Κυριακή 27 Νοεμβρίου 2016
Η Θεία Λειτουργία Αγίου Ιακώβ Αδελφοθέου
Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΑΔΕΛΦΟΘΕΟΥ
ΕΥΧΑΙ ΠΡΟΠΑΡΑΣΚΕΥΑΣΤΙΚΑΙ
Ὁ ῾ Ι ερ εύς , ἱστάμενος προ τῆς ἁγίας Τραπέζης, κεκλεισμένης ἔτι τῆς ὡραίας Πύλης, λέγει μ υστ ι κ ῶ ς τ αύτ ην τ ὴν εὐχήν·
Δόξα τῷ Πατρὶ κ αὶ τῷ Υἱῷ κ αὶ τῷ Ἀ γίῳ Πνεύματι, τῇ μόνῃ ἁπλῇ κ αὶ ἀδιαιρέτῳ Τριάδι, τῇ ἑνούσῃ κ αὶ ἁγιαζ ούσῃ ἡμᾶς δι᾿ ἑαυτῆς κ αὶ εἰρηνευούσῃ τὴν ζ ωὴν ἡμῶν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τ ῶ ν αἰ ώ νω ν. ᾿Α μ ήν.
Εἶτα ἐξιλεούμενος ὑπὲρ ἑαυτοῦ τὸ θεῖον, λέγει·
Ἐν πλήθει ἁμαρτιῶν μεμολυσμένον μὴ με ἐξουδενώσῃ, Δ έσποτ α Κύρι ε ὁ Θεὸς ἡμῶν· ἰ δοὺ γὰρ προσῆλ θον τῷ θείφ τούτῳ κ αὶ ἐπουρανίῳ μυστηρίῳ σου οὐχ ὡς ἄξιος ὑπάρχων, ἀλλ’ εἰς τὴν σὴν ἀφορῶν ἀγαθότητα· ἀφίημί σοι τὴν φωνήν, ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὐκ εἰμὶ ἄξιος ἀντοφθαλμῆσαι τῇ ἱερᾷ σου ταύτῃ καὶ πνευματικῇ τραπέζῃ, ἐφ’ᾗ ὁ μονογενής σου Υἱὸς κ αὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ κατεστιγμένῳ πάσῃ κηλῖδι, μυστικῶς πρόκειται εἰς θυσίαν. Διὸ ταύτην σοι τὴν ἱκεσίαν καὶ εὐχαριστίαν προσάγω τοῦ καταπεμφθῆναί μοι τὸ Πνεῦμά σου τὸ Παράκλητον ἐνισχῦον καὶ καταρτίζον με πρὸς τὴν λειτουργίαν ταύτην καὶ τὴν παρὰ σοῦ μοι τῷ λαῷ ἐπαγγελθεῖσαν φωνὴν ἀκατακρίτως ταύτην ἀποφθέγξασθαι καταξίωσον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ, ἀγαθῷ, ζωοποιῷ κ αὶ ὁμοουσίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τ ῶ ν αἰ ώ νω ν. ᾿Α μήν.
Εἶτα ὁ ἱερεὺς παραλαμβάνων ἐκ τῆς ἁγὶας Τραπέζης τὰς ῾Αγίας Γραφὰς καὶ δίδων αὐτάς τῷ Διακόνῳ, προπορευόμενου λαμπαδηφόρου, ἐξέρχεται τοῦ Ἱεροῦ καὶ ποιεῖται εἴσοδον πρὸς τὰς βασιλικὰς πύλας.
Εἶτα ἀνοιγομένων τῶν βασιλικῶν πυλῶν λέγει ἐκφώνως· Ὁ ῾Ι ερεύς ·
Δόξα τῷ Πατρὶ κ αὶ τῷ Υἱῷ κ αὶ τῷ Ἀ γίῳ Πνεύματι, τῷ τριαδικῷ καὶ ἑνιαίῳ φωτὶ τῆς Θεότητος, τῆς ἐν Τριάδι μοναδικῶς ὑπαρχούσης καὶ διαιρούμενης ἀδιαιρέτως· Τριὰς γὰρ, εἷς Θεὸς παντοκράτωρ οὗ τὴν δόξαν οἱ οὐρανοὶ διηγοῦνται, ἡ δὲ γῆ τὴν αὐτοῦ δεσποτείαν, καὶ ἡ θάλασσα τὸ αὐτοῦ κράτος, καὶ πᾶσα αἰσθητὴ καὶ νοητὴ κτίσις τὴν αὐτοῦ μεγαλειότητα κηρύττει πάντοτε· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λ αός · ᾿Α μήν.
Ὁ ῾Ιερεὺς ἐκφώνως·
Εὐεργέτα καὶ Βασιλεῦ τῶν αἰώνων καὶ τῆς κτίσεως ἁπάσης Δημιουργέ, πρόσδεξαι προσιοῦσάν σοι διὰ τοῦ Χριστοῦ σου τὴν Ἐκκλησίαν σου, ἑκάστῳ τὸ συμφέρον ἐκπλήρωσον, ἄγαγε πάντας εἰς τελειότητα καὶ ἀξίους ἡμᾶς ἀπέργασαι τῆς χάριτος τοῦ ἁγιασμοῦ σου, ἐπισυνάγων ἡμᾶς ἐν τῇ ἁγίᾳ σου καθολικῇ καὶ ἀποστολικῇ ᾿Εκκλησίᾳ, ἣν περιεποιήσω τῷ
τιμίῳ αἵματι τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λ αός · ᾿Α μήν.
Η Ε Ι ΣΟΔ ΟΣ
Ὁ Δ ι άκ ονος , πρὸς τ ὸν Λ αόν· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Λ αός · Κύριε ἐλέησον.
Ὁ ῾Ιερεὺς λέγει ἐκφώνως τὴν εὐχὴν τοῦ θυμιάματος τῆς εἰσόδου·
Ὁ Θεός, ὁ προσδεξάμενος ῎Αβελ τὰ δῶρα, Νῶε καὶ ᾿Αβραὰμ τὴν θυσίαν,
᾿Ααρὼν καὶ Ζαχαρίου τὸ θυμίαμα, πρόσδεξαι καὶ ἐκ χειρὸς ἡμῶν τῶν ἁμαρτωλῶν τὸ θυμίαμα τοῦτο εἰς ὀσμὴν εὐωδίας καὶ ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν καὶ παντὸς τοῦ λαοῦ Σου- ὅτι εὐλογημένος ὑπάρχεις καὶ πρέπει Σοι ἡ δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λ αός · ᾿Α μήν.
Ὁ Διάκονος· Ὀρθοί.
Εἶτα ὁ ἱερεὺς θυμιᾷ καὶ ποιεῖται εἴσοδον, ψάλλων μετὰ τοῦ Διακόνου καὶ τοῦ λαοῦ τὸ Τροπάριον:
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας· εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρί καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Οἱ εἰσοδεύοντες, φθάσαντες εἰς τὸ μέσον τοῦ ναοῦ, ἔνθα εὕρηται Ἄμβων, ἀποτιθέασιν ἐπ’ αὐτοῦ τὰς ἁγίας Γραφὰς κ αὶ χωροῦσι πρὸς τό ἅγιον Βῆμα, πρὸ δὲ τῆς ὡραίας Πύλης ἱστάμενος λέγει ἐκφώνως τὴν ἑξῆς εὐχήν:
Ὁ Θεὸς, ὁ παντοκράτωρ, ὁ μεγαλώνυμος Κύριος, ὁ δοὺς ἡμῖν εἴσοδον εἰς τὰ ῞Αγια τῶν ῾Αγίων διὰ τῆς ἐπιδημίας τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ κ αὶ Θεοῦ κ αὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χ ριστοῦ, ἱ κ ετεύομεν καὶ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα· ἐπειδὴ ἔμφοβοι καὶ ἔντρομοί ἐσμεν μέλλοντες παρεστάναι τῷ ἁγίῳ σου Θυσιαστηρίῳ, ἐξαπόστειλον ἐφ’ ἡμᾶς ὁ Θεὸς τὴν χάριν σου τὴν ἀγαθὴν καὶ ἁγίασον τὰς ψυχὰς καὶ τὰ σώματα καὶ τὰ πνεύματα κ αὶ ἀλλοίωσον τὰ φρονήματα ἡμῶν πρὸς εὐσέβειαν,
ἵνα ἐν καθαρῷ συνειδότι προσφέρωμέν σοι δῶρα, δόματα, καρπώματα εἰς ἀθέτησιν τῶν ἡμετέρων πλημμελημάτων καὶ εἰς ἱλασμὸν παντὸς τοῦ λαοῦ σου· χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λ αός: ᾿Α μήν.
ΤΟ ΤΡΙΣΑΓΙΟΝ
Εἶτα λέγει, ἐστραμμένος προς τόν λαόν, ὁ Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Λ αός μεθ᾿ ἑκάστην αἴτησιν τοῦ Διακόνου ψάλλει· Κύριε ἐλέησον.
Ὁ Διάκονος·
῾Υπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ Θεοῦ φιλανθρωπίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ ἑνώσεως πασῶν τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ σωτηρίας καὶ ἀντιλήψεως τοῦ ἁγιωτάτου Πατρὸς καὶ
᾿Αρχιεπισκόπου ἡμῶν Γρηγορίου, παντὸς τοῦ κλήρου καὶ τοῦ φιλοχρίστου λαοῦ τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ ἀφέσεως τῶν ἁμαρτιῶν καὶ συγχωρήσεως τῶν πλημμελημάτων ἡμῶν καὶ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης καὶ ἐπαναστάσεως ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.
Τῆς παναγίας, ἀχράντου, ὑπερενδόξου, εὐλογημένης δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου ᾿Ιωάννου τοῦ ἐνδόξου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ, τῶν θείων καὶ πανευφήμων
᾿Αποστόλων, ἐνδόξων Προφητῶν καὶ ἀθλοφόρων μαρτύρων καὶ πάντων τῶν ἁγίων καὶ δικαίων μνημονεύσωμεν, ὅπως εὐχαῖς αὐτῶν κ αὶ πρεσβείαις οἱ πάντ ες ἐλ εηθῶμεν.
Ὁ Λαός· Κύριε ἐλέησον.
Ὁ Ἱερεύς ·
Οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμε καὶ πολυέλεε καὶ ἀληθινὲ Κύριε, ἐπίβλεψον ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἐπάκουσον ἡμῶν τῶν σῶν ἱκετῶν καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς πειρασμοῦ, διαβολικοῦ τε καὶ ἀνθρωπίνου, καὶ μη ἀποστήσῃς ἀφ’ ἡμῶν τὴν σὴν βοὴθειαν, μηδὲ βαρυτέρας τῆς ἡμετέρας δυνάμεως παιδείας ἐπαγάγῃς ἡμῖν· ἡμεῖς γὰρ οὐχὶ ἱκανοὶ πρὸς τὸ νικᾶν τὰ ἀντιπίπτοντα, σὺ δὲ δυνατὸς εἶ, Κύριε, εἰς τὸ σῴζειν ἐκ πάντων τῶν ἐναντιωμάτων. Σῶσον ἡμᾶς, ὁ Θεός, ἐκ τῶν δυσχερῶν τοῦ κόσμου τούτου κατὰ τὴν χρηστότητά σου, ὅπως, εἰσελθόντες ἐν καθαρᾷ συνειδήσει πρὸς τὸ ἅγιόν σου θυσιαστήριον, τὸν μακάριον καὶ τρισάγιον ὕμνον σὺν ταῖς ἐπουρανίαις Δυνάμεσιν ἀκατακρίτως ἀναπέμπομέν σοι καί, τὴν εὐάρεστόν σοι καὶ θείαν ἐπιτελέσαντες λειτουργίαν, καταξιωθῶμεν τῆς αἰωνίου ζωῆς.
῞Οτι ἅγιος εἶ, Κύριε ὁ Θεὸς ἡμῶν καὶ ἐν ἁγίοις κατοικεῖς καὶ ἐπαναπαύει καὶ σοὶ τὴν δόξαν καὶ τὸν τρισάγιον ὕμνον ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός· Ἀμήν.
Ἅγιος ό Θεός. Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3 φορές) Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἁγία Τριάς, ἐλέησον ἡμᾶς.
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
Ὁ ῾Ι ερεύς · Ε ἰ ρήνη πᾶσι .
Ὁ Λαός· Καὶ τ ῷ Πνεύματ ί σου.
Ὁ ᾿Αναγνώστης, ἀπὸ τοῦ ἄμβωνος, ἀναγινώσκει τὴν Προφητείαν · Τὸ ᾿Ανάγνωσμα
Ὁ Ψ άλ τ ης· Προκείμενον· ῏Ηχος Πλ. δ´. Ψαλμὸς τοῦ Δαβΐδ.
Eἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ· καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὁ Λαός· Eἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ· καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στιχ. α´· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ὁ Λαός· Eἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ· καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στιχ. β´· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Ὁ Λαός· Eἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ· καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στιχ. γ´· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
Ὁ Λαός· Eἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ· καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὁ ᾿Αναγνώστης ἀναγινώσκει τὸν Ἀπόστολον, ἱστάμενος παρὰ τὸν ἄμβωνα.
Τὸ ᾿Ανάγνωσμα
Λέγει δὲ μυστικῶς ὁ ῾Ιερεύς τὴν εὐχὴν τοῦ θυμιάματος·
Σοὶ τῷ πεπληρωμένῳ πάσης εὐωδίας, κ αὶ εὐφροσύνης, Κύριε ὁ Θεὸς ἡμῶν, ἐξ ὧν δέδωκας ἡμῖν, προσφέρομέν σοι τὸ θυμίαμα τοῦτο· ἀναληφθήτω δὴ δεόμεθα ἐνώπιόν σου ἐκ πενιχρῶν ἡμῶν χειρῶν εἰς τὸ ἅγιον καὶ ὑπερουράνιόν σου Θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας, εἰς ἄφεσιν τ ῶν ἁμαρτ ιῶν ἡμῶν κ αὶ εἰς ἱλ ασμὸν τ οῦ λ αοῦ σου· χάρι τ ι κ αὶ οἰ κ τ ι ρμοῖ ς κ αὶ φι λ ανθρωπί ᾳ τ οῦ μονογενοῦς σου Υἱοῦ, μέθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ κ αὶ ἀγαθῷ κ αὶ ζ ωοποιῷ σου Πνεύματ ι, νῦν κ αὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Μετά τήν συμπλήρωσιν τοῦ ᾿Αποστόλ ου, θυμιᾷ ὁ Διάκονος. Ὁ Λαός· ᾿Αλ λ ηλ ούϊα (τ ρίς).
Στ ιχ. α´· Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ’ ἐμέ. Ὁ λ αός· ᾿Αλ λ ηλ ούϊα (τ ρίς).
Στ ιχ. β´· Ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανιστανομένων ἐπ’ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.
Ὁ λ αός· ᾿Αλ λ ηλ ούϊα (τ ρίς).
Στ ιχ. γ´· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.
Ὁ λ αός· ᾿Αλ λ ηλ ούϊα (τ ρίς).
Στ ιχ. δ´· Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυῒδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Ὁ Διάκονος·Εἴπωμεν πάντες, Κύριε ἐλέησον.
Ὁ λαός, μεθ᾿ ἑκάστην αἴτησιν· Κύριε ἐλέησον.
Ὁ Διάκ ονος·
Κύριε παντοκράτορ, ἐπουράνιε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου ἐπάκουσον.
῾Υπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ ἑνώσεως πασῶν τῶν ἁγίων σου ᾿Εκκλησιῶν δεηθῶμεν.
῾Υπὲρ σωτηρίας καὶ ἀντιλήψεως τοῦ ἁγιωτάτου Πατρὸς καὶ
᾿Αρχιεπισκόπου ἡμῶν Γρηγορίου, παντὸς τοῦ κλήρου καὶ τοῦ φιλοχρίστου λαοῦ δεηθῶμεν.
῾Υπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, αἰχμαλωσίας, πικροῦ θανάτου, καὶ τῶν ἀνομιῶν ἡμῶν δεηθῶμεν.
Καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ καὶ ἀπεκδεχομένου τὸ παρὰ σοῦ πλούσιον καὶ μέγα ἔλεος ἱκετεύομέν σε, σπλαγχνίσθητι κ αὶ ἐλέησον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
῞Υψωσον κέρας χριστιανῶν, τῇ δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, τῇ πρεσβείᾳ τῆς παναγίας εὐλογημένης δεσποίνης ἡμῶν Θεοτόκου, τοῦ Προδρόμου, καὶ τῶν ᾿Αποστόλων σου καὶ πάντων τῶν ἁγίων σου, ἱκετεύομέν σε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν δεομένων σου καὶ ἐλέησον.
Ὁ Λαός· Κύριε ἐλέησον (τρίς).
Ὁ ῾Ιερεύς λέγει τὴν εὐχὴν πρὸ τοῦ ἁγίου Εὐαγγελίου·
Ἔλ λ αμψον ἐν τ αῖ ς κ αρδί αι ς ἡμῶν, φι λ άνθρωπε Κύριε, τὸ τῆς γνώσεως ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων σου κατανόησιν· ἔνθες ἡμῖν καὶ τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα, τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες.
Ἐκφώνως·
Σὺ γὰρ εἶ ὁ εὐαγγελισμὸς καὶ φωτισμός, σωτὴρ καὶ φύλαξ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ Θεός, καὶ ὁ μονογενής σου Υἱός, καὶ τὸ Πνεῦμά σου τὸ πανάγιον, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός· Ἀμήν.
Ὁ Διάκονος· Ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Ὁ ῾Ιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Λαός· Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος· Πρόσχωμεν τῇ ἁγίᾳ ἀναγνώσει.
Καὶ ἀναγινώσκει ἀμέσως ὁ Διάκονος τὸ Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ
Ὁ Λαός· Δόξα σοι, Κύριε.
ἁγίου Εὐαγγελίου τό ἀνάγνωσμα. Τὸ Εὐαγγέλιον
Μεθ’ οὗ ὁ ῾Ιερεὺς κηρύσσει τὸν λόγον τοῦ Θεοῦ, ἀπὸ τοῦ ἐν μέσῳ τοῦ ναοῦ ἄμβωνος, εἶτα δὲ, πάντοτε προς τόν λαόν στρεφόμενος
Ὁ Διάκονος· Σχολάσωμεν ἐκτενῶς. Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Λαός, μεθ᾿ ἑκάστην αἴτησιν· Κύριε ἐλέησον
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τοῦ Θεοῦ φιλανθρωπίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ ἑνώσεως πασῶν τῶν ἁγίων σου ᾿Εκκλησιών δεηθῶμεν.
῾Υπὲρ σωτηρίας καὶ ἀντιλήψεως τοῦ ἁγιωτάτου Πατρὸς καὶ
᾿Αρχιεπισκόπου ἡμῶν Γρηγορίου, παντὸς τοῦ κλήρου καὶ τοῦ φιλοχρίστου λαοῦ δεηθῶμεν.
῾Υπέρ ἀφέσεως ἁμαρτιῶν καὶ συγχωρήσεως πλημμελημάτων ἡμῶν, καὶ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, ἐπαναστάσεως ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τὴν ἡμέραν πάσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου, αἰτησώμεθα.
῾Ο Λαός· Παράσχου, Κύριε.
῎Αγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ
Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ ὑγείᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου ᾿Ιωάννου τοῦ ἐνδόξου προφήτου, προδρόμου κ αὶ βαπτιστοῦ· τῶν θείων κ αί πανευφήμων
᾿Αποστόλων, ἐνδόξων προφητῶν, ἀθλοφόρων καὶ μαρτύρων, μετὰ πάντων τῶν ἁγίων καὶ δικαίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τῆν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Λαός· Σοί, Κύριε.
Ὁ ῾Ιερεύς·
Ὁ ἐνηχήσας ἡμᾶς Θεὸς τὰ θεῖά σου καὶ σωτήρια λόγια, φώτισον τὰς ψυχὰς ἡμῶν τῶν ἁμαρτωλῶν εἰς τὴν τῶν προαναγνωσθέντων κατάληψιν, ὡς μὴ μόνον ἀκροατὰς ὀφθῆναι τῶν πνευματικῶν ῥημάτων, ἀλλὰ καὶ
ποιητὰς πράξεων ἀγαθῶν, πίστιν μετερχομένους ἀνύπουλ ον, βίον ἄμεμπτ ον, πολ ιτ εί αν ἀνέγκ λ ητ ον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν μεθ’ οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος σὺν τῷ παναγίῳ και ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Λαός· Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς· Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Ὁ Λαός· Σοί, Κύριε.
Ὁ ῾Ιερεύς·
Δέσποτα ζωοποιὲ καὶ ἀγαθῶν χορηγέ, ὁ δοὺς τοῖς ἀνθρώποις τὴν μακαρίαν ἐλπίδα τῆς αἰωνίου ζωῆς, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταξίωσον ἡμᾶς, ἀγαθέ, ἐν ἁγιασμῷ καὶ ταύτην σοι τὴν θείαν ἐπιτελέσαι λειτουργίαν, εἰς ἀπόλαυσιν τῆς μελλούσης μακαριότητος.
Ἐκφώνως·
῞Οπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι καὶ εἰς φῶς ἀληθείας ὁδηγούμενοι, σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν ἀναπέμπωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός· Ἀμήν.
ΑΠΟΛΥΣΙΣ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ Ὁ Διάκονος·
Μὴ τις τῶν κατηχουμένων, μὴ τις τῶν ἀμυήτων, μὴ τις τῶν μὴ δυναμένων ἡμῖν συνδεηθῆναι. ᾿Αλλήλους ἐπίγνωτε· τὰς θύρας· ὀρθοὶ πάντες.
ΠΡΟΣΚΟΜΙΔΗ Ὁ Διάκονος· Ἐν εἰρήνῃ Χ ριστ οῦ ψάλ ωμεν.
Ὁ Λαός· Σιγησάτω πᾶσα σάρξ βροτεία, καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λογιζέσθω· ὁ γὰρ Βασιλευς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, προσέρχεται σφαγιασθῆναι, καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς· προηγοῦνται δὲ τούτου, οἱ χοροὶ τῶν Ἀγγέλων, μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
῾Ο ῾Ιερεύς, μετὰ τοῦ Διακόνου, κ ατὰ τὴν διάρκειαν τῆς ψαλμωδίας τοῦ ὕμνου, σιωπῶντες μεταφέρουσι τὰ τίμια δῶρα εἰς τὴν ἁγίαν τράπεζαν. Εἶτα λέγει ἐκ φώνως τὴν εὐχὴν τῆς προθέσεως·
Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ τὸν οὐράνιον ῎Αρτον, τὴν τροφὴν τοῦ παντὸς κ όσμου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐξαποστείλας Σωτῆρα καὶ Λυτρωτὴν καὶ Εὐεργέτην, εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, αὐτὸς εὐλ όγησον τ ὴν Πρόθεσιν τ αύτ ην κ αὶ πρόσδεξ αι αὐτ ὴν εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστήριον· μνημόνευσον ὡς ἀγαθὸς καὶ φιλάνθρωπος τῶν προσενεγκάντων κ αὶ δι’ οὓς προσήνεγκαν, καὶ ἡμᾶς
ἀκατακρίτους διαφύλαξον ἐν τῇ ἱερουργίᾳ τῶν θείων σου μυστηρίων.
῞Οτι ἡγίασται και δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Ὁ ῾Ιερεύς, ἐναποθέσας τὰ τίμια δῶρα ἐπὶ τῆς ἁγίας τραπέζ ης, θυμιᾷ αὐτά, λέγων τήν εὐχήν μυστικῶς·
Δέσποτα παντοκράτορ, βασιλεῦ τῆς δόξης, ὁ Θεός, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, αὐτὸς πάρεσο ἡμῖν ἐν τῇ ἁγίᾳ ὥρᾳ ταύτῃ ἐπικαλουμένοις σε καὶ λύτρωσαι ἡμᾶς ἀπὸ αἰσχύνης παραπτωμάτων· κάθαρον ἡμῶν τὸν νοῦν καὶ τὰ φρονήματα ἀπὸ μιαρῶν ἐπιθυμιῶν καὶ κοσμικῆς ἀπάτης καὶ πάσης διαβολικῆς ἐνεργείας καὶ πρόσδεξαι ἐκ χειρὸς ἡμῶν τῶν ἁμαρτωλῶν τὸ θυμίαμα τοῦτο, ὡς προσεδέξω τὴν προσφορὰν ῎Αβελ καὶ Νῶε καὶ ᾿Ααρὼν καὶ Σαμουὴλ καὶ πάντων τῶν ἁγίων σου, ῥυόμενος ἡμᾶς ἀπὸ παντὸς πονηροῦ πράγματος καὶ σῴζων εἰς τὸ πάντοτε εὐαρεστεῖν καὶ προσκυνεῖν καὶ δοξάζειν σε τὸν Πατέρα καὶ τὸν μονογενῆ σου Υἱὸν καὶ τὸ Πνεῦμά σου τὸ πανάγιον, νῦν καὶ ἀεί, καὶ εὶς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός· ᾿Αμήν.
Ὁ Δ ιάκ ονος· Ἐν σοφίᾳ Θεοῦ πρόσχωμεν.
Ὁ Λαός· Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ὁ Διάκονος· Στῶμεν κ αλῶς. Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ὁ Λαός· Κύριε ἐλέησον.
Ὁ ῾Ιερεύς (μυστικῶς)·
Ὁ πάντων Θεὸς καὶ Δεσπότης ἀξίους ἡμᾶς ἀπέργασαι τῆς ὥρας ταύτης τοὺς ἀναξίους, φιλ άνθρωπε· ἵνα καθαρεύοντες ἀπὸ παντὸς δόλου καὶ πάσης ὑποκρίσεως ἑνωθῶμεν ἀλλήλοις, τῷ τῆς εἰρήνης καὶ τῆς ἀγάπης συνδέσμῳ, βεβαιούμενοι τῷ τῆς σῆς θεογνωσίας ἁγιασμῷ διὰ τοῦ
μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.
Ἐκ φώνως·
῞Ότι Θεὸς ἐλέους, ἀγάπης, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις καὶ ὁ μονογενὴς σου Υἱὸς καὶ τὸ Πνεῦμά Σου τὸ πανάγιον, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λ αός · ᾿ Α μ ήν.
Ὁ Ι ερεύς · Ε ἰ ρήνη πᾶσι .
Ὁ Λαός· Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκ ονος·
Ἀσπασώμεθα ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
Καὶ μετὰ τὸ δοθῆναι τὸν ἀσπασμόν. Τὰς κεφάλας ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ Λαός· Σοί, Κύριε.
Ὁ ῾Ιερεύς κ λ ίνων ἐπιλ έγει μυστ ικ ῶς ·
Ὁ μόνος Κύριος κ αὶ ἐλεήμων Θεός, τοῖς κ λίνουσι τοὺς ἑαυτῶν αὐχένας ἐνώπιον τοῦ ἁγίου σου θυσιαστηρίου καὶ ἐπιζητοῦσι τὰς παρὰ σοῦ πνευματικὰς δωρεὰς ἐξαπόστειλον τὴν χάριν σου τὴν ἀγαθὴν και εὐλόγησον πάντας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ ἀναφαιρέτῳ, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν. ῞Οτι αἰνετὸν καὶ
προσκυνητὸν καὶ ὑπερένδοξον ὑπάρχει τὸ πανάγιον ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τ οῦ ἁγίου Πνεύματ ος . ᾿Α μήν.
Ὁ Διάκ ονος, πρὸς τὸν ῾Ιερέα· Κύριε, εὐλόγησον.
Ὁ Ἱερεύς ·
Ὁ Κύριος εὐλογήσαι πάντας ἡμᾶς κ αὶ συνδιακ ονήσαι ἡμῖν κ αὶ ἀξίους ποιήσαι τῆς παραστάσεως τοῦ ἁγίου αὐτοῦ θυσιαστηρίου καὶ τῆς ἐπελεύσεως τοῦ ἁγίου αὐτοῦ Πνεύματος, τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ κλίνας ἔνθεν καὶ ἔνθεν λέγει ἐκφώνως καί ἐμμελῶς· Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
Καὶ ὁ Λαὸς ἀποκ ρίνεται ἐμμελῶς·
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκ ιάσει σοι.
Εἶτα λέγουσιν οἱ συλλειτουργοὶ ἢ μόνος ὁ διάκονος· Μνησθείη ἡμῶν Κύριος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Διάκονος· Ἐν εἰρήνῃ τ οῦ Κυρίου δεηθῶμεν.
Ὁ Λαός, μεθ᾿ ἑκάστην αἴτησιν· Κύριε ἐλέησον.
Σῶσον ἐλέησον, οἰκτείρησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
῾Υπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ Θεοῦ φιλανθρωπίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ ἑνώσεως πασῶν τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ τῆς ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς ᾿Εκκλησίας, τῆς ἀπὸ γῆς περάτων μέχρι τῶν περάτων αὐτῆς τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ σωτηρίας καὶ ἀντιλήψεως τοῦ ἁγιωτάτου ἡμῶν Πατρὸς καὶ
᾿Αρχιεπισκόπου Γρηγορίου, παντὸς τοῦ κλήρου καὶ τοῦ φιλοχρίστου λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ τῆς πόλεως ταύτης, πάσης πόλ εως κ αὶ χώρας κ αὶ τῶν ἐν ὀρθοδόξῳ πίστει καὶ εὐλαβείᾳ Θεοῦ οἰκούντων ἐν αὐταῖς, εἰρήνης καὶ ἀσφαλείας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, χηρῶν καὶ ὀρφανῶν, ξένων καὶ ἐπιδεομένων καὶ τῶν ἐντειλαμένων ἡμῖν, ὥστε τοῦ μνημονεύειν αὐτῶν ἐν ταῖς προσευχαῖς, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ ὄντων, νοσούντων, καμνόντων, τῶν ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένων, καὶ τῆς παρὰ τοῦ Θεοῦ ταχείας ἰάσεως καὶ σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ τῶν ἐν παρθενίᾳ καὶ ἁγνείᾳ καὶ ἀσκήσει καὶ ἐν σεμνῷ γάμῳ διαγόντων καὶ τῶν ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἁγωνιζομένων ὁσίων πατέρων τε καὶ ἀδελφῶν, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ πλεόντων, ὁδοιπορούντων, ξενιτευόντων χριστιανῶν καὶ τῶν ἐν αἰχμαλωσίαις καὶ ἐξορίαις καὶ ἐν φυλακαῖς καὶ ἐν πονηραῖς δουλείαις ὄντων ἀδελφῶν ἡμῶν, εἰρηνικῆς ἐπανόδου ἑκάστου εἰς τὰ οἰκεῖα μετὰ χαρᾶς, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ τῶν παρόντων καὶ συνευχομένων ἡμῖν ἐν ταύτῃ τῇ ἁγίᾳ ὥρᾳ καὶ ἐν παντὶ καιρῷ πατέρων τε καὶ ἀδελφῶν σπουδῆς, καμάτου καὶ προθυμίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Καὶ ὑπὲρ πάσης ψυχῆς χριστιανῆς θλιβομένης καὶ καταπονουμένης ἐλέους καὶ βοηθείας Θεοῦ ἐπιδεομένης, καὶ ἐπιστροφῆς τῶν πεπλανημένων, ὑγείας τῶν ἀσθενούντων, ἀναρρύσεως τῶν αἰχμαλώτων, ἀναπαύσεως τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ ἀφέσεως ἁμαρτιῶν καὶ συγχωρήσεως πλημμελημάτων ἡμῶν καὶ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, ἐπαναστάσεως ἐθνῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ἐκτενέστερον ὑπὲρ εὐκρασίας ἀέρων, ὄμβρων εἰρηνικῶν, δρόσων ἀγαθῶν, καρπῶν εὐφορίας, τελείας εὐετηρίας καὶ ὑπὲρ τοῦ στεφάνου τοῦ ἐνιαυτοῦ, τοῦ Κυρίου δεηθῶμεν.
῾Υπὲρ τοῦ εἰσακουσθῆναι καὶ εὐπρόσδεκτον γενέσθαι τὴν δέησιν ἡμῶν ἐνώπιον τοῦ Θεοῦ καὶ καταπεμφθῆναι ἡμῖν πλούσια τὰ ἐλέη καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ.
Τῆς παναγίας, ἀχράντου, ὑπερενδόξου, εὐλογημένης δεσποίνης ἡμῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἁγίων καὶ μακαρίων ᾿Ιωάννου
τοῦ ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ, Στεφάνου τοῦ πρωτοδιακόνου και πρωτομάρτυρος, Μωϋσέως, ᾿Ααρών, Ἠλιού, Ἐλισσαίου, Σαμουήλ, Δαυΐδ, Δανιήλ, τῶν προφητῶν, καὶ πάντων τῶν ἁγίων κ αὶ δικ αίων μνημονεύσωμεν, ὅπως εὐχαῖς καὶ πρεσβείαις
αὐτῶν οί πάντες ἐλεηθῶμεν.
Καὶ ὑπὲρ τῶν προκειμένων τιμίων καὶ ἐπουρανίων, ἀρρήτων, ἀχράντων, ἐνδόξων, φοβερῶν, φρικτῶν, θείων δώρων καὶ σωτηρίας τοῦ παρεστῶτος καὶ προσφέροντος αὐτὰ τιμίου πατρὸς ἡμῶν καὶ Ἀρχιερέως (ἢ
῾Ιερέως), Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύομεν. Ὁ λαός· Κύριε ἐλέησον (τρίς).
᾿Εν τῷ λέγειν τὸν Διάκονον τὴν ἀνωτέρω καθολικὴν ἐκτενῆ, κλίνων καθ’
ἑαυτὸν λέγει τὰς ἑξῆς εὐχάς·
Ὁ Ἱερεύς·
Ὁ ἐπισκεψάμενος ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, Δέσποτα Κύριε, καὶ χαρισάμενος παρρησίαν ἡμῖν τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου παραστῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ κ αὶ προσφέρειν σοι τὴν φοβερὰν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἐπίβλεψον ἐπ’ ἐμὲ τὸν ἀχρεῖον δοῦλόν σου, καὶ ἐξάλειψόν μου τὰ παραπτώματα διὰ τὴν σὴν εὐσπλαγχνίαν καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ σαρκός τε καὶ πνεύματος καὶ ἀπόστησον ἀπ’ ἐμοῦ πάντα λογισμὸν αἰσχρόν τε καὶ ἀσύνετον, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ παναγίου σου Πνεύματος εἰς τὴν λειτουργίαν ταύτην καὶ πρόσδεξαί με διὰ τὴν σὴν ἀγαθότητα προσεγγίζοντα τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ εὐδόκησον, Κύριε, δεκτὰ γενέσθαι τὰ προσαγόμενά σου δῶρα ταῦτα διὰ τών ἡμετέρων χειρῶν, συγκ αταβαίνων ταῖς ἐμαῖς ἀσθενείαις κ αὶ μὴ ἀπόρριψῃς με ἀπὸ τοῦ προσώπου σου, μηδὲ βλεδύξῃ τὴν ἐμὴν ἀναξιότητα, ἀλλ’ ἐλέησόν με, ὁ Θεός, καὶ κατὰ τὸ πλήθος τῶν οἰκτιρμῶν σου παρένεγκε τὰ ἀνομήματά μου, ἵνα ἀκατακρίτως προσελθὼν κατενώπιον τῆς δόξης σου καταξιωθῶ τῆς σκέπης τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τῆς ἐλλάμψεως τοῦ παναγίου σου Πνεύματος καὶ μὴ, ὡς δοῦλος ἁμαρτίας, ἀποδόκ ιμος γένωμαι, ἀλλ᾿ ὡς
δοῦλος σὸς εὕρω χάριν καὶ ἔλεος καὶ ἄφεσιν ἁμαρτιῶν, ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ναί, Δέσποτα παντοκράτορ, παντ οδύναμε Κύρι ε, εἰ σάκ ουσον τ ῆς δεήσεώ ς μου· Σὺ γὰρ εἶ ὁ τὰ πάντα ἐνεργῶν ἐν πᾶσι καὶ τῆν παρὰ σοῦ πάντες ἐπιζητοῦμεν ἐπὶ πᾶσι βοήθειαν τε και ἀντίληψιν καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τοῦ ζωοποιοῦ Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Θεός, ὁ διὰ πολλὴν καὶ ἄφατον φιλανθρωπίαν ἐξαποστ είλ ας τ ὸν μονογενῆ σου Υἱὸν εἰς τ ὸν κ όσμον, ἵνα τὸ πεπλανημένον ἐπαναστρέψῃ πρόβατον, μὴ ἀποστραφῇς ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἐγχειροῦντάς σοι τὴν φοβερὰν ταύτην και ἀναίμακτον θυσίαν· οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμέν, ἀλλ’ ἐπὶ τῷ ἐλέει σου τῷ ἀγαθῷ, δι᾿ οὗ τὸ γένος ἡμῶν περιποιῇ. Καὶ νῦν ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, ἵνα μὴ γένηται εἰς κατάκριμα τῷ λαῷ σου τὸ οἰκ ονομηθὲν ἡμῖν τοῦτο πρὸς σωτηρίαν μυστήριον, ἀλλ᾿ εἰς ἐξάλειψιν ἁμαρτιῶν, εἰς ἀνανέωσιν
ψυχῶν καὶ σωμάτων, εἰς εὐαρέστησιν σοῦ τοῦ Θεοῦ καὶ Πατρός.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγών εἰς τὴν ζωὴν ταύτην, ὁ ὑποδείξας ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκαλύψεις, σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διάκονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ παναγίου σου Πνεύματος· εὐδόκησον, Δέσποτα, γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς σου διαθήκης, λειτουργοὺς τῶν ἀχράντων σου μυστηρίων καὶ πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ σου θυσιαστηρίῳ κατὰ τὸ πλήθος τοῦ ἐλέους σου, ἵνα γενώμεθα ἄξιοι τοῦ προσφέρειν σοι δῶρα τε καὶ θυσίας ὑπέρ τε ἑαυτῶν καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων καὶ δὸς ἡμῖν, Κύριε, μετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς προσκομίσαι σοι τὴν πνευματικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον καὶ ὑπερουράνιόν σου καὶ νοερὸν θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου Πνεύματος. Ναί, ὁ Θεός, ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἔπιδε τήν λογικ ὴν ταύτην λατρείαν ἡμῶν, κ αὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω
῎Αβελ τὰ δῶρα, Νώε τὰς θυσίας, ᾿Αβραὰμ τὰς ὁλοκαρπώσεις, Μωσέως καὶ
᾿Ααρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς εἰρηνικός, Δαβῒδ τὴν μετάνοιαν, Ζαχαρίου τὸ θυμίαμα· ὡς προσεδέξω ἐκ χειρὸς τῶν ἁγίων σου
᾿Αποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν, οὕτω πρόσδεξαι και έκ χειρός ἡμῶν τῶν ἁμαρτωλῶν τά προκείμενα δῶρα ταῦτα ἐν χρηστότητί σου καὶ δὸς γενέσθαι τὴν προσφορὰν ἡμῶν εὐπρόσδεκτον, ἡγιασμένην ἐν Πνεύματι ἁγίῳ, εἰς ἐξίλασμα τῶν ἡμετέρων πλημμελημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων καὶ εἰς ἀνάπαυσιν τῶν προκοιμηθεισῶν ψυχῶν, ἵνα καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί Σου καταξιωθέντες ἀδόλως λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, λάβωμεν τὸν μισθὸν τῶν πιστῶν και φρονίμων οἰκονόμων, καὶ εὕρωμεν χάριν καὶ ἔλεον ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικ αίας κ αὶ ἀγαθῆς.
Η ΕΥΧ Η ΤΟΥ ΚΑΤΑΠΕΤΑΣΜΑΤΟΣ
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἔδωκας ἡμῖν παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων, ἣν ἐνεκαίνισας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος τῆς σαρκὸς τοῦ Χριστοῦ σου. Καταξιωθέντες οὖν εἰσελθεῖν εἰς τόπον σκ ηνώματος δόξ ης σου, ἔσω τε γενέσθαι τοῦ καταπετάσματος, καὶ τὰ ἅγια τῶν ἁγίων κατοπτεῦσαι, προσπίπτομεν τῇ ἀγαθότητί σου, Δέσποτα, ἐλεῆσαι ἡμᾶς· ἐπειδὴ ἔμφοβοι καὶ ἔντρομοί
ἐσμεν μέλλοντες παρίστασθαι τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ τὰ περικείμενα τῇ ἱερᾷ ταύτῃ τελετῇ συμβολικῶς ἁμφιάσματα τῶν αἰνιγμάτων ἀνακαλύψας, τηλαυγῶς ἡμῖν ἀνάδειξον, καὶ τὰς νοερὰς ἡμῶν ὄψεις τοῦ ἀπεριλήπτου σου φωτὸς ἀποπλήρωσον, κ αὶ κ αθάρας τὴν πτωχείαν ἡμῶν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἀξίαν ἀπέργασθαι τῆς φοβερᾶς ταύτης καὶ φρικτῆς παραστάσεως, ὅτι ὑπερεύσπλαγχνος καὶ ἐλεήμων Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ κ αὶ τῷ Υἱῷ κ αὶ τῷ ἁγίῳ Πνεύματ ι, νῦν κ αὶ ἀεὶ κ αὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
(ἐκφώνως)
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’
οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζοωποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός· Ἀμήν.
Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ
Ὁ ῾Ιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Λαός· Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος·
Στῶμεν καλῶς· στῶμεν εὐλαβῶς· στῶμεν μετὰ φόβου Θεοῦ καὶ κατανύξεως· πρόσχωμεν τῇ ἁγίᾳ ἀναφορᾷ ἐν εἰρήνῃ τ ῷ Θεῷ.
Ὁ Λαός· ῎Ελεος, εἰρήνην, θυσίαν αἰνέσεως.
Ὁ ῾Ιερεύς· Ἡ ἀγάπη τ οῦ Θεοῦ Πατ ρὸς κ αὶ ἡ χάρις τ οῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ κοινωνία κ αὶ ἡ δωρεὰ τοῦ παναγίου Πνεύματος εἴη μετὰ πάντων ἡμῶν.
Ὁ Λαός· Καὶ μετὰ τοῦ Πνεύματός σου.
Ὁ ῾Ιερεύς· Ἄνω σχῶμεν τὸν νοῦν καὶ τὰς καρδίας. Ὁ Λαός· ῎Εχομεν πρὸς τὸν Κύριον.
Ὁ ῾Ιερεύς· Εὐχαριστ ήσωμεν τ ῷ Κυρίῳ. Ὁ Λαός· ῎Αξιον κ αὶ δίκ αιον.
Ὁ ῾Ιερεύς, ἐπικ λινόμενος·
Ὡς ἀληθῶς ἄξιόν ἐστι καὶ δίκαιον, πρέπον τε καί ὀφειλόμενον, σὲ αἰνεῖν, σὲ ὑμνεῖν, σὲ προσκυνεῖν, σὲ δοξολογεῖν, σοὶ εὐχαριστεῖν, τῷ πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου δημιουργῷ, τῷ θησαυρῷ τῶν αἰωνίων ἀγαθῶν, τῇ πηγῇ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τῷ πάντων Θεῷ καὶ Δεσπότῃ· Ὅν ὑμνοῦσιν οἱ οὐρανοὶ καὶ οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ πᾶσαι αἱ δυνάμεις αὐτῶν, ἥλιος τε καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἄστρων χορός, γῆ, θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς· ῾Ιερουσαλὴμ ἡ ἐπουράνιος πανήγυρις ἐκλεκτῶν, ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς·
πνεύματι δικαίων καὶ προφητῶν· ψυχαὶ μαρτύρων καὶ ἀποστόλων· ἄγγελοι, ἀρχάγγελ οι, θρόνοι, κυριότητες, ἀρχαί τε καί ἐξουσίαι καὶ δυνάμεις φοβεραί, χερουβὶμ τὰ πολυόμματα καὶ τὰ ἑξαπτέρυγα σεραφίμ, ἃ ταῖς μὲν δυσὶ πτέρυξι κατακαλύπτει τὰ πρόσωπα ἑαυτῶν, ταῖς δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἱπτάμενα κέκραγεν ἕτερον πρὸς τὸ ἕτερον ἀκαταπαύστοις στόμασιν, ἀσιγήτοις δοξολογίαις.
(ἐκφώνως)·
Τὸν ἐπινίκιον ὕμνον τῆς μεγαλόπρεπους σου δόξης, λαμπρᾷ τῇ φωνῇ ᾄδοντα, βοῶντα, δοξολογοῦντα, κεκραγότα καὶ λέγοντα·
Ὁ Λαός· ῞Αγιος, Ἅγιος, ῞Αγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Ὡσαννὰ ἐν τ οῖς ὑψίστ οις.
Ὁ ῾Ιερεύς, ἱστάμενος σφραγίζει τὰ δῶρα, λέγων ·
Ἅγιος εἶ, Βασιλεῦ τῶν αἰῶνων, καὶ πάσης ἁγιωσύνης Κύριος καὶ δοτήρ·
ἄγιος καὶ ὁ μονογενὴς σου Υἱός, ὁ Κύριος ἡμῶν ᾿Ιησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα ἐποίησας· ἅγιον δὲ καὶ τὸ Πνεῦμά σου τὸ πανάγιον, τὸ ἐρευνῶν τὰ πάντα καὶ τὰ βάθη σου, τοῦ Θεοῦ καὶ Πατρός. ῞Αγιος εἶ, παντοδύναμε, φοβερέ, ἀγαθέ, εὔσπλαγχνε, ὁ συμπαθὴς μάλιστα περὶ τὸ πλάσμα τὸ σόν. Ὁ ποιήσας ἀπὸ γῆς ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ χαρισάμενος αὐτῷ τὴν τοῦ παραδείσου ἀπόλαυσιν παραβάντα δὲ τὴν ἐντολήν σου καὶ ἐκπεσόντα, τοῦτον οὐ παρεῖδες, οὐδὲ ἐγκατέλιπες, ἀγαθέ, ἀλλ᾿ ἐπαίδευσας αὐτὸν ὡς εὔσπλαγχνος πατήρ, ἐκάλεσας αὐτὸν διὰ νόμου, ἐπαιδαγώγησας αὐτὸν διὰ τῶν Προφητῶν, ὕστερον δὲ αὐτὸν τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐξαπέστειλας εἰς τὸν κόσμον, ἵνα αὐτὸς ἐλθὼν τὴν σὴν ἀνανέωσῃ καὶ ἀνεγείρῃ εἰκόνα· ὃς κατελθὼν ἐκ τῶν οὐρανῶν καὶ σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ Θεοτόκου, συναναστραφείς τε τοῖς
ἀνθρώποις, πάντα ᾠκονόμησε πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν. Μέλλων δὲ τὸν ἑκούσιον καὶ ζωοποιὸν διὰ σταυροῦ θάνατον ὁ ἀναμάρτητος ὑπὲρ
ἡμῶν τῶν ἁμαρτωλ ῶν καταδέχεσθαι, ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο, μάλλον δ᾿ ἑαυτὸν παρεδίδου, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας.
Ὁ ῾Ιερεὺς τῇ χειρὶ τὸν ἅγιον ἄρτον κατασχὼν καὶ σφραγίσας λέγει· Λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων καὶ ἀθανάτων αὐτοῦ χειρῶν, ἀναβλέψας εἰς τὸν οὐρανόν, καὶ ἀναδείξας σοὶ τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας, μετέδωκε τοῖς ἁγίοις καὶ μακαρίοις αὐτοῦ μαθηταῖς καὶ Ἀποστόλοις εἰπών·
(ἐκφώνως)·
Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον καὶ διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ Λαός· ᾿Αμήν.
Ὁ ῾Ι ερεύς ἀποθέσας τὸν ἅγιον ἄρτον καὶ τὸ ποτήριον ἀνὰ χεῖρας λαβὼν λέγει·
῾Ωσαύτως μετὰ τὸ δειπνῆσαι, λαβὼν ποτήριον καὶ κεράσας ἐξ οἴνου καὶ ὕδατος, ἀτενίσας εἰς τὸν οὐρανὸν καὶ ἀναδείξας σοὶ τῷ Θεῷ καὶ Πατρὶ καὶ εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, πλήσας Πνεύματος ἁγίου, μετέδωκε τοῖς ἁγίοις καὶ μακαρίοις αὐτοῦ μαθηταῖς καὶ ᾿Αποστόλοις εἰπών·
(ἐκφώνως)·
Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μού ἐστι τὸ αἷμα, τὸ τής καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον κ αὶ διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ Λαός· ᾿Αμήν.
Ὁ ῾Ι ερεύς · Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον κ αὶ τὸ ποτήριον τοῦτο πίνετε, τὸν θάνατον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καταγγέλλετε καὶ τὴν ἀνάστασιν αὐτοῦ ὁμολογεῖτε, ἄχρις οὗ ἂν ἔλθῃ.
Ὁ Διάκονος· Πιστεύομεν καὶ ὁμολογοῦμεν.
Ὁ Λαός· Τὸν θάνατον σου, Κύριε, καταγγέλλομεν κ αὶ τὴν ἀνάστ ασίν
σου ὁμολογοῦμεν.
Ὁ ῾Ι ερεύς , σφραγίζ ων κ αὶ κ λ ίνων λ έγει·
Μεμνημένοι οὖν καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ τῶν ζωοποιῶν αὐτοῦ παθημάτων, τοῦ σωτηρίου σταυροῦ, καὶ τοῦ θανάτου καὶ τῆς ταφῆς, καὶ τῆς
τριημέρου ἐκ νεκ ρῶν ἀναστάσεως, κ αὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, κ αὶ τῆς ἐκ δεξιῶν σου τοῦ Θεοῦ καὶ Πατρὸς καθέδρας, καὶ τῆς δευτέρας ἐνδόξου φοβερᾶς αὐτοῦ παρουσίας, ὅταν ἔλθῃ μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, ὅταν μέλλῃ ἑκάστῳ ἀποδιδόναι κατὰ τὰ ἔργα αὐτοῦ (Φεῖσαι
ἡμῶν Κύριε ὁ Θεός ἡμῶν)· μᾶλλον δὲ κατὰ τὴν εὐσπλαγχνίαν αὐτοῦ, προσφέρομέν σοι, Δέσποτα, τὴν φοβερὰν ταύτην καὶ ἀναίμακτον θυσίαν, δεόμενοι, ἵνα μὴ κατὰ τὰς ἁμαρτίας ἡμῶν μηδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταποδώσῃς ἡμῖν, ἀλλὰ κατὰ τὴν σὴν ἐπιείκειαν καὶ ἄφατόν σου φιλανθρωπίαν ὑπερβὰς καὶ ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τῶν σῶν ἱκ ετῶν, χαρίσῃ ἡμῖν τὰ οὐράνια καὶ τὰ αἰώνιά σου δωρήματα, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασας, ὁ Θεός, τοῖς ἀγαπῶσί σε, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας ἀθετήσῃς τὸν λαόν σου, φιλάνθρωπε Κύριε·
(ἐκφώνως καὶ ἐμμελῶς)·
Ὁ γὰρ λαός σου καὶ ἡ ἐκκλησία σου ἱκετεύει σε.
Ὁ Λαός· Ἐλέησον ἡμᾶς, Κύριε ὁ Θεός, ὁ Πατὴρ, ὁ παντοκράτωρ.
Ὁ ῾Ιερεύς, ἀνιστ άμενος, λ έγει·
Ἐλέησον ἡμᾶς, ὁ Θεός, ὁ παντοκράτωρ· ἐλέησον ἡμᾶς, ὁ Θεός, ὁ σωτ ὴρ ἡμῶν ἐλ έησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ ἐξαπόστειλον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα ἅγια δῶρα ταῦτα τὸ Πνεῦμά σου τὸ πανάγιον,
Καὶ κλίνων λέγει·
τὸ κύριον καὶ ζωοποιό, τὸ σύνθρονόν σοι τῷ Θεῷ καὶ Πατρὶ καὶ τῷ μονογενεῖ σου Υἱῷ, τὸ συμβασιλεῦον, τὸ ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ λαλῆσαν ἐν νόμῳ καὶ προφήταις καὶ τῇ καινῇ σου διαθήκῃ, τὸ καταβὰν ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χ ρι στ ὸν ἐν τ ῷ ᾿Ι ορδάνῃ ποτ αμῷ κ αὶ μεῖ ναν ἐπ’ αὐτόν, τὸ καταβὰν ἐπὶ τοὺς ἁγίους σου
᾿Αποστόλους ἐν εἴδει πυρίνων γλωσσῶν ἐν τῷ ὑπερῴῳ τῆς ἁγίας καὶ ἐνδόξου Σιών, ἐν τῇ ἡμέρᾳ τῆς ἁγίας Πεντηκοστῆς·
Καὶ ἱστάμενος λέγει·
Αὐτὸ τὸ Πνεῦμά σου τὸ πανάγιον κ ατ άπεμψον, Δέσποτα, ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα ἅγια δῶρα ταῦτα,
Καὶ ἐκφωνεῖ·
ἵνα ἐπιφοιτῆσαν τῇ ἁγίᾳ καὶ ἀγαθῇ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ ἁγιάσῃ καὶ ποιήσῃ τὸν μὲν ἄρτον τοῦτον σῶμα ἅγιον Χριστοῦ.
Ὁ Λ αός· ᾿Α μήν.
Ὁ Ἱερεύς· Καὶ τὸ ποτήριον τοῦτο αἷμα τίμιον Χριστοῦ. Ὁ Λ αός· ᾿Α μήν.
Ὁ Ἱερεύς, ἱστάμενος καὶ σφραγίζων τὰ δῶρα, λέγει·
῞Ινα γένωνται πᾶσι τοῖς ἐξ αὐτῶν μεταλαμβάνουσιν εἰς ἄφεσιν ἁμαρτ ιῶν κ αὶ εἰς ζ ωήν αἰώνιον, εἰς ἁγιασμὸν ψυχῶν καὶ σωμάτων, εἰς
καρποφορίαν ἔργων ἀγαθῶν, εἰς στηριγμὸν τῆς ἁγίας σου καθολικῆς καὶ ἀποστολικής ᾿Εκκλησίας, ἣν ἐθεμελίωσας ἐπὶ τὴν πέτραν τῆς πίστεως, ἵνα πύλαι ᾅδου μὴ κατισχύσωσιν αὐτῆς· ῥυόμενος αὐτὴν ἀπὸ πάσης αἱρέσεως καὶ ἀπὸ σκανδάλου τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐκ τῶν
ἐπαναστάντων καὶ ἐπανισταμένων αὐτῇ ἐχθρῶν μέχρι τῆς συντελείας τῶν αἰώνων.
Ὁ Δ ι άκ ονος · ᾿Α μ ήν.
Τοῦ Λαοῦ ὑποψάλλοντος πολλάκ ις· Μνήσθητι Κύριε ὁ Θεὸς ἡμῶν, Ὁ Ἱερεύς, σφραγίζων ἐπεύχεται·
Προσφέρομέν σοι, Δέσποτα, καὶ ὑπὲρ τῶν ἁγίων σου τόπων, οὓς ἐδόξασας τῇ Θεοφανείᾳ τοῦ Χριστοῦ σου καὶ τῇ ἐπιφοιτήσει τοῦ παναγίου σου Πνεύματος· προηγουμένως ὑπέρ τῆς ἁγίας καὶ ἐνδόξου Σιών, τῆς μητρὸς πασῶν τῶν ἐκκλησιῶν καὶ ὑπὲρ τῆς κατὰ πᾶσαν τὴν οἰκουμένην ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας· πλουσίας καὶ νῦν τὰς δωρεὰς τοῦ Παναγίου σου Πνεύματος ἐπιχορήγησον αὐτῇ, Δέσποτα·
Μνήσθητι Κύριε, καὶ τῶν ἐν αὐτῇ ἁγίων πατέρων ἡμῶν καὶ ἐπισκόπων, τῶν ἐν πάσῃ τῇ οἰκουμένῃ ὀρθοδόξως ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας. Ἐν πρώτοις μνήσθητι, Κύριε ὁ Θεὸς ἡμῶν, τοῦ ὁσίου πατρὸς ἡμῶν, τοῦ ἁγιωτάτου ἡμῶν ᾿Αρχιεπισκόπου Γρηγορίου· γῆρας αὐτῷ τίμιον χάρισαι, μακροχρόνιον αὐτὸν διαφύλαξον, ποιμαίνοντα τὸν λαόν σου ἐν πάσῃ εὐσέβειᾳ και σεμνότητι.
Μνήσθητι, Κύρ4ιε, τοῦ ἐνθάδε τιμίου πρεσβυτερίου καὶ τοῦ ἁπανταχοῦ, τῆς ἐν Χριστῷ διακονίας, λοιπῆς πάσης ὑπηρεσίας, παντὸς ἐκ κ λησιαστικ οῦ τάγματος κ αὶ τῆς ἐν Χριστῷ ἀδελφότητος ἡμῶν καὶ παντὸς τοῦ φιλοχρίστου λαοῦ.
Μνήσθητι, Κύριε, τῶν συμπαρισταμένων ἡμῖν ἱερέων, λειτουργῶν ἐν ταύτῃ τῇ ἁγίᾳ ὥρᾳ ἐνώπιον τοῦ ἁγίου σου θυσιαστηρίου ἐπὶ
προσενέξει τῆς ἁγίας καὶ ἀναίμακτου σου θυσίας, καὶ δὸς αὐτοῖς καὶ ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, εἰς δόξαν καὶ ἔπαινον τοῦ παναγίου ὀνόματός σου.
Μνήσθητι, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, καὶ ὲμοῦ τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου, καὶ ἐπίσκεψαί με έν ἐλέει καὶ οἰκτιρμοῖς· καὶ ῥῦσαι καὶ ἀθώωσον ἐκ τῶν καταδιωκόντων με, Κύριε, Κύριε τῶν δυνάμεων, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, καὶ ἐπειδὴ ἐπλεόνασεν ἐν ἐμοὶ ἡ ἁμαρτία, ὑπερπερισσεύσοι σοι ἡ χάρις.
Μνήσθητι, Κύριε, τῆς πόλεως ταύτης καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν ἐν ὀρθοδόξῳ πίστει καὶ εὐλαβείᾳ κατοικούντων ἐν αὐταῖς, εἰρήνης καὶ ἀσφαλείας αὐτῶν.
Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, ξενιτευόντων χριστιανῶν, τῶν ἐν δεσμοῖς καὶ φυλακαῖς, τῶν ἐν αἰχμαλωσίαις καὶ ἐξορίαις, ἐν μετάλλοις καὶ βασάνοις, καὶ πικραῖς δουλείαις ὄντων, πατέρων τε καὶ ἀδελφῶν ἡμῶν, εἰρηνικῆς ἐπανόδου ἑκάστου αὐτῶν εἰς τὰ οἰκεῖα.
Μνήσθητι, Κύριε, τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ ὄντων, νοσούντων, καμνόντων, καὶ τῶν ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένων, καὶ τῆς παρὰ σοῦ τοῦ Θεοῦ ταχείας ἰάσεως καὶ σωτηρίας αὐτῶν.
Μνήσθητι, Κύριε, πάσης ψυχῆς χριστιανικῆς θλιβομένης καὶ καταπονουμένης, ἐλέους καὶ βοηθείας σοῦ τοῦ Θεοῦ ἐπιδεομένης, καὶ ἐπιστροφῆς τῶν πεπλανημένων.
Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ καὶ εὐλαβείᾳ καὶ ἀσκήσει διαμενόντων, καὶ τῶν ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀγωνιζομένων ὁσίων πατέρων τε καὶ ἀδελφῶν ἡμῶν, διὰ τὸ ὄνομά σου τὸ ἅγιον.
Μνήσθητι, Κύριε, πάντων εἰς ἀγαθόν· πάντας ἐλέησον, Δέσποτα· πᾶσιν ἡμῖν διαλλάγηθι· εἰρήνευσον τὰ πλήθη τοῦ λαοῦ σου· διασκέδασον τὰ σκάνδαλα, κατάργησον τοὺς πολέμους· παῦσον τὰ σχίσματα τῶν ἐκκλησιῶν τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ἐν τάχει κ ατ άλυσον· κ ατάβαλε τὸ φρύαγμα τῶν ἐθνῶν· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων, τὴν σὴν εἰρήνην κ αὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.
Μνήσθητι, Κύριε, εὐκρασίας ἀέρων, ὄμβρων εἰρηνικῶν, δρόσων ἀγαθῶν, καρπῶν εὐφορίας, τελείας εὐετηρίας, καὶ τοῦ στεφάνου τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου· οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ· ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας.
Μνήσθητι, Κύριε, τῶν κ αρποφορησάντων κ αὶ κ αρποφορούντων ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ ἐκ κλησίαις καὶ μεμνημένων τῶν πενήτων κ αὶ τῶν ἐντειλαμένων ἡμῖν τοῦ μνημονεύειν αὐτῶν ἐν ταῖς προσευχαῖς. Ἔτι μνησθῆναι καταξίωσον, Κύριε, καὶ τῶν τὰς προσφορὰς ταύτας προσενεγκάντων ἐν τῇ σήμερον ἡμέρᾳ ἐπὶ τὸ ἅγιόν σου Θυσιαστήριον, καὶ ὑπὲρ ὧν ἕκαστος προσήνεγκεν, ἢ κατὰ διάνοιαν ἔχει, καὶ τῶν ἀρτίως σοι ἀναγινωσκομένων.
Μνήσθητι, Κύριε, καὶ τῶν ἡμετέρων γονέων, συγγενῶν, καὶ φίλων, (δεῖνος κ αὶ δεῖνος).
Τούτων πάντων μνήσθητι, Κύριε, ὧν ἐμνήσθημεν καὶ ὧν οὐκ ἐμνήσθημεν, ὀρθοδόξων ἀντίδος αὐτοῖς ἀντὶ τῶν ἐπιγείων τὰ οὐράνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα, ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, κατὰ τὸ ἐπάγγελμα τοῦ Χριστοῦ σου, ἐπειδὴ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχεις.
῎Ετι μνησθῆναι καταξίωσον, Δέσποτα, καὶ τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων κ ατὰ γενεὰν κ αὶ γενεάν, ἁγίων πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, διδασκάλ ων, ὁσίων, κ αὶ παντ ὸς πνεύματ ος δικ αίου ἐν πίστ ει τετελειωμένου.
Μνήσθητι, Κύριε, τῆς ἀρχαγγελικῆς φωνῆς τῆς λεγούσης· Χ αῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκ ες τῶν ψυχῶν ἡμῶν.
(ἐκφώνως)
Ἐξαιρέτως τῆς παναγίας καὶ ὑπερευλογημένης, ἀχράντου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Ὁ Λαός· Μνήσθητι, Κύριε, ὁ Θεὸς ἡμῶν.
Ὁ ῾Ιερεύς, μυστικ ῶς·
Τοῦ ἁγίου ᾿Ιωάννου, τοῦ ἐνδόξου προφήτου Προδρόμου κ αὶ Βαπτιστοῦ, τῶν ἁγίων ᾿Αποστόλων, τ οῦ ἁγίου, ἐνδόξου κ αὶ πανευφήμου Ἀποστόλου κ αὶ ἈδελφοθέουἸακ ώβου, τῶν ἁγίων Προφητῶν καὶ Πατριαρχῶν καὶ δικαίων, ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν.
Μνήσθητι, Κύριε, ὁ Θεὸς τῶν ἁγίων Πατέρων ἡμῶν καὶ
᾿Αρχιεπισκόπων καὶ πάσης σαρκός, ὧν ἐμνήσθημεν καὶ ὧν οὐκ ἐμνήσθημεν. Ἐκεῖ αὐτοὺς ἀνάπαυσον ἐν χώρᾳ ζώντων, ἐν τῇ βασιλείᾳ σου, ἐν τρυφῇ τοῦ παραδείσου, ἐν κόλποις ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, τῶν ἁγίων Πατέρων ἡμῶν· ὅθεν ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός, ἔνθα
ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου κ αὶ καταλάμπει διὰ παντός. ῾Ημῶν δὲ τὰ τέλη τῆς ζωῆς χριστιανὰ καὶ εὐάρεστα καὶ ἀναμάρτητα ἐν εἰρήνῃ κατεύθυνον, Κύριε, ἐπισυνάγων ἡμᾶς ὑπὸ τοὺς πόδας τῶν ἐκλεκτῶν σου, ὅ,τι θέλεις καὶ ὡς θέλεις, μόνον χωρὶς αἰσχύνης κ αὶ παραπτωμάτων
διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ
Χριστοῦ· αὐτὸς γὰρ ἐστιν ὁ μόνος ἀναμάρτ ητ ος φανεὶς ἐπὶ τ ῆς γῆς.
Ὁ Διάκονος·
Καὶ ὑπὲρ εἰρήνης κ αὶ εὐσταθείας παντὸς τοῦ κόσμου καὶ τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν, καὶ ὑπὲρ ὧν ἕκαστος προσήνεγκεν ἢ κατὰ διάνοιαν ἔχει καὶ τοῦ παρεστῶτος λαοῦ, καὶ πάντων καὶ πασῶν.
Ὁ ῾Ιερεύς, ἐκ φώνως·
Δὸς καὶ ἡμῖν καὶ αὐτοῖς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Δεσπότης.
Ὁ Λαός· ῎Ανες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια, τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ τὰ ἐν ἀγνοίᾳ.
Ὁ ῾Ιερεύς, ἐκ φώνως·
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Χριστοῦ σου, μεθ’ οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος σῦν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ κ αὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λ α ός · ᾿ Α μ ήν. Ὁ῾Ι ερεύς · Ε ἰ ρήνη π ᾶσι .
Ὁ Λ α ός · Καὶ τ ῷ Πνεύματ ί σου.
Ὁ Διάκονος·
῎Ετι καὶ ἔτι καὶ διὰ παντὸς ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ὁ Λαός· Κύριε, ἐλέησον.
῾Υπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων, ἐπουρανίων, ἀρρήτων, ἀχράντων, ἐνδόξων, φοβερῶν, φρικτῶν, θείων δώρων Κυρίῳ τῷ Θεῷ ἡμῶν δεηθῶμεν.
῞Οπως Κύριος ὁ Θεὸς ἡμῶν, προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον νοερὸν καὶ πνευματικὸν αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ παναγίου Πνεύματος, δεηθῶμεν.
Τὴν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ παναγίου αὐτοῦ καὶ προσκυνητοῦ Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν
τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Λαός· Σοί, Κύριε.
Ὁ ῾Ιερεύς, μυστ ικ ῶς·
Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ μεγαλώνυμος Κύριος, ἡ μακαρία φύσις, ἡ ἄφθονος ἀγαθότης, ὁ πάντων Θεὸς καὶ Δεσπότης, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ καὶ δοξαζόμενος ὑπὸ τῶν Σεραφίμ, ᾧ παρεστήκασι χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἁγίων ᾿Αγγέλων καὶ
᾿Αρχαγγέλων στρατιαί, τὰ μὲν προσενεχθέντα σοι δῶρα, δόματα, καρπώματα, εἰς ὀσμὴν εὐωδίας προσεδέξω, καὶ ἁγιάσαι καὶ τελειῶσαι κατηξίωσας, ἀγαθέ, τῇ χάριτι τοῦ Χριστοῦ σου καὶ τοῦ παναγίου σου Πνεύματος· ἁγίασον, Δέσποτα καὶ τὰς ἡμετέρας ψυχὰς καὶ τὰ σώματα καὶ τὰ πνεύματα καὶ ψηλάφησον τὰς διανοίας, καὶ ἀνάκρινον τὰς συνειδήσεις· καὶ ἔκβαλε ἀφ’ ἡμῶν πᾶσαν ἔννοιαν πονηράν, πάντα λογισμὸν ἀσελγῆ, πᾶσαν ἐπιθυμίαν καὶ ἐνθύμησιν αἰσχράν, πάντα λόγον ἀπρεπῆ, πάντα φθόνον καὶ τύφον κ αὶ ὑπόκρισιν, πᾶν ψεῦδος, πάντα δόλον, πάντα πειρασμὸν βιοτικόν, πᾶσαν πλεονεξίαν, πᾶσαν κενοδοξίαν, πᾶσαν κακίαν, πάντα θυμόν, πᾶσαν ὀργήν, πᾶσαν μνησικακίαν, πᾶσαν βλασφημίαν, πᾶσαν φιλαργυρίαν καὶ ῥαθυμίαν, πᾶσαν κίνησιν σαρκός τε και πνεύματος, ἀπηλλοτριωμένην τοῦ θελήματος τῆς ἁγιότητός σου.
ἐκφώνως·
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, φιλάνθρωπε Κύριε, μετὰ παρρησίας, ἀκατακρίτως, ἐν καθαρᾷ καρδίᾳ, ψυχῇ πεφωτισμένῃ, ἀνεπαισχύντῳ προσώπῳ, ἡγιασμένοις χείλεσι, τολμᾶν ἐπικαλεῖσθαί σε, τὸν ἐν τοῖς οὐρανοῖς ἅγι ον Θεὸν Πατ έρα κ αὶ λ έγει ν·
Ὁ Λαός· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ Βασιλεία σου · γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ῾Ιερεύς· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, Κύριε, Κύριε τῶν δυνάμεων, ὁ εἰδὼς τὴν ἀσθένειαν ἡμῶν, ἀλλὰ ῥῦσαι ἡμᾶς, ἀπὸ τοῦ πονηροῦ καὶ ἐκ τῶν ἔργων αὐτοῦ καὶ πάσης ἐπηρείας καὶ μεθοδείας αὐτοῦ διὰ τὸ ὄνομά σου τὸ ἅγιον, τὸ ἐπικληθὲν ἐπὶ τὴν ἡμετέραν ταπείνωσιν.
῞Οτι σοῦ ἐστιν ἡ βασιλεία κὰ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς
καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λ αός · ᾿Α μήν.
Ὁ ῾Ιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ ῾Ιερεύς, μυστικώς·
Σοὶ ἐκλίναμεν οἱ δοῦλοί σου, Κύριε, τοὺς ἑαυτῶν αὐχένας, ἐνώπιον τοῦ ἁγίου Θυσιαστηρίου, ἀπεκδεχόμενοι τὰ παρὰ σοῦ πλούσια ἐλέη· πλουσίαν
καὶ νῦν τὴν χάριν σου καὶ τὴν εὐλογίαν σου ἐξαπόστειλον ἡμῖν, Δέσποτα, καὶ ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ τὰ πνεύματα, ἵνα ἄξιοι γενώμεθα κοινωνοὶ καὶ μέτοχοι γενέσθαι τῶν ἁγίων σου μυστηρίων εἰς ἄφεσιν ἁμαρτ ιῶν κ αὶ εἰς ζ ωὴν αἰώνι ον.
ἐκφώνως·
Σὺ γὰρ προσκυνητὸς καὶ δεδοξασμένος ὑπάρχεις, ὁ Θεὸς ἡμῶν, καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά Σου τὸ πανάγιον, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Μετὰ τοῦτο στρεφόμενος πρὸς τὸν λαὸν ὁ Ἱερεύς ἐκφωνεῖ·
Καὶ ἔσται ἡ χάρις καὶ τὰ ἐλέη τῆς ἁγίας καὶ ὁμοουσίου, ἀκτίστου καὶ ἀδιαιρέτου καὶ προσκυνητῆς Τριάδος μετὰ πάντων ὑμῶν.
Ὁ Λαός· Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ Διάκονος· Μετὰ φόβου Θεοῦ πρόσχωμεν.
῾Ό ῾Ιερεύς, ὑψῶν τὸν ἄρτον λέγει καθ’ ἑαυτόν·
Ἅγιε, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, Κύριε, ἁγίασον ἡμᾶς τῷ λόγῳ τῆς σῆς χάριτος καὶ ἐπιφοιτήσει τοῦ παναγίου σου Πνεύματος. Σὺ γὰρ εἶπας, Δέσποτα· Ἅγιοι ἔσεσθε, ὅτ ι Ἅγιός εἰμι, Κύριος ὁ Θεὸς ἡμῶν.
Καὶ τὴν ἑξῆς εὐχήν·
᾿Ακατάληπτε Θεέ, Λόγε, τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι ὁμοούσιε, συναΐδιε, καὶ ἀχώριστε, πρόσδεξαι τὸν ἀκήρατον ὕμνον ἐν ταῖς ἁγίαις σου ἀναιμάκτοις θυσίαις σὺν τοῖς Χερουβὶμ καὶ Σεραφὶμ καὶ παρ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, βοῶντος καὶ λέγοντος·
Εἶτα ἐκφωνεῖ·
Τὰ ἅγι α τ οῖ ς ἁγί οι ς .
Ὁ Λ αός · Εἷ ς Ἅγι ος , εἷ ς Κύρι ος Ἰησοῦς Χ ρι στ ός , εἰς δόξαν Θεοῦ
Πατρός, σὺν ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα εἰς τ οὺς αἰῶνας τ ῶν αἰώνων.
Ὁ ίερεὺς κλᾷ τὸν ἄρτον καὶ κρατεῖ τῇ δεξιᾷ τὸ ἥμισυ καὶ τῇ ἀριστερᾷ τὸ ἕτερον ἥμισυ, καὶ βάπτει τὸ τῆς δεξιᾶς ἐν τῷ κ ρατῆρι λ έγων·
Ἕνωσις τοῦ παναγίου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Κυρίου καὶ
Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Καὶ εὐθέως ἄρχεται μελίζειν, καὶ τίθησιν εἰς τὸν κ ρατ ῆρα μίαν μερίδα ἁπλ ῆν λ έγων·
Ἥνωται καὶ ἡγίασται, καὶ τετελείωται τὰ ἅγια δῶρα ταῦτα, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.
Εἶτα δὲ ἐκ χέει ζ έον ὕδωρ εἰς τὸ Ποτήριον. Ὁ Δ ιάκ ονος· Ἐν εἰρήνῃ Χ ριστ οῦ ψάλ ωμεν.
Ὁ Λαός· τὸ Κοινωνικόν·
Γεύσασθε καὶ ἴδετε ὅτι χρηστ ὸς ὁ Κύρι ος . ᾿Α λ λ ηλ ούϊ α ( Μετ ὰ τ οὺς στ ί χους ) .
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
Ἐν τῷ Κυρίῳ ἐπαινεσθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πραεῖς καὶ
εὐφρανθήτωσαν.
Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέν μου καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με.
Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ’
αὐτόν.
Φοβήθητε τὸν Κύριον, οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς.
Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον
αὐτήν.
Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ
μνημόσυνον αὐτῶν.
Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς.
Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς. Κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον
πλημμελήσουσιν.
Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτόν.
Ὁ Ἱερεύς, ἐπεύχεται μυστικῶς πρὸ τοῦ μεταλαβεῖν· Δέσποτα Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ οὐράνιος ἄρτος, ἡ τροφὴ τοῦ παντὸς κόσμου, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιον σου, καὶ οὐκ εἰμὶ ἄξιος μεταλαβεῖν τῶν ἁγίων καὶ ἀχράντων σου μυστηρίων ἀλλὰ διὰ τὴν σὴν
ἀγαθότητα καὶ ἄφατον μακροθυμίαν ἄξιόν με ποίησον καὶ ἀκατάκριτον καὶ ἀνεπαίσχυντον μετασχεῖν τοῦ παναγίου σώματος καὶ τοῦ τιμίου αἵματος, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Μετὰ τοῦτο κοινωνεῖ ὁ Ἱερεὺς τοῦ σώματος καὶ αἵματος καὶ μεταδίδωσι τῷ Διακόνῳ. ῞Οτε δὲ ἐπαίρει ὁ Διάκονος τὸν δίσκον καὶ τὸ ποτήριον εἰς τὸ μεταδιδόναι τῷ λαῷ, λέγει·
Ὁ Διάκονος· Κύριε, εὐλόγησον.
Ὁ Ιερεύς· Δόξα τῷ Θεῷ τῷ ἁγιάσαντι καὶ ἁγιάζοντι πάντας ἡμᾶς.
Ὁ Διάκονος·
Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου κ αὶ ἡ βασιλεία σου διαμένει εἰς τοὺς αἰῶνας τῶν αίώνων.
Ὁ Ιερεύς·
Εὐλογητὸν τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Διάκονος· Μετὰ φόβου Θεοῦ προσέλθετε.
Ὁ Λαός, μετὰ τὸ μεταλάβεῖν ψάλλει· Πλήρωσον τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, καὶ χαρᾶς ἔμπλησον τὰ χείλη μου, ὅπως ὑμνήσω τὴν δόξαν σου. Εὐχαριστοῦμέν σοι Χ ριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τοῦ σώματος καὶ αἵματός σου εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν τὴν αἰώνιον· ἀκατακρίτους ἡμᾶς διαφύλαξον, δεόμεθα, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ὁ ῾Ιερεύς·
Μετὰ τὸ μεταλαβεῖν πάντας, λέγει καθ᾿ ἑαυτὸν τὴν ἑξῆς εὐχὴν τοῦ θυμιάματος·
Εὔφρανας ἡμᾶς, ὁ Θεός, ἐν τῇ ἑνώσει σου καὶ σοὶ προσφέρομεν ὕμνον χαριστήριον, καρπὸν χειλέων, ὁμολογούντων τὴν χάριν σου σὺν τῷ θυμιάματι τούτῳ, ἀναβήτω δὲ πρὸς σέ, ὁ Θεὸς· καὶ μὴ ἀποστραφείη διὰ κενῆς, ἀλλὰ χάρισαι ἡμῖν δι’ αὐτοῦ εὐωδίαν τοῦ παναγίου σου Πνεύματος, τὸ μύρον τὸ ἄχραντον καὶ ἀναφαίρετον πλήρωσον τὸ στόμα ἡμῶν αἰνέσεως καὶ τὰ χείλη ἀγαλλιάσεως κ αὶ τὴν καρδίαν χαρᾶς καὶ εὐφροσύνης, ἐν Χ ρι στ ῷ Ἰησοῦ τ ῷ Κυρί ῳ ἡμ ῶ ν, μ εθ’ οὗ εὐλ ογητ ὸς εἶ σὺν τ ῷ παναγίῳ σου Πνεύματ ι, νῦν κ αὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Διάκ ονος·
Ἔτι καὶ ἔτι διὰ παντὸς ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ὁ Λαός· Κύριε, ἐλ έησον.
Ὅ πως γένητ αι ἡμῖ ν ἡ μετ άλ ηψις τ ῶν ἁγιασμάτων αὐτοῦ εἰς ἀποτροπὴν παντὸς πονηροῦ πράγματος, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς κοινωνίαν καὶ δωρεὰν τοῦ ἁγίου Πνεύματος, δεηθῶμεν.
Ὁ Λαός· Κύριε, ἐλ έησον.
Τῆς παναγίας, ἀχράντου, ὑπερενδόξου, εὐλογημένης, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων καὶ δικαίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ
τῷ Θεῷ παραθώμεθα. Ὁ Λαός· Σοί, Κύριε.
Ὁ ῾Ιερεύς, τοῦ Διακόνου τ᾿ ἀνωτέρω λέγοντος ἐπεύχεται μυστικῶς· Ὁ Θεός, ὁ διὰ πολλὴν καὶ ἄφατον εὐσπλαγχνίαν συγκαταβὰς τῇ ἀσθενείᾳ τῶν δούλων σου καὶ καταξιώσας ἡμᾶς μετασχεῖν ταύτης τῆς ἐπουρανίου τραπέζης, μὴ κατακρίνῃς ἡμᾶς, Δέσποτα, τοὺς ἁμαρτωλοὺς ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων σου μυστηρίων, ἀλλὰ φύλαξον ἡμᾶς, ἀγαθέ, ἐν ἁγιασμῷ, ἵνα ἄξιοι γενόμενοι τοῦ παναγίου σου Πνεύματος εὕρωμεν μέρος καὶ κλῆρον μετὰ πάντων τῶν ῾Αγίων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων ἐν τῷ φωτὶ τοῦ προσώπου σου, διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἐκφώνως·
῞Οτι ηὐλόγηται καὶ ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ἅγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ κ αὶ εἰ ς τ οὺς αἰ ῶ νας τ ῶ ν αἰ ώ νω ν.
Ὁ Λαός· ᾿Αμήν.
Ὁ ῾Ι ερεύς · Ε ἰ ρήνη πᾶσι .
Ὁ Διάκ ονος· Τὰς κ εφάλας ἡμῶν τῷ Κυρίῳ κ λίνωμεν. Ὁ Λ αός · Σοί , Κύρι ε.
Ὁ ῾Ιερεύς, καθ᾿ ἑαυτόν·
Ὁ Θεός ὁ μέγας καὶ θαυμαστός, ἔπιδε ἐπὶ τοὺς δούλους σου, ὅτι σοὶ τοὺς αὐχένας ἐκλίναμεν, καὶ ἔκτεινον τὴν χεῖρά σου τὴν κραταιάν, τὴν πλήρη εὐλογιῶν, καὶ εὐλόγησον τὸν λαὸν σου, καὶ διαφύλαξον τὴν κληρονομίαν σου, ἵνα ἀεὶ καὶ διὰ παντὸς δοξάζωμέν σε, τὸν μόνον ζῶντα καὶ ἀληθινὸν Θεὸν ἡμῶν, τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα, Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα.
ἐκφωνως·
Σοὶ γὰρ πρέπει καὶ ἐποφείλεται ἡ παρὰ πάντων ἡμῶν πᾶσα δοξολογία, τιμή, προσκύνησις καὶ εὐχαριστία, τῷ Πατρὶ κ αὶ τῷ Υἱῷ κ αὶ τῷ ἁγίῳ Πνεύματι, νῦν κ αὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λ α ό ς · ᾿ Α μ ή ν.
Ὁ Διάκ ονος· Ἐν εἰρήνῃ Χριστοῦ πορευθῶμεν.
Ὁ ῾Ιερεύς·
ἐκφώνως ἐπὶ τοῦ ἐν τῷ μέσῳ τοῦ ναοῦ ἄμβωνος ἱστάμενος· Ἐκ δυνάμεως εἰς δύναμιν πορευόμενοι, καὶ πᾶσαν τὴν ἐν τῷ ναῷ σου πληρώσαντες θείαν λειτουργίαν καὶ νῦν δεόμεθά σου, Κύριε ὁ Θεὸς ἡμῶν, τελείας φιλανθρωπίας ἀξίωσον ἡμᾶς· ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, ῥίζωσον ἡμᾶς ἐν τῷ φόβῳ σου, πάντας ἐλέησον καὶ τῆς ἐπουρανίου σου βασιλείας ἀξίους ἀνάδειξον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ σοὶ πρέπει δόξα, τιμή, κράτος, ἅμα τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Μεθ᾿ ὃ εἰσέρχεται ὁ ῾Ιερεὺς εἰς τὸ ἅγιον Βῆμα.
Ὁ Διάκονος, πρὸς τὸν λαόν, σοβαρῶς κ αὶ ἠρέμα· Ἀπολ ύεσθε ἐν εἰρήνῃ.
Ὁ ῾Ιερεύς, κ αθ’ ἑαυτ όν·
Εὐλόγηται ὁ Θεός, ὁ εὐλογῶν κ αὶ ἁγιάζ ων ἡμᾶς διὰ τῆς μεταλήψεως τῶν ἁγίων καὶ ἀχράντων αὐτοῦ μυστηρίων, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αὶῶνας τῶν αἰώνων. ᾿Αμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου