρμένη; οὐχὶ  ἕκαστος ἑαυτῷ  αἴτιος  καὶ τῆς  κακίας  καὶ τῆς ἀρετῆς ἐγίνετο;  Εἰ γὰρ μὴ αὐτοὶ ἔμελλον ὑπεύθυνοι ἔσεσθαι, οὐκ ἂν εἶπεν, ὅτι Κατακρινοῦσι τὴν γενεὰν ταύτην· οὐκ ἂν καὶ τὴν βασίλισσαν τοῦ νότου κατακρίνειν τοὺς Ἰουδαίους ἔφη. Οὐ γὰρ δὴ δῆμοι δήμους μόνον κατακρινοῦσι τότε, ἀλλὰ καὶ εἷς ἄνθρωπος δῆμον ὁλόκληρον πολλάκις, ὅταν οὓς μὲν ἐνεδέχετο μᾶλλον ἀπατηθῆναι, φαίνονται μείναντες ἀνεξαπάτητοι, οἱ δὲ ἐκ παντὸς τρόπου περιγενέσθαι ὀφείλοντες,  ἡττηθέντες  τύχωσι. ∆ιὰ τοῦτο καὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἰὼβ ἐμνήσθημεν·  ἀνάγκη  γὰρ πάλιν  ἐπανελθεῖν  ἐπὶ τὴν  ὑπόθεσιν  ἐκείνην,  ὥστε τὰ λείψανα  ἀποδοῦναι τῷ λόγῳ. Τῷ μὲν οὖν Ἀδὰμ διὰ ῥημάτων προσέβαλε ψιλῶν,  τῷ δὲ Ἰὼβ καὶ διὰ πραγμάτων·  τὸν μὲν γὰρ τοῦ πλούτου παντὸς ἐγύμνωσε καὶ τῶν παίδων ἀπεστέρησε· τούτου δὲ οὐ μικρὸν, οὐ μέγα τι τῶν ὄντων ἀφείλετο. Μᾶλλον δὲ καὶ αὐτὰ τὰ ῥήματα ἐξετάσωμεν, καὶ τῆς ἐπιβολῆς τὸν  τρόπον. Προσῆλθε, φησὶν, ὁ ὄφις, καὶ εἶπε τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε  ἀπὸ παντὸς  ξύλου τοῦ ἐν τῷ παραδείσῳ; Ἐνταῦθα ὄφις, ἐκεῖ γυνὴ ἐπὶ τοῦ Ἰώβ· τέως πολὺ τῶν συμβούλων τὸ μέσον. Ὁ μὲν γὰρ δοῦλος, ἡ δὲ κοινωνὸς  τοῦ βίου· ἡ μὲν βοηθὸς, ὁ δὲ ὑπετέτακτο.  Εἶδες τὸ ἀσύγγνωστον  ὅσον; τὴν μὲν γὰρ ὁ ὑποτεταγμένος  καὶ δουλεύων  ἠπάτησεν, ἐκεῖνον δὲ οὐδὲ ἡ κοινωνὸς καὶ βοηθὸς ὑποσκελίσαι ἴσχυσεν. Ἀλλ' ἴδωμεν καὶ τί φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε  ἀπὸ παντὸς  ξύλου; Καὶ μὴν οὐκ εἶπεν  ὁ Θεὸς τοῦτο, ἀλλὰ  τὸ ἐναντίον.  Ὅρα οὖν  κακουργίαν  τοῦ  διαβόλου·  εἶπε  τὸ  μὴ  εἰρημένον,  ἵνα  μάθῃ  τὸ εἰρημένον.  Τί οὖν ἡ γυνή; ∆έον ἐπιστομίσαι, δέον μὴ μεταδοῦναι  λόγου, ὑπὸ ἀνοίας ἐξελάλησε τὴν γνώμην τὴν ∆εσποτικήν· διὰ τοῦτο παρέσχεν αὐτῷ λαβὴν ἰσχυράν.


δʹ. Ὅρα ὅσον κακόν  ἐστι τὸ ἁπλῶς  τοῖς  ἐχθροῖς  καὶ τοῖς  ἐπιβούλοις  ἑαυτοὺς ἐγχειρίζειν.  ∆ιὰ τοῦτο ὁ Χριστὸς ἔλεγε· Μὴ δότε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε στραφέντες ῥήξωσιν ὑμᾶς. Τοῦτο δὲ ἐγένετο ἐπὶ τῆς Εὔας· ἔδωκε τὰ ἅγια τῷ κυνὶ, τῷ χοίρῳ· κατεπάτησεν ἐκεῖνος τὰ ῥήματα, στραφεὶς ἔῤῥηξε τὴν γυναῖκα. Καὶ ὅρα πῶς κακουργεῖ· Οὐ θανάτῳ  ἀποθανεῖσθε, φησί. Ἐνταῦθά μοι προσέχετε, ὅτι δυνατὴ ἦν ἡ γυνὴ συνιδεῖν  τὴν ἀπάτην. Εὐθέως γὰρ τὴν ἔχθραν   καὶ  τὸν   πόλεμον   προεκήρυττε   τὸν   πρὸς  τὸν   Θεὸν,  εὐθέως   ἀπεναντίας ἐφθέγξατο.  Ἔστω· πρὸ  τούτου  βουλομένῳ  μαθεῖν  τὴν  γνώμην   ἔλεγες·  μετὰ  ταῦτα ἐναντία  εἰπόντι  τί  ἠκολούθεις;  Εἶπεν  ὁ  Θεός· Θανάτῳ  ἀποθανεῖσθε·  ἀντεφθέγξατο τούτοις   ἐκεῖνος,   καὶ   εἶπεν·   Οὐ  θανάτῳ   ἀποθανεῖσθε.   Τί  τοῦ   πολέμου   τούτου σαφέστερον; πόθεν ἄλλοθεν  ἔδει μαθεῖν τὸν ἐχθρὸν καὶ πολέμιον, ἀλλ' ἢ ἐντεῦθεν  ἐκ τοῦ ἀντιφθέγξασθαι  τῷ Θεῷ; Ἔδει τοίνυν  φυγεῖν  εὐθέως τὸ δέλεαρ, ἔδει τῆς παγίδος ἀποπηδῆσαι. Οὐ θανάτῳ  ἀποθανεῖσθε, φησίν· ᾔδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ,  καὶ ἔσεσθε ὡς θεοί. Ἐλπίδι μείζονος ὑποσχέσεως καὶ τὰ ἐν χερσὶν ἐξέβαλεν ἀγαθά· ἐπηγγείλατο  ποιήσειν θεοὺς, καὶ κατέβαλεν  εἰς τὴν τοῦ  θανάτου  τυραννίδα.  Πόθεν  οὖν  ἐπίστευσας,  ὦ  γύναι,  τῷ  διαβόλῳ;  τί  συνεῖδες ἀγαθόν;  οὐκ ἤρκει ἡ ἀξιοπιστία  τοῦ νομοθέτου,  ὅτι ὁ μὲν  Θεὸς καὶ δημιουργὸς  καὶ ποιητὴς, ὁ δὲ διάβολος καὶ ἐχθρός; Καὶ οὔπω λέγω διάβολον· ὄφιν αὐτὸν ἐνόμιζες εἶναι ψιλόν·  ὄφιν  οὖν,  εἰπέ  μοι,  τοσαύτης  ἰσηγορίας  ἀξιῶσαι  ἐχρῆν,  ὡς  καὶ  ∆εσποτικὴν γνώμην   ἐξαγγεῖλαι   αὐτῷ;  Ὁρᾷς  ὅτι  δυνατὸν   ἦν  συνιδεῖν   τὴν  ἀπάτην,  ἀλλ'  οὐκ ἠθέλησεν  αὕτη.  Καίτοι  ὁ  μὲν  Θεὸς ἱκανὰς  ἔδωκε  τῆς  εὐεργεσίας  τῆς  ἑαυτοῦ  τὰς ἀποδείξεις,  καὶ  διὰ  τῶν  ἔργων  τὴν  κηδεμονίαν  ἐπεδείξατο·  καὶ  γὰρ  οὐκ  ὄντα  τὸν ἄνθρωπον ἔπλασε, καὶ ψυχὴν ἐνέπνευσε, καὶ κατ' εἰκόνα αὐτὸν ἐποίησεν, ἄρχοντα τῶν ἐπὶ γῆς ποιήσας ἁπάντων,  καὶ βοηθὸν  ἐχαρίσατο, καὶ παράδεισον ἐφύτευσε, καὶ τὴν χρῆσιν τῶν λοιπῶν ἐπιτρέψας δένδρων, ἑνὸς ἀπηγόρευσε μὴ ἅψασθαι μόνου· καὶ τοῦτο δὲ  αὐτὸ  χρησίμως  ἐκώλυσεν.  Ὁ  δὲ  διάβολος  ἔργῳ  μὲν  οὔτε  μικρὸν,  οὔτε  μέγα ἐπεδείξατο ἀγαθὸν, ῥήμασι δὲ ψιλοῖς  ἐπάρας τὴν γυναῖκα, καὶ φυσήσας ταῖς ματαίαις ἐλπίσιν,  οὕτως  ἠπάτησεν.  Ἀλλ' ὅμως  τοῦ  Θεοῦ τὸν  διάβολον  ἀξιοπιστότερον  εἶναι ἐνόμισε,  καίτοι  διὰ  τῶν  ἔργων   ἐπιδειξαμένου  τὴν  εὔνοιαν·  τὰ  ῥήματα  ψιλὰ προσενεγκόντι μόνα. ἄλλο δὲ οὐδὲν, ἐπίστευσεν ἡ γυνή. Ὁρᾷς ὅπως ἐξ ἀνοίας μόνης καὶ ῥᾳθυμίας, οὐκ ἀπὸ βίας ἡ ἀπάτη γέγονε; Καὶ ἵνα μάθῃς αὐτὸ σαφέστερον, ἄκουσον, πῶς καὶ ἡ Γραφὴ κατηγορεῖ τῆς γυναικός. Οὐ γὰρ εἶπεν, Ἀπατηθεῖσα, ἀλλ', Ἰδοῦσα τὸ ξύλον, ὅτι ὡραῖόν ἐστιν, ἔφαγεν. Ὥστε τῆς ὄψεως τῆς ἀκρατοῦς τὸ ἔγκλημα, οὐ τῆς ἀπάτης τῆς παρὰ τοῦ  διαβόλου  μόνης· ὑπὸ γὰρ τῆς  ἐπιθυμίας  ἡττήθη  τῆς  οἰκείας,  οὐχ  ὑπὸ τῆς πονηρίας  τοῦ δαίμονος.  ∆ιὰ τοῦτο οὐδὲ συγγνώμης  ἀπήλαυσεν,  ἀλλ'  εἰποῦσα, ὅτι Ὁ ὄφις ἠπάτησέ με. καὶ οὕτω δίκην ἔδωκε τὴν ἐσχάτην· ἐν αὐτῇ γὰρ ἦν τὸ μὴ πεσεῖν. Καὶ ἵνα  μάθῃς  τοῦτο  σαφέστερον,  φέρε  ἐπὶ  τὸν  Ἰὼβ  τὸν  λόγον  ἀγάγωμεν,   ἀπὸ  τῶν ἡττηθέντων ἐπὶ τὸν κρατήσαντα, ἀπὸ τῶν  νενικημένων ἐπὶ τὸν νενικηκότα·  καὶ γὰρ πλείονα  ἡμῖν  οὗτος δώσει προθυμίαν,  ὥστε ἀντᾶραι  χεῖρας κατὰ τοῦ διαβόλου. Ἐκεῖ ὄφις ἦν ὁ ἀπατῶν, καὶ ἐκράτησεν· ἐνταῦθα γυνὴ, καὶ οὐκ ἴσχυσε· καίτοι γε αὕτη πολλῷ πιθανωτέρα  ἐκείνου.  Καὶ τῷ  μὲν  Ἰὼβ  μετὰ τὴν  ἀπώλειαν  τῶν  χρημάτων,  μετὰ τὴν ἀποβολὴν  τῶν  παίδων  καὶ τὴν  γύμνωσιν  τῶν  ὄντων  ἁπάντων  ἡ μηχανὴ  προσήγετο· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον ἦν· οὐκ ἀπέβαλε παῖδας, οὐκ ἀπώλεσε χρήματα ὁ Ἀδὰμ, οὐκ ἐπὶ κοπρίας ἐκάθητο, ἀλλὰ παράδεισον ᾤκει τρυφῆς,  καὶ δένδρων  ἀπήλαυε  παντοδαπῶν καὶ πηγῆς καὶ ποταμῶν καὶ τῆς ἄλλης ἀδείας ἁπάσης. Οὐδαμοῦ πόνος οὐδὲ ὀδύνη, οὐδὲ ἀθυμία καὶ φροντίδες, οὐδὲ ὀνείδη καὶ λοιδορίαι, οὐδὲ τὰ μυρία κακὰ, ἅπερ κατέσκηψεν εἰς  τὸν  Ἰώβ·  ἀλλ'  ὅμως  οὐδενὸς  ὄντος  τοιούτου,  κατέπεσε  καὶ  ὑπεσκελίσθη.  Οὐκ εὔδηλον,  ὅτι  διὰ  ῥᾳθυμίαν;  Ὥσπερ οὖν  ἐκεῖνος  πάντων   τούτων   ἐπικειμένων   καὶ βαρούντων  ἔστη γενναίως,  καὶ οὐ κατέπεσεν,  οὐκ εὔδηλον  ὅτι καὶ οὗτος διὰ νῆψιν ψυχῆς;


εʹ. Ἑκατέρωθεν  οὖν,  ἀγαπητὲ,  κάρπωσαι  μέγιστον  κέρδος, καὶ  φύγε  τὸν  τοῦ Ἀδὰμ ζῆλον,  εἰδὼς  ὅσα ἀπὸ τῆς  ῥᾳθυμίας  τίκτεται  κακά· ζήλωσον  δὲ τὴν  τοῦ  Ἰὼβ εὐλάβειαν, μαθὼν ὅσα ἀπὸ τῆς σπουδῆς βλαστάνει καλά· τοῦτον διαπαντὸς λογίζου τὸν στεφανίτην,  καὶ πάσης ὀδύνης καὶ περιστάσεως ἱκανὴν ἕξεις παραμυθίαν. Καθάπερ γὰρ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ μακάριος καὶ γενναῖος ἐκεῖνος, ἅπασι διὰ τῶν συμβεβηκότων  αὐτῷ  παθῶν  διαλέγεται  πάντα  φέρειν  τὰ συμπίπτοντα  γενναίως,  καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων  δεινῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος,  ὃ  μὴ  δύναται  παραμυθίαν  ἐκεῖθεν  δέξασθαι·  ἃ  γὰρ  ἐν  πάσῃ  τῇ  οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα  εἰς ἓν σῶμα κατέσκηψε τὸ ἐκείνου. Τίς οὖν ἔσται  συγγνώμη  τῷ  μὴ  δυναμένῳ   τι  μέρος  τῶν  ἐπαχθέντων  ἐκείνῳ  δεινῶν   μετ' εὐχαριστίας   ἐνεγκεῖν,   ὃς  μὴ  μέρος  μόνον,   ἀλλ'  ὁλόκληρα   φαίνεται   τὰ  πάντων ἀνθρώπων  φέρων κακά; Καὶ ἵνα μὴ καταγνῷς ὑπερβολὴν τοῦ λόγου, φέρε καθ' ἕκαστον προχειρισάμενοι  τῶν  ἐπελθόντων  αὐτῷ,  τὴν  ὑπόσχεσιν  ταύτην  ἐπάγωμεν.  Καὶ, εἰ βούλει,  τὸ  πάντων   ἀφορητότερον  εἶναι  δοκοῦν,  πρῶτον  εἰς  μέσον  ἀγάγωμεν,  τὴν πενίαν   λέγω,  καὶ  τὴν  ἐκ  ταύτης  ὀδύνην·  τοῦτο  γὰρ  πανταχοῦ   πάντες   ἄνθρωποι θρηνοῦσι. Τί οὖν τοῦ Ἰὼβ πενέστερον γέγονεν,  ὃς καὶ τῶν ἐν βαλανείοις  ἐῤῥιμμένων, καὶ τῶν ἐν τῇ καμιναίᾳ τέφρᾳ καθευδόντων,  καὶ πάντων  ἁπλῶς ἀνθρώπων  πενέστερος ἦν; Οὗτοι μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤ  ῥωγὸς, ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο πανταχόθεν  διέφθειρεν  ὁ διάβολος. Πάλιν οὗτοι οἱ πένητες κἂν ὑπὸ στέγην εἰσὶ προπυλαίων τῶν ἐν τοῖς βαλανείοις, κἂν καλύβῃ καλύπτονται· ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἀεὶ διετέλει,  οὐδὲ τὴν ἀπὸ ψιλῆς  στέγης παραμυθίαν  ἔχων· καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ ἑαυτοῖς συνίσασι τὰ δεινὰ, ἐκεῖνος δὲ οὐδὲν ἑαυτῷ συνῄδει. Τοῦτο γὰρ καθ' ἕκαστον τῶν  συμβεβηκότων  αὐτῷ παρατηρούμενον,  ὃ μείζονα αὐτοῦ τὴν  ὀδύνην  ἐποίει,  καὶ  πλείονα  τὴν  ἀπορίαν  εἰργάζετο,  τὸ  μηδὲ  τὴν  αἰτίαν  τῶν γινομένων  εἰδέναι. Οὗτοι μὲν οὖν, ὅπερ ἔφην, πολλὰ ἂν ἔχοιεν ἑαυτοὺς αἰτιᾶσθαι· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ· ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν  ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε. Καὶ οὗτοι μὲν οἱ παρ' ἡμῖν πένητες ἄνωθεν   καὶ  ἐξ  ἀρχῆς  ἐνεμελέτησαν  τῇ  συμφορᾷ·  ἐκεῖνος  δὲ  ἀμελέτητον   ὑπέμεινε πενίαν,  ἀθρόον δεξάμενος  τὴν ἐκ τοῦ πλούτου  μεταβολήν.  Ὥσπερ οὖν τὸ τὴν αἰτίαν εἰδέναι τῶν γινομένων,  μέγιστον εἰς παραμυθίαν, οὕτως οὐκ ἔλαττον ἐκείνου, τὸ μελετήσαντα πενίαν ἐξ ἀρχῆς, οὕτως ἐν πενίᾳ διάγειν· ὧν ἀμφοτέρων ὁ δίκαιος ἐκεῖνος ἐστέρητο, καὶ οὐδὲ οὕτω κατέπιπτεν. Εἶδες αὐτὸν καὶ πρὸς ἐσχάτην ἐλθόντα πενίαν, καὶ μεθ' ἣν  ἑτέραν  οὐκ  ἔστιν  εὑρεῖν;  τί  γὰρ  ἂν  τοῦ  γυμνοῦ,  καὶ  μηδὲ  στέγην  ἔχοντος πενέστερον γένοιτ' ἄν; Μᾶλλον δὲ οὐδὲ ἐδάφους πάντως ἀπολαύειν  κύριος ἦν· οὐ γὰρ ἐπὶ  τῆς  γῆς,  ἀλλ'  ἐπὶ  τῆς  κοπρίας  ἐκάθητο.  Οὐκοῦν  ὅταν  ἴδῃς  σαυτὸν  ἐν  πενίᾳ γενόμενον,   ἐννόησον   τοῦ   δικαίου   τὸ  πάθος,   καὶ   εὐθέως   ἀναστήσῃ,  καὶ  πάντα ἀποκρούσῃ λογισμὸν  ἀθυμίας. Μία μὲν οὖν αὕτη συμφορὰ πάντων  ὁμοῦ τῶν  δεινῶν ὑπόθεσις εἶναι δοκεῖ τοῖς ἀνθρώποις· δευτέρα δὲ μετ' ἐκείνην, μᾶλλον δὲ πρὸ ἐκείνης, ἡ τοῦ σώματος πληγή. Τίς οὖν οὕτως ἠῤῥώστησέ ποτε; τίς τοιαύτην  νόσον ὑπέμεινε; τίς τοσαύτην πληγὴν  ἐδέξατο, ἢ ἕτερον δεξάμενον  εἶδεν; Οὐκ ἔστιν οὐδείς. Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν  ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν ἀναιρούμενον  καὶ τοιαύτῃ σηπεδόνι τηκόμενον  ἀηδῆ τὰ σιτία ἐποίει, καὶ λιμὸς ἦν αὐτῷ  ξένος  καὶ παράδοξος· οὐδὲ γὰρ δεδομένης  ἠδύνατο  τῆς τροφῆς  ἀπολαύειν· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Ὅταν οὖν ἀῤῥωστίᾳ περιπέσῃς, ἄνθρωπε, ἀναμνήσθητι  τοῦ σώματος ἐκείνου, καὶ τῆς σαρκὸς τῆς ἁγίας· ἁγία γὰρ ἦν καὶ καθαρὰ, καὶ  τοιαῦτα  ἔχουσα τραύματα.  Κἂν ἐν  στρατείᾳ δέ τις  τελῇ,  εἶτα  ἀδίκως  καὶ  χωρὶς εὐλόγου  τινὸς  προφάσεως  ἀναρτηθεὶς  ἐν  τῷ  ξύλῳ  διαξαίνηται   τὰς  πλευρὰς,  μήτε ὄνειδος εἶναι νομιζέτω  τὸ πρᾶγμα, μήτε πρὸς τὴν ὀδύνην  ἐνδιδότω,  τὸν ἅγιον τοῦτον ἐννοῶν.  Ἀλλ' ἱκανὴν  εἶχεν  οὗτος παράκλησιν  καὶ παραμυθίαν,  φησὶ, τὸ εἰδέναι  τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα. Τοῦτο μὲν οὖν αὐτὸν μάλιστα ἐτάραττε καὶ ἐθορύβει, ὅτι τὸν δίκαιον  Θεὸν, καὶ παντὶ  τρόπῳ παρ' αὐτοῦ θεραπευθέντα,  τοῦτον  ἐνόμιζεν  αὐτῷ πολεμεῖν.  Καὶ πρόφασίν  τινα  εὔλογον  εὑρεῖν  τῶν  γινομένων οὐκ εἶχεν·  ἐπεὶ, ὅτε γε ἔμαθεν  ὕστερον τὴν  αἰτίαν,  ὅρα πόσην εὐλά  βειαν  ἐπεδείξατο· ὅτε γὰρ εἶπεν αὐτῷ ὁ Θεός· Ἄλλως με οἴει σοι κεχρηματικέναι, ἣ ἵνα δίκαιος ἀναφανῇς; καταπλαγεὶς, φησί· Χεῖρα θήσω ἐπὶ στόματί μου· ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Καὶ πάλιν, Ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σε τὸ πρότερον· νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε· διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.


ςʹ. Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυνήσῃ δὲ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν  ἔχειν. Κἂν γὰρ μὴ διὰ τὸν Θεὸν πάθῃς τι τῶν δεινῶν,  ἀλλ' ἐξ ἀνθρώπων ἐπηρείας, εὐχαριστήσῃς δὲ, καὶ μὴ βλασφημήσῃς τὸν δυνάμενον  κωλῦσαι μὲν, ἀφέντα δὲ τῆς σῆς ἕνεκεν δοκιμῆς, ὥσπερ οἱ διὰ τὸν Θεὸν παθόντες στεφανοῦνται, οὕτω καὶ σὺ τῶν  αὐτῶν   ἐπιτεύξῃ  μισθῶν,  ὅτι  τὰς  παρὰ  ἀνθρώπων   ἐπαχθείσας  σοι  συμφορὰς γενναίως    ἤνεγκας,   καὶ   τῷ   δυναμένῳ   αὐτὰς   κωλῦσαι   μὲν,   μὴ   βουληθέντι   δὲ, ηὐχαρίστησας. Ἰδοὺ τοίνυν καὶ πενίαν καὶ νόσον, καὶ ἀμφότερα μετὰ τῆς ἐσχάτης ὑπερβολῆς εἶδες ἐπενεχθέντα  τῷ δικαίῳ. Βούλει σοι καὶ τὸν παρὰ τῆς φύσεως πόλεμον ἐπιδείξω  μετὰ τοσαύτης ὑπερβολῆς  τῷ γενναίῳ  τότε ἐπιθέμενον  ἐκείνῳ;  ∆έκα τέκνα ἀπώλεσε, τὰ δέκα ἀθρόον,  τὰ δέκα ἐν  αὐτῷ  τῷ  ἄνθει  τῆς ἡλικίας,  τὰ δέκα πολλὴν ἀρετὴν ἐπιδεδειγμένα,  καὶ οὐδὲ τῷ κοινῷ  τῆς φύσεως νόμῳ, ἀλλὰ βιαίῳ θανάτῳ  καὶ ἐλεεινῷ. Τίς ἂν ἔχοι τοιαύτην  συμφορὰν εἰπεῖν; Οὐκ ἔστιν οὐδείς. Ὅταν οὖν ἀποβάλῃς υἱὸν  καὶ  θυγατέρα  ὁμοῦ, ἀνάδραμε  πρὸς τὸν  δίκαιον  ἐκεῖνον,  καὶ  πάντως  εὑρήσεις πολλὴν  σαυτῷ τὴν παραμυθίαν. Ἆρα οὖν ταῦτα μόνα αὐτῷ συνέβη τὰ δεινά; Ἡ δὲ τῶν φίλων ἐγκατάλειψις καὶ προδοσία, τὰ δὲ σκώμματα καὶ αἱ λοιδορίαι, ἡ δὲ χλευασία καὶ ὁ γέλως· τὸ δὲ ὑπὸ πάντων  διασύρεσθαί τι ἀφόρητον ἦν. Οὐ γὰρ οὕτως ἡ τῶν συμφορῶν φύσις, ὡς οἱ παρὰ τὰς συμφορὰς ἡμῖν ὀνειδίζοντες  δάκνειν  ἡμῶν εἰώθασι τὴν ψυχήν. Οὐ μόνον ὁ παρακαλῶν  οὐκ ἦν, ἀλλὰ καὶ πολλοὶ πολλαχόθεν  ἐπέκειντο  ὀνειδίζοντες. Καὶ ὁρᾷς αὐτὸν τοῦτο ἀποδυρόμενον, καὶ λέγοντα· Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι· καὶ ἀνελεήμονας  αὐτοὺς καλεῖ, καί φησιν· Ὅτι ἀπείπαντό με οἱ πλησίον μου, καὶ οἱ οἰκέται μου  κατ'  ἐμοῦ  ἐλάλουν,  καὶ  υἱοὺς  παλλακίδων   μου  ἐκάλουν,  αὐτοὶ  δὲ  ἀπεπήδων. Ἕτεροι δὲ, φησὶν, ἐνέπτυόν  μοι, καὶ θρύλλημα  πάντων  ἐγενόμην,  καὶ αὐτὴ, φησὶν, ἡ στολή μου ἐβδελύξατό με. Ταῦτά γε οὐδὲ ἀκοῦσαι φορητὰ, μήτι γε διὰ τῶν πραγμάτων αὐτῶν ὑπομεῖναι. Πενία ἐσχάτη, καὶ νόσος ἀφόρητος καὶ καινὴ καὶ παράδοξος· παίδων ἀποβολὴ  τοσούτων  καὶ  τοιούτων   καὶ  τοιούτῳ   τρόπῳ·  ὀνείδη  καὶ  σκώμματα  καὶ λοιδορίαι παρὰ ἀνθρώπων·  οἱ μὲν ἐχλεύαζον, οἱ δὲ ὠνείδιζον,  οἱ δὲ κατεφρόνουν,  οὐκ ἐχθροὶ μόνον, ἀλλὰ καὶ φίλοι· οὐ φίλοι μόνον, ἀλλὰ καὶ οἰκέται· οὐκ ἐχλεύαζον δὲ οὐδὲ ὠνείδιζον  μόνον,  ἀλλὰ  καὶ ἐβδελύσσοντο, καὶ ταῦτα οὐκ ἐπὶ δύο καὶ τρισὶ καὶ δέκα ἡμέραις, ἀλλ' ἐπὶ πολλοῖς τοῖς μησί· καὶ ὅπερ ἐπ' ἐκείνου συνέβη μόνου, οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ' ἡμέραν δεινῶν προσθήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων  φαντασία. Ὅτι γὰρ χαλεπώτερα  ἐν τοῖς ὕπνοις ὑπέμενεν, ἄκουσον τί φησι· ∆ιὰ τί με φοβεῖς ἐν ὕπνοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις; Ποῖος σιδηροῦς ἄνθρωπος,  ποῖος  ἀδάμας τοσαῦτα ἂν ὑπέμεινε  δεινά;  Εἰ γὰρ καὶ καθ' ἑαυτὸ  τούτων ἕκαστον ἀφόρητον, ἐννόησον ὁμοῦ συνελθόντα  πόσον ἤγειρε θόρυβον.  Ἀλλ' ὅμως  ἐκεῖνος  ἅπαντα  ταῦτα  ὑπήνεγκε,  καὶ  ἐν  ἅπασι  τοῖς  συμβεβηκόσιν  αὐτῷ  οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐγένετο δόλος.


ζʹ. Γενέσθω τοίνυν  ἐκείνου  τὰ πάθη  φάρμακα  τῶν  ἡμετέρων  κακῶν,  καὶ τὸ χαλεπὸν   τούτου   κλυδώνιον   τῶν   ἡμετέρων   παθῶν   λιμὴν,   καὶ  ἐφ'  ἑκάστῳ   τῶν συμβαινόντων  ἡμῖν ἀναλογιζώμεθα  τὸν ἅγιον· καὶ ὁρῶντες ἓν σῶμα τὰ τῆς οἰκουμένης ἀντλῆσαν  δεινὰ, γενναίως  ἡμεῖς ἐπὶ τοῖς κατὰ μέρος διακεισόμεθα· καὶ καθάπερ πρὸς μητέρα   τινὰ   φιλόστοργον   πανταχόθεν    τὰς   χεῖρας   ἐκτείνουσαν,   καὶ   τὰ   παιδία πεφοβημένα δεχομένην καὶ ἀνακτωμένην, οὕτω πρὸς τὴν βίβλον ταύτην ἀεὶ καταφεύγωμεν· κἂν τὰ πάντων  οἴκτιστα ἡμῖν ἐπίῃ δεινὰ, ἱκανὴν πάντων  λαβόντες τὴν παραμυθίαν,  οὕτως  ἀπελευσόμεθα.  Εἰ δὲ λέγοις  ὅτι, Ἐκεῖνος  Ἰὼβ  ἦν  καὶ  διὰ  τοῦτο ἤνεγκεν, ἐγὼ δὲ οὐκ εἰμὶ κατ' ἐκεῖνον, μείζονά μοι σαυτοῦ λέγεις κατηγορίαν, καὶ τοῦ δικαίου πάλιν ἔπαινον· μᾶλλον γὰρ σὲ εἰκὸς ἐνεγκεῖν,  ἢ ἐκεῖνον. Τί  δήποτε; Ὅτι ἐκεῖνος μὲν πρὸ τῆς χάριτος  καὶ πρὸ τοῦ νόμου, ὅτε οὐ πολλὴ  τῆς πολιτείας  ἦν ἀκρίβεια, ὅτε οὐ τοσαύτη τοῦ Πνεύματος ἡ χάρις, ὅτε δυσκαταγώνιστος ἡ ἁμαρτία, ὅτε ἡ κατάρα ἐκράτει, ὅτε ὁ θάνατος φοβερὸς ἦν· νυνὶ δὲ εὐκολώτερα τὰ παλαίσματα γέγονε, μετὰ  τὴν  τοῦ  Χριστοῦ παρουσίαν  πάντων  τούτων  ἀνῃρημένων.  Ὥστε οὐδεμία  ἡμῖν ἀπολογία, μετὰ τοσοῦτον χρόνον καὶ τοσαύτην ἐπίδοσιν καὶ τοσαύτας δωρεὰς παρὰ τοῦ Θεοῦ δοθείσας ἡμῖν μὴ δυναμένοις εἰς τὸ αὐτὸ ἐκείνῳ φθάσαι μέτρον. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες,  ὅτι μείζονα  ἐκείνου  ἦν τὰ δεινὰ, καὶ ὅτε χαλεπώτερος  ἦν ὁ ἀγὼν,  τότε ἀπεδύσατο καὶ ἐπάλαισε, φέρωμεν ἅπαντα τὰ ἐπιόντα γενναίως  ἡμῖν, καὶ μετὰ πολλῆς τῆς εὐχαριστίας, ἵνα δυνηθῶμεν τῶν αὐτῶν ἐκείνῳ στεφάνων τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |