Βαρσανουφίου και Ιωάννου
Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
ριε'
Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα, περί ἀκηδίας καί ἄλλων τινῶν λογισμῶν.
Ἀπόκρισις
Ὁ Θεός ὁ μόνος ἀναμάρτητος, ὁ σώζων τούς ἐλπίζοντας ἐπ᾽ αὐτόν, ἐνδυναμώσοι σου τήν ἀγάπην, λατρεύειν αὐτῶ ἐν ὁσιότητι καί δικαιοσύνῃ πάσας τάς ἡμέρας τῆς ζωῆς σου, ἐν τῶ ναῷ τοῦ θυσιαστηρίου τοῦ ἔσω ἀνθρώπου' ἐν ῷ νοηταί θυσίαι προσφέρονται τῷ Θεῷ, χρυσός καί λίβανος καί σμύρνα, ἐν ᾧ θύεται ὁ μόσχος ὁ σιτευτός καί ραντίζεται τό τίμιον αὶμα τοῦ ἀμώμου ἀμνοῦ' ἐν ᾧ κραυγαί τῶν ἁγίων Ἀγγέλων μετά συμφωνίας γίνονται“ «τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους». Τότε, πότε; Ὅτε παραγίνεται ὁ Κύριος ἡμῶν ὁ μέγας Ἀρχιερεύς ὁ τήν ἀναίμακτον θυσίαν προσφέρων καί προσδεχόμενος, ὅταν ἐν τῷ ὀνόματι αὐτοῦ ἀκουστή γένηται ἐν τοῖς ῶσί τοῦ παρά τήν ὡραίαν πύλην καθημένου παραλυτικοῦ, ἡ φωνή τῆς χαρᾶς' ἔγειρε καί περιπάτει. Τότε εἰσέρχεται εἰς τό ὶερόν περιπατῶν καί ἀλλόμενος καί αἰνῶν τόν Θεόν' τότε παύεται ὁ ὕπνος τῆς ἀκηδίας καί τῆς ἀμαθείας“ τότε ἀπτουσιν αὶ φρόνιμοι πέντε παρθένοι τάς λαμπάδας αὐτῶν, καί συγχορεύουσι τῷ νυμφίῳ ἐν τῇ ἁγίᾳ παστάδι, συνᾳδουσαι ἀλλήλαις ἀθορύβως' «γεύσασθε καί ἴδετε ὅτι χρηστός ὁ Κύριος, μακάριος ἀνήρ ὃς ἐλπίζει ἐπ᾽ αὐτόν». Τότε καταργοῦνται οὶ πόλεμοι καί οὶ μολυσμοί καί αὶ κινήσεις, (σελ. 458) καί βραβεύει ἡ ἁγία εἰρήνη τῆς ἁγίας Τριάδος καί σφραγίζεται ὁ θησαυρός καί ἀσυλος μένει.Εὐξαι ἰνα νοήσῃς καί φθάσῃς καί χαρῇς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
ρις
Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα, περί πειρασμοῦ κρυπτοῦ καί περί προκοπῆς.
Ἀπόκρισις.
Θαυμάζω σου τήν ἀγάπην, ἀδελφέ, πῶς ἀγνοεῖς τὰς τέχνας τῶν δαιμόνων' ότι ὡς ἐμαρτύρησεν ὁ Θεός τῷ Ἰώβ, παρωξύνθησαν κατ᾽ αὐτοῦ“ καί ῶς ἔμαθον ότι ἐγγύς ἦν τοῦ καθαρισθῆναι ὁ παῖς, ἐσπάραξαν αὐτόν. Οὔτω καί όταν ἰδώσι τινά εἰς προκοπήν ἐλθόντα,
πειράζουσιν αὐτόν φθόνῳ. Οὐ πειράζουσι δέ τόν ἐλθόντα εἰς προκοπήν ἀπό τῶν αὑτοῦ ἔργων, οὗτος γάρ ἐνίκησεν αὐτούς. Ἀλλά τόν ἐλθόντα δι᾽ εὐχῶν τῶν ἁγίων χάριτι, κατά συγχώρησιν Θεοῦ, ἵνα γνῷ τήν ἑαυτοῦ ἀσθένειαν καί μή ἐπαρθῇ ἐπί τῷ χαρίσματι. Καθώς στρατιαί πολλαί εἰσιν ὑπερέχουσαι ἀλλήλων, οὔτως εἰσί μοναί παρά τῷ Πατρί τῶν φώτων ὑπερέχουσαι ἀλλήλων. Εἰ μή γάρ οὔτω, διατί πολλαζ
Ὁ Θεός ἐνισχύσοι σε ἐν τῷ φόβῳ αὐτοῦ.
Εὐξαι ὑπέρ ἐμοῦ.
ριζ'
Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα περί προκοπῆς ψυχῆς καί περί νουθεσίας πρός ἀδελφόν καί περί πίστεως πρός τόν κοινόν πατέρα.
(σελ. 260) Ἀπόκρισις
Πίστευσόν μοι, ποθεινότατε, ὅτι σύν Θεῷ οὐκ ἔξω στήκεις τῶν πυλῶν τῆς τῶν οὐρανῶν βασιλείας“ ἀλλά καλῶς προσέχων σεαυτῷ μετὰ ἀκριβείας τοῦ μή ἐκεῖθεν ἐξωσθῆναι. Τοῦ γάρ Θεοῦ ἐστι τό εἰσενεγκεῖν τόν ἄνθρωπον διά τῶν δεομένων αὑτοῦ ἀγίων, τοῦ δέ ἀνθρώπου ἐστί τό μεῖναι ἡ ἐξωσθῆναι. Καί κατά πρόσφασιν θελήματι Θεοῦ εἰς ὑπεροχάς σε ἀγω. Εὐθύμει οὖν ἐν Κυρίῳ καί προθύμως βάδιζε ἐν τῇ ὁδῷ αὐτοῦ καί λαμβάνεις παρ᾽ αὐτοῦ βοήθειαν ἐν τῷ ὀνόματι αὐτοῦ.
Περί δέ τοῦ ἀδελφοῦ, ταπεινῇ καρδίᾳ δέξαι αὐτόν καί λάλησον αὐτῷ εἴ τι πέμψει ὁ Θεός ἐν τῇ καρδίᾳ σου εἰπεῖν. Προσέχών ὅτι χρείας γενομένης καί τό στόμα ἤνοιξε τῆς ὄνου“ καί εἰ ἐξ αὐτοῦ ἐστι τό πἀν, τήν διὰ σοῦ γενομένην ὠφέλειαν αὐτῷ ἐπίγραψον. Καί ἐάν ἴδῃ σου τήν ταπείνωσιν ὁ Θεός, σοί ἐπιγράφει τόν μισθόν τῆς νουθεσίας, ὁ δούς ἐν τῷ στόματί σου τόν λόγον καί πληροῦται εἰς ἡμᾶς τό γεγραμμένον“ «ἀδελφός ὑπ᾽ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρά καί τετειχισμένη». Ὁ Κύριος Ἰησοῦς Χριστός συνεργήσει ἡμῖν πάντα εἰς ἀγαθόν.
Περί δέ τοῦ ἐλαχίστου δούλου, εἰ ὁ Θεός ἐδώρήσατό σοι τήν πίστιν, αὐτός ἐστιν ὁ αὐξάνων καί φυλάσσων. Οὐ γάρ δύναταί τις ἐλάχιστος ἀποκαλύψαι μυστήριον ἀνθρώποις, ἀλλ᾽ ὁ Θεός γίνεται τά πάντα ἐν πᾶσι.
Συγχώρησον, ἀδελφέ, καί εὖξαι ὑπέρ ἐμοῦ.
ριη' Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν ἀλλον Γέροντα.
Τί ποιήσει ὁ θέλων ἡσυχάζειν, διά τό όνομα τό γινόμενον αὐτῷ; Μήποτε τό ὑπέρ αὐτόν βλάψῃ αὐτόν, καθώς εἶπον οὶ Πατέρες, ότι οὐαί τῶ ἀνθρώπῳ ἐκείνῳ οὑ τό όνομα μεῖζόν ἐστι τοῦ ἔργου αὐτοῦ.
Καί εἰ ὀφείλει τισί συντυγχάνειν, ἡ μηδενί παντελῶς.
Ἀπόκρισις
Τό ἔχειν τινά όνομα ἡ δόξαν ὑπέρ τήν ἐργασίαν αὑτοῦ, οὐδέν βλάπτει τόν μή συνηδόμενον ἡ συγκαταθέμενον τοῖς λεγομένοις“ ὥσπερ καί ἐπί τοῦ συκοφαντουμένου εἰς φόνον, μηδέν δέ τοιοῦτον πεπραχότος. Ὀφείλει δέ ὁ τοιοῦτος λογίζεσθαι ὅτι ἔχουσι περί ἐμοῦ οὶ ἄνθρωποι ὑπόληψιν, καί οὐκ οἴδασι τίς εἰμι.
Τό δέ τισί συντυγχάνειν, τισί δέ οὔ ἡ ἀποβάλλειν τινάς, τινάς δέ ἀποδέχεσθαι, φέρει τοῦτό τινα εἰς τό διακρῖναι τούς ἀνθρώπους. Ὁ οὐν δυνάμενος ἀμεριμνῆσαι, κατά τήν ἀφροσύνην μου λέγω, καλῶς ποιεῖ ἐπιγνούς τήν ἰδίαν ἀσθένειαν.
ριθ' Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν μέγαν Γέροντα.
Παρακαλῶ σε, τίμιε Πάτερ, συγκαταβῆναί μου τῇ ἀσθενείᾳ καί ἐπιτρέψαι μοι ἐάν τις τῶν Πατέρων θελήσῃ ἐλθεῖν ἐν τῷ κελλίῳ τοῦ ποιῆσαι μοι εὐχήν, ᾿|΄να δέξώμαι αὐτόν Θ εἶδον γάρ ἐμαυτόν βαρυνθέντα ἐκ τῆς ἀκηδίας - ἔως οὐ ὁ Θεός διά τῶν εὐχῶν ὑμῶν στερεώσῃ μου τήν ψυχήν.
Ἀπόκρισις
Παρακαλῶ τήν ἀγάπην σου, ἀδελφέ μου, μή βάλλῃς με ἀνω, ἄφρων γάρ εἰμι καί ἐπαίρομαι“ καί ὤφειλον γνῶναι ὅτι κάτω εἰμί. Τό γὰρ εἰπεῖν συγκατάβηθι, σημαίνει ότι ἀνω κάθημαι ἐν τῷ ὕψει, καί οὐκ οἶδας ότι ἀπαιτου μαι εἰναι ὑπό κάτω παντός ἀνθρώπου. Ὁ ὑποκάτω ὢν, οὐκ ἔχει ποῦ κατελθεῖν.
Τήν νουθεσίαν ἔχεις τοῦ ἁγίου Ἀποστόλου λέγοντος (σελ. 264) «πάντα δοκιμάζοντες τό καλόν κατέχετε». Πἀν πρᾶγμα ό ἐάν ποιήσῃ ἀνθρωπος κατά φόβον Θεοῦ, τοῦτο ὠφελεῖ τήν ψυχήν αὐτοῦ. Εἰ οὐν ὠφελεῖ σε ἡ συνστυχία, ἐγώ οὐ κωλύω ἀπό σοῦ τήν ὠφέλειαν, ἀλλά καί περίψημά εἰμι τῶν ἐρχομένων ὑπερεύξασθαί σου καί ὠφελῆσαι.
Εἴτε οῦν συντυγχάνεις, εἴτε μή, ὁ Κύριος Ἰησοῦς ἐνδυναμώσοι τήν σήν γνησίαν ἀγάπην. Τί γάρ ψηφίζομαι ἐν τοῖς ἀνθρώποις, ἵνα καί τοῦτο ἐμαυτόν ἀπαιτήσω; Τό κέρδος σου ἐμή χαρά ἐστι. Συντυγχάνων οὐν τοῖς ἐρχομένοις ἀγίοις ὠφελούμενος, παρακάλεσον αὐτούς εὔξασθαι ὑπέρ ἐμοῦ διά τήν ἀγάπην. Τοῦτο δέ λογίζομαι, ότι τό συντυγχάνειν διά τόν Θεόν, καλόν ἐστι, καί τό μή συντυγχάνειν διά τόν Θεόν, καλόν ἐστι.
᾽᾽Ερρωσο.
ρΚ' Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.
Αἴτησις εὐχῆς καί περί τελείας ἡσυχίας.
Ἀπόκρισις
Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ Ὑὶός τοῦ εὐλογημένου καί Ὑψίστου Θεοῦ, ἐνδυναμώσοι καί ἐνισχύσοι ὑμᾶς εἰς ὑποδοχήν τοῦ ἁγίου αὐτοῦ Πνεύματος, ἵνα τῇ ἀγαθῇ παρουσίᾳ αὑτοῦ διδάξῃ ὑμἀς περί πάντων, καί φωτίσῃ τάς καρδίας ὑμῶν καί ὁδηγήσῃ ὑμᾶς ἐν ἀληθείᾳ καί ἴνα ἴδω ὑμᾶς ὡς φοίνικας θάλλοντας ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, καί εὑρεθῆτε ὠς ἐλαία κατάκαρπος ἐν μέσῳ τῶν ἁγίων, καί ὡς ἄμπελος καρποφόρος ἐν τῷ θείῳ χώρῳ, ὅλη ἀληθινή. Καταξιώσοι δέ ὑμᾶς ὁ Κύριος πιεῖν ἐκ τῆς πηγῆς τῆς σοφίας' όσοι γάρ ἔπιον ἐξ αὐτῆς ἐπαλάθοντο ἑαυτῶν, ὅλοι ἔξω γενόμενοι τοῦ παλαιοῦ ἀνθρώπου, καί ἀπό τῆς πηγῆς τῆς σοφίας, ὠδηγήθησαν εἰς ἀλλην πηγήν ἀγάπης, τῆς μηδέποτε πιπτούσης. Καί ἐν ταύτῃ γενόμενοι τῇ τάξει, κατέλαβον τό ἀρέμβαστον καί ἀμετέωρον μέτρον, ὅλοι θεοί. ᾽Επόνησαν, ἐμεγαλύνθησαν, ἐδοξάσθησαν, ἀλαμπρύνθησαν, ἔζησαν, ἐπειδή πρῶτον ἀπέθανον. Εὐφραίνονται καί εὐφραίνουσιν“ εὐφραίνονται ἐν τῇ ἀχωρίστῳ Τριάδι, καί εὐφραίνουσι τάς ἀνω δυνάμεις. Ποθήσατε τήν αὐτῶν τάξιν, δράμετε τόν αὐτῶν δρόμον, ζηλώσατε τήν αὐτῶν πίστιν, κτήσασθε αὐτῶν τήν ταπείνωσιν, τήν ὑπομονήν ἐν πᾶσιν, ᾿|΄να καταλάβητε αὐτῶν τήν κληρονομίαν. Τήν ἄπτωτον αὐτῶν ἀγάπην κρατήσατε, ᾿|΄να εὑρεθῆτε ἐν τοῖς ἀνεκλαλήτοις ἀγαθοῖς «ἀ ὀφθαλμός οὐκ εἶδε, καί οὓς οὐκ ἤκουσε» καί τά ἑξῆς.
(σελ. 266) Περί δέ τῆς ἡσυχίας, τέως γύμνασον σεαυτόν ἔτι μικρόν, καί ὁ Θεός ποιεῖ τό ἔλεος αὐτοῦ.
ρκα'
Πρός τόν μέγαν Γέροντα, εἰ ἐπιτρέπει αὐτῷ τήν τελείαν ἡσυχίαν.
Ἀπόκρισις
Εἶπον τῇ ἀγάπῃ σου, ἀγαπητέ ἀδελφέ, περί τῆς ἡσυχίας, τῷ τέως ἐκδέξασθαι, οὐχ ὡς μή θέλων σε ἐλθεῖν εἰς τήν κατάστασιν τοῦ τοιούτου μέτρου, μή γένοιτο' Ἀλλά θέλων καί εὐχόμενος, ᾿|΄να χαρίσηταί σοι αὐτήν ὁ Θεός καί ἐπί πλεῖον. Καί γάρ ἡ χαρά μου ἡ μεγάλη ἐστίν, ἡ ὑμῶν πάντων προκοπή. Χαρίσματα δέ εἰσι πνευματικά, ὑπό τοῦ Θεοῦ διδόμενα καιροῖς ἰδίοις, καί αὐτός καλεῖ καί βοηθεῖ καί φυλάττει. Φησί γάρ «οὐχ ὁ συνιστάνων ἑαυτόν, οὑτος δόκιμός ἐστιν, ἀλλ᾽ ὅν ὁ Κύριος συνίστησιν».
Εἰ οὖν τόν οἶκόν σου θέλεις οἰκοδομῆσαι, πρῶτον ἑτοίμασον τήν ὔλην καί ὁλα τά ἐπιτήδεια' καί τοῦ τεχνίτου λοιπόν ἐστι τό ἐλθεῖν καί οἰκοδομῆσαι. Εἰσί δέ τά ἐπιτήδεια τῆς τοιαύτης οἰκοδομῆς, ἡ στερεά πίστις εἰς οἰκοδομήν τῶν τοίχων. Ξύλιναι θυρίδες φωτοειδεῖς εἰσφέρουσαι τό φῶς τοῦ ἡλίου πρός τό καταυγάσαι τόν οἰκον, ἴνα μηδεμίαν σκοτία εὑρεθῇ ἐν αὐτῇ' αὶ δέ ξύλιναι θυρίδες εἰσί τά πέντε αἰσθητήρια τά ἐν τῷ τιμίῳ σταυρῷ τοῦ Χριστοῦ ἡσφαλισμένα, καί εἰσφέροντα τό φῶς τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης, καί μή συγχώροῦντα μηδεμίαν φαίνεσθαι σκοτίαν ἐν τῷ οἴκῳ, τοῦ ἐχθροῦ λέγω καί μισοκάλου. Λοιπόν θέλεις στέγην σκέπουσαν τόν οἶκον, «ἴνα μή ἡμέρας ὁ ἥλιος συγκαύσῃ (σελ. 268) σε, μηδέ ἡ σελήνη τήν νύκτα». ᾿Ερμηνεύεται δέ ἡ στέγη, ἡ πρός τόν Θεόν ἀγάπη, ἡτις οὐδέποτε πίπτει, σκεπάζουσα τόν οἰκον καί μή ἐῶσα τήν ἡλιον δύναι ἐπί τῷ παροργισμῷ ἡμῶν, ἴνα μή εὔρωμεν αὐτόν κατήγορον ἐν ἡμέρᾳ κρίσεως, καίοντα ἡ μᾷς ἐν πυρί τῆς γεέννης“ μηδέ τήν σελήνην μαρτυρῆσαι τῇ τῆς νυκτός ἡμῶν χαυνότητι καί ραθυμίᾳ. Χρῄζει λοιπόν ἔχειν θύραν ὁ οἰκος εἰσφέρουσαν καί φυλάττουσαν τόν ἔσω μένοντα. Ὅταν δέ εἴπω θύραν, νόησον σύ, ἀδελφέ, τήν νοητήν θύραν, τόν Ὑὶόν τοῦ Θεοῦ, τόν λέγοντα «ἐγώ εἰμι ἡ θύρα». ᾽Εάν οὔτως ἑτοιμάσῃς τόν οἶκον σου, μή ἔχοντά τι τῶν μισουμένων ὑπ᾽ αὐτοῦ, ἔρχεται μετά τοῦ εὐλογημένου Πατρός καί τοῦ Πνεύματος τοῦ ἁγίου, καί μονήν παρὰ σοί ποιεῖ' καί διδάσκει σε τί ἐστιν ἡσυχία, καί φωτίζει σου τήν καρδίαν ἐν χαρᾷ ἀνεκληλήτῳ. Ἀμήν.
ρΚβ'
Αἴτησις εὐχῆς καί διδασκαλίας πρός τόν ἐνάρετον βίον.
Ἀπόκρισις
Ὁ Θεός ἡμῶν Ἰησοῦς Χριστός φωτίζει σου (ἴσ. φωτίσαι σου) τούς ὀφθαλμούς τῆς καρδίας, υὶέ ποθεινότατε καί ἀγαπητέ, πρός τό καταυγᾷσαι ἐν αὐτοῖς τόν φωτισμόν τῆς ἁγίας μονάρχου καί
ζωοποιοῦ καί προσκυνητῆς Τριάδος' πρός τό ὁδηγηθῆναι τοῦ νοῆσαι τά ἀγια αὐτοῦ μυστήρια, καί χαρῆναι αἰωνίως, καί ἐξελθεῖν τῆς Αἰγύπτου, καί σχίσαι ράβδῳ τήν θάλασσαν καί ἐξειλῆσαι τάς χεῖρας τοῦ βαρβάρου Φαραώ, καί πανηγυρίζει Θεῷ θύοντα. Καί ἐσθίοντα ἐν ἀγιασμῷ πάσχα, φοινικίζοντά τε τὰ χείλη σου, ἐν τῷ ἁγίῳ καί τιμίῳ αὐτοῦ αἴματι“ περιεζωσμένον τάς ὀσφύας καί τήν ράβδον κατέχοντα χερσί καθαραῖς' καί ὑποδή ματα φοροῦντα ἐν ποσίν ἀπροσκόπως. καί μαννατροφοθήσῃ ἐκ τοῦ οὐρανοῦ διά τῶν συνδούλων σου νεφελῶν. Μηκέτι παλαιώθείη σου τό ἔνδυμα, μηδέ μεγαλυνθείη σου ἡ θρίξ τῆς κεφαλῆς“ καθαρισθείη δέ ἡ καρδία σου πρός ὑποδοχήν τοῦ δεσποτικοῦ νόμου' καί συντρίψεις τόν χώνευτόν μόσχον ἐκ μέσου τοῦ λαοῦ σου, καί καταπίοι ἡ γῆ τούς (σελ. 270) ἐχθρούς σου τούς ἀντιλέγοντάς σοι' καί κατακυριεύσεις τῶν βασιλέων τῶν Ἀμορραίων' καί ἐξαλείψει ὁ Θεός τά ἑπτά ἔθνη ἀπό προσώπου σου“ καί κατακληρονομήσεις τήν γῆν αὐτῶν εἰς τόν αἰῶνα“ καί παρέλθῃς τόν Ἰορδάνην δυνάμει θείας θαυματουργίας' καί κρατήσεις τήν τῶν φοινίκων πόλιν' καί σώσῃς Ραάβ τήν πιστεύσασαν εἰς τόν Θεόν σου πόρνην' καί σπείρεις, καί φυτεύσεις, καί φάγεις, καί ἐμπλησθῇς καί δοξάσεις τόν Θεόν τόν δεδωκότα σοι καί μή εὑρεθῇ ἐν σοί Θεός ἔτερος.
Ὅτι λοιπόν ἀγιος ἔσῃ τῷ Θεῷ καί οὐ λυμανοῦσί σου τήν χώραν ἀλλόφυλοι, ὅτι φοβερός γίνῃ αὐτοῖς“ καί φονεύσεις τόν Γολιάθ, ἴνα τῷ Δαβίδ συμβασιλεύσῃς, καί ἐκβῇς ἐκ παλαιότητος, τήν καινότητα εὑρών' καί πιστεύσεις τῷ Χριστῷ ἴνα συσταυρώθῇς καί συναποθάνῃς καί συνταφῇς αὐτῷ καί συνεγερθῇς λαμπρῶς, καί συναναληφθῇς ἐνδόξως, καί συζήσῃς αἰωνίως. Μάλαξον λοιπόν τό κηρίον καί ἀπαλύνεται' όσον γάρ μαλάξεις αὐτό, εὑρήσεις τά ἐν αὐτῷ νοήματα εἰς ζωήν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.
Καί περί τοῦ ἀδελφοῦ τοῦ μετὰ σοῦ, βάστασον αὐτόν κατά δύναμίν
σου' ὁ γάρ ὑγιαίνων ὀφείλει βαστάζειν τόν ἀσθενοῦντα, ἔως οὐ ποιήσει ὁ Θεός συμφέρον αὐτῷ. Χαίρετε ἐν Κυρίῳ.
ρκγ' Αἴτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα. ᾿Ἀγιε Πάτερ, εὐλόγησόν με πνευματικήν εὐλογίαν, καί ἀγίασόν μοι τό
ἀποσταλέν σοι κουκούλιον καί τόν ἀνάλαβον ἴνα ἔχω αὐτά σκέπην ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, ἀπό παντός κακοῦ.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:
ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ
Η επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου