Βαρσανουφίου και Ιωάννου Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
Ἀπόκρισις
Πρῶτον καί πρό πάντων δοξάζω τήν ἁγίαν καί ὁμοούσιον Τριάδα λέγων' δόξα Πατρί καί Ὑὶῷ καί ἁγίῳ Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Οὐκ ἀκαίρως δέ προεσημειωσάμην ἐν τοῖς προοίμιοις τήν τοιαύτην δοξολογίαν, ἀλλά δεικνύων τῷ μισοκάλῳ δαίμονι ὅτι ἐν ταῖς παρ᾿ αὐτοῦ φαινομέναις φαντασίαις, οὐδέν φαίνεται τῆς τοιαύτης δοξολογίας, ἀλλά ταραχή καί λύπη καί ἀδημονία. Λοιπόν, ἀδελφέ, ἔλθωμεν εἰς τήν τοῦ Θεοῦ εὐχαριστίαν, ἐπί τῇ λυτρώσει τοῦ μεγάλου πειρασμοῦ τοῦ φθάσαντος ἡμᾶς ὡς ἀσυνέτους. Καί οὐκ ἀφῆκεν ἡ φιλανθρωπία αὐτοῦ ἀπολεσθῆναι ἡμᾶς εἰς τέλος“ ἀεί γάρ ἀληθινός ὁ εἰπών' «ζῶ ἐγώ λέγει Κύριος, ὅτι οὐ θέλω τόν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τό ἐπιστρέψαι καί ζῆν αὐτόν». Τοίνυν τῷ σώσαντι ἡμᾶς καί ἀεί σώζοντι, δώσωμεν τήν εὐχαριστίαν διαπαντός' ῷ εὐχαριστοῦσιν Ἄγγελοι, δυνάμεις ὑπερκόσμιοι, στρατιαί ἐπουράνιοι, Χερουβίμ καί Σεραφείμ ταῖς εὐπρεπεστάταις φωναῖς, ἀκαταπαύστως καί ἀδιαλείπτως, ἀναβοῶντα καί κεκραγότα καί λέγοντα“ ᾿Ἀγιος, ᾿Ἀγιος, ᾿Ἀγιος Κύριος Σαβαώθ, καί τά λοιπά.
Κατανοοῦντες οὖν καί ἡμεῖς, εὐχαριστήσωμεν αὐτῶ ᾧ ὁ οὐρανός θρόνος καί ἡ γῆ ὑποπόδιον“ ῷ πᾷσα κτίσις δουλεύει. Καί ἀπό τῆς προτυπώσεως ταύτης τῆς Γραφῆς ἀρξώμεθα καί ἡμεῖς εὐχαριστήσωμεν τῷ Πατρί, ὄτι ἠλέησε τόν κόσμον καί οὐκ ἐφείσατο τοῦ πέμψαι τόν μονογενῆ Ὑὶόν Σωτῆρα καί Λυτρωτήν τῶν ἡμετέρων ψυχῶν. Εὐχαριστήσωμεν τῷ Ὑὶῷ, ὄτι ἐταπείνωσεν ἑαυτόν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δέ σταυροῦ, δι᾿ ἡμᾶς (σελ. 356) τούς ἀνθρώπους. Εὐχαριστήσωμεν τῷ ἁγίῳ Πνεύματι, τῷ ζωοποιῷ, τῷ λαλήσαντι ἐν νόμῳ καί προφήταις καί διδασκάλοις' τῷ καταδείξαντι Πέτρον μετανοήσαντα, καί κελεύσαντι αὐτόν ἀπελθεῖν εἰς Κορνήλιον καί δοξάσαντι αὐτόν καί δόντι ἐξουσίαν ἐγείρειν νεκρούς, ὡς καί τήν Ταβιθᾷ. Τῷ ἀεί προλαμβάνοντι καί συντρίβοντι τάς παγίδας τοῦ ἐχθροῦ ἀπό τῶν ἐπικαλουμένων αὐτό, κατά τήν τοῦ Δαβίδ προφητείαν, λέγοντος' «ἡ παγίς συνετρίβη, καί ἡμεῖς ἐρρύσθη μέν' ἡ βοήθεια ἡ μῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τόν οὐρανόν καί τήν γῆν».
Ἰδού οῦν ἠλέησεν ἡμᾶς καί ἰάσατο ἡμᾷς ἀπό τηλικαύτης ἀρρωστίας. Ἀκούσωμεν αὐτοῦ λέγοντος“ «ἰδού ὑγιής γέγονας, μηκέτι ἀμάρτανε, ἴνα μή χείρονα πάθῃς». ᾽᾽Ελθώμεν ἐν πᾶσιν εἰς ταπείνωσιν“ ὁ γάρ ταπεινός χαμαί κεῖται“ καί ὁ κείμενος χαμαί ποῦ ἔχει πεσεῖν; Δῆλον δέ ότι ὁ ἐν τῶ ὔψει, εὐχερῶς πίπτει. Εἰ ἀπεστράφημεν οὖν καί διωρθώθημεν, οὐκ ἀφ᾿ ἡμῶν τοῦτο“ Θεοῦ τό δῶρον. «Κύριος γάρ φησιν ἀνορθοῖ κατερραγμένους καί σοφοῖ τυφλούς» καί τά λοιπά.
Τό δέ γράψαι μοι τό «τίς ἡμᾷς χωρίσει ἀπό τῆς ἀγάπης τοῦ Χριστοῦ;» - μεγάλου μέτρου ὁ λόγος. Ἰδού γάρ παραμικρόν ἐκόψαμεν τό σχοινίον τῆς ἀγάπης, τοῦ ἀποθανεῖν καί ἀποστῆναι τοῦ πλοιαρίου τοῦ Χριστοῦ. Ἀλλ᾿ ἴνα μή ἀπολύσω τήν σφραγίδα καί φλυαρήσω πολλά, καλῶς ἔχει“ νύσσει γάρ μέ τις λέγων“ «ὄπου σοφοί, μή σοφίζου»᾽ καταπαύσω λοιπόν τόν λόγον.
Ὁς ἀγαπητῷ γνησίῳ ἔγραψα' ταῦτα δέ ποιῶν, φθάνεις τήν ὁδόν τήν ἀπάγουσαν εἰς τήν αἰώνιον ζωήν, ἐν Χριστῷ Ἰησοῦ τῶ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρί σύν ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος εἰς τούς αἰῶνας. Ἀμήν.
ρξζ'
Ταῦτα δεξάμενος ὁ Γέρων εἰς πένθος καί δάκρυα ἐπί πολλάς ἡμέρας ἑαυτόν ἔδωκε“ καί γράφει αὐτῷ ὁ μέγας Γέρων παραμυθούμενος αὐτόν οὔτως.
Ἀπόκρισις
Ἀδελφέ, ὄσα παρῆλθε, βάλωμεν εἰς τά ὀπίσω, κατά τόν ἀποστολικόν λόγον λέγοντα“ «τά ἀρχαῖα παρῆλθεν, ἰδού γέγονε καινά». Ζεύξώμεν ἑαυτούς ὁμοθυμαδόν ἐν τῷ χρηστῷ ζυγῷ τοῦ Χριστοῦ καί στερεώσωμεν ἑαυτούς εἰς τήν τοῦ Χριστοῦ ἀγάπην. Φησί γάρ «ὁ Θεός ἀγάπη ἐστί)). Εἴ τις οὖν ἑαυτόν λέγει ἔχειν τήν ἀγάπην, μή ἐχέτω τίποτε μισούμενον ἀπό τοῦ Χριστοῦ. Σπουδάσωμεν οὐν καθαρίσαι τήν καρδίαν ἡμῶν ἀπό τοῦ παλαιοῦ ἀνθρώπου τῶν παθῶν, ων μισεῖ ὁ Θεός, ότι ναοί αὐτοῦ ἐσμεν καί ἐν ναῷ μεμιασμένῳ πάθεσιν, οὐ κατοικεῖ τό Θεῖον. Εἰσέλθώμεν οὖν καί ποιήσωμεν τήν μικράν ἡμῶν ἡσυχίαν' τό ὶκανόν γάρ ἐγένετο͵ Καί δεηθῶμεν, ἴνα κατά τό αὐτοῦ θέλημα εἴη ὁ ἡσύχιος ἡμῶν βίος, δοξάζοντες τήν ἄχραντον καί ἀγίαν Τριάδα.
Εἴσβα οῦν κἀμέ παράθου τῷ Θεῷ, καί μή ὀχλήσῃς ἐν τοῖς νῦν τοῦ ἐρώτῆσαί με ἤ γράψαι“ ἀσχολοῦ μαι γάρ τέως.
Τόν ἀνάλαβον ἔπεμψα διά τήν κέλευσίν σου, εἰδώς ὅτι οὐδέν εἰμι, εἰ ἡ γῆ καί σποδός. Οὐχ ὠς οὐν ὶκανός ἔπεμψα, εἰμί γάρ ἀκάθαρτος καί χρεώστης ἐν πᾶσιν, ἀλλ᾿ ἴνα μή ἀθετήσω τήν λέγουσαν ἐντολήν, «ὄτι παντί τῷ αἰτοῦντί σε δίδου))“ καί διά τήν ἀγάπην τήν ἐν Χριστῷ ἔπεμψα. Λαβών οῦν εὐξαι ὑπέρ ἐμοῦ. Καί εὐξαι ἴνα μή εἰς κενόν εἴη ἡμῶν ὁ κόπος, ἀλλ᾿ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ η μων ῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
ς' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΤΟΝ ΑΡΡΞΣΣΤΟ ΓΕΡΟΝΤΑ ΑΝΔΡΕΑ
ρξη'
Γέρων τις ἀσθενής Ἀνδρέας ὀνόματι ἡσυχάζων ἐν τῷ κοινοβίῳ, ἀνήγγειλε τῷ αὐτῷ μεγάλῳ Γέροντι τινά τῶν αὑτοῦ κρυφίων, ἄμα καί εὐχαριστῶν αὐτῷ, ὅτι ἠξιώθη πλησίον αὐτοῦ οἰκῆσαι' καί περί ἀσθενείας σωματικῆς.
Ἀπόκρισις
Εἰ ἀληθῶς πιστεύεις, ὄτι ἀκριβῶς ἤνεγκέ σε ὁ Θεός ῶδε, πίστευσον αὐτῷ τήν φροντίδα σου, ρίπτων ἐπ᾿ αὐτόν πᾷσαν σου τήν μέριμναν“ καί αὐτός οἰκονομεῖ τά κατά σέ ὠς θέλει. Εἰ δέ διστάζεις περί οἱουδήποτε πράγματος, ἤ περί σωματικῆς ἀσθενείας, ἤ περί ψυχικῶν παθῶν, ὀφείλεις φροντίσαι καί περί πάντων ὡς οἶδας. Ἡ γάρ διψυχία, ὄταν ὄλα τις ἀφῇ τῶ Θεῷ, ἐάν θλιβῇ μικρόν, ἀεί λέγει, εἰ τάχα ἐποίησα φροντίδα τοῦ σώματος,ο οὐκ εἶχον θλιβῆναι οὔτως. Εως θανάτου οὐν ὁ δούς ἑαυτόν τῶ Θεῷ ἐξ ὅλης καρδίας, ὀφείλει παραδοῦναι ἑαυτόν αὐτῶ“ περισσότερον γάρ ἡμῶν οἷδε τό συμφέρον ἡμῖν ψυχῇ τε καί σώματι. Καί όσον ἀφῇ σε θλιβῆναι ἐν τῶ σώματι, τοσοῦτον κουφισμόν ποιεῖ τῶν ἡμαρτημένων σοι. Οὐδέν οῦν ἀπαιτεῖ σε ὁ Θεός, εἰ μή εὐχαριστίαν καί ὑπομονήν καί δέησιν περί συγχωρήσεως ἀμαρτη μάτων.
(σελ. 364) Βλέπε δέ οἷός εἰμι ὑπερήφανος, ὄτι χλευαζόμενος ὑπό τῶν δαιμόνων καί νομίζων ἔχειν ἀγάπην κατά Θεόν, ἡττῶμαι εἰπεῖν σοι' βαστάζω τό ἥμισυ τοῦ φορτίου σου νῦν. Καί ἐπί τό ἔμπροσθεν, ὁ Θεός ἔχει πάλιν βοηθῆσαι. Ὁς παραφρονῶν ἐλάλησα. Οἶδα γάρ ἐμαυτόν ἀσθενῆ καί ἀδύνατον καί γυμνόν ἀπό παντός ἔργου ἀγαθοῦ. Ἀλλ᾿ ὅμως ἡ ἀναισχυντία μου οὐκ ἀφίησί με ἀπελπίσαι' ἔχω γὰρ Δεσπότην εὔσπλαγχνον, ἐλεήμονα καί φιλάνθρωπον, καί ἐκτείνοντα χεῖρα ἀμαρτωλῷ, ἔως ὑστέρας ἀναπνοῆς.
Αὐτῷ κολλήθητι, καί αὐτός περί παντός πράγματος ποιεῖ ὑπέρ ὄ αἰτοῦ μεν, ἤ νοοῦμεν. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας.
Συγχώρησον, ἀδελφέ, καί εὐξαι ὑπέρ ἐμοῦ.
Ρξθ᾽
Ταῦτα ἀκούσας παρ᾿ αὐτοῦ ὅτι τό ἤμισυ βαστάζω τοῦ φορτίου σου, λυπηθεῖς ὄτι μή τελείως ἐπηγγείλατο αὐτῷ τήν ἄφεσιν, ἐκ δευτέρου παρεκάλεσεν ὶκετεύων αὐτόν καί δυσωπῶν ὤστε τελείαν αὐτῷ ταύτην παρασχεῖν διά τοῦ Χριστοῦ.
Ἀπόκρισις
Θαυμάζω σου τήν ἀγάπην, ἀδελφέ, πῶς οὐ κατανοεῖς τά πράγματα τῆς κατά Θεόν ἀγάπης. ᾿Εν πρώτῃ μέν τάξει ὁ Θεός οἶδεν, ὅτι ἐμαυτόν ἔχω γῆν καί σποδόν, καί μηδέν ὄντα ὄλως. Ἀλλ᾿ εἴ τι ὑπέρ τά μέτρα μου λαλῶ τινι ἤ ὑπέρ τήν ἐμήν δύναμιν, κινούμενος ὑπό τῆς τοῦ Χριστοῦ ἀγάπης λαλῶ, γινώσκων ὠς εἰπον ἐμαυτόν μηδέν ὄντα, καί ἀχρεῖον δοῦλον. ᾿Επειδή οὖν οὐκ ἐνόησας τί εἰπόν σοι συγκοινωνόν ἐποίησά σε“ εἶπον σοι γάρ ότι βαστάζω τό ἥμισυ τῶν σῶν ἀμαρτιῶν“ καί οὐκ εἰπόν σοι τό τρίτον βαστάζω καί ἀφῆκά σε περισσότερόν μου βαστάζοντα καί βαρούμενον. Καί πάλιν ἐξορίζων τήν φιλαυτίαν εἶπον, ό εἶπον. Καί οὐκ εἰπόν σοι τό δίμοιρον, δεικνύων ἐμαυτόν δυνατώτερόν σου“ κενοδοξία γάρ ἦν ὁ τρόπος. Καί οὐκ εἰπόν σοι τό ὄλον βαστάζω' τῶν γὰρ τελείων ἐστί τοῦτο τῶν γενομένων ἀδελφῶν τοῦ Χριστοῦ, τοῦ θήσαντος ὑπέρ ἡμῶν τήν ἑαυτοῦ ψυχήν, καί ἀγαπήσαντος τούς ἀγαπήσαντας ἡμᾶς ἐν τελείᾳ ἀγάπη ποιεῖν τοῦτο. Καί πάλιν ἀλλότριόν σε ἐποίουν τῆς πνευματικῆς ἐργασίας, εἰ μή οὔτως εἶπον. (σελ. 367) Οὐ κενοδοξῶ οὐν ἐπιγράφων ἐμαυτῷ τό πᾷν“ οὐδέ φθονῶ σοι συγκοινωνόν σε ποιήσας τῆς καλῆς ἐπιστροφῆς. Εἰ ἀδελφοί ἐσμεν, τήν τοῦ Πατρός ἡμῶν οὐσίαν ἐξίσου μερίσωμεν καί οὐχ εὑρίσκεται ἐν τῷ μέσῳ ἀδικία. Εἰ δέ θέλεις τό πᾷν ἐπ᾿ ἐμέ ρίψαι, διά τήν ὑπακοήν, καί τοῦτο καταδέχομαι.
Συγχώρησον ὅτι ἡ πολλή ἀγάπη εἰς φλυαρίαν με φέρει“ ὄμως ἔστω
εἰς εὐφροσύνην, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν“ ῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
ρο' Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα
Αἴτησις περί τοῦ εὔξασθαι ὑπέρ αὐτοῦ καί διά τήν ἐπικειμένην αὐτῷ ἀσθένειαν.
Ἀπόκρισις τοῦ μεγάλου Γέροντος.
᾿Η Γραφή λέγει «διήλθομεν διά πυρός καί ὕδατος καί ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν». Δεῖ τούς θέλοντας ἀρέσαι Θεῷ διελθεῖν δι᾿ ὀλίγων
θλίψεων. Πῶς τούς ἁγίους Μάρτυρας μακαρίσωμεν διά τά παθήματα, ἄ διά Θεόν ὑπέμειναν, εἰ πυρετόν οὐ δυνάμεθα βαστᾷσαι; Εἰπέ τῇ ψυχῇ τῇ θλιβομένη' οὐ συμφέρει σοι πυρετός περισσότερον τῆς γεέννης; Μή ὀλιγωρήσώμεν ἐν τῇ ἀσθενείᾳ, ὅτι ὁ Ἀπόστολος εἶπεν «ὄταν ἀσθενῶ, τότε δυνατός εἰμι». Βλέπετε ὄτι καρδίας καί νεφρούς ἐτάζει ὁ Θεός.
᾿γπομείνωμεν, βαστάσωμεν, μαθηταί γενώμεθα τοῦ Ἀποστόλου λέγοντος“ «τῇ θλίψει ὑπομένοντες, εὐχαριστοῦντες τῷ Θεῷ ἐν πᾷσιν))“ ἴνα [μή] καί εἰς ἡμᾶς πληρωθῇ τό «ἐξομολογήσεταί σοι ὄταν ἀγαθύνῃς αὐτῶ». Καί εἰ εἰχες σαρκικήν θεραπείαν καί πρός δοκιμήν εὑρες μικράν θλῖψιν, τί οὐ μνημονεύεις τοῦ Ἰώβ, λέγοντος' «εἰ τά ἀγαθά ἐκ χειρός Κυρίου ἐδεξάμεθα, τά κακά οὐκ ὑποίσομεν»; Βλέπε ὄτι οὶ κατά πάντα θέλοντες τήν ἀνάπαυσιν, ἀκοῦσαι ἔχουσιν ὄτι «ἀπελάβετε τά ἀγαθά ὑμῶν ἐν τῇ ζωῇ ὑμῶν». Μή χαυνωθῶμεν“ ἐλεήμονα Θεόν ἔχομεν, περισσότερον ἡμῶν γινώσκοντα τήν ἀσθένειαν ἡμῶν. (σελ. 368) Καί εἰ πειράζων ἡμᾷς φέρει ἐφ᾿ ἡμᾶς τήν ἀσθένειαν, ἀλλ᾿ ἔχομεν τόν Ἀπόστολον παρέχοντα ἡμῖν τό μάλαγμα, λέγοντα“ «πιστός ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾷς πειρασθῆναι παρ᾿ ὄ δύνασθε, ἀλλά ποιήσει σύν τῷ πειρασμῷ καί τήν ἔκβασιν, πρός τό δύνασθαι ὑμᾷς ὑπενεγκεῖν». Ὁ Κύριος ἐνδυναμώσοι καί τόν ἀσθενοῦντα καί τούς ὑπηρετοῦντας' καί ἔσονται αὶ τῶν δύο ὑμῶν ἐργασίαι εἰς δόξαν Θεοῦ. Εἰς τέλος προσέχετε τῆς ὑπομονῆς. Μή ὀλιγωρήσητε, μή ἐκκακήσητε“ ἐγγύς γάρ ἐστιν ὁ Θεός λέγων“ «οὐ μή σε ἀνῶ, οὐδ᾿ μή σε ἐγκαταλείπω».
Πιστεύσατέ μοι, ἀδελφοί, ὠς κατεκυρίευσέ μου ἡ κενοδοξία, οὐδέποτε ἀσθενήσας ἐτίθουν ἐμαυτόν, οὐδέ ἤφιον τό ἐργόχειρόν μου καί μεγάλαι ἦλθόν μοι ἀσθένειαι“ καί ἄρτι ἐτεχνάσατο ἡ κενοδοξία. Ὁπότε εἰσῆλθον εἰς τό κελλίον αὐτῆς, οὐκ ἀφῆκεν ἀσθένειάν μοι ἐλθεῖν καί λυποῦμαι θέλων τήν ὑπομονήν' καί τί ὑπομένω οὐκ οἶδα. Οὐκ ἔρχεταί μοι θλῖψις καί τήκομαι ἀκούων' «ὁ ὑπομείνας εἰς τέλος, οὑτος σωθήσεται».
Ἀλλ᾿ εὔχεσθε ἴνα μείνω κρατῶν τήν ἐλπίδα τῆς σωτηρίας μου, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν“ ῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
ροα'
Ὁ αὐτός Γέρων ἔτι ἀρρωστῶν, παρεκάλεσε τόν αὐτόν μέγαν Γέροντα ὑπερεύξασθαι αὐτοῦ, ἴνα τύχῃ τῆς παρά Θεοῦ βοηθείας.
Ἀπόκρισις
᾽᾽Εχων τόν Θεόν μή φοβηθῇς, ἀλλ᾿ ὅλην τήν μέριμνάν σου ἐπίρριψον ἐπ᾿ αὐτόν, καί αὐτός σου φροντίσει. «Οὐκ οἶδας ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομήν ἐκ Θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς»; Ἀδιστάκτως
πίστευσον καί βοηθεῖ σοι ὁ Θεός' ἐλεήμων γάρ ὑπάρχει.
Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
ροβ'
Ὁ αὐτός Γέρων συνοικῶν τινι ἀδελφῷ, ἀσθενησάντων ἀμφοτέρων, ῄτησε τόν ἄλλον γέροντα ὑπέρ αὐτῶν εὔξασθαι.
Ἀπόκρισις Ἰωάννου.
᾿Ο Κύριος εἶπεν“ «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν». Καί ὁ Ἀπόστολος ἐξακολουθῶν αὐτῷ εἰπεν“ «ὑπομονῆς γάρ ἔχετε χρείαν))“ καί ὁ Προφήτης «ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι))“ ὁ γλυκύς Δεσπότης ἡμῶν Θεός εἰπεν“ «ὁ ὑπομείνας εἰς τέλος οὑτος σωθήσεται». Ἀμφότεροι μείνατε ἐν τῇ ὑπομονῇ, εὐχαριστοῦντες καί βλέποντες τήν ἁγίαν τοῦ Θεοῦ δύναμιν ἐξ ὕψους γινομένην ὑμῖν. Πρός δοκιμασίαν γάρ ὑμῶν εἰσι ταῦτα πάντα, γρηγορεῖτε ἐν τοῖς παρ᾿ ὑμῶν λεγομένοις' «δοκίμασόν με Κύριε, καί πείρασόν με)).
Εὔξασθε ὑπέρ ἐμοῦ, παρακαλῶ, διά τήν κατά Θεόν ἀγάπην.
ρογ' ᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν μέγαν Γέροντα.
᾿Επειδή ὁ λογισμός λέγει μοι, ὅτι οὐ δύναμαι σωθῆναι, εὐξαι ὑπέρ ἐμοῦ, Πάτερ ἐλεῆμον, καί εἰπέ μοι τί ποιήσω, ἐμποδιζόμενος νηστεῦσαι.
Ἀπόκρισις
Ὁ Θεός τοῦ οὐρανοῦ καί τῆς γῆς δώῃ σοι κἀμοί τῷ ἀναξίῳ εὑρεῖν ἔλεος ἐν τῇ ὤρᾳ ἐκείνῃ, καί σταθῆναι μετὰ παρρησίας ἐπί τοῦ φοβεροῦ καί ἐνδόξου βήματος αὐτοῦ. Ἀγαπητέ ἀδελφέ, ἔχων τοιοῦτον (σελ. 372) Θεόν ἐλεήμονα, μή βάλῃς σεαυτόν εἰς ἀπόγνωσιν' αὔτη γάρ ἐστιν ἡ μεγάλη χαρά τοῦ διαβόλου. ᾽᾽Εσο οῦν πεποιθώς ἐπί Κύριον' ὅτι οὐδείς ὑπομένων ἔως τέλους αὐτοῦ ἐν τῷ τόπῳ τούτῳ, ἐκβάλλεται τῆς μάνδρας τῶν προβάτων Χριστοῦ, τοῦ Θεοῦ ἡμῶν. Εἰσί γάρ τινες ἐν αὐτῶ ἔχοντες πολλήν παρρησίαν πρός τόν Θεόν“ καί τοῦτο σπουδάζουσι δεόμενοι αὐτοῦ, ἴνα μή ἀποχωρισθῶμεν ἀπ᾽ αὐτῶν οὶ συμμένοντες αὐτοῖς ἐν τῷ εὐλογημένῳ τόπῳ τούτῳ. Ἀλλ᾿ ἴνα καθώς ὁμοῦ μένουσιν εἰς τόν
τόπον, ὄν ἐξελέξατο ἑαυτῷ ὁ Θεός ἐπικληθῆναι τό ὄνομα αὐτοῦ ἐν αὐτῷ, οὕτως ἔσονται ὁμοῦ καί ἐν τῷ μέλλοντι. Μή οὐν φοβηθῇς, τιμιώτατε“ εἰ γάρ ἀσθενής εἰμι καί ἐλάχιστος, καί οὕτως ἐπληροφορήθην, ὄτι συνηριθμήθης καί συνεγράφης τῇ εὐλογημένῃ ποίμνῃ τοῦ Χριστοῦ, πόσῳ μᾶλλον οὶ ἄγιοι τοῦ Θεοῦ Πατέρες καί ἄξιοι αὐτοῦ, ἐπληροφορήθησαν περί τούτου; ᾿γπόμεινον οὖν τόν Κύριον καί ἔλπισον ἐπ᾿ αὐτόν.
Καί περί τῆς νηστείας τῆς αἰσθητῆς μή λυπηθῇς' οὐδὲν γάρ ἐστιν ἄνευ τῆς πνευματικῆς. «Οὐ γάρ τά εἰσπορευόμενα ἐκτός ἡδονῆς εἰς τόν ἄνθρωπον κοινοῖ τόν ἄνθρωπον, ἀλλά τά ἐκπορευόμενα ἐξ αὐτοῦ». Καί πάλιν τήν διάκρισιν ὁ Θεός ἔδωκε κυβερνήτην τῷ μοναχῷ. Διάκρινον οὐν, ἀγαπητέ, παρά τίνος ἀπαιτεῖ ὁ Θεός ἐλεημοσύνην, παρά τοῦ πέντητος ἤ παρά τοῦ πλουσίου; Οὕτω γὰρ λέγει' «μή παύσῃ εὖ ποιῶν ἐνδεῆ, καθώς ἄν εὑρίσκῃ ἡ χείρ σου». Παρά τῶν οὖν ἀσθενούντων τῶ σώματι, οὐκ ἀπαιτεῖ ὁ Θεός ἄσκησιν, ἀλλά παρά τῶν δυναμένων καί ὑγιαινόντων τῷ σώματι. Συγκατάβηθι οῦν τῶ σώματι μικρόν καί οὐκ ἔστιν ἁμαρτία“ οὐ γάρ ἀπαιτεῖ τοῦτο παρὰ σοῦ ὁ Θεός, οἶδε γάρ ἦν ἔπεμψέ σοι ἀσθένειαν. ᾿Εν παντί οῦν εὐχαρίστησον αὐτῷ' ότι ἡ εὐχαριστία πρεσβεύει ὑπέρ τῆς ἀδυναμίας τοῦ ἀνθρώπου πρός τόν Θεόν.
᾽᾽Εκδυσαι οὖν τόν παλαιόν ἄνθρωπον τόν φθειρόμενον σύν ταῖς ἐπιθυμίαις τῆς ἀπάτης, καί ἔνδυσαι τόν νέον, τόν κατά Θεόν κτισθέντα. Καί χαίροις ἐν Κυρίῳ ἀγαλλιώμενος, μετά τῶν ἁγίων αὐτοῦ εὐφραινόμενος διὰ παντός. Τίς εἰκάσει; Τίς δύναται ἐξιχνιάσαι τήν χαράν τῶν ἁγίων τήν ἀνεκλάλητον, τήν ἀνέκφραστον εὐφροσύνην, τό φῶς τό ἀνείκαστον; Πῶς, ὠς εἰσίν ἐνταῦθα, (σελ. 374) ἀποκαλύπτει αὐτοῖς τά μυστήρια αὐτοῦ τά θαυμαστά, τά ἔνδοξα, τήν μένουσαν αὐτοῖς δόξαν καί ἀνάπαυσιν καί ἀλλοιοῖ τόν νοῦν αὐτῶν ἐκ τοῦ κόσμου τούτου, καί πάντοτε βλέπουσιν ἑαυτούς ἐν τῷ οὐρανῷ μετά τοῦ Χριστοῦ καί τῶν Ἀγγέλων; Οὐ πεῖνα βλίβει αὐτούς, οὐ δίψα, οὐκ ἄλλο γήινον πρᾷγμα᾽ ἠλευθερώθησαν γάρ ἀπό πάντων τῶν ἐν τῷ βίῳ ἐγκλημάτων καί παθῶν καί ἁμαρτιῶν. Καί ἄλλως λέγω τόν γραφικόν λόγον' «όπου ὁ θησαυρός αὐτῶν, ἐκεῖ καί ὁ νοῦς αὐτῶν ἐστι». Ὁ φθάσας ταῦτα, οἶδε τί ἀκούει.
Καί τί ἔχω ποιῆσαι ὁ μηδέν ἀγαθόν ποιήσας; Ἀλλ᾿ οὐκ ἀπελπίζω“ δυνατός γάρ ὁ Θεός τάξαι ἡμᾷς μετά τῶν μελλόντων εὑρεῖν ἔλεος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρί σύν ἁγίῳ Πνεύματί ἐστιν ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
Ὁ Κύριος εἰσακούσοι τῶν γνησίων αὐτοῦ δούλων, καί πέμψοι ὑμῖν διά τάχους τό μέγα αὐτοῦ ἔλεος, κἀμοί δώῃ συνιέναι ἐλθεῖν εἰς ἐπίγνωσιν ἀληθείας.
Εὐξαι ὑπέρ ἐμοῦ καί ἀσπάσαι τόν συλλειτουργόν σου ἀδελφόν, παρακαλῶν αὐτόν τό αὐτό ποιεῖν ὑπέρ τῆς ἐμῆς βραχύτητος.
ροδ' ᾽Ερώτησις πρός τόν αὐτόν μέγαν Γέροντα.
᾿Επειδή τούς πόδας καί τάς χεῖρας ρευματίζομαι σφοδρῶς καί εὐλαβοῦ μαι, μήπως ἐκ τῶν δαιμόνων ἐστίν, εἰπέ μοι, Πάτερ, εἰ οὕτως ἔχω. Καί τί ποιήσω, ὄτι θλίβομαι πάνυ, ὡς μή δυνάμενος νηστεῦσαι καί ὅτι ἀναγκάζομαι πλειστάκις λαβεῖν τροφήν; Τί δέ ἐστι, καί ὁ βλέπω κατ᾿ ὄναρ ἄγρια θηρία; Παρακαλῶ, δέσποτα, διά τόν Κύριον, πέμψαι μοι μικράν εὐλογίαν ἐκ τῆς ἁγίας τροφῆς σου καί τοῦ ὕδατος, ἴνα δι᾿ αὐτῶν λάβω παράκλησιν.
Ἀπόκρισις
Μή λυπηθῇς, ἀγαπητέ μου“ οὐ γάρ τῶν δαιμόνων ἐστίν, ὡς νομίζεις, ἀλλά ρεῦμα ἐστί, παιδείας Θεοῦ ἡμῖν πρός βελτίωσιν ἐν τῷ ἡμᾷς εὐχαριστεῖν τῷ Θεῷ. Οὐκ ἦν φίλος γνήσιος Ἰώβ τοῦ Θεοῦ; Καί τί οὐχ ὑπέμεινεν εὐχαριστῶν καί εὐλογῶν τόν Θεόν; Καί τό τέλος τῆς ὑπομονῆς (σελ. 376) εἰς δόξαν ἀνείκαστον αὐτόν ἤγαγε. Τοίνυν καί σύ ὑπόμεινον ὀλίγον, καί βλέπεις τήν δόξαν τοῦ Θεοῦ.
Περί δέ τῆς νηστείας μή λυπηθῇς, ὡς γὰρ ἤδη προεῖπον σοι, οὐκ ἀπαιτεῖ ὁ Θεός τινά ὑπέρ τήν δύναμιν. Τί γάρ ἐστι νηστεία, ἀλλ᾿ ἤ παιδεία τῷ σώματι, ἴνα δουλαγώγήσῃ τό σῶμα τό ὑγιές καί ἀσθενοποιήσῃ διὰ τὰ πάθη. Φησί γάρ «ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι». Ἡ δέ ἀσθένεια περισσοτέρα παιδείας ἐστί“ καί ἀντί πολιτείας, ἤ καί περισσότερον λογίζεται τῷ μεθ᾿ ὑπομονῆς ὑποφέροντι, καί εὐχαριστοῦντι τῷ Θεῷ, καί καρπόν σωτηρίας τρυγᾷ ἐκ τῆς ὑπομονῆς ταύτης. Ἀντί τοῦ οῦν ἀσθενοποιῆσαι διά τῆς νηστείας τό σῶμα, ἀφ᾿ ἑαυτοῦ ἀσθενεῖ' εὐχαρίστησον ὄτι ἀπηλλάγης κόπους πολιτείας. ᾿Εάν οῦν φάγῃς δέκατον μή λυπηθῇς. Οὐ κατακρίνῃ΄ οὐ γάρ κατ᾿ ἐνέργειαν δαιμόνων ἐστίν, οὔτε κατά χαυνότητα λογισμοῦ, ἀλλά πρός δοκιμήν ἡμῖν γίνεται καί ὠφέλειαν ψυχῆς.
Περί δέ τῶν ἐνυπνίων τῶν ἀγρίων θηρίων, φαντάσματά εἰσι δαιμόνων, θελόντων σε πλανῆσαι διά τούτων πιστεῦσαι, ὅτι τό πάθος σου ἐξ αὐτῶν τῶν δαιμόνων ἐστίν“ «ἀλλά καταργεῖ αὐτούς ὁ Κύριος τῷ ρήματι τοῦ στόματος αὐτοῦ», εὐχαῖς ἁγίων. Ἀμήν.
Καί μή λυπηθῇς' «ὄν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δέ πάντα υὶόν ὄν παραδέχεται». Πιστεύω δέ ὅτι καί περί τούτου τοῦ σωματικοῦ πάθους, ἔχει ὁ Θεός ποιῆσαι μετά σοῦ τό ἔλεος αὐτοῦ ὡς θέλει. Ὁ Κύριος ἐνδυναμώσοι σε καί ἐνισχύσοι τοῦ ὑπενεγκεῖν. Ἀμήν.
Μικρόν ὔδωρ ἔπεμψά σοι ἐκ τοῦ βαυκαλίου τοῦ μακαρίου Πατρός ἡμῶν Εὐθυμίου. ᾽᾽Επεμψα δέ καί μικράν εὐλογίαν τῆς ἐμῆς τροφῆς, ἴνα εὐλογήσῃς μου τήν τροφήν.
Εὐξαι ὑπέρ ἐμοῦ, ποθεινότατε.
ροε' (σελ. 378) Αἴτησις τοῦ αὐτοῦ πρός τόν ἄλλον Γέροντα.
Εὐξαι, Πάτερ, ὑπέρ τῆς βαρυτάτης μου ἀσθενείας καί δήλωσόν μοι περί τῆς διαίτης“ μήτι ἄρα γίνεται εἰς σκάνδαλον τό ταχέως με καί συνεχῶς λαμβάνειν; Καί περί τῆς ψαλμῳδίας, πῶς ὀφείλω παρελθεῖν“ οὐκ ἰσχύω γάρ ψάλαι. Φύτευσόν με, δέσποτα καί πότισόν με, καί φανέρωσόν μοι ό εἶπεν ὁ ἅγιος Πατήρ ἡμῶν“ ότι Κύριος ποιεῖ τό ἔλεος αὐτοῦ μετά σοῦ, εἰ περί θανάτου μοι εἶπεν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:
ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ
Η επεξεργασία σάρωσις βιβλίου (scaning) επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου