ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εί και εσιώπησα μή έχων λόγον

Κυριακή 4 Δεκεμβρίου 2016

Εί και εσιώπησα μή έχων λόγον



Βαρσανουφίου και Ιωάννου Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
Ἀπόκρισις Ἰωάννου.
Εἰ καί ἐσιώπησα, μή ἔχων λόγον, μήτε τίποτε ἀγαθόν ἐσιώπησα. Τί δέ ἀπαιτεῖς ἄρτον παρά τοῦ κεράτια ἐσθίοντος; Τοῦτο δέ λέγω σοι, ὅτι κἄν οὐδέν εἰμι, συγχαίρω σοι εἰς ἄ ἔγραψέ σοι ὁ εὐλογημένος πατήρ ἡμῶν. Ἰδού οὐν ψωμίζει σε τήν στερεάν τροφήν τοῦ πνευματικοῦ ἄρτου. Τί δέῃ τοῦ ὑδαρώτέρου μου γάλακτος τοῦ τήν ἀηδίαν ποιοῦντος; Οὐκ ἐκώλυσεν ἡ Γραφή οὐδέ οὶ Πατέρες τήν πρός τό σῶμα συγκατάβασιν, τήν οὐ κατά ἡδονήν, ἀλλά μετά διακρίσεως γινομένην. Ὁπότε οῦν καθώς ἤδη εἶπόν σοι, ὅτι οὐ κατά ἀσωτίαν, οὔτε κατὰ ἡδονήν ἐσθίεις καί πίνεις, οὐ γίνονταί σοι εἰς κατάκρισιν, οὔτε εἰς σκάνδαλόν τινων“ περί τούτων γάρ εἰπεν ὁ Κύριος ότι οὐ κοινοῦσι τόν ἄνθρωπον.


Περί δέ τῆς ψαλμῳδίας, ἤ τῆς λειτουργίας, μή θλιβῇς' οὐ γάρ ἀπαιτεῖ σε ὁ Θεός διά τήν ἀσθένειαν. Ὁ προσέχων ἑαυτῷ θλίβει ἑαυτόν εἰς πολιτείαν διά τόν Κύριον καί τήν ἰδίαν σωτηρίαν' ἔχεις οὖν τήν θλῖψιν τῆς ἀσθενείας ἀντί τῆς θλίψεως τῆς πολιτείας. Καί περί τῆς ἀσθενείας δέ μή ὀλιγωρήσῃς, οὐκ ἐγκαταλιμπάνει ὁ Κύριος, ἀλλ᾿ οἰκονομεῖ αὐτήν ὡς οἶδε πρός τό συμφέρον, ἴνα μή θλιβῇς ὑπέρ τήν δύναμιν.

Περί δέ τοῦ θανάτου οὐκ εἶπε τέως ὁ Γέρων, ἀλλά περί τοῦ ἐλέους οὐ μέλλει ὁ Θεός ποιεῖν μετά τῆς ἀγάπης σου. Παρακαλῶ οὐν σε ὑπενεγκεῖν καθώς εἰπέ σοι καί βλέπεις μετά ἀληθείας τήν δόξαν τοῦ Θεοῦ.

(σελ. 380) Περί δέ τῆς φυτεύσεως, εἰ ὅλως ὁ φυτεύων καί ποτίζων οὐδέν ἐστι καί τά δύο εἰς ἐμέ ὑπέγραψας, ἔχεις ἀντί ἐμοῦ τοῦ μηδέν ὄντος τόν Θεόν, τόν αὐξάνοντα καί σκεπάζοντα καί ποιοῦντα μετά σοῦ κατά τό ἔλεος αὐτοῦ. Ἀπολαύών οὖν τῆς αὐτοῦ ἀγαθότητος, ἀνδρίζου ἐν αὐτῷ καί ἴσχυε.

Καί εὐξαι ὑπέρ ἐμοῦ, ἴνα καί εἰς ἐμέ γένηται τό ἔλεος αὐτοῦ.

ρος'

Ὁ αὐτός Γέρων, κάμνων ἐν τῇ ἀσθενείᾳ πάλιν ἠρώτησε τόν αὐτόν Γέροντα εὔξασθαι ὑπέρ αὐτοῦ.

Ἀπόκρισις Ἰωάννου.

Πρός δοκιμήν ἐστιν ἡ ἀσθένειά σου, ὑπόμεινον εὐχαριστῶν' καί διὰ τάχους ἐλεῇ ὑπό τοῦ Θεοῦ.

Ἀσπάζομαι ὑμᾶς ἐν Κυρίῳ, παρακαλῶν εὔξασθαι ὑπέρ ἐμοῦ.

ροζ'

Ὁ αὐτός πάλιν ῄτησε τόν μέγαν Γέροντα τά αὐτά.

Ἀπόκρισις

Ἰδού καί ὁ ἀδελφός Ἰωάννζης) εἶπεν ὅτι διά τάχους ἐλεεῖ αὐτόν ὁ Θεός“ κἀγώ ὁ ἐλάχιστος τί ἔχω εἰπεῖν; Ἡδέως ἔχω καί σήμερον“ καί πιστεύω ὅτι ὁ Θεός πέμπει αὐτῷ ἄνεσιν σήμερον, εὐχαῖς ἁγίων αὑτοῦ.

Εὔξασθε ὑπέρ ἐμοῦ, ἀγαπητοί.

ροη'

Μετά τήν ἀπόκρισιν ταύτην παραυτίκα ἐν αὐτῇ τῇ ἡμέρᾳ ὐγίανε, καί ἔπεμψεν εὐχαριστῶν τῷ Γέροντι, καί ἀνακηρύττων τά ἐλέη τοῦ Θεοῦ τά δι᾿ αὐτοῦ γινόμενα.

Ἀπόκρισις Βαρσανουφίου.

Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς καί Ἀποστόλοις χαροποιῶν αὐτούς“ «μή χαίρετε ὅτι τά δαιμόνια ὑποτάσσεται ὑμῖν ἐν τῷ ὀνόματί μου, ἀλλ᾿ ὅτι τά ὀνόματα ὑμῶν γεγραμμένα ἐστίν ἐν τοῖς οὐρανοῖς». Οὕτως οὖν καί ἡμεῖς εἰ περί βοηθείας τῆς τῷ σώματι γενομένης (σελ. 382) ἐν ὀνόματι τοῦ Θεοῦ καί προστάτου τῶν ψυχῶν ἡμῶν, Ἰησοῦ Χριστοῦ, βοῶμεν σκιρτῶντες, τί ἄν γένηται περί τῆς ὁλοτελοῦς καθάρσεως τῆς ἀπό ὅλων τῶν παθῶν τῇ ψυχῇ ἡμῶν γενομένης, τῷ φοβερῷ καί ἐνδόξῳ ὀνόματι αὐτοῦ; Πόσαι φωναί, γλῶσσαι, στόματα, καρδίαι καί

ἐνθυμήσεις δυνήσονται ἀνταποδοῦναι αὐτῷ τήν πρέπουσαν δοξολογίαν; Λογίζομαι δέ ὅτι οὐδέ ἐν τοῖς ἀσωμάτοις εὑρίσκεται' ἀκατάληπτον γάρ ἐστι τό Θεῖον.

Αὐτῷ ἡ δόξα καί ἡ ἐξουσία καί ἡ δύναμις εἰς τούς αἰῶνας. Ἀμήν.

ροθ' Τούτῳ τῷ Γέροντι εἶπέ τις ἀδελφός' ἰδού εὐχαῖς τῶν ἁγίων ἀνεκαινισθείς, Γέρον. Καί ἀποκριθείς εἰπεν' ὁσάκις εἰπές μοι τόν λόγον τοῦτον κἄν τέταρτον, ἐσημειωσάμην ὄτι συντρίβουσιν οὶ δαίμονες τό σῶμά μου.

Καί ἠρωτήθη ὁ ἄλλος Γέρων περί τούτου.

Ἀπόκρισις Ἰωάννου. Τό πρᾶγμα τοῦτο φθόνον ἔχει καί ἀπιστίαν' φθόνον μέν, ὅτι οὐκ

ἔχουσιν ἡδέως οὶ δαίμονες, ἴνα εὐεργετηθῇ ἄνθρωπος“ ἀπιστίαν δέ, ἴνα βλέπων τήν ἀσθένειαν διστάσῃ τῇ καρδίᾳ.

'

ρπ

Πῶς; Εἰπέ, Πάτερ, ἡμεῖς ἔχομεν τήν ἀπιστίαν ἤ ὄτι οὶ δαίμονες φέρουσιν ἡμᾶς εἰς ἀπιστίαν;

Ἀπόκρισις

Οὶ δαόμονες ἀπό τοῦ φθόνου φέρουσι τήν ἀπιστίαν“ ἐάν οῦν δεξώ μεθα, ὑπουργοί καί συμμέτοχοι αὐτῶν γινόμεθα.

ρπα' ᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν μέγαν Γέροντα.

Ὅταν, Πάτερ, κουφίζώμαι τῆς ἀρρωστίας πῶς δεῖ παρέρχεσθαι τό καθ᾿ ἡμέραν;

Ἀπόκρισις

Χαίροις ἐν Κυρίῳ“ πάλιν λέγω χαίροις. Ηὔφρανάς με ἄρτι ἐν τῇ ἐρωτήσει“ μᾶλλον δέ τόν Θεόν καί τούς Ἀγγέλους αὐτοῦ. Περί δέ ῶν ἔγραψας εἶπεν ὁ Κύριος' «ἔδει κἀκεῖνα ποιῆσαι καί ταῦτα μή ἀφιέναι». ιΡάλλειν μικρόν, ἀποστηθίζειν μικρόν, ἐρευνᾷν καί τηρεῖν τούς λογισμούς μικρόν ὀφείλεις. Ὁ γὰρ ἔχων πολλά ἐδέσματα ἐν τῷ ἀριστᾷν πολλά λιμβεύεται φαγεῖν“ ὁ δέ ἀπό ἑνός ἐδέσματος τρώγων καθ᾿ ἡμέραν, οὐ μόνον οὐ λιμβεύεται, ἀλλά τάχα καί καιρῷ ἀηδιάζεται ἀπ᾿ αὐτοῦ. Οὕτως οὖν ἐνταῦθα' τῶν τελείων δέ ἐστι τό συνεθίσαι μεταλαβεῖν καθ᾿ ἑκάστην ἀπό τοῦ αὐτοῦ ἑψητοῦ καί μή ἀηδιασθῆναι.

Περί οὖν τῆς ψαλμῳδίας καί τοῦ ἀποστηθίζειν, μή δήσῃς σεαυτόν, ἀλλ᾽ εἴ τι ἐνδυναμοῖ σε ὁ Κύριος ποίησον. Καί τό ἀναγινώσκειν καί προσεύχεσθαι μή κωλύσῃς. Μικρόν οὔτως, μικρόν οὔτως ἀναλίσκεις τήν ἡμέραν ἀρέσκων τῶ Θεῷ. Οὶ γάρ τέλειοι Πατέρες η μων κανόνος ὄρον οὐκ εἶχον ὄλην γάρ τήν ἡμέραν κανόνα εἶχον. Μικρόν ψάλλοντες, μικρόν ἀποστηθίζοντες, μικρόν ἐρευνῶντες τούς λογισμούς, μικρόν σχολάζοντες περί τῆς τροφῆς, καί τοῦτο κατά φόβον Θεοῦ. Φησί γάρ «πάντα όσα ἄν ποιῆτε εἰς δόξαν Θεοῦ ποιεῖτε».

Ὁ Κύριος Ἰησοῦς φυλάξοι ἡμᾷς ἀπό παντός κακοῦ. Ἀμήν.

ρπβ' ᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Εἰπέ, Πάτερ, τό ἀδιαλείπτως προσεύχεσθαι ἐν ποίῳ μέτρῳ ἐστί, καί εἰ ὀφείλω ἔχειν κανόνα;

Ἀπόκρισις

Χαίροις ἐν Κυρίῳ, ἀδελφέ' χαίροις ἐν Κυρίῳ, ἀγαπητέ' χαίροις ἐν Κυρίῳ, συγκληρονόμε. Τό ἀδιαλείπτως προσεύχεσθαι ἐν τῷ μέτρῳ ἐστί τῆς ἀπαθείας“ καί τότε γινώσκεται ἡ ἔλευσις τοῦ Πνεύματος καί διδάσκει αὐτόν τά πάντα. Εἰ τά πάντα, οὐκοῦν καί περί τῆς προσευχῆς. Ὁ Ἀπόστολος (σελ. 386) γάρ λέγει' «τό τί προσευξόμεθα καθό δεῖ οὐκ οἴδαμεν, ἀλλ᾿ αὐτό τό Πνεῦμα ὑπερεντυγχάνει ὑπέρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις». Τί οὖν εἴπω σοι ἄρτι περί τῶν οἰκοδομημάτων Ρώμης, ὁπότε ἀκμήν ἐκεῖ οὐκ ἐγένου;

Ἄνθρωπος ἡσυχάζων μάλιστα κλινήρης, κανόνα οὐκ ἔχει' ἀλλά γενοῦ ὡς ἄνθρωπος τρώγων καί πίνων ἐφ᾽ όσον ἡδύνεσαι. Οὔτως ὄταν ἔρχεταί σοι ἀναγνῶναι καί βλέπεις κατάνυξιν ἐν τῇ καρδίᾳ σου,

ἀνάγνωθι ὄσον δύνασαι. Καί τό ψάλλειν οὔτως. Τήν εὐχαριστίαν δέ καί τό, Κύριε ἐλέησον, κράτει κατά τήν δύναμίν σου καί μή φοβηθῇς' ἀμετάβλητα γάρ τά χαρίσματα τοῦ Θεοῦ.

!

ρπγ Παράκλησις καί ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ὁ αὐτός μετά τήν ὑγιείαν, τόν στόμαχον ὀδυνηθείς, ἔπεμψε παρακαλῶν τόν μέγαν Γέροντα εὔξασθαι ὑπέρ αὐτοῦ, λέγων' ἀπό μεσονυκτίου ξηραίνεταί μου τό στόμα καί τά βλέφαρα καί αὶ χεῖρες καί οὶ πόδες“ καί ὄτε διύπνισθῶ τρέμει κἄν ἐπί ὤραν ὅλον τό σῶμά μου, ἀρχόμενον ἀπό τοῦ στομάχου. Καί λοιπόν ἐκλύομαι καί ὡς πηλός γίνομαι' καί θέλω εἰπεῖν Ἱ’αλμόν καί οὐ δύναμαι διά τοῦ στόματος“ καί ἐάν θελήσω τῇ καρδίᾳ μου εἰπεῖν, περιγίνεταί μου ὁ ὕπνος. Καί λοιπόν τί ποιήσω οὐκ οἶδα, ὅτι βλέπω ἐμαυτόν ἐμποδιζόμενον εἰς σωτηρίαν. Παρακαλῶ σε οῦν, Πάτερ, διά τόν Κύριον, εὔχου ὑπέρ ἐμοῦ καί δήλωσόν μοι τί ἐστι ταῦτα.

Ἀπόκρισις Βαρσανουφίου.

᾽᾽Εχει μέν τό πρᾷγμα μικράν ἀσθένειαν ἀπό τοῦ στομάχου' ἔχει δέ καί βάρος ἀπό τῆς ἐνεργείας τῶν δαιμόνων. Τῶν δύο οὖν τούτων καταφρόνησον, φησί γάρ' «οὶ δέ τοῦ Χριστοῦ ὄντες, τήν σάρκα ἐσταύρώσον σύν τοῖς παθήμασι κάι ταῖς ἐπιθυμίαις». Ἰδού οῦν εὔχονται οὶ γέροντες ὑπέρ τῆς ἀγάπης σου, κλαῦσον καί σύ μικρόν ἐν τῇ προσευχῇ εὐχαριστῶν τῷ Θεῷ καί δεόμενος τοῦ ἐλεηθῆναι, καί ἐλεεῖ σε. Πάνυ γάρ ἐλεήμονα Δεσπότην ἔχομεν καί οἰκτίρμονα Πατέρα' καί οὐδείς ὶκανός, οὔτε τῶν ἄνω δυνάμεών, οὔτε τῶν κάτω γνησίων δούλων εἰπεῖν, καθώς ἄξιόν ἐστι τήν ἀγαθότητα αὐτοῦ, πῶς ἐπιποθεῖ ἐλεῆσαι τό γένος τῶν ἀνθρώπων. Ἀλλά διά τοῦτο μακροθυμεῖ (σελ. 388) ἐφ᾿ ἡμᾶς, ἴνα πλεονάςῃ τήν ὑπομονήν ἡμῶν πρός τήν ἡμῶν σωτηρίαν, ὠς ἐδίδαξεν ἡμᾷς λέγων“ «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν)).

Μή οὖν ὀλιγωρήσῃς, ἀδελφέ, ἤρξατο γάρ ὁ Ἰησοῦς (τοῦ) ποιῆσαι τό ἔλεος αὐτοῦ μετά σοῦ. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Εὔχου ὑπέρ ἐμοῦ.

ρπδ' ᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν ἄλλον Γέροντα.

Ἄρα κατὰ τί εἶπεν ὁ Πατήρ ἡμῶν, ἤρξατο ὁ Ἰησοῦς ποιῆσαι μετά σοῦ

τό ἔλεος αὐτοῦ;

Ἀπόκρισις Ἰωάννου.

Περί προκοπῆς μεγάλης ὠφελείας ψυχῆς εἶπε' τό εὑρεθῆναί σε μετά τοιαύτης συνοδίας, μεθ᾿ ἧς ἀναστήσεσθαι μέλλεις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν χαρᾷ μεγάλῃ, ἐάν ἔως τέλους κρατήσῃς τήν ὑπομονήν καί τήν εὐαριστίαν.

ρπε' Αἴτησις τοῦ αὐτοῦ πρός τόν μέγαν Γέροντα

᾿Εγώ πιστεύω, ὅτι ὅσα δήσητε ἐπί τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐ ρανῷ' καί ὅσα ἄν λύσητε, ἔσται λελυμένα. Δέομαί σου, Πάτερ, διά τούς οἰκτιρμούς τοῦ Θεοῦ, βοήθει μου τῇ ἀσθενείᾳ, ὄτι ψυχῇ καί σώματι λελώβημαι καί θλίβω τούς ἀδελφούς μεθ᾿ ὧν οἰκῶ. Καί αἴτησαι τόν Θεόν, ἴνα παράσχῃ μοι δι᾿ ἐμαυτοῦ ποιεῖν τάς χρείας μου, ἴνα μή οὶ ἀδελφοί βαστάζωσί μου τά βάρη' πιστεύω γάρ ὅτι ὅσα αἰτεῖς τόν Θεόν παρέχει σοι. Συμπάθησόν μου τῇ ἀσθενείᾳ, Πάτερ, καί συγχώρησόν μοι.

Ἀπόκρισις Βαρσανουφίου.

Ἀδελφέ, τό κλειδίον σου ἀνοίγει μου τήν θύραν, ἄφρων γάρ εἰμι καί οὐ βαστάζω τοῦ κρύψαι τά θαυμάσια τοῦ Θεοῦ. Καί λοιπόν εἴ τις ἀκούει μου τούς λόγους ἀπό ἐκπλήξεως, οὐδέν ἄλλο λέγει, εἰ μή ὅτι ἐξέστη καί οὐκ οἶδε. Νομίζω τοῦτο ὅτι πάντα τῷ Θεῷ δυνατά“ ἀδυνατεῖ δέ αὐτῷ οὐδέν͵ (σελ. 390) Ὁς οῦν ἐνήργησε διά τῶν πρώτων καί ἤγειρε τόν παραλυτικόν καί πάλιν τήν Ταβιθᾷ ἀποθανοῦσαν ἐξανέστησεν, οὔτω καί διά τῶν νῦν δύναται. ᾿Ενώπιον αὐτοῦ λαλῶ καί οὐ ψεύδομαι, ὄτι οἶδα τινά δοῦλον Θεοῦ ἐν ταύτῃ τῇ γενεᾷ ἡμῶν, ἐν τούτῳ τῷ καιρῷ, καί ἐν τῷ εὐλογημένῳ τόπῳ τούτῳ, ὅτι νεκρούς δύναται ἐγείρειν ἐν τῷ ὀνόματι τοῦ Δεσπότου ἡμῶν, Ἰησοῦ Χριστοῦ, καί δαίμονας ἀπελάσαι, καί νόσους ἀνιάτους ἰάσασθαι, καί δυνάμεις ἄλλας ποιῆσαι, οὐκ ἔλαττον τῶν Ἀποστόλων, ὠς μαρτυρεῖ ὁ δούς αὐτῷ τό χάρισμα μᾶλλον δέ τά χαρίσματα. Καί ταῦτα γάρ τί εἰσι γενέσθαι ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ; Ἀλλ᾿ οὐ χρῆται τῇ ἰδίᾳ ἐξουσίᾳ΄ ἐπεί καί πολέμους καταργῆσαι δύναται“ κλεῖσαι δέ καί ἀνοῖξαι τόν οὐρανόν κατά τόν Ἠλίαν“ πάντοτε γάρ ἔχει ὁ Κύριος ἡμῶν γνησίους δούλους, οὔς οὐκ ἔτι δούλους, ἀλλά υὶούς καλεῖ, καί εἰ φθονεῖ ὁ ἐχθρός, οὐδέν χάριτι Χριστοῦ δύναται βλάψαι. ᾿Η ναῦς γάρ τάς τρικυμίας παρῆλθε' ὁ στρατιώτης τούς πολέμους' ὁ κυβερνήτης τόν χειμῶνα“ ὁ γεωργός τήν δυσαερίαν' ὁ ἔμπορος τούς ληστάς καί ὁ μοναχός ἐτελειώθη ἐν τῇ μονότητι. Τίς οὐ λέγει, ἀκούων τά ὑπέρογκα ταῦτα, ότι παρεφρόνησα; Καί μετά ἀληθείας

παραφρονῶ“ ἀλλ᾽ ἐγώ περί ἐμαυτοῦ οὐ μαρτυρῶ, ἀλλά περί ἄλλοι). Καί εἴ τις θέλει εἰπεῖν ὅτι ἐξέστην ἐμαυτοῦ, ὠς εἰπον, εἴπῃ“ εἴ τις οὖν θέλει ζηλῶσαι τοῦ ἐλθεῖν εἰς τοῦτο τό μέτρον, μή ὀκνήσῃ.

Ταῦτα εἶπον τῇ ἀγάπῃ σου, πληροφορῶν αὐτήν ὅτι δυνατόν γενέσθαι ὃ θέλεις. Εἰ γάρ τά ἐπουράνια ἀγαθά καί ἀνεκλάλητα καί αἰώνια «ἄ ὀφθαλμός οὐκ εἶδε, καί οὐς οὐκ ἤκουσε, καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἄ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν», ῄτήσαμέν σοι καί ἐχαρίσατό σοι ὁ Θεός, καί ἔσται σοι ταῦτα φυλάττοντι τάς παραδόσεις, πόσῳ μᾶλλον περί τῶν σαρκικῶν παθῶν οὐκ ἔστι κόπος αἰτῆσαι τόν Θεόν καί λαβεῖν τήν χάριν εἰς τό μή ἀσθενῆσαι σε, κἄν μίαν ἡμέραν καί θλιβῆναι; Ἀλλ᾿ ὁ Ἰησοῦς οἶδε περισσότερον ἡμῶν τί συμφέρει καί ὠφελεῖ τόν ἄνθρωπον“ τόν μέν, ἴνα λάβῃ τόν μισθόν τῆς ὑπομονῆς, κατά τόν Ἰώβ“ τούς δέ, ἴνα λάβωσι τόν μισθόν τῆς διακονίας, κατά τόν Εὐλόγιον τόν ἀπό σχολαστικῶν.

Μηδέν οῦν αἰτήσῃς παρά τοῦ Θεοῦ διὰ τῶν δούλων αὐτοῦ, εἰ μή βοήθειαν καί ὑπομονήν' «ὁ γάρ ὑπομείνας εἰς τέλος οὑτος σωθήσεται», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ μέλει περί ἡ μῶν εἰς τούς αἰῶνας. Ἀμήν.

Οὐκ οἶδας, τί εἶπεν ὁ Κύριος τῷ ἁγίῳ Παύλῳ αἰτοῦντι ἀρθῆναι ἀπ᾿ αὐτοῦ τήν θλῖψιν, (σελ. 392) «ἀρκεῖ σοι ἡ χάρις μου»; Μή μισῶν αὐτόν εἶπε τοῦτο; ΄Η εἰδώς τί αὐτῶ συμφέρει; «Μνήσθητι ότι οὐκ ἄξια τά παθήματα τοῦ νῦν καιροῦ πρός τήν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς».

Συγχωρήσατέ μοι, καί εὔξασθε ὑπέρ ἐμοῦ τοῦ ἀθλίου, ἴνα κρατήσω κἀγώ τά μέτρα ταῦτα ἔως τέλους“ ὁ γάρ κρατῶν αὐτά ἤδη ἐγένετο ἀδελφός τοῦ Ἰησοῦ.

Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

!

ρπς

Δέησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα περί τοῦ εὑρεῖν ἔλεος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Ἀπόκρισις Βαρσανουφίου.

Ἀδελφέ Ἀνδρέα καί ἀγαπητέ ἐν Χριστω, θαυμάζω σου τήν ἀγάπην μᾶλλον δέ τήν ἀφελότητα, διστάζουσαν περί τῶν ὑποσχέσεων. Εἶπεν ὁ Κύριος τῷ Φιλίππῳ“ «ὅλον τόν χρόνον μεθ᾿ «ὑμῶν εἰμι, καί οὐκ ἔγνωκάς με Φίλιττε»; Πίστευσον, ἀδελφέ, ὄτι κατά τὰς ὑποσχέσεις ἔσται ἡμῖν' καί ἐάν θελήσητε περισσότερον. Καί γάρ ἔστιν εὑρεῖν μικρόν ἔλεος“ καί ἔστιν εὑρεῖν μέγα ἔλεος' καί ὁ Δαβίδ τό μέγα ἐξελέξατο Ὁ θέλων οὖν τό μέγα, διά ταπεινότητος καί πραότητος καί ὑπομονῆς καί τῶν τοιούτων ὁμοίων, εὑρίσκει αὐτό. Τό οὐν εὑρεῖν

ἔλεος, εὐχαῖς ἁγίων εὑρίσκεις' τό δέ μικρόν ἤ μέγα, ἐν σοί κεῖται“ ἐπίλεξαι ὃ θέλεις.

Οἴκησον ἐν εἰρήνῃ καί ἁγιασμῷ, ἐν ταπεινώσει βαστάζων τόν πλησίον, ὡς μοναχός καί ὡς πρεβεβηκώς τύπος γινόμενος. ᾽᾽Εχε οὖν τόν ἀδελφόν παρά σοί τέκνον καί ὑπηρέτην, κἄν σφάλῃ ἤ ἀφανίσῃ τίποτε, νουθέτησον αὐτόν καί φανέρωσον αὐτῷ τό σφάλμα, ἴνα διορθωθῇ.

Καί εὐξαι ὑπέρ ἐμοῦ.

ρπζ' Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Πάτερ, κανόνισόν με ὡς ἀρχάριον τόν μήπω λαβόντα τό σχῆμα“ καί εὐξαι ὑπέρ ἐμοῦ ὅτι θλίβει με ὁ ἀδελφός καί ἄλλον ἀναπαύει.

Ἀπόκρισις

Ἀδελφέ ποθεινότατε, ἔγραψάς μοι πρᾷγμα ὑπέρ τήν δύναμίν σου, τό ἐπιτάξαι σοι πρᾶγμα, ὃ οὐ δύνασαι βαστάσαι. Εἶπας γάρ ἴνα κανονίσώ σε ὡς ἀρχάριον τόν μή λαβόντα ἀκμήν τό σχῆμα. Καί ἡ τάξις τοῦ ἀρχαρίου αὔτη ἐστί' διάγειν ἐν ταπεινώσει πολλῇ' μή ψηφίζοντα ἑαυτόν ἔν τινι πράγματι' μή λέγοντά τί ἐστι τοῦτο, ἤ διατί τοῦτο, ἀλλ᾿ ἐν ὑπακοῇ καί ὑποταγῇ πολλῇ. Οὐκ ἰσάζοντα ἑαυτόν τινι' οὐ λέγοντα τιμᾷται ὁ δεῖνα, διατί οὐ τιμῶμαι; Ἀναπαύεται κατά πάντα διατί οὐκ ἀναπαύομαι; Καταφρονούμενον εἰς πάντα μή ἀγανακτεῖν. Ταῦτα τά ἔργα τοῦ ἀληθινοῦ ἀρχαρίου, τοῦ θέλοντος μετὰ ἀληθείας σωθῆναι. Καί ταῦτα ἄρτι βαρύ σοί ἐστι βαστάσαι καί διά τήν ἀσθένειαν τοῦ σώματος, καί διά τό ἐφθακέναι εἰς τό γῆρας. Σύ οὖν τό βαρύ ἐζήτησας βαστάσαι, ἐγώ δέ τό ἐλαφρότερον ἐπιτίθη μί σοι, οὐ κατά ἀνάγκην, ἀλλά κατά συμβουλίαν. ᾽᾽Εχε τόν ἀδελφόν ὠς τέκνον, ὡς εἶπον σοι, ὡς καί σύ ἔχεις αὐτόν, κἄν κατά πειρασμόν ἀναπαύσῃ τινά περισσότερόν σου. Εἰ τάχα ἐκεῖνον θέλει ὁ Θεός ἀναπαῦσαι, σέ δέ θλιβῆναι, καί ἐπληροφόρησεν αὐτόν οὔτω ποιῆσαι, σύ βάστασον μή θλιβῇς. Διά τῆς ὑπομονῆς γάρ τῶν θλίψεων, κτώμεθα τάς ψυχάς ὑμῶν καί οὐ γινόμεθα κοινωνοί τῶν παθημάτων τοῦ Χριστοῦ, ἐάν μή διά τῆς ὑπομονῆς τῶν θλίψεων. Τήν εὐχαριστίαν εἰς πάντα κράτει, ὄτι αὔτη πρεσβεύει ὑπέρ τῆς ἀδυναμίας ἐνώπιον τοῦ Θεοῦ.

Ὁ κανών σού ἐστι τό καθίσαι προσέχοντα τοῖς λογισμοῖς καί τόν φόβον τοῦ Θεοῦ ἔχοντα, πῶς ἔχω ἀπαντῆσαι τῷ Θεῷ; Πῶς παρῆλθον τόν χρόνον τόν παρελθόντα; Μετανοήσω κἄν νῦν ὅτε ἤγγικέ μου ἡ ἔξοδος καί βαστάσω τόν πλησίον μου, καί τάς παρ᾿ αὐτοῦ θλίψεις καί πειρασμούς, ἔως ποιήσῃ μετ᾿ ἐμοῦ ὁ Κύριος τό ἔλεος καί φέρῃ με εἰς τήν κατάστασιν τῆς ἀοργησίας, καί ἐξορίσῃ ἀπ᾿

ἐμοῦ τόν φθόνον, τό γέννημα τοῦ διαβόλου. Κύλισον τάς ὀλίγας σου ἡμέρας ἐρευνῶν τούς λογισμούς, καί ἀντιλέγων τοῖς φέρουσι ταραχήν. Νουθετῶν τόν υὶόν σου ἐν φόβῳ Θεοῦ καί ὑπομιμνήσκων αὐτόν τά σφάλματα αὐτοῦ, εἰδώς ὅτι καί αὐτός ἄνθρωπός ἐστιν ὑποκείμενος πειρατηρίοις.

Ὁ Κύριος Ἰησοῦς, ὁ Ὑὶός τοῦ Θεοῦ τοῦ ζῶντος, δώῃ ὑμῖν εἰρηνικήν κατάστασιν καί οἴκησιν κατά φόβον αὑτοῦ. Θαυμάζω δέ πῶς ἀναγινώσκετε τήν Γραφήν λέγουσαν“ «ἀδελφοί χαίρετε ὄταν πειρασμοῖς περιπέσητε ποικίλοις», καί οὶ μηδαμινοί ταράσσουσιν ὑμᾷς. Γνῶτε κἄν ποῦ ἐστε καί οἴαν ἔχετε (σελ. 396) δύναμιν, καί ταπεινωθῇ ὁ σιδηροτράχηλος καί ἡ εἰρήνη τοῦ Θεοῦ ἔσται μεθ᾿ υμων.

Συγχωρήσατέ μοι καί εὔξασθε ὑπέρ ἐμοῦ, ἴνα μή ἀκούσω «οὐ διδάσκων ἔτερον, σεαυτόν οὐ διδάσκεις»; Καί τί ποιήσω τῇ ἀγάπῃ; Ὅμως τό ἔλεος αὐτοῦ ἐστι τοῦ Δεσπότου ἡ μῶν Θεοῦ.

ρπη' ᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Λέγει μοι ὁ λογισμός, εἶπας ἄπαξ καί δεκάκις τῷ ἀδελφῷ, ἄφες αὐτόν λοιπόν ποιῆσαι εἴ τι θέλει' καί ἀμερίμνησον ὡς εἶπον οὶ Πατέρες.

Ἀπόκρισις

Ἀδελφέ ποθεινότατε καί ὁμόψυχε, εἰρήνη σοι ἔστω, ἤν ἔδωκεν ὁ Κύριος τοῖς μαθηταῖς αὐτοῦ. Εἰρήνην γάρ πρῶτον ἔδωκεν αὐτοῖς ἐξορίζων ἀπ᾽ αὐτῶν πάντας τούς σαρκικούς λογισμούς καί πᾶν νόημα διαβολικόν, ἴνα καθαραί εὑρεθῶσιν αὶ καρδίαι αὐτῶν καί καθαρῶς δέξωνται τά μαθήματα καί τά ἐντάλματα τοῦ αὐτῶν Δεσπότου. Οὔτώ καί σύ, ἀγαπητέ, δεξάμενος τήν φοβεράν εἰρήνην ταύτην, οὐ παρ᾽ ἐμοῦ, ἀλλά παρά τοῦ Σωτῆρος Ἰησοῦ Χριστοῦ, συνετῶς καί ἀταράχως ἑτοίμασον σεαυτόν τοῦ ἀκοῦσαι καί ποιῆσαι. Οἶδας γάρ πῶς θέλω σε λαβεῖν καί ἀναπληρῶσαι εἰς τόν οὐρανόν“ πανταχόθεν ὁ διάβολος περιέρχεται ταράξαι διά φθόνου, δι᾿ ὀργῆς καί οὐχ εὑρε χώραν καί εἰς τά μηδαμινά εὑρέ σε χλευαζόμενον, καί εἰς αὐτά πολεμεῖ σε καί ταράττει διά σοῦ καί τόν ἀδελφόν. Καί τοῦτο, ὅτι ἔγραψά σοι εἰς τάς προτέρας ἐπιστολάς εἰπεῖν τῷ ἀδελφῷ τά σφάλματα αὐτοῦ καί νουθετῆσαι αὐτόν“ ἤ κακῶς εἶπον καί σύ κατεφρόνησας ἤ καλῶς καί σύ ἡττήθης τῷ πολέμῳ. Καί χαίρει λοιπόν κατά σοῦ ὁ διάβολος καί ἔρχεται ἔχων τά πικρά δικαιώματα καί λέγει σοι' εἶπον ἄπαξ καί δεκάκις, ἀλλά ἄφες αὐτόν ποιῆσαι ὡς θέλει, καί ἀμερίμνησον ὡς εἶπον οὶ Πατέρες, καί χλευάζουσί σε καί εἰς τοῦτο. Ἀπέχεις γάρ τοῦ μέτρου τούτου, ὡς ἀπέχει ὁ οὐρανός ἀπό

τῆς γῆς καί θέλεις μαθεῖν;

Ὁ Κύριος εἶπε περί τῶν δένδρων, ὅτι καί αὐτά γεννῶσι καρπούς. Μάθε τί γεννᾷ σοι ἡ παρά τοῦ διαβόλου σιωπή, ταραχάς, ὀργάς ὁπότε καί ἀπό σαυτοῦ ὁρμᾷς εἰς τό πρᾷγμα ἄνευ ἐρωτήσεως, παγιδεύει ταχύ“ οὔτω γάρ (σελ. 398) πάσχουσιν οὶ ἀφελεῖς ὠς ἀμαθεῖς. Καί δῆλόν σοι ποιήσω, ὅτι ἡ μακροθυμία σου οὐκ ἔστι κατά Θεόν' ὅτι θησαυρίζων πολλάς ἡμέρας, εἰς μίαν κενοῖς τό βαλάντιον καί εὑρίσκεται κενόν“ ἡ δέ κατά Θεόν μακροθυμία, οὐ λαλεῖ ὄλώς ἔως τέλους. Καί ὄμοιος εἶ, κύριε ἀδελφέ, ὠς δεσπότης πρός τόν αὑτοῦ δοῦλον. Ἀντί τοῦ δοῦναι αὐτῷ ἔνα κόσσον λέγων αὐτῷ τά σφάλματα αὐτοῦ, καί ἰδού εἰρήνη, μακροθυμεῖς πολλάς ἡμέρας καί ὔστερον παρέχεις αὐτῷ ἔν ἐπινώτιον, (ἤτοι πληγήν θανατηφόρον) καί λαμβάνεις τήν ψυχήν αὐτοῦ.

ρπθ' Ὁ αὐτός ἠρώτησε τόν ἄλλον Γέροντα τά αὐτά.

Καί εἰ ὀφείλει μεταβῆναι ἐκ τοῦ κελλίου, τάχα γάρ παύεται ὁ πόλεμος.

Ἀπόκρισις Ἰωάννου.

Εἰ προσεῖχες καί ἐξηκολούθεις τῇ ἀποκρίσει τοῦ Γέροντος, λέγοντός σοι μή ψηφίσαι σεαυτόν ἔν τινι, μή ζητῆσαι τήν ἰσότητα ἄλλου, ἀναπαῆναι εἰχες καί μή ἐλθεῖν εἰς ταραχήν καί οὐκ ἦν ἐμοῦ χρεία, οὐδέ ἄλλου τινός. Βλέπε, ἀδελφέ, ὄτι χλευάζῃ ὑπό δαιμόνων. Λέγεις τά παραπτώματα τοῦ ἀδελφοῦ εἰναι ἀληθινά' καί εἰπέ μοι, ἀκριβῶς οἶδας ὅτι εἰσίν ἀληθινά; Τό γάρ εἰπεῖν παραπτώματα τινός ἀπό ὑποψίας, ἐνίως οὐχ εὑρίσκονται ἀληθινά τά παραπτώματα ὑμῶν»; Περί ποίων οὖν εἶπεν ὁ Κύριος τοῖς ἀνθρώποις «Ἀμήν λέγω ὑμῖν, ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα ὑμῶν»; Περί ποίων ἔλεγε, περί τῶν ἀληθινῶν ἤ τῶν ἀπό ὑποψίας; Πάντως περί τῶν ἀληθινῶν. Καί πῶς κρίνεις καί κατακρίνεις τόν ἀδελφόν σου διά τά παραπτώματα τῶν τριῶν ἑβδομάδων καί οὐκ οἶδας ὅτι εἰς κατάκρισιν μεγάλην βάλλεις σεαυτόν; Καί γάρ ἐάν ἀπαιτῇς τόν ἀδελφόν σου ταῦτα, ἔχει ὁ Θεός ἀπαιτῆσαί σε τά ἐκ νεότητός σου μέχρι τοῦ νῦν. Ποῦ ἐστι ὁ λέγων“ «ὁ ἥλιος μή ἐπιδυέτώ ἐπί τῷ παροργισμῷ ὑμῶν»; Ποῦ τό «ἀλλήλων τά βάρη βαστάζετε»; Ποῦ ἡ ἐπιστολή τοῦ Γέροντος ἡ δυναμένη σε κανονίσαι; Ἀντί εὐχαριστίας ταῦτα; Οὐκ οἶδας τί λέγεις. «Ἀνταπεδίδοσάν μοι πονηρά ἀντί ἀγαθῶν» καί τά λοιπά. Καί πῶς ὑπηρετεῖ (σελ. 400) «ὑμῖν ὁ ἀδελφός, οὐχί διά τόν Θεόν καί τήν ἀγάπην αὐτοῦ; Καί πῶς πλήσσετε τόν λογισμόν αὐτοῦ;

Πρόσχες, ὅτι ἐγγύς ἐστιν ἡ ἔξοδός σου, ὡς ἤκουσας καί ὁμολογεῖς' καί οὐκ ἀφιᾷσί σε οὶ δαίμονες κρατῆσαι τό ἀψήφιστον καί ἀναπαῆναι. Πολέμησον πρός τούς φέροντάς σοι ταραχήν λογισμούς,

καθώς καί ὁ καλόγηρος ἐδήλωσε, καί εὑρίσκεις βοήθειαν.

Λοιπόν ἐάν περιστραφῇς εἰς μυρία μάγγανα, ἐάν εἴ τι δήποτε ποιήσῃς, ἐάν μεταβῇς, ὁπότε πόλεμος καί πειρασμός ἐστιν, οὐχ ὑπάγει ἀπό σοῦ, ἐάν μή πυκτεύσῃς πρός τούς λογισμούς. ᾿Εάν ἔχῃς ἐκ τῶν ἰδίων κόπων μικρόν τι συμμίξαι μετά τῆς δεήσεως τῶν ἁγίων' «πολλά γάρ ἰσχύει ὅταν ᾖ ἐνεργουμένη». Εἰπέ τῷ λογισμῷ“ αὔριον ἀποθνῄσκεις“ κράτει τό ἀψήφιστον καί ἀναπαύῃ.

Ὁ Κύριος δώῃ σοι τήν εἰρήνην αὐτοῦ. Ἀμήν.

190' Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Πάτερ, ἐνουθέτησα ἐν ἀγάπῃ Θεοῦ τόν ἀδελφόν καί οὐκ ἐδέξατο, καί ἐταράχθην. Τί οὐν ποιήσω καί ἐάν συντύχω, οὶς ἐκέλευσας ἀδελφοῖς;

Εἰπέ μοι, εἰ μηδείς ἐκ τούτου λαμβάνει λογισμούς.

Ἀπόκρισις

᾿Επειδή οὐ νοοῦμεν τί λέγομεν, πᾷσαν νουθεσία ἐῶσα ταραχήν εἰσελθεῖν εἰς τήν καρδίαν τοῦ ἀνθρώπου, αὔτη νουθεσία κατά Θεόν οὐκ ἔστι, ἀλλ᾿ ἀπό τῆς ἐνεργείας τοῦ διαβόλου, μεμιγμένη μετά δικαιώματος. Εἰ κατά Θεόν ἐνουθέτησας τόν πλησίον, πῶς ἐταράχθης; Ἡ γάρ κατά Θεόν λύπη οὐκ ἀφίησι ταραχθῆναι τινά' ἀλλά κἄν ἀπέλθῃ ὁ νουθετούμενος καί καταλαλήσῃ αὐτοῦ, οὐ ταράσσεται, ἀλλά βαστάζει τά βάρη αὐτοῦ. ᾿Εφανερώθη δέ καί ἡμῖν τό πρᾷγμα, ὄτι πειρασμός ἦν, ἀλλ᾽ ὁ Θεός κατήργησεν αὐτόν καί καταργεῖ. Ὁ Κύριος δώῃ ὑμῖν τήν ὑγιείαν ψυχῆς καί σώματος, τοῦ συνιέναι τί εἰσι τά μηχανήματα τοῦ πονηροῦ καί ἐξειλῆσαι ἀπ᾿ αυτων.

Εὔχεσθε ὑπέρ ἐμοῦ.

Περί δέ τῆς συντυχίας ῶν εἶπας ἀδελφῶν, ὁπότε κατά ἀγάπην
Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις  επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |