ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Διάλογος Μόδεστου και Μ. Βασιλείου

Παρασκευή 4 Νοεμβρίου 2016

Διάλογος Μόδεστου και Μ. Βασιλείου




Διάλογος Μόδεστου και Μ. Βασιλείου


{ Μόδεστος } Τί σοι, ὦ οὗτος, βούλεται, τοὔνομα προσειπών, οὔπω γὰρ ἐπίσκοπον ἠξίου καλεῖν, τὸ κατὰ τοσούτου   κράτους τολμᾶν, καὶ μόνον τῶν ἄλλων ἀπαυθαδιάζεσθαι ;
{ Βασίλειος } Τοῦ χάριν, ὁ γεννάδας φησί, καὶ τίς ἡ ἀπόνοια; Οὔπω γὰρ ἔχω γινώσκειν.

{ Μόδεστος } Ὅτι μὴ τὰ βασιλέως θρησκεύεις, τῶν ἄλλων ἁπάντων ὑποκλιθέντων καὶ ἡττημένων .
{ Βασίλειος } Οὐ γὰρ ταῦτα βασιλεὺς ὁ ἐμὸς βούλεται, οὐδὲ κτίσμα τι προσκυνεῖν ἀνέχομαι, Θεοῦ τε κτίσμα τυγχάνων καὶ θεὸς εἶναι κεκελευσμένος.
{ Μόδεστος } Ἡμεῖς δέ, τί σοι δοκοῦμεν; Ἦ οὐδέν, ταῦτα προστάττοντες; Τί δαί; Οὐ μέγα σοι τὸ μεθ' ἡμῶν τετάχθαι καὶ κοινωνοὺς ἔχειν ἡμᾶς;
{ Βασίλειος } Ὕπαρχοι μέν ὑμεῖς, καὶ τῶν ἐπιφανῶν, οὐκ ἀρνήσομαι, οὔπω δὲ Θεοῦ τιμιώτεροι. Καὶ τὸ κοινωνοὺς ἔχειν, μέγα μέν  · πῶς γὰρ οὔ; Πλάσμα Θεοῦ καὶ ὑμεῖς, ἀλλ' ὡσεί τινας ἄλλους τῶν  ὑφ' ἡμῖν τεταγμένων· οὐ γὰρ προσώποις τὸν χριστιανισμόν, ἀλλὰ πίστει χαρακτηρίζεσθαι».



Τότε  δὴ  κινηθέντα  τὸν  ὕπαρχον  ζέσαι  τε  πλέον  τῷ  θυμῷ  καὶ  τῆς καθέδρας ἐξαναστῆναι καὶ τραχυτέροις πρὸς αὐτὸν χρήσασθαι λόγοις.

{ Μόδεστος } Τί δαί; Οὐ φοβεῖ τὴν ἐξουσίαν;
{ Βασίλειος } Μὴ τί γένηται, μὴ δὲ τί πάθω;
{ Μόδεστος } Μή τι τῶν πολλῶν ἓν ἃ τῆς  ἐμῆς δυναστείας ἐστίν.
{ Βασίλειος } Τίνα ταῦτα; γνωριζέσθω γὰρ ἡμῖν.
{ Μόδεστον } Δήμευσιν, ἐξορίαν, βασά νους, θάνατον.
{ Βασίλειος } Εἴ τι ἄλλ ο ἀπείλει· τούτων γὰρ οὐδὲν ἡμῶν ἅπτεται.»
Καὶ τὸν εἰπεῖν ·
{ Μόδεστος } Πῶς καὶ τίνα τρόπον;
{ Βασίλειος } Ὅτι τοι, δημεύσει μὲν οὐχ ἁλωτὸς ὁ μηδὲν ἔχων, πλὴν εἰ τούτων χρῄζεις τῶν τρυχίνων μου ῥακίων καὶ βιβλίων ὀλίγων, ἐν οἷς ὁ πᾶς ἐμοὶ βίος · ἐξορίαν δὲ οὐ γινώσκω, ὁ μηδενὶ τόπῳ περιγραπτὸς καὶ μήτε ταύτην ἔχων ἐμὴν ἣν οἰκῶ νῦν, καὶ πᾶσαν ἐμὴν εἰς ἣν ἂν ῥιφ   ῶ· μᾶλλον  δὲ  τοῦ  Θεοῦ  πᾶσαν,  οὗ  πάροικος  ἐγὼ  καὶ παρεπίδημος  ·  αἱ βάσανοι δὲ τί ἂν λάβοιεν, οὐκ ὄντος σώματος; Πλὴν εἰ τὴ  ν πρώτην λέγοις πληγήν, ταύτης γὰρ σὺ μόνης κύριος · ὁ δὲ θάνατος εὐεργέτης, καὶ γὰρ  θᾶττον πέμψει με πρὸς Θεόν, ᾧ ζῶ καὶ πολιτεύομαι καὶ τῷ πλείστῳ τέθνηκα καὶ πρὸς ὃν ἐπείγομαι πόρρωθεν.


Τούτοις καταπλαγέντα τὸν ὕπαρχον ·

{  Mόδεστος  }  Οὐδείς  μέχρι  τοῦ  νῦν  οὕτως   ἐμοὶ διείλεκται  καὶ μετὰ τοσαύτης τῆς παρρησίας, τὸ ἑαυτοῦ προσθεὶς ὄνομα.
{ Βασίλειος } Οὐδὲ γὰρ ἐπισκόπῳ ἴσως  ἐνέτυχες, ἢ πάντως ἂν τοῦτον διειλέχθη τὸν τρόπον, ὑπὲρ τοιούτων ἀγωνιζόμενος. Τἆλλα μὲν γὰρ ἐπιεικεῖς  ἡμεῖς,  ὕπαρχε,  καὶ  παντὸς  ἄλλου  ταπεινότεροι,  τοῦτο  τῆς ἐντολῆς  κελευούσης,  καὶ  μὴ  ὅτι  τοσούτῳ  κράτει,  ἀλλὰ  μηδὲ  τῶν τυχόντων ἑνὶ τὴν ὀφρὺν αἴροντες · οὗ  δὲ Θεὸς τὸ κ ινδυνευόμενον καὶ προκείμενον, τἆλλα περιφρονοῦντες, πρὸς αὐτὸν μόνον βλέπομεν.
(TLG, Gregorius Nazianzenus Theol., Funebris oratio in laudem Basilii Magni
Caesareae in Cappadocia episcopi (orat. 43) Chapter 48, section 3, line 1)


(σ.σ. Ο πρωτοπρεσβύτερος και καθηγητής θεολογίας Θεόδωρος Ζήσης σχολιάζει τον ανωτέρω διάλογο ως εξής: Αὐτήν τήν ἀδιάλλακτη πρός τήν  αἵρεση  στάση  καί  πρός  τους  ὑποστηρικτάς  της  ἐκράτησε  ὁ  Μ. Βασίλειος  καί  ἐνώπιον  τοῦ  πλανητάρχου  ἐκείνης  τῆς  ἐποχῆς,  τοῦ αὐτοκράτορος  Οὐάλεντος ,  ὁ  ὁποῖος  ἔστειλε  τόν  ἔπαρχο  Μόδεστο  νά κάμψει  σέ  ὑπακοή  τόν  ἄκαμπτο  καί  ἀνυποχώρητο  ἱεράρχη .  Εἶχαν καμφθῆ ὅλοι, πατριάρχες καί ἐπίσκοποι, καί ὁ μόνος ἀνυπάκουος ἦταν ὁ Μ. Βασίλειος . Ἀσφαλῶς τά ἴδια θά ἔλεγαν καί τότε οἱ πρόθυμοι στίς  ὑποχωρήσεις  καί  στους  συμβιβασμούς:  Καλά  αὐτός  μόνο  ἔχει ὀρθότητα πίστεως; Ὅλοι οἱ ἄλλοι πλανῶνται; Βλέπε: Πρωτοπρεσβύτερου Θεοδώρου Ζήση, ό.π., σ. 32)



Άγιος Γρηγόριος ο Θεολόγος

Το έτος 379 αποστέλλεται ο Άγιος Γρηγόριος προς στήριξη των ελαχίστων ορθοδόξων της Κωνσταντινουπόλεως(επί αρειανισμού). Ο ίδιος περιγράφει την απελπιστική κατάσταση: τούτο το ποίμνιο ήταν κάποτε μικρό και ατελές, όσον αφορά τα φαινόμενα. Στη πραγματικότητα δεν ήταν καν ποίμνιο, αλλά μόνο μικρό ίχνος ή λείψανο ποιμνίου, ακατάστατο, άνευ επισκόπου, απερίφρακτο. Δεν είχε κατάλληλο τόπο για ’’βοσκή’’ ούτε μάνδρα να το περικλείει, και γι’ αυτό περιφερόταν ’’ἐν ὄρεσι και σπηλαίοις και ταῖς ὀπαῖς τῆς γῆς’’(Ἑβρ.ια’,38).Τα μέλη του ήταν διεσπαρμένα και ριγμένα άλλα εδώ και άλλα εκεί και όπως εύρισκαν το καθένα στεγάζονταν, έβοσκαν και κέρδιζαν την σωτηρία τους με πολλή δυσκολία. (Συντακτήριος, κεφ.’,P.G.36,460A) Ο ιερός Δοσίθεος συμπληρώνει: ἐπειδή οὐκ εῖχον οἱ ὀρθόδοξοι κἄν μίαν Ἐκκλησίαν(σ.σ. ήταν όλες των αρειανών), αὐτός(ο Γρηγόριος) μετέφερεν οἰκίαν τινά εἰς εὐκτήριον, ὅν ὠνόμασε Ἀναστασίαν… Ὅσους δε κόπους και ἀγῶνας ἐποίησε διά την εὐσέβειαν τις ἱκανός αὐτούς εἰπεῖν ἤ γράψαι; Ἀρκεῖ ὁ κοινός ἀδόμενος λόγος, ὅτι χιλίας Ἐκκλησίας ηὑρεν Ἀρειανῶν, και μήτε μίαν Ὁρθόδοξον, και μετά την παραίτησιν αὐτοῦ(το 381) ἠσαν χίλιαι και μία των Χριστιανῶν, και οὐδεμία τῶν Ἀρειανῶν.


(Δωδεκάβιβλος, βιβλίο γ’, κεφ. β’, σελ. 15 )

Ο φυσικός πατέρας του Αγ. Γρηγορίου του Θεολόγου, κατέχων τον επισκοπικό θρόνο της Ναζιανζού, υπέγραψε εν απλότητι ένα ημιαρειανικό σύμβολο, κοινωνώντας με αυτό τον τρόπο, αθελά του, με τους ομοιουσιανούς.   Τότε, «τοῦτον οἱ τῆς χώρας μονασταί μη ἀνασχόμενοι, τῆς κοινωνίας αὐτοῦ ἀποτέμνονται, συναπέστη δε αὐτοῖς και τοῦ λαοῦ μέρος οὑ το βραχύτατον».  (P.G. 35, 216 C)
Καὶ οὐχ  ὁ λαὸς  μὲν  οὕτως , ὁ δὲ  ἱερεὺς  ἑτέρως· ἀλλά μοι νῦν  ἐκεῖνο πληροῦσθαι  δοκεῖ  καθαρῶς ,  τὸ,  Γέγονεν  ὁ  ἱερεὺς  καθὼς  ὁ  λαὸς ,  ἐν κατάρᾳ πάλαι λεγόμενον. Καὶ οὐχ οἱ πολλοὶ μὲν οὕτως, οἱ δὲ ἁδροὶ τοῦ λαοῦ καὶ προέχοντες ἐναντίως· ἀλλ' οὗτοί γε καὶ φανερῶς πολεμοῦσι τοῖς ἱερεῦσιν, ἐφόδιον ἔχοντες εἰς πειθὼ τὴν εὐσέβειαν · καὶ ὅσοι μὲν περὶ πίστεως τοῦτο πασχόντων, καὶ τῶν ἀνωτάτω ζητημάτων καὶ πρώτων   οὐδ '   ἐγὼ   μέμφομαι,   ἀλλ'   εἰ   δεῖ   τἀληθὲς    εἰπεῖν ,   καὶ προσεπαινῶ, καὶ συνήδομαι. Καὶ τούτων εἷς εἴην τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων καὶ τῶν ἀπεχθανομένων· μᾶλλον δὲ καὶ εἶναι καυχήσομαι. Κρείττων γὰρ ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ· καὶ διὰ τοῦτο τὸν πραῢν μαχητὴν ὁπλίζει τὸ Πνεῦμα , ὡς καλῶς πολεμεῖν δυνάμενον.

(TLG, Gregorius Nazianzenus Theol., Apologetica (orat. 2) Volume 35, page 488, line 22-37)




Άγιος Γρηγόριος Νύσσης

Τῆς αἱρέσεως ἀποσχιζόμενοι τῆ εὐσεβεία διὰ παντὸς ἐνραπτόμεθα (σ.σ. ἑνούμεθα).
(P.G. 44, 725)


Άγιος Ιωάννης Χρυσόστομος

Πῶς  οῦν  ὁ  Παῦλός  φησι  «πείθεσθε  τοῖς  ἡγουμένοις  ὑμῶν  καὶ ὑπείκετε»; Ἀνωτέρω εἰπών, «ῶν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν Πίστην», τότε εῖπε «πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε». Τὶ οῦν, φησίν, ὅταν πονηρὸς ῆ, καὶ μὴ πειθώμεθα;  Πονηρὸς,  πῶς  λέγεις;  Εἰ  μὲν  Πίστεως  ἕνεκεν,  φεῦγε αὐτὸν καὶ παραίτησαι, μὴ μόνον ἄν ἄνθρωπος ῆ, ἀλλὰ κἄν ἄγγελος ἐξ οὐρανοῦ κατιών. Εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου κατακρριτικῶς. Διότι καὶ τὸ «μὴ κρίνετε, ἵνα μὴ κριθῆτε», περὶ βίου ἐστίν, οὐ περὶ Πίστεως.

(P.G. 63, 231-232)


 Δέος  γὰρ  μή  τις  παραφθαρῇ  ὑπὸ  τῆς  τῶν  αἱρετικῶν  ἀγάπης. Τοῦτο γὰρ ὅλον αἰνίττεται τῷ οὕτως εἰπεῖν . Καὶ ὅρα πῶς αὐτὸ τίθησιν·Οὐ δι' ἐμὲ, φησὶ, ταῦτα λέγω, ἀλλ' ἵνα ἦτε ὑμεῖς εἰλικρινεῖς · τουτέστιν, Ἵνα  μηδὲν  νόθον  δόγμα  τῷ  τῆς  ἀγάπης  προσχήματι παραδέχησθε.  Πῶς  οὖν  ἀλλαχοῦ  φησιν,  Εἰ  δυνατὸν ,  μετὰ  πάντων ἀνθρώπων  εἰρηνεύετε;  Εἰρηνεύετε ,  εἶπεν,  οὐ  τοῦτο  δηλῶν,  ὅτι  Οὐχ οὕτως ἀγαπᾶτε , ὥστε ὑπὸ τῆς φιλίας βλάπτεσθαι· Εἰ γὰρ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, φησὶν, ἔκκοψον αὐτὸν , καὶ βάλε ἀπὸ σοῦ· ἀλλ ', Ἵνα ἦτε εἰλικρινεῖς , τὸ κατὰ Θεὸν δηλονότι, καὶ ἀπρόσκοποι, τὸ κατὰ ἀνθρώπους. Πολλοὺς γὰρ πολλάκις αἱ φιλίαι βλάπτουσιν. Εἰ γὰρ καὶ σὲ οὐδὲν βλάπτει, φησὶν, ἀλλ ' ἕτερος προσκόπτει. Εἰς ἡμέραν Χριστοῦ· τουτέστιν, Ἵνα τότε εὑρεθῆτε καθαροὶ, μηδένα σκανδαλίσαντες· Πεπληρωμένοι καρπῶν  δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ· τουτέστι μετὰ τῶν δογμάτων καὶ βίον ὀρθὸν ἔχοντες.

(TLG, Joannes Chrysostomus Scr. Eccl., In epistulam ad Philippenses (homiliae 1-15) Vol 62, pg 191, ln 2-21)

Μικρὸν  παραποιηθὲν,  τὸ  ὅλον  λυμαίνεται,  εἶπε  τὸ  Εὐαγγέλιον ἀνατρέπεσθαι. Καθάπερ γὰρ ἐν τοῖς βασιλικοῖς νομίσμασιν ὁ μικρὸν τοῦ  χαρακτῆρος  περικόψας,  ὅλον  τὸ νόμισμα  κίβδηλον  εἰργάσατο · οὕτω καὶ ὁ τῆς ὑγιοῦς πίστεως καὶ τὸ βραχύτατο ν ἀνατρέψας, τῷ παντὶ  λυμαίνεται,  ἐπὶ  τὰ  χείρονα  προϊὼν  ἀπὸ  τῆς ἀρχῆς.  Ποῦ τοίνυν εἰσὶν οἱ φιλονεικίας ἡμᾶς κρίνοντες ἕνεκεν τῆς πρὸς τοὺς αἱρετικοὺς διαστάσεως;  ποῦ νῦν εἰσιν οἱ λέγοντες οὐδὲν μέσον εἶναι ἡμῶν κἀκείνων, ἀλλ' ἀπὸ φιλαρχίας τὴν διαφορὰν γίν  εσθαι; Ἀκουέτωσαν τί φησιν ὁ Παῦλος, ὅτι τὸ Εὐαγγέλιον ἀνέτρεψαν οἱ καὶ μικρόν τι καινοτομοῦντες. Οὗτοι δὲ οὔ τι μικρόν · πῶς γὰρ, οἱ τὸν Υἱὸν τοῦ Θεοῦ κτίσμα λέγοντες;

(TLG, Joannes Chrysostomus Scr. Eccl., In epistulam ad Galatas commentaries, Vol 61, pg 622, ln 32)


Καὶ ἓν πνεῦμα , καλῶς εἶπε, δεικνὺς ὅτι ἀπὸ τοῦ ἑνὸς σώματος ἓν πνεῦμα ἔσται , ἢ ὅτι ἔστι μὲν σῶμα εἶναι ἓν, οὐχ ἓν δὲ πνεῦμα· ὡς ἂν εἴ τις καὶ αἱρετικῶν φίλος εἴη · ἢ ἀπὸ τούτου πρὸς ὁμόνοιαν δυσωπεῖ , τοιοῦτό τι λέγων· Οἱ ἓν πνεῦμα λαβόντες, καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς , οὐκ ὀφείλετε διχονοεῖν …

(TLG, Joannes Chrysostomus Scr. Eccl., In epistulam ad Ephesios (homiliae 1-24),
Vol 62, pg 79, ln 43-49)


Tῶν θείων νόμων ὑβριζομένων ὁ σιγήσας καὶ παριδὼν τίνος οὐκ ἔσται κολάσεως ἄξιος;

(Joannes Chrysostomus Scr. Eccl., De Babyla contra Julianum et gentiles (2062:373)“Critical  edition  of,  and  introduction  to,  St.  John  Chrysostom's  “De  sancto Babyla, contra Iulianum et gentiles””, Ed. Schatkin, M., 1967; Diss. Fordham. Sect51, ln 18 )


(σ.σ. Όταν οι Θείοι νόμοι υβρίζονται και εμείς διατελούμε εν σιγή και ου κατ’ επίγνωση οικονομία, στηριζόμενοι σε νεφελώδεις δυνητικές θεωρίες, τότε, μας αναμένει η κόλασις, κατά τον Άγιο Ιωάννη τον Χρυσόστομο. Μη γένοιτο.)

 Διὸ χρὴ , κἂν πράττῃ τις τὸ πονηρὸν , καταγινώσκειν ἑαυτο ῦ· ὁδὸς γὰρ τοῦτο ἐπὶ τὸ ἀποστῆναι τοῦ πονηροῦ…

(TLG, Joannes Chrysostomus Scr. Eccl., Expositiones in Psalmos, Vol 55, pg 252, ln
33-35)


Τί ποιεῖς, ἄνθρωπε; Παρεβάθη ὁ νόμος, κατεφρονήθη σωφροσύνη, πλημμελήματα  τοσαῦτα  ἐτολμήθη  παρά  τινος  τῶν  ἱερωμένων ,  τὰ ἄνω κάτω γέγονε, καὶ οὐ φρίττεις; Ἀλλ' ὁ μὲν προφήτης καὶ αὐτὰ τὰ ἀναίσθητα  στοιχεῖα καλεῖ  πρὸς  ἔκτασιν καὶ κοινωνίαν τοῦ  θρήνου τῶν κοινῇ πεπλημμελημένων κακῶν , Ἐξέστη ὁ οὐρανὸς , λέγων, καὶ ἔφριξεν  ἡ γῆ  ἐπὶ  πλεῖον  σφόδρα. Καὶ  πάλιν· Πενθήσει ὁ  Κάρμηλος, πενθήσει  οἶνος,  πενθήσει  ἄμπελος.  Καὶ  τὰ  μὲν  ἄψυχα  πενθεῖ,  καὶ στένει, καὶ συναγανακτεῖ τῷ Δεσπότῃ· σὺ δὲ ὁ λογικὸς  οὐκ  ἀλγεῖς; οὐκ ἐπιτιμᾷς , οὐ γίνῃ χαλεπὸς τιμωρὸς τῶν τοῦ Θεοῦ νόμων, ἀλλὰ καὶ κοινωνεῖς ;


(TLG, Joannes Chrysostomus Scr. Eccl., Expositiones in Psalmos Vol 55, pg 252, ln 45-56)

Καὶ   παρακαλοῦμεν   ὑμᾶς ,   καθάπερ   καὶ   ἔμπροσθεν   ἐποιήσατε, κοσμοῦντές τε ἑαυτοὺς , καὶ τὰς Ἐκκλησίας ἀσφαλιζόμενοι, οὕτω καὶ νῦν ποιήσατε, καὶ τοὺς τοσαύτας ταραχὰς ἐμβαλόντας εἰς τὴν οἰκουμένην ἅπασαν, καὶ τὰς Ἐκκλησίας διαταράξαντας ἀποστρέφεσθε μετὰ τῆς προσηκούσης ὑμῖν  ἀνδρείας. Τοῦτο γὰρ ἀρχὴ  τῆς  λύσεως  τοῦ  χειμῶνος ,  τοῦτο  ἀσφάλεια  ταῖς  Ἐκκλησίαις, τοῦτο τῶν κακῶν διόρθωσις, ὅταν τοὺς τὰ τοιαῦτα πονηρευσαμένους ὑμεῖς οἱ ὑγιαίνοντες ἀποστρέφησθε, καὶ μηδὲν κοινὸν ἔχητε πρὸς αὐτούς.

(TLG, Joannes Chrysostomus Scr. Eccl., Epistulae 18-242, Vol 52, pg 655, ln 15-25)

᾿Εκ τοῦ ἀμετανοήτου αἱρετικοῦ «ἀπόστηθι (σ.σ. ἀποχωρίσθητι), λοιπόν, καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ Διαβόλου, μᾶλλον δὲ καὶ ἐκείνου κατώτερον».
(Φωνὴ τῶν Πατέρων, ᾿Αρ. Φύλλου 103, ᾿Ιανουάριος 2007, σ. 1)


Όσιος Μαρκιανός

Ο Μέγας Μαρκιανός προσπάθησε αρκετές φορές χρησιμοποιώντας πολλά επιχειρήματα να επαναφέρει στην συμφωνία της Εκκλησίας τον γέροντα Αβραάμη(διότι έτσι τον ονόμαζαν οι ντόπιοι). Επειδή όμως τον έβλεπε να απειθεί, διέκοψε φανερά πλέον την εκκλησιαστική κοινωνία μαζί του.Τελικά αφού πέρασε καιρός, ο
θεσπέσιος εκείνος άνδρας απέβαλε την αξιόμεμπτη συνήθεια και ασπάσθηκε την συμφωνία της θείας εορτής.(Φιλόθεος Ιστορία, P.G. 82, 1336B-D.   βλέπε και Οι αγώνες των μοναχών…
σελ. 64 )



Όσιος Παχώμιος

Να μην έχετε καμία εκκλησιαστική κοινωνία με τους οπαδούς των αιρέσεων του Ωριγένους, του Μελετίου, του Αρείου και των λοιπών χριστομάχων.(Β.Ε.Π.Ε.Σ. τόμος 40, σελ. 281)


5ος ΑΙΩΝΑΣ


Όσιος Αυξέντιος

Ἀργότερα,  ὅταν  πάλι  ὁ  βασιλεύς  ἔστειλε  ἀνθρώπους  και  τοῦ ἔφεραν τον Ὅσιο, τον ρωτοῦσε ἄν συμφωνῆ με την ἁγία Σύνοδο και κοινωνῆ με την Εκκλησία. Ὁ δε μακάριος είπε: «Πῶς μπορῶ να κοινωνήσω, ἐάν δεν ὁμολογῆται ἀπό την Σύνοδο, ὅτι ἡ Ἀειπάρθενος εἰναι πράγματι Θεοτόκος;» Τότε εἰπε ὁ βασιλεύς: «Ἐάν λοιπόν ἐξετάσης τα ὅσα ἡ Σύνοδος ἐπικύρωσε και ἐνέκρινε με καλό τρόπο για να ἀνατρέψη τις ὑπόλοιπες αἱρέσεις, θα συμφωνήσης και ἐσύ;» Τότε ἀπήντησε ὁ μακάριος: «Ἐάν ἡ Σύνοδος δεν ἐπιχείρησε να πράξη κάτι πού να ἀνατρέπη το Σύμβολο τῶν τριακοσίων δεκαοκτώ Πατέρων τῆς  Συνόδου  τῆς  Νικαίας,  ἀλλά  ἀνεκήρυξε  με  τέλειο  τρόπο  την Οἰκονομία  τοῦ  Σωτῆρος  μας  Χριστοῦ  και δεν  ἀφαίρεσε το  ὄνομα Θεοτόκος  ἀπό  την  Παρθένο  Μαρία,  τότε  κοινωνῶ  ἀμέσως  και συμφωνῶ μαζί της, εὐχαριστώντας τον Θεό και την εὐσέβειά σου».

(Ὁσίου Συμεῶν τοῦ Μεταφραστοῦ, P.G. 114, 1405D-1409B)



Αρχιμανδρίτου Βασιλείου και μοναχών

 Απόσπασμα  επιστολής  προς  τον  αυτοκράτορα  Θεοδόσιο  Β’  και Ουαλεντινιανό: Ἀλλά και τώρα ὁρισμένοι εὐλαβέστατοι ἱερεῖς ἤλεγξαν πολλές φορές κατά την διάρκεια τῆς ἁγίας Συνόδου τον Νεστόριο προσωπικά για την ἀπείθειά του προς την ὀρθή πίστι. (Αὐτός κατέλαβε τον θρόνο τῆς ἐπισκοπῆς τῆς Κωνσταντινουπόλεως – ἄν πρέπει κἄν να λέγεται ἐπίσκοπος). Δεν λέγει δηλαδή, ὅτι ἡ ἁγία, Παρθένος Μαρία εἴναι Θεοτόκος και ὅτι ὁ Χριστός εἴναι κατά φύσι   ἀληθινός   Θεός.   Ὅλοι   αὐτοί   οἱ   ἱερεῖς   σταμάτησαν   και συνεχίζουν ἕως τώρα να μη ἔχουν ἐκκλησιαστική κοινωνία με τον Νεστόριο. Για τον ἴδιο λόγο και μερικοί ἄλλοι ἀποφεύγουν κρυφά την ἐκκλησιαστική κοινωνία μαζί του… …Ὁ Ὀρθόδοξος λαός λοιπόν ζητοῦσε την συνηθισμένη   Ὀρθόδοξο διδασκαλία και φώναζε δυνατά λέγοντας: Βασιλέα ἔχουμε, ἐπίσκοπο δεν ἔχουμε. (P.G. 91, 1472A-1480A)

Απόσπασμα επιστολής προς τον αυτοκράτορα Θεοδόσιο Β’ και Ουαλεντινιανό: Τινὲς κατὰ πρόσωπον  ἐν τῆ ἁγιωτάτη ἐκκλησία ἐπὶ λαοῦ ἤλεγξαν καὶ θλῖψιν οὐ μικρὰν ὑπέμειναν· τῶν τε άφελεστέρων τις μοναζόντων ἠναγκάσθη κατὰ ζῆλον, ἀνὰ μέσον τῆς Ἐκκλησίας, τὸν κήρυκα τῆς ἀνομίας ἐπισχεῖν τοῦ μὴ εἰσελθεῖν, συνάξεως οὔσης, αἱρετικοῦ αὐτοῦ ὄντος. Τοῦτον δὲ τυπτήσας, τοῖς μεγαλοπρεπεστάτοις ἐπάρχοις παρέδωκεν· ἔτι δὲ τυπτηθέντα καὶ πομπευθέντα δημοσία τοῦ κήρυκος βοῶντος ἔμπροσθεν αὐτοῦ, τῆ ἐξορία παρέπεμψεν. (Θεοδώρητου Ιερομοναχού, ό.π., σ. 159)


Απόσπασμα επιστολής προς τον αυτοκράτορα Θεοδόσιο Β’ και Ουαλεντινιανό: Παρακαλοῦμεν οὗν τὴν ἀθάνατον ὑμῶν εὐσεβέστατον πίστιν, ὧστε μὴ παριδεῖν ἐκ τοῦ λοιποῦ τὴν ὀρθόδοξον Ἐκκλησίαν μοιχευομένην παρὰ τῶν αἱρετικῶν ἐν τοῖς καιροῖς ὑμῶν τῶν ὀρθοδόξων καὶ εὐσεβεστάτων βασιλέων· οὐχ ὡς διὰ τοῦτο τὰς ὑμετέρας   ὕβρεις   βουλόμενοι   ἐκδικεῖν·   ὁ   Θεὸς   οἶδεν·   άλλὰ   ὡς θέλοντες τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ἀσάλευτον μένειν. Καὶ κελεύσει τὸ ὑμέτερον κράτος, τὴν ἁγίαν καὶ Οἰκουμενικὴν σύνοδον παραγενέσθαι ἐνταῦθα ἤδη, ἵνα τῆς συνόδου παραγενομένης, τὴν  ἁγιωτάτην  ἐκκλησίαν  ὁ Θεὸς  ἑνώση  καὶ τὸν λαὸν συνάξη καὶ τοὺς ἱερέας ἀπολαβεῖν ἐν τῶ τῆς άληθινῆς πίστεως κηρύγματι  ποιήση,  πρὸ  τοῦ  εἰς  πλᾶτος  τὴν  ἄδικον  διδασκαλίαν ἐλθεῖν. (σ.σ. οι Άγιοι Πατέρες δεν θα έλεγαν ποτέ να κάνουμε υπομονή άχρι καιρού, ή μέχρις ότου υπάρξει κοινό ποτήριο με τους αιρετικούς.Επιπλέον η επιστολή γράφτηκε πρό της Συνοδικής καταδίκης του Νεστορίου.)


(Θεοδώρητου Ιερομοναχού, ό.π., σ. 160)

Άγιος Γελάσιος

Έτερος  φωστήρ  της  Παλαιστίνης  ερήμου,  ο  οποίος  δεν  εδέχθη ουδεμίαν κοινωνίαν μετά του αιρετικού Θεοδοσίου, τυγχάνει και ο μέγας αββάς Γελάσιος. «.Ὅταν ὁ Θεοδόσιος ἐγένετο ἐγκρατὴς τοῦ θρόνου  Ἱεροσολύμων  ,«φόνοις  αὐτὸν  προαρπάσας»  (σ.σ. αρπάζοντας το θρόνο του Ορθόδοξου πατριάρχη Ιουβενάλιου) τότε μεταστέλλεται καὶ τὸν ἀββᾶν Γελάσιον· καὶ προτρέπεται εἰς τὸ ἱερατεῖον, δελεάζων ἅμα καὶ ἐκφοβῶν· εἰσελθόντι οὗν αὐτῶ εἰς τὸ ἱερατεῖον, ἔλεγεν   ὁ Θεοδόσιος· ἀναθεμάτισον Ἰουβενάλιον· ὁ δὲ μηδὲν καταπλαγεὶς ἄλλον οὐκ οἶδα, φησίν, ἐπίσκοπον Ἱεροσολύμων, εἰ μὴ Ἰουβενάλιον· εὐλαβηθεὶς δὲ ὁ Θεοδόσιος, μὴ καὶ ἄλλοι τὸν εὐσεβῆ αὐτοῦ ζῆλον μιμήσωνται, κελεύει αὐτὸν εὐφυῶς ἔξω βληθῆναι τῆς Ἐκκλησίας.
(Θεοδώρητου Ιερομονάχου, ό. π. , σελ. 46-47)


Όσιος Ευθύμιος ο Μέγας

Ἀπευθυνόμενος στην αὐτοκράτειρα Θεοδώρα:Πρόσεξεστο ἑξῆς τον ἑαυτό σου τέκνο μου. Τά δυσάρεστα και πικρότατα οἰκογενειακά γεγονότα τῆς Ἰταλίας συνέβησαν, ἐπειδή παρασύρθηκες ἀπό την πονηρία τοῦ Θεοδοσίου. Ἀπόφευγε λοιπόν την παράλογη φιλονεικία και να δεχθῆς μαζί με τις τρεῖς ἄλλες ἅγιες Οἰκουμενικές Συνόδους… και τον ὅρο πού ἐξεφώνησε ἡ Οἰκουμενική Σύνοδος που συγκροτήθηκε τώρα στην Χαλκηδόνα. Να μη κοινωνῆς πλέον με τον Διόσκορο, ἀλλά με τον ἐπίσκοπο τῶν ἹεροσολύμωνἸουβενάλιο…

(Αρχιμανδρίτου Βασιλείου Παπαδάκη, ό.π., σ. 100)

(σ.σ. ότι είπε ο Μέγας ούτος Πατήρ ισχύει και για τις μέρες μας, μιας και ο οικουμενισμός έχει καταδικασθεί επίσημα από την Εκκλησία και συγκεκριμένα το έτος 1983, στο Μοντρεάλ, υπό της τοπικής συνόδου της Ρωσικής Εκκλησίας της Διασποράς, με πρόεδρο της συνόδου   τον   Άγιο   Φιλάρετο.   Απομένει   πλέον   η   επισημότερη καταδίκη  της  αίρεσης  και  των  φορέων  αυτής  διά  Πανορθοδόξου Συνόδου, της μόνης ικανής να αφαιρέσει την ιεροσύνη των δυνάμει αιρετικών. Παραθέτω την απόφαση της συνόδου:


Μοντρεάλ, Αύγουστος 1983

Τό άνάθεμα κατα της αίρέσεως του Οίκουμενισμου

Τοίς βάλλουσι κατα της Έκκλησίας του Χριστού  και διδάσκουσιν ότι ή του Χριστού Έκκλησία μεμέρισται έν ούτω καλουμένοις «κλάδοις», οιτινες διαφέρουσιν αλλήλων έν διδασκαλία και τρόπω ζωης,η ότι ή Έκκλησία ουχ   υφίσταται   όρατώς,αλλάαπαρτισθήσεται   έν   τω   μέλλοντι,   οταν άπαντες οι «κλάδοι» η τμήματα η όμολογίαι ηπροσέτι και θρησκείαι ένωθώσιν έν ένι σώματι' και οίτινες ου διακρίνουσι την ιερωσύνην και τα μυστήρια της Έκκλησίας από την ιερωσύνην και τα μυστήρια τών αΙρετικών, αλλα λέγουσιν οτι τό βάπτισμα και ή ευχαριστία τών αΙρετικών είσiν ικανα πρός σωτηρίαν' ώσαύτως, τοίς κοινωνουσιν έν γνώσει τοίς προμνημονευθείσιν αΙρετικοίς η συνηγορουσι, διαδίδουσι ηυπεραμυνομένοις της καινοφανους αυτών αΙρέσεως του οίκουμενισμου έν προσχήματι αδελφικης αγάπης, η υποτιθεμένης ένώσεως τών διαχωρισθένων Χριστιανών, 

(ΑΝΑΘΕΜΑ)*

*πηγή:orthodoxlife,1983  no.6,  1984  no.4  ,    και  Άγιος  Αγαθάγγελος τεύχος Ιανουαρίου 1984

Πάντων τοίνυν τότε σχεδὸν τῶν τε πολιτῶν καὶ τῶν τῆς ἐρήμου μοναχῶν τῆ τούτου ἀποστασία ἐπακολουθησάντων, μόνοι οἱ περὶ τὸν Μ. Εὐθύμιον ἐκ πάσης τῆς ἐρήμου τούτω κοινωνῆσαι οὐκ ἠνέσχοντο.

(Θεοδώρητου Ιερομονάχου, ό. π. , σελ. 46) Επίσκοπος Κελεστίνος ( από τα πρακτικά της Γ’ Οικουμενικής Συνόδου)

Ποῦ ἐστιν ἡ χρεωστουμένη  περὶ τὴν ἱερὰν ἀγέλην φροντὶς τοῦ ποιμένος;  ποῦ  ἡ  πρόνοια  τῶν  δεσποτικῶν  περιβόλων;  ποίαν  δὲ ἐλπίδα ἕξει ἡ ἀγέλη, ὅτε λύκον ἑαυτὸν ὁ ποιμὴν δείκνυσιν καὶ οὕτως τοῖς προβάτοις ἐπέρχεται, ὡς καθ' ἑκάστου λυσσᾶν;  ἐκείνωι γὰρ τῶι στόματι διασπαράττονται, ἀφ' οὗ τὰ ἀσεβῆ προφέρεται . τροφαὶ παραβάλλονται οὐχ αἱ πια ίνουσαι, ἀλλ' αἱ βλάπτουσαι · μακαρία δὲ ὅμως ἡ ἀγέλη ἧι παρέσχεν ὁ κύριος κρίνειν περὶ τῆς ἰδίας νομῆς. ὅθεν,  ὡς   οὐκ  ἀμφιβάλλομεν  ὅτι   ποιεῖτε,    τὴν  ἀσεβῆ  διάλεξιν ἀπωθεῖσθαι  ὀφείλει  ἡ  πίστις  ὑμῶν ,  ἵνα  πα ρ'  ὑμῖν  ἐν  Χριστῶι ἐγρηγορόσι   φανερὰ   ἦι   διαφορὰ   τροφῆς   καὶ   δηλητηρίου   καὶ ἐπιμείνητε   τούτοις   ἅπερ   τοῦ   λόγου   τῶν   προτέρων   ποιμένων διδάσκοντος μεμαθήκατε, εἰδότες ὅτι ἄχρι τοῦ παρόντος ἐσχήκατε ἱερέας ἔν τε διδασκαλίαι καὶ ἁγιότητι προύχοντας, οἵτινες οὐδέπ οτε χωριζόμενοι τῶν πατρικῶν παραδόσεων τὴν ἐκκλησίαν τοῦ κυρίου μετὰ μεγίστης ἐκυβέρνησαν ἡσυχίας.

(TLG, Tomëvolumëpart 1,1,1, page 84, line 17-28)


Άγιος Κύριλλος Αλεξάνδρειας

Ο Νεστόριος φρονούσε τα του Αρείου και οι πιστοί «δέν ἤθελαν να ἔχουν    ἐκκλησιαστική κοινωνία μαζί του, ἐφόσον ἔχει τέτοια φρονήματα. Ἔτσι ἀκόμη και τώρα ὁ λαός τῆς Κωνσταντινουπόλεως δεν πηγαίνει στις ἐκκλησίες του, ἐκτός ἀπό ὀλίγους ἀνόητους και κόλακές του. Σχεδόν ὅλα τά μοναστήρια και οἱ ἀρχιμανδρῖται τους και πολλοί συγκλητικοί δεν κοινωνοῦν μαζί του, ἐπειδή φοβοῦνται μήπως ἀδικηθοῦν ἀπό την πίστι του»...

(Αρχιμανδρίτου  Βασιλείου  Παπαδάκη,  ό.π.,  σ.  66.     Βλέπε  και…  Αγίου Κυρίλλου Αλεξανδρείας, επιστολή ια’. P.G. 77,81BC )

 ἀσπίλους καὶ ἀμώμους ἑαυτοὺς τηρήσατε, μήτε κοινωνοῦντες τῶ μνημονευθέντι (Νεστορίω), μήτε μὴν ὡς διδασκάλω προσέχοντες,εἰ   μένει   λύκος   ἀντὶ   ποιμένος…   Τοῖς   δε   γε   τῶν κληρικῶν, εἴτε λαϊκῶν διὰ τὴν ὀρθὴν πίστιν κεχωρισμένοις ἥ καθαιρεθεῖσι παρά αὐτοῦ, κοινωνοῦμεν ἡμεῖς, οὐ τὴν ἐκείνου κυροῦντες ἄδικον ψῆφον, ἐπαινοῦντες δὲ μᾶλλον τοὺς πεπονθότας, κἀκεῖνο λέγοντες αὐτοῖς: εἰ ὀνειδίζεσθε ἐν Κυρίω, μακάριοι, ὅτι τῆς δυνάμεως  καὶ  τὸ  τοῦ  Θεοῦ  πνεῦμα  εἰς  ὑμᾶς  ἀναπέπαυται… (MANSI IV, 1096)

(σ.σ. Ο Άγιος Κύριλλος, πατριάρχης Αλεξανδρείας, επαινεί τους χριστιανούς της Κωνσταντινουπόλεως επειδή δεν κοινωνούσαν εκκλησιαστικά με τον Νεστόριο. Το απόσπασμα αυτό γράφτηκε πριν από   την   σύγκληση   της   Γ’   Οικουμενικής   Συνόδου   (431)   που καταδίκασε επίσημα τις κακοδοξίες του Νεστορίου και των ομοφρόνων του, γι αυτό και αποτελεί εξαίσιο δείγμα για την κανονικότητα της αποτείχισης, πριν την επίσημη καταδίκη της εκάστοτε αίρεσης.)


 Διττὸς ἐν ἡμῖν ὁ μολυσμὸς, ὦ Παλλάδιε, σαρκός τε καὶ πνεύματος. Καὶ κατασπιλοῖ μὲν  τὴν  σάρκα  τὰ  ταύτης   ἔκτοπά  τε  καὶ  ἀνόσια πάθη,  ψυχήν  τε  καὶ  νοῦν ·  μάλιστα  μὲν  οὖν  τῶν  ἄλλων  ἡ  ἐξ ὀρθότητος τῆς δογματικῆς ἐπὶ τὰ χείρω παραφορὰ, καὶ τῆς ὑγιοῦς πίστεως ἡ παραφθορά · καὶ προσέτι δὲ δόλοι καὶ ἀπάται, ψευδορκίαι, ψιθυρισμοὶ, φυσιώσεις, ἔριδες, ζῆλοι, καὶ ὅσα τούτ οις ἀγχοῦ τε καὶ ἀδελφὰ, καὶ ἰσομοιροῦσαν ἔχει τὴν ἐπὶ φαυλότητα καταβοήν.
(TLG, Cyrillus Theol., De adoratione et cultu in spiritu et veritate, Volume 68, page 989, line 37-46) Εκκλησιαστική ιστορία Νικηφόρου Καλλίστου

Ὁ Θεοδόσιος ὡδήγησε ἔξω ἀπό την πόλι τον ἐπίσκοπο Σεβηριανό και ἐκεῖ τον φόνευσε, ἐπειδή δεν ἤθελε να ὑποταχθῆ στην κακοδοξία του. Ἔπειτα διήγειρε μεγάλο διωγμό σε ὅλη την ἁγία πόλι, ἐναντίον ἐκείνων  που  δεν  ἤθελαν  να  κοινωνήσουν  με  αὐτόν.  Ἄλλους λοιπόν τυράννησε με βασανιστήρια, ἄλλων ἅρπαξε την περιουσία, ἄλλων κατέκαυσε τα σπίτια, ὥστε ἡ πόλις να φαίνεται ὅτι κυριεύεται ἀπό βαρβάρους.

(P.G. 147, 32A, τόμος ιε’, κεφ. θ’)

Προκήρυξις  κατά του Νεστορίου ( συνταχθείσα υπό του λαϊκού Ευσεβίου, μετέπειτα επισκόπου Δορυλαίου.)

«Διαμαρτυρία προτεθεῖσα ἐν δημοσίω παρὰ τῶν κληρικῶν Κων)λεως καὶ κατὰ ἐκκλησίαν ἐμφανισθεῖσα, ὥς ὅτι ὁμόφρων ἐστὶ Νεστόριος Παύλου τοῦ Σαμοσατέως τοῦ ἀναθεματισθέντος πρὸ ἑκατὸν ἑξήκοντα ἐτῶν ὑπὸ τῶν ὀρθοδόξων ἐπισκόπων».
ΟΡΚΙΖΩ τὸν λαμβάνοντα τόδε τὸ χαρτίον κατὰ τῆς ἁγίας Τριάδος, ὥστε φανερὸν αὐτὸ ποιῆσαι ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, ἀναγνώσταις, λαϊκοῖς οἰκοῦσι Κων)λιν, ἔτι τε καὶ τὸ ἴσον αὐτοῖς ἐκδοῦνται (ἤτοι ν’ ἀντιγράψη αὐτὸ) πρὸς ἔλεγχον τοῦ αἱρετικοῦ Νεστορίου, ὅτι ὁμόφρων ἐστὶ τοῦ ἀναθεματισθέντος Παύλου τοῦ Σαμοσατέως πρὸ ἑκατὸν ἑξήκοντα ἐτῶν ὑπὸ τῶν ὀρθοδόξων ἐπισκόπων…

(ΟΜΙΛΙΑ, Α’, σ. 442)

(σ.σ. Η παρούσα περικοπή παρουσιάζει τρία αξιοσημείωτα δεδομένα, τα οποία μας βοηθούν να βγάλουμε ασφαλή και χρήσιμα συμπεράσματα δια την παναίρεση της εποχής μας. Πρώτον, συντάχθηκε πριν την συνοδική καταδίκη του Νεστορίου, δεύτερον,
κατονομάζει τον Νεστόριο ως αιρετικό και τον συνταυτίζει με τον Παύλο του Σαμοσάτεως, ο οποίος ήταν τη δεδομένη στιγμή κεκριμένος  από  Ορθόδοξη  Σύνοδο  αιρετικός.  Μάλιστα,  η πατριαρχική   ιδιότητα   του   Νεστορίου   δεν   αναφέρεται   καθόλου! Τρίτον, η προκήρυξη απευθύνεται σε όλα τα μέλη της Εκκλησίας, ακόμα και στους λαϊκούς, γεγονός που καταμαρτυρεί την ευθύνη που όλοι έχουμε εν καιρώ αιρέσεως. Μάλιστα, η διαμαρτυρία συνετάχθη υπό ενός λαϊκού. Φυσικά, πρέπει να μας προβληματίζει ιδιαίτερα το γεγονός ότι μετά τους αγώνες του Ευσεβίου κατά της [άκριτης ακόμα] αιρέσεως, του δόθηκε η επισκοπική ιδιότητα από την Εκκλησία…)


Όσιος Υπάτιος

Γνούς δε ὁ Ὑπάτιος, ὅτι παρ’ ὅ δεῖ ἐφρόνησεν ὁ Νεστόριος, εὐθέως περιεῖλεν ἐν τῶ ἀποστολείω το ὄνομα αὐτοῦ, τοῦ μη ἀναφέρεσθαι ἐν τῆ προσφορᾶ. Γνούς δε τοῦτο ὁ εὐλαβέστατος Εὐλάλιος, δεδοικώς την ἔκβασιν τοῦ πράγματος, ἠν γάρ ἐγκρατής ἐν τῆ πόλει ὁ Νεστόριος, λέγει τῶ Ὑπατίω: Διατί περιεῖλες το ὄνομα αὐτοῦ μη γινώσκων το ἀποβησόμενον; Ὁ δε Ὑπάτιος ἔφη:Ἐγώ ἀφ οὑ ἔγνων ὅτι ἄδικα λέγει περί τοῦ Κυρίου μου, οὐ κοινωνῶ αὐτῶ οὔτε ἀναφέρω το ὄνομα αὐτοῦ. Ἐκεῖνος γάρ οὐκ ἔστιν ἐπίσκοπος. Τότε λέγει ὁ ἐπίσκοπος ἐν ὀργῆ: ὕπαγε, διόρθωσον ὅ ἐποίησας, ἐπεί τι ποιῆσαι ἔχω εἰς σε. Ὁ δε Ὑπάτιος ἀπεκρίθη: ὅ θέλεις ποίησον, ἐγώ γάρ πάντα προεθέμην παθεῖν και οὕτω ταῦτα ἐποίησα…
(Αcta Sanctorum, Nov./B, page 267)

(σ.σ.    Τα διαδραματιζόμενα γεγονότα αποτελούν έναν ακριβή οδοδείκτη  για  την  επίλυση  δύο  σημαντικών  προβλημάτων  που
μπερδεύουν πολύ κόσμο.         α) όσους λένε ότι τα Άγια Μυστήρια είναι άκυρα άνευ της μνημονεύσεως του επισκόπου και β) ότι όταν κάποιος αποτειχιστεί από τον αιρετικό, οικείο του επίσκοπο, πρέπει να μνημονεύσει υποχρεωτικά κάποιον άλλον ορθόδοξο επίσκοπο. Εδώ, ο Άγιος, τελούσε τα μυστήρια χωρίς να μνημονεύει τον (άκριτο από Σύνοδο τη δεδομένη στιγμή) Νεστόριο, που ήταν ο οικείος του επίσκοπος, ενώ επίσης δεν γίνεται καθόλου αναφορά για το ότι επιχείρησε να εισαγάγει στα δίπτυχα του το όνομα ενός άλλου ορθοδόξου επισκόπου. Αν η πράξη αυτή ήταν απαραίτητη για την ορθόδοξη και αγιοπατερική πράξη της αποτείχισης, θα αναφερόταν στο συγκεκριμένο περιστατικό ως απαιτούμενο, ούτως ώστε να μην υπάρξουν παρανοήσεις από τους σύγχρονους και μεταγενέστερους χριστιανούς. )


Παναγιώτης Τσάλλος Ιστορικός

ΠΗΓΕΣ ΤΗΣ ΠΑΤΕΡΙΚΗΣ ΓΡΑΜΜΑΤΕΙΑΣ ΔΙΑ ΤΗΝ ΑΠΟΤΕΙΧΙΣΙΝ




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |