ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΗʹ ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν,

Παρασκευή 28 Οκτωβρίου 2016

ΚΗʹ ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν,




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΚΗʹ ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.

αʹ. Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσεως τῆς προκειμένης  οὔσης; Ἔθος τοῦτο  τῷ  Παύλῳ,  ὥσπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, μὴ μόνον ἐκεῖνα ἐργάζεσθαι, ἅπερ αὐτῷ προκείμενά ἐστιν, ἀλλὰ κἂν ἕτερος παρεμπέσῃ λόγος τῇ ὑποθέσει, καὶ τούτῳ μετὰ πολλῆς ἐπεξιέναι τῆς σπουδῆς, καὶ μάλιστα ὅταν περὶ σφόδρα ἀναγκαίων καὶ κατεπειγόντων  ᾖ.  Καὶ γὰρ ὅτε τοῖς γεγαμηκόσι διελέγετο, καὶ ὁ τῶν οἰκετῶν αὐτῷ παρενέπεσε λόγος, σφόδρα γενναίως καὶ διὰ πολλῶν  αὐτὸν  κατεσκεύασε· καὶ ὅτε περὶ τοῦ μὴ δεῖν  κρίνεσθαι ἐν τοῖς δικαστηρίοις ἔλεγε, καὶ τότε εἰς τὴν περὶ πλεονεξίας ἐμπεσὼν νουθεσίαν, πολλὰ καὶ περὶ ταύτης διελέχθη τῆς ὑποθέσεως· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ ἅπαξ τῆς  τῶν  μυστηρίων  ἐδεήθη  μνήμης,  ἀναγκαῖον   εἶναι  ἐνόμισεν  ἐπεξελθεῖν  τῇ ὑποθέσει· οὐδὲ γὰρ ἡ τυχοῦσα ἦν.


∆ιὸ καὶ σφόδρα φοβερῶς περὶ αὐτῆς διελέχθη, τὸ κεφάλαιον  τῶν  ἀγαθῶν  κατασκευάζων,  τὸ  μετὰ  καθαροῦ  προσιέναι  συνειδότος αὐτοῖς.  Ὅθεν  οὐδὲ  τοῖς  ἔμπροσθεν  εἰρημένοις  ἠρκέσθη μόνον,  ἀλλὰ  καὶ  ταῦτα προστίθησι λέγων·  ∆οκιμαζέτω δὲ ἄνθρωπος  ἑαυτόν· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἑαυτοὺς πειράζετε, ἑαυτοὺς  δοκιμάζετε· οὐ καθάπερ ἡμεῖς  ποιοῦμεν  νῦν,  καιρῷ προσιόντες μᾶλλον, ἢ σπουδῇ γνώμης. Οὐ γὰρ ὅπως παρεσκευασμένοι καὶ τὰ κακὰ ἑαυτῶν ἐκκαθάραντες καὶ κατανύξεως πληρωθέντες προσέλθοιμεν σκοποῦμεν, ἀλλ' ὅπως ἐν ἑορταῖς, καὶ ἡνίκα ἂν ἅπαντες. Ἀλλ' οὐχ οὕτως ὁ Παῦλος ἐκέλευσεν, ἀλλ' ἕνα καιρὸν οἶδε προσόδου καὶ κοινωνίας,  τοῦ συνειδότος τὴν καθαρότητα. Εἰ γὰρ αἰσθητῆς  οὐκ ἄν  ποτε  μεταλάβοιμεν  τραπέζης  πυρέττοντες  καὶ χυμῶν  γέμοντες πονηρῶν, ὥστε μὴ ἀπολέσθαι· πολλῷ μᾶλλον ταύτης ἅπτεσθαι ἡμῖν οὐ θέμις μετὰ ἐπιθυμιῶν ἀτόπων, αἳ πυρετῶν εἰσι χαλεπώτεραι. Ὅταν δὲ ἐπιθυμίας ἀτόπους εἴπω, καὶ τὰς τῶν σωμάτων λέγω καὶ τὰς τῶν χρημάτων  καὶ τὰς τῆς ὀργῆς καὶ τὰς τῆς μνησικακίας, καὶ πάσας ἁπλῶς τὰς ἀτόπους. Καὶ δεῖ τὸν προσιόντα, πάντα ἐξαντλήσαντα ταῦτα, οὕτω τῆς καθαρᾶς ἐκείνης ἅπτεσθαι θυσίας, καὶ μήτε ῥᾳθύμως διακείμενον  καὶ  ταλαιπώρως,  ἀναγκάζεσθαι  διὰ  τὴν  ἑορτὴν  προσιέναι, μήτε  αὖ κατανυγέντα  καὶ παρεσκευασμένον, κωλύεσθαι διὰ τὸ μὴ εἶναι ἑορτήν. Ἑορτὴ γὰρ ἔργων  ἀγαθῶν  ἐστιν ἐπίδειξις,  καὶ ψυχῆς  εὐλάβεια, καὶ πολιτείας  ἀκρίβεια· κἂν ταῦτα ἔχῃς, διαπαντὸς ἑορτάζειν δυνήσῃ, καὶ διαπαντὸς προσιέναι. ∆ιὰ τοῦτό φησι, ∆οκιμαζέτω δὲ ἑαυτὸν ἕκαστος, καὶ τότε προσίτω. Καὶ οὐχ ἕτερον ἑτέρῳ κελεύει δοκιμάσαι, ἀλλ' αὐτὸν ἑαυτὸν, ἀδημοσίευτον ποιῶν τὸ δικαστήριον, ἀμάρτυρον τὸν ἔλεγχον. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, τοῦ Κυρίου κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Τί λέγεις; εἰπέ μοι· ἡ τοσούτων  ἀγαθῶν  αἰτία, καὶ ζωὴν  βρύουσα τράπεζα, αὕτη κρῖμα γίνεται; Οὐ παρὰ τὴν αὐτῆς φύσιν, φησὶν, ἀλλὰ  παρὰ τὴν τοῦ προσιόντος προαίρεσιν.  Ὥσπερ γὰρ  ἡ  παρουσία  αὐτοῦ,  ἡ  τὰ  μεγάλα  ἐκεῖνα  καὶ  ἀπόῤῥητα κομίσασα ἡμῖν ἀγαθὰ, τοὺς μὴ δεξαμένους αὐτὴν μᾶλλον κατέκρινεν· οὕτω καὶ τὰ μυστήρια μείζονος ἐφόδια κολάσεως γίνεται τοῖς ἀναξίως μετέχουσι. ∆ιὰ τί δὲ κρῖμα ἑαυτῷ  ἐσθίει;  Μὴ διακρίνων  τὸ  σῶμα τοῦ  Κυρίου. Τουτέστι, Μὴ ἐξετάζων,  μὴ ἐννοῶν,  ὡς  χρὴ,  τὸ  μέγεθος  τῶν  προκειμένων,  μὴ  λογιζόμενος  τὸν  ὄγκον  τῆς δωρεᾶς. Εἰ γὰρ μάθοις ἀκριβῶς τίς ποτέ ἐστιν ὁ προκείμενος, καὶ τίς ὢν τίνι ἑαυτὸν δίδωσιν, οὐδενὸς ἑτέρου δεήσῃ λόγου, ἀλλ' ἀρκεῖ σοι τοῦτο εἰς ἅπασαν νῆψιν, εἰ μὴ σφόδρα εἴης ἀναπεπτωκώς.  ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται  ἱκανοί.  Ἐνταῦθα  λοιπὸν  οὐκέτι  ἀπὸ  ἑτέρων  τὰ  παραδείγματα φέρει, ὥσπερ ἐπὶ τῶν εἰδωλοθύτων  ἐποίησε, τὰς παλαιὰς διηγούμενος ἱστορίας καὶ τὰς ἐν τῇ ἐρήμῳ πληγὰς, ἀλλ' ἀπ' αὐτῶν τῶν Κορινθίων, ὅπερ καὶ πληκτικώτερον ἐποίει τὸν λόγον. Ἐπειδὴ γὰρ ἔλεγε, Κρῖμα ἑαυτῷ ἐσθίει, καὶ, Ἔνοχός ἐστιν, ἵνα μὴ δοκῇ ῥήματα λέγειν, καὶ ἔργα δείκνυσι καὶ μάρτυρας αὐτοὺς καλεῖ, ὅπερ μᾶλλον τοῦ ἀπειλῆσαι καθικνεῖται, τῷ δεῖξαι εἰς ἔργον τὴν ἀπειλὴν ἐξελθοῦσαν. Οὐ μὴν τούτοις ἠρκέσθη μόνοις, ἀλλ' ἀπὸ τούτων καὶ τὸν περὶ τῆς γεέννης εἰσήγαγε καὶ ἐπιστώσατο λόγον, ἀμφοτέρωθεν  φοβῶν,  καὶ ζήτημα πανταχοῦ  περιφερόμενον  λύων.  Ἐπειδὴ γὰρ πολλοὶ  πρὸς ἀλλήλους  ἀποροῦσι, πόθεν  οἱ ἄωροι θάνατοι,  πόθεν  αἱ μακραὶ νόσοι, λέγει ὅτι ἐξ ἁμαρτημάτων πολλὰ τούτων τῶν ἀδοκήτων τὴν ὑπόθεσιν ἔχει.

βʹ. Τί οὖν οἱ ὑγιαίνοντες,  φησὶ, διηνεκῶς,  καὶ εἰς γῆρας ἐρχόμενοι  λιπαρὸν,  οὐχ ἁμαρτάνουσι; Καὶ τίς ἂν τοῦτο εἴποι; Πῶς οὖν, φησὶν, οὐ διδόασι δίκην; Ὅτι ἐκεῖ δώσουσι χαλεπωτέραν.  Ἡμεῖς δὲ, εἰ ἐβουλόμεθα, οὐδ' ἂν ἐνταῦθα, οὐδ' ἂν ἐκεῖσε ἐδώκαμεν. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, φησὶν, οὐκ ἂν ἐκρινόμεθα. Καὶ οὐκ εἶπεν, Εἰ ἐκολάζομεν ἑαυτοὺς, Εἰ ἐτιμωρούμεθα, ἀλλὰ μόνον, Εἰ ἐπιγνῶναι  τὰ ἁμαρτήματα ἐβουλήθημεν, εἰ καταδικάσαι ἑαυτοὺς, εἰ καταγνῶναι τῶν πεπλημμελημένων, ἀπελλάγημεν ἂν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖσε τιμωρίας. Ὁ γὰρ καταγνοὺς ἑαυτοῦ, διπλῇ τὸν Θεὸν ἐξιλεοῦται, καὶ τῷ ἐπιγνῶναι τὰ ἁμαρτήματα, καὶ τῷ πρὸς τὸ μέλλον ὀκνηρότερος γίνεσθαι. Ἐπειδὴ δὲ οὐδὲ τοῦτο τὸ κοῦφον βουλόμεθα ποιεῖν, ὡς χρὴ ποιεῖν, οὐδὲ οὕτως ἡμᾶς μετὰ τῆς οἰκουμένης κολάζειν  ἀνέχεται,  ἀλλὰ καὶ οὕτω φείδεται, ἐνταῦθα δίκην ἀπαιτῶν, οὗ πρόσκαιρος ἡ τιμωρία καὶ πολλὴ ἡ παραμυθία· καὶ γὰρ ἁμαρτημάτων ἀπαλλαγὴ  τὸ γινόμενον,  καὶ χρηστὴ τῶν  μελλόντων  ἐλπὶς κουφίζουσα   τὰ   παρόντα.   Ταῦτα  δὲ   λέγει,   ὁμοῦ   μὲν   παραμυθούμενος   τοὺς ἀῤῥώστους, ὁμοῦ δὲ τοὺς ἄλλους σπουδαιοτέρους ποιῶν. ∆ιό φησι· Νυνὶ δὲ κρινόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα. Οὐκ εἶπε, Κολαζόμεθα, οὐκ εἶπε, Τιμωρούμεθα, ἀλλὰ, Παιδευόμεθα· νουθεσίας γὰρ μᾶλλόν ἐστιν ἢ καταδίκης τὸ γινόμενον, ἰατρείας ἢ τιμωρίας, διορθώσεως ἢ κολάσεως. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῇ ἀπειλῇ τοῦ μείζονος κοῦφον τὸ παρὸν ποιεῖ, λέγων· Ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἶδες πῶς καὶ τὴν γέενναν  ἐπέστησε, καὶ τὸ φρικτὸν ἐκεῖνο δικαστήριον, καὶ ἀναγκαῖον ἔδειξε καὶ πάντως ἐσομένην τὴν ἐξέτασιν ἐκείνην καὶ τὴν τιμωρίαν; Εἰ γὰρ οἱ πιστοὶ καὶ τῷ Θεῷ περισπούδαστοι οὐκ ἀτιμωρητὶ διαφεύγουσιν ἐν οἷς ἂν πλημμελήσωσι, καὶ δῆλον  ἐκ τῶν  παρόντων,  πολλῷ  μᾶλλον  οἱ ἄπιστοι καὶ οἱ τὰ ἀνήκεστα καὶ ἀνίατα ἁμαρτόντες. Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Ἔτι γὰρ ἀκμάζοντος αὐτοῖς τοῦ φόβου, καὶ τοῦ τρόμου μένοντος τοῦ τῆς γεέννης, βούλεται πάλιν  τὴν ὑπὲρ τῶν πενήτων  εἰσαγαγεῖν παραίνεσιν, δι' ἣν ἅπαντα ταῦτα εἴρηκε, δεικνὺς ὅτι τοῦτο μὴ ποιοῦντας ἀναξίως ἐστὶ μεταλαμβάνειν. Εἰ δὲ τὸ μὴ μεταδοῦναι τῶν ὄντων εἴργει τῆς τραπέζης ἐκείνης, πολλῷ μᾶλλον τὸ ἁρπάζειν. Καὶ οὐκ εἶπεν, Ὥστε συνερχόμενοι  μετάδοτε  τοῖς  δεομένοις,  ἀλλ'  ὃ σεμνότερον  ἦν,  Ἀλλήλους ἐκδέχεσθε. Τοῦτο γὰρ καὶ ἐκεῖνο κατεσκεύαζε καὶ ᾐνίττετο, καὶ μετὰ τοῦ πρέποντος σχήματος τὴν παραίνεσιν εἰσήγαγεν. Εἶτα λοιπὸν  ἐντρεπτικῶς·  Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω. Ἐπιτρέψας ἐκώλυσε, καὶ  σφοδρότερον ἢ εἰ ἀπηγόρευσε. Τῆς γὰρ ἐκκλησίας αὐτὸν ἐξήγαγε, καὶ εἰς τὴν οἰκίαν παρέπεμψε, ταύτῃ καθαπτόμενος σφοδρῶς, καὶ κωμῳδῶν  αὐτοὺς ὡς δούλους γαστρὸς καὶ ἀκαρτερήτους. Οὐδὲ γὰρ εἶπεν, Εἴ τις ὑπερορᾷ τῶν πενήτων,  ἀλλ', Εἴ τις πεινᾷ, ὡς πρὸς παιδία δυσανασχετοῦντα διαλεγόμενος, ὡς πρὸς ἄλογα γαστρὶ δουλεύοντα. Καὶ γὰρ πολὺς ὁ γέλως, εἰ διὰ τὸ πεινῇν ἔμελλον οἴκοι ἐσθίειν. Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἐπήγαγεν  ἕτερον φοβερώτερον, λέγων·  Ἵνα μὴ εἰς κρῖμα συνέρχησθε· ἵνα μὴ εἰς κόλασιν, ἵνα μὴ εἰς τιμωρίαν, τὴν Ἐκκλησίαν ὑβρίζοντες, τὸν ἀδελφὸν καταισχύνοντες. Καὶ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα στέργητε ἀλλήλους, ἵνα ὠφελῆσθε,  ἵνα ὠφελῆτε·  εἰ δὲ τοὐναντίον  γίνεται,  βέλτιον  ὑμᾶς οἴκοι σιτεῖσθαι. Τοῦτο δὲ ἔλεγεν, ἵνα ἐφελκύσηται  πλέον. ∆ιὰ γὰρ τοῦτο καὶ τὸ βλάβος ἔδειξε τὸ ἐντεῦθεν, καὶ κρῖμα ἔφησεν εἶναι οὐ μικρὸν, καὶ πανταχόθεν  ἐφόβησεν, ἀπὸ τῶν μυστηρίων,  ἀπὸ τῶν  ἀῤῥώστων, ἀπὸ τῶν  τετελευτηκότων,  ἀπὸ τῶν  ἄλλων  τῶν ἔμπροσθεν εἰρημένων.  Εἶτα καὶ ἑτέρως πάλιν  φοβεῖ, λέγων·  Τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι· ἢ εἰς ἕτερά τινα, ἢ εἰς αὐτὸ τοῦτο. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν  καὶ  αἰτίας  τινὰς,  καὶ  οὐκ ἐνῆν  πάντα  διὰ  γραμμάτων  κατορθοῦν,  ἃ μὲν παρῄνεσα,  φυλαττέσθω  τέως,  φησίν·  εἰ  δέ  τι  ἕτερον  ἔχοιτε  λέγειν,  ἐκεῖνο  τῇ παρουσίᾳ τηρείσθω τῇ ἐμῇ· ἢ περὶ τούτου τοῦ πράγματος λέγων,  ὡς ἔφην, ἢ περὶ ἑτέρων τινῶν οὐ σφόδρα κατεπειγόντων.  Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν σπουδαιοτέρους  ἐργάσηται·  μεριμνῶντες   γὰρ  αὐτοῦ   τὴν   παρουσίαν,  ἔμελλον διορθοῦν τὸ ἡμαρτημένον.  Οὐδὲ γὰρ τὸ τυχὸν  ἦν ἡ Παύλου ἐπιδημία· καὶ τοῦτο δεικνὺς  ἔλεγεν,  Ὡς  μὴ  ἐρχομένου  δέ  μου  πρὸς  ὑμᾶς,  ἐφυσιώθησάν  τινες·  καὶ ἀλλαχοῦ  πάλιν,  Μὴ ὡς  ἐν  τῇ παρουσίᾳ μου μόνον,  ἀλλὰ  πολλῷ  μᾶλλον  ἐν  τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς ἐπηγγείλατο ἥξειν, ἵνα μὴ ἀπιστήσωσι καὶ ῥᾳθυμότεροι γένωνται, ἀλλὰ καὶ  αἰτίαν  τίθησι  τῇ  ἐπιδημίᾳ  ἀναγκαίαν,  λέγων,  ὅτι  Τὰ λοιπὰ,  ὡς  ἂν  ἔλθω, διατάξομαι· δεικνὺς ὅτι ἡ τῶν λιπόντων  διόρθωσις, εἰ καὶ μὴ ἐσπουδάκει πάντως, αὐτὸν εἷλκεν ἐκεῖσε.

γʹ. Ταῦτα τοίνυν ἀκούοντες ἅπαντα, καὶ τῶν πενήτων πολλὴν ποιώμεθα  σπουδὴν, καὶ γαστρὸς κατέχωμεν,  καὶ μέθης ἀπαλλαττώμεθα,  καὶ τῶν μυστηρίων  ἀξίως  σπουδάζωμεν  μεταλαμβάνειν,   καὶ  ἐφ'  οἷς  ἂν  πάθωμεν,   μὴ ἀλγῶμεν, μήτε ἐφ' ἑαυτοῖς, μήτε ἐφ' ἑτέροις· οἷον ὅταν οἱ ἄωροι γίνωνται  θάνατοι, ὅταν  ἀῤῥωστίαι μακραί. Τοῦτο γὰρ ἀπαλλαγὴ  κολάσεως, τοῦτο διόρθωσις, τοῦτο νουθεσία ἀρίστη. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Ἀλλ' ὅμως καὶ μετὰ ταῦτα οὕτω πολλαὶ  τῶν  γυναικῶν  ἀναισθήτως  διάκεινται,  ὡς καὶ τοὺς ἀπίστους παρατρέχειν τῇ τοῦ πένθους ὑπερβολῇ· καὶ αἱ μὲν ὑπὸ τοῦ πάθους ἐσκοτωμέναι  τοῦτο  ποιοῦσιν,  αἱ δὲ πρὸς ἐπίδειξιν  καὶ ὑπὲρ τοῦ τὰ τῶν  ἔξωθεν διαφεύγειν  ἐγκλήματα, ἃς μάλιστα πάσης συγγνώμης ἀπεστερῆσθαί φημι. Ἵνα γὰρ μὴ ὁ δεῖνα  ἐγκαλέσῃ, φησὶν,  ἐγκαλείτω  ὁ Θεός· ἵνα  μὴ ἄνθρωποι  τῶν  ἀλόγων ἀνοητότεροι καταγνῶσιν, ὁ τοῦ βασιλέως τῶν ὅλων πατείσθω νόμος. Καὶ πόσων οὐκ ἄξια ταῦτα σκηπτῶν; Κἂν μὲν εἰς περίδειπνόν σέ τις καλέσῃ μετὰ τὸ πένθος, οὐδεὶς ὁ ἀντερῶν, ἐπειδὴ νόμος ἀνθρώπων  ἐστὶν ὁ ταῦτα κελεύων· Θεοῦ δὲ νομοθετοῦντος μὴ πενθεῖν, οὕτω πάντες ἀντιφθέγγονται. Οὐκ ἐννοεῖς τὸν Ἰὼβ,  ὦ γύναι; οὐκ ἀναμιμνήσκῃ  τῶν  ῥημάτων  αὐτοῦ  τῶν  ἐπὶ  τῇ  συμφορᾷ τῶν  παίδων,  ἃ μυρίων στεφάνων  μᾶλλον  ἀνέδησε τὴν  ἁγίαν  κεφαλὴν  ἐκείνην,  καὶ σαλπίγγων  πολλῶν λαμπρότερον ἀνεκήρυξεν; οὐ λογίζῃ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν; Σὺ μὲν γὰρ ἴσως ἕνα ἀπώλεσας, ἢ δεύτερον, ἢ τρίτον· ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας· καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγένετο, καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο· καὶ οὐδὲ τῷ κοινῷ  τῆς φύσεως νόμῳ οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων  εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο,  καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγίνετο καὶ παγίς. Καὶ οὐκ ἄωρος μόνον θάνατος, ἀλλὰ καὶ πολλὰ μετὰ τούτου τὰ λυποῦντα  ἦν, οἷον τὸ ἐν ἀκμῇ  πάντας  εἶναι,  τὸ ἐναρέτους  πάντας,  τὸ φιλικοὺς,  τὸ  πάντας  ὁμοῦ, τὸ  τῆς φύσεως ἑκατέρας μηδ' ἕνα παραλειφθῆναι,  τὸ μὴ τῷ κοινῷ νόμῳ τῆς φύσεως, τὸ μετὰ τοσαύτην ζημίαν, τὸ μηδὲν  ἑαυτῷ  συνειδότα πονηρὸν  μηδὲ ἐκείνοις  ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν μὲν καὶ καθ' ἑαυτὸ θορυβῆσαι· ὅταν δὲ καὶ ὁμοῦ φαίνηται  συντρέχοντα,  ἐννόησον  τῶν  κυμάτων  τὸ  ὕψος,  ὅση τοῦ  χειμῶνος  ἡ ὑπερβολή. Καὶ τὸ δὴ μεῖζον καὶ τοῦ πένθους χεῖρον, ὅτι οὐδὲ ᾔδει τίνος ἕνεκεν ταῦτα ἐγίνετο. ∆ιὰ δὴ τοῦτο, οὐκ ἔχων οὐδεμίαν αἰτίαν ἐπιθεῖναι  τῇ συμφορᾷ, ἐπὶ τὸ τῷ Θεῷ δοκοῦν  ἀναβαίνει,  καί φησιν· Ὁ Κύριος ἔδωκεν,  ὁ Κύριος ἀφείλετο·  ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Καὶ ταῦτα ἔλεγεν,  ἑαυτὸν μὲν ἐν τοῖς ἐσχάτοις ὄντα ὁρῶν τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν, πονηροὺς δὲ ἀνθρώπους καὶ γόητας εὐημεροῦντας, τρυφῶντας,  κομῶντας πάντοθεν. Καὶ οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τούτοις ἔθρεψα τοὺς παῖδας, καὶ μετὰ ἀκριβείας ἤσκησα ἁπάσης; ἐπὶ τούτοις ἠνέῳξα τὴν οἰκίαν τοῖς παριοῦσιν, ἵνα μετὰ τοὺς πολλοὺς δρόμους ἐκείνους τοὺς ὑπὲρ  τῶν  δεομένων,  τοὺς  ὑπὲρ  τῶν  γυμνῶν,  τοὺς  ὑπὲρ  τῶν  ὀρφανῶν,  ταύτας ἀπολάβω τὰς ἀμοιβάς; Ἀλλ' ἀντὶ τούτων τὰ πάσης θυσίας κρείττονα ῥήματα ἀνήνεγκεν  ἐκεῖνα,  λέγων·  Γυμνὸς ἐξῆλθον  ἐκ  κοιλίας  μητρός  μου, γυμνὸς  καὶ ἀπελεύσομαι. Εἰ δὲ διέῤῥηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκείρατο, μὴ θαυμάσῃς· πατὴρ  γὰρ ἦν,  καὶ  πατὴρ  φιλόστοργος,  καὶ  ἔδει  καὶ  τὴν  τῆς  φύσεως  δειχθῆναι συμπάθειαν, καὶ τὴν τῆς γνώμης φιλοσοφίαν. Εἰ γὰρ μηδὲ τοῦτο ἐποίησε, τάχα καὶ ἀναισθησίας  ἐνόμιζεν  ἄν  τις  εἶναι  τὴν  φιλοσοφίαν   ταύτην.  ∆ιὰ  τοῦτο  καὶ  τὰ σπλάγχνα  δείκνυσι καὶ τῆς εὐσεβείας τὴν ἀκρίβειαν, καὶ ἀλγήσας οὐ περιετράπη· ἀλλὰ   καὶ  περαιτέρω   προϊόντος   αὐτῷ   τοῦ  ἀγῶνος,   πάλιν   ἑτέρους  ἀναδεῖται στεφάνους ἐκ τῶν πρὸς τὴν γυναῖκα ῥημάτων, λέγων· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ γὰρ ἡ γυνὴ μόνη λοιπὸν  ὑπελείφθη,  πάντων ἀφανισθέντων  αὐτῷ, καὶ τῶν παίδων καὶ τῶν κτημάτων καὶ αὐτοῦ τοῦ σώματος, καὶ αὕτη  πρὸς  πεῖραν  καὶ  ἐπιβουλήν.  ∆ιὰ  τοῦτο  καὶ  αὐτὴν  μετὰ  τῶν  τέκνων  οὐκ ἠφάνισεν ὁ διάβολος, οὐδὲ ᾔτησεν αὐτῆς τὴν σφαγὴν, ἐπειδὴ προσεδόκησεν μεγάλα αὐτῷ συντελεῖν πρὸς τὴν ἐπιβουλὴν τοῦ ἁγίου τούτου. ∆ιὰ τοῦτο ὥσπερ τι μέγιστον ὅπλον αὐτὴν αὐτῷ κατέλιπεν. Εἰ γὰρ παραδείσου, φησὶ, δι' αὐτῆς ἐξέβαλον, πολλῷ  μᾶλλον  ἐπὶ κοπρίας ὑποσκελίσαι δυνήσομαι.

 δʹ. Καὶ θέα τὴν  πανουργίαν. Οὐδὲ γὰρ τῶν βοῶν ἀπολλυμένων  προσήγαγε τὸ μηχάνημα τοῦτο, οὐδὲ τῶν ὄνων, οὐδὲ τῶν καμήλων, ἀλλ' οὐδὲ τῆς οἰκίας κατενεχθείσης, οὐδὲ τῶν παίδων καταχωσθέντων,  ἀλλὰ σιγᾷ τέως καὶ ἡσυχάζειν ἐᾷ τὸν ἀθλητὴν  ὁρῶν· ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων  καὶ καμίνων καὶ πάσης  φλογὸς  ὀδυνηρότερον  αὐτὸν  ἡ  τοῦ  διαβόλου  κατανήλισκε  χεὶρ,  θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ ἐν ταύτῃ τῇ συμφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει ἤδη τεταριχευμένῳ  καὶ κατεργασθέντι. Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ' ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ' ἂν αὕτη τὴν συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπᾶραι τῷ λόγῳ· νυνὶ  δὲ ὅτε αὐτὸν  εἶδε διὰ τὸ μῆκος τοῦ χρόνου  διψῶντα ἀπαλλαγῆς, καὶ ἐπιθυμοῦντα τῆς τῶν ἐπικειμένων  λύσεως, σφοδρῶς τότε προσέρχεται. Ὅτι γὰρ σφόδρα κατειργασμένος ἦν, καὶ οὐδὲ ἀναπνεῖν  λοιπὸν εἶχεν, ἀλλὰ καὶ ἀποθανεῖν ἐπεθύμει, ἄκουσον τί φησιν· [εἰ γὰρ δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσαιμι τοῦτο.] Καὶ θέα μοι τὴν κακουργίαν τῆς γυναικὸς,  πόθεν  εὐθέως  προοιμιάζεται· ἀπὸ τοῦ πλήθους  τοῦ χρόνου, Μέχρι τίνος καρτερήσεις; λέγουσα. Εἰ δὲ πολλάκις καὶ πραγμάτων οὐκ ὄντων λόγοι μόνον ἴσχυσαν μαλάξαι, ἐννόησον  τί  τότε  πάσχειν  αὐτὸν  εἰκὸς ἦν, μετὰ τῶν  ῥημάτων τούτων  καὶ τῶν πραγμάτων ὀδυνώντων  αὐτόν. Καὶ τὸ δὴ πάντων  χεῖρον, ὅτι καὶ γυνὴ ἡ ταῦτα λέγουσα ἦν, καὶ γυνὴ ἀναπεσοῦσα καὶ ἀπαγορεύουσα καὶ διὰ τοῦτο σπουδάζουσα καὶ αὐτὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν. Πλὴν ἀλλ' ἵνα σαφέστερον ἴδωμεν τὸ μηχάνημα τὸ τῷ ἀδαμαντίνῳ τούτῳ προσαγόμενον τείχει, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων. Τίνα οὖν ταῦτά ἐστι; Μέχρι τίνος καρτερήσεις λέγων, Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἤλεγξε γάρ σου, φησὶ, τὰ ῥήματα ὁ χρόνος, μακρότερος μὲν γινόμενος, λύσιν δὲ οὐδεμίαν ἐμφαίνων. Ταῦτα  δὲ  ἔλεγεν,   οὐκ  εἰς   ἀπόγνωσιν   αὐτὸν   ἐμβάλλουσα  μόνον,   ἀλλὰ   καὶ ὀνειδίζουσα καὶ κωμῳδοῦσα. Καὶ γὰρ ἐκεῖνος ἐνοχλοῦσαν ἀεὶ παραμυθούμενος καὶ διακρουόμενος τοιαῦτα ἐφθέγγετο· Ἀνάμεινον ἔτι μικρὸν, καὶ ταχέως ἔσται τούτων τὸ τέλος. Ὀνειδίζουσα τοίνυν αὐτῷ, φησί· Μὴ καὶ νῦν τὸ αὐτὸ ἐρεῖς; πολὺς γὰρ ἤδη χρόνος παρέδραμε, καὶ τέλος τούτων οὐδὲν ἀνεφάνη. Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ μέμνηται τῶν βοῶν, οὐ τῶν προβάτων, οὐδὲ τῶν καμήλων· ᾔδει γὰρ οὐ σφόδρα αὐτὸν  τούτοις  δακνόμενον·  ἀλλ' ἐπὶ τὴν φύσιν  εὐθέως  ἔρχεται, καὶ τῶν  παίδων ἀναμιμνήσκει· ἐπ' αὐτοῖς  γὰρ εἶδεν  αὐτὸν  καὶ τὴν  ἐσθῆτα διαῤῥήξαντα, καὶ τὴν κόμην  ἀποκειράμενον.  Καὶ οὐκ  εἶπεν,  Ἀπώλετό  σου  τὰ  παιδία,  ἀλλὰ  σφόδρα περιπαθῶς· Ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, δι' ὃ καὶ τὰ παιδία ποθεινά. Εἰ γὰρ καὶ νῦν, ἀναστάσεως φανείσης, ἐντεῦθέν ἐστι τὰ παιδία ἐπέραστα ἀπὸ τοῦ τὴν μνήμην τῶν ἀπελθόντων  διατηρεῖν, πολλῷ μᾶλλον τότε. ∆ιὰ τοῦτο καὶ ἡ ἀρὰ ἐντεῦθεν  γίνεται  πικροτέρα. Οὐδὲ γὰρ ἐκεῖ, Τὰ παιδία, ὁ ἐπαρώμενος εἶπεν, ἐξολοθρευθείη,  ἀλλὰ,  Τὸ  μνημόσυνον  αὐτοῦ  ἀπὸ  τῆς  γῆς·  οἱ  υἱοί  σου  καὶ  αἱ θυγατέρες σου. Εἰποῦσα γὰρ, Τὸ μνημόσυνον, μετὰ ἀκριβείας πάλιν  ἑκατέρας τῆς φύσεως μέμνηται· Εἰ δὲ σοὶ, φησὶν, οὐ μέλει τούτων, κἂν τὸ ἐμὸν σκόπει· Τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ τὸ πλέον ἐνεγκοῦσα ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι. Καὶ ὅρα πῶς οὔτε τίθησι τὴν ζημίαν τῶν χρημάτων, οὔτε σιγᾷ αὐτὴν καὶ παρατρέχει, ἀλλ' ὡς ἐνῆν καὶ περιπαθῶς αὐτὴν ἀπαγγεῖλαι, οὕτως αἰνίττεται.  Ὅταν γὰρ εἴπῃ, Κἀγὼ πλανῆτις  καὶ λάτρις, τόπον ἐκ τόπου, οἰκίαν ἐξ οἰκίας  περιερχομένη,  καὶ  τὴν  ζημίαν  αἰνίττεται,  καὶ  πολλὴν  τὴν  προσπάθειαν δείκνυσι· καὶ γὰρ καὶ αἱ λέξεις αὐταὶ ἱκαναὶ ἐπᾶραι τὴν συμφοράν· Ἐπὶ τὰς ἑτέρων ἔρχομαι θύρας, φησίν. Οὐδὲ γὰρ προσαιτῶ μόνον, ἀλλὰ καὶ πλανῶμαι καὶ δουλεύω δουλείαν  ξένην  καὶ καινὴν,  πανταχοῦ  περιιοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακά· ὃ πάντων ἐστὶν ἐλεεινότερον, τὸ οἰκίαν  ἐξ  οἰκίας  ἀμείβειν.  Καὶ οὐδὲ  ἐνταῦθα  ἔστη  τῶν  θρήνων,  ἀλλ'  ἐπήγαγε λέγουσα· Προσδεχομένη τὸν ἥλιον  πότε δύσει, καὶ ἀναπαύσομαι τῶν μόχθων  μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ὃ γὰρ τοῖς ἄλλοις ἐστὶν ἡδὺ, φησὶ, τὸ τὴν ἀκτῖνα ὁρᾷν, τοῦτο ἐμοὶ βαρύ· ποθεινὸν δὲ ἡ νὺξ καὶ τὸ σκότος· αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμυθία γίνεται τῶν κακῶν. Ἀλλ' εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα.

 εʹ. Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ τῇ συμβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν  παραίνεσιν, ἀλλὰ διηγησαμένη  πρῶτον  ἐλεεινῶς  τὰς  συμφορὰς, καὶ  ἐκτείνασα  τὴν  τραγῳδίαν,  ἐν βραχεῖ τίθησι τὴν παραίνεσιν, καὶ οὐδὲ ἐμφαίνει  σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴν  αὐτῷ προτείνει τὴν μάλιστα ποθεινὴν,  καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ μάλιστα ἐπεθύμει; Καὶ σκόπει κἀντεῦθεν τοῦ διαβόλου τὴν κακουργίαν. Ἐπειδὴ γὰρ ᾔδει τὸν πόθον τοῦ Ἰὼβ τὸν περὶ τὸν Θεὸν, οὐκ ἀφίησι τὴν γυναῖκα κατηγορῆσαι τοῦ Θεοῦ, ἵνα μὴ ὡς ἐχθρὰν εὐθέως ἀποστραφῇ. ∆ιὰ τοῦτο αὐτοῦ μὲν οὐδαμοῦ  μέμνηται,  τὰ  δὲ  συμβάντα  ἄνω  καὶ  κάτω  στρέφει.  Σὺ  δὲ  μετὰ  τῶν εἰρημένων,   ὅτι   καὶ   γυνὴ   ἦν   ἡ   ταῦτα   συμβουλεύουσα,   προστίθει,   δεινὸς καταγοητεῦσαι ῥήτωρ τοὺς μὴ προσέχοντας. Πολλοὶ γοῦν καὶ χωρὶς συμφορῶν ἀπὸ γυναικῶν συμβουλῆς κατηνέχθησαν μόνης. Τί οὖν ὁ μακάριος οὗτος, καὶ ἀδάμαντος στεῤῥότερος;  Βλέψας  εἰς  αὐτὴν  πικρὸν,  ἀπὸ  τῆς  ὄψεως  καὶ  πρὸ  τῆς  φωνῆς διεκρούσατο  τὰ  μηχανήματα.  Ἐκείνη  μὲν  γὰρ  προσεδόκησε δακρύων  κινήσειν πηγάς· οὗτος δὲ λέοντος σφοδρότερος γέγονε, θυμοῦ πληρωθεὶς καὶ ἀγανακτήσεως, οὐχ  ὑπὲρ  ὧν  ἔπασχεν,  ἀλλ'  ὑπὲρ  ὧν  ἐκείνη  διαβολικῶς  συνεβούλευσε, καὶ  τῷ βλέμματι τὸν θυμὸν ἐνδειξάμενος, μεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν· καὶ γὰρ καὶ  ἐν  συμφοραῖς  σώφρων  ἦν.  Καὶ τί  φησιν;  Ἵνα  τί  ὥσπερ μία  τῶν  ἀφρόνων γυναικῶν ἐλάλησας; Οὐχ οὕτω σε ἐπαίδευσα, φησὶν, οὐχ οὕτω σε ἔθρεψα· ὅθεν οὐδὲ ἐπιγινώσκω  τὴν σύνοικον τὴν ἐμήν. Τὰ γὰρ ῥήματα ταῦτα ἀνοήτου γυναικὸς, καὶ παραπαιούσης ἡ συμβουλή. Εἶδες τομὴν σύμμετρον, καὶ πληγὴν  ἱκανὴν διορθῶσαι τὸ  νόσημα; Εἶτα μετὰ τὴν ἐπίπληξιν  καὶ συμβουλὴν εἰσάγει πάλιν ἀρκοῦσαν αὐτὴν   παραμυθήσασθαι  καὶ  πολὺ  τὸ  εὔλογον   ἔχουσαν,  λέγων·   Εἰ  τὰ  ἀγαθὰ ἐδεξάμεθα  παρὰ  Κυρίου, τὰ  κακὰ  οὐχ  ὑποίσομεν;  Ἀναμνήσθητι  γὰρ,  φησὶ,  τῶν προτέρων  ἐκείνων,  καὶ λογίζου  τὸν αἴτιον,  καὶ οἴσεις καὶ ταῦτα γενναίως.  Εἶδες μετριοφροσύνην ἀνδρός; Οὐδὲ γὰρ τῇ ἀνδρείᾳ αὑτοῦ λογίζεται τὴν ὑπομονὴν, ἀλλὰ τῆς τῶν  πραγμάτων  ἀκολουθίας  αὐτὴν  εἶναί  φησιν. Ἀντὶ τίνων  γὰρ ἐκεῖνα ἡμῖν ἔδωκεν  ὁ Θεός; ποίαν  ἐκτιννὺς  ἀμοιβήν;  Οὐδεμίαν· ἀλλ'  ἐξ ἀγαθότητος  μόνης· δωρεὰ γὰρ ἦν, οὐκ ἀμοιβὴ, καὶ χάρις, οὐκ ἀντίδοσις. Οὐκοῦν καὶ ταῦτα φέρωμεν γενναίως.  Τοῦτον καὶ ἄνδρες καὶ γυναῖκες τὸν λόγον ἀνάγραπτον  ἔχωμεν, καὶ τὰ ῥήματα ταῦτα  ἐγκολάψωμεν  τῇ διανοίᾳ,  καὶ ταῦτα  καὶ τὰ πρὸ τούτων· καὶ τὴν ἱστορίαν αὐτοῦ  τῶν  παθημάτων  καθάπερ εἰκόνα  ἐπὶ τῆς διανοίας ὑπογράψαντες,  τὴν ζημίαν λέγω τῶν  χρημάτων,  τὴν ἀφαίρεσιν τῶν  παίδων,  τὴν πληγὴν τοῦ σώματος, τὰ ὀνείδη, τὰς χλευασίας, τὰς τῆς γυναικὸς μηχανὰς, τὴν τοῦ διαβόλου  ἐπιβουλὴν,  πάντα  ἁπλῶς  μετὰ ἀκριβείας τὰ πάθη  τοῦ δικαίου, λιμένα κατασκευάσωμεν μέγιστον ἡμῖν· ἵνα πάντα γενναίως  καὶ εὐχαρίστως φέροντες, καὶ ἐν τῷ παρόντι  βίῳ πᾶσαν ἀποκρουσώμεθα ἀθυμίαν,  καὶ τοὺς περὶ τῆς εὐφημίας ταύτης  ἀπολάβωμεν  μισθοὺς, χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΚΘʹ.Περὶ δὲ τῶν πνευματικῶν,  ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.

αʹ. Τοῦτο ἅπαν τὸ χωρίον  σφόδρα ἐστὶν ἀσαφές· τὴν δὲ ἀσάφειαν ἡ τῶν  πραγμάτων  ἄγνοιά  τε καὶ ἔλλειψις ποιεῖ τῶν τότε μὲν συμβαινόντων, νῦν δὲ οὐ γινομένων.  Καὶ τίνος ἕνεκεν οὐ γίνεται νῦν; Ἰδοὺ γὰρ καὶ ἡ αἰτία πάλιν τῆς ἀσαφείας ἕτερον ἡμῖν ζήτημα ἔτεκε. Τί δήποτε γὰρ τότε μὲν ἐγίνετο, νῦν δὲ οὐκέτι; Ἀλλὰ τοῦτο μὲν εἰς αὖθις ἀναβαλλώμεθα, τέως δὲ τὰ συμβαίνοντα τότε λέγωμεν. Τί οὖν τότε συνέβαινεν; Εἴ τις ἐβαπτίσατο, γλώσσαις εὐθέως ἐλάλει, καὶ οὐ γλώσσαις μόνον, ἀλλὰ πολλοὶ καὶ προεφήτευον, τινὲς δὲ καὶ ἑτέρας πλείους δυνάμεις ἐπεδείκνυντο.  Ἐπειδὴ γὰρ ἀπὸ τῶν  εἰδώλων  προσιόντες, οὐδὲν εἰδότες σαφῶς, οὐδὲ ταῖς παλαιαῖς  ἐντραφέντες βίβλοις,  βαπτισθέντες  εὐθέως  Πνεῦμα  ἐλάμβανον,  τὸ  δὲ  Πνεῦμα  οὐχ  ἑώρων· ἀόρατον γάρ ἐστιν· αἴσθητόν τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνης ἡ χάρις· καὶ ὁ μὲν τῇ Περσῶν, ὁ δὲ τῇ Ῥωμαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐθέως ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι Πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ.  ∆ιὸ καὶ οὕτως αὐτὸ καλεῖ λέγων· Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος  δίδοται   πρὸς  τὸ  συμφέρον·  τὰ  χαρίσματα  φανέρωσιν   Πνεύματος ὀνομάζων. Ἐπειδὴ γὰρ καὶ οἱ ἀπόστολοι τοῦτο πρῶτον σημεῖον ἔλαβον, καὶ οἱ πιστοὶ τοῦτο ἐλάμβανον τὸ τῶν γλωσσῶν, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα πλείω. Καὶ γὰρ καὶ νεκροὺς ἤγειρον πολλοὶ, καὶ δαίμονας ἤλαυνον,  καὶ ἄλλα πολλὰ τοιαῦτα ἐθαυματούργουν· καὶ χαρίσματα δὲ εἶχον, οἱ μὲν ἐλάττονα, οἱ δὲ πλείω. Πλέον δὲ πάντων τὸ τῶν γλωσσῶν ἦν παρ' αὐτοῖς χάρισμα. Καὶ τοῦτο αἴτιον σχίσματος αὐτοῖς ἐγένετο,  οὐ  παρὰ τὴν  οἰκείαν  φύσιν,  ἀλλὰ  παρὰ τὴν  ἀγνωμοσύνην  τῶν εἰληφότων.  Οἵ τε γὰρ τὰ μείζονα ἔχοντες ἐπῄροντο κατὰ τῶν τὰ ἐλάττονα κεκτημένων· οὗτοι δ' αὖ πάλιν ἤλγουν, καὶ τοῖς τὰ μείζονα ἔχουσιν ἐφθόνουν. Καὶ τοῦτο προϊὼν  δείκνυσιν  αὐτὸς ὁ Παῦλος. Ἐπεὶ οὖν ἐντεῦθεν  καιρίαν  ἐλάμβανον πληγὴν, διαλυομένης αὐτοῖς τῆς ἀγάπης, πολλὴν σπουδὴν ποιεῖται, ὥστε αὐτὸ διορθῶσαι. Συνέβη μὲν γὰρ τοῦτο καὶ ἐν τῇ Ῥώμῃ, ἀλλ' οὐχ οὕτω· διόπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ κινεῖ μὲν αὐτὸ, συνεσκιασμένως δὲ καὶ ἐν βραχεῖ, λέγων οὕτω·  Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν  ἔχει  πρᾶξιν·  οὕτως  οἱ  πολλοὶ  ἓν  σῶμά ἐσμεν ἐν  Χριστῷ, ὁ δὲ  καθ'  εἷς, ἀλλήλων  μέλη. Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν  τῆς πίστεως, εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε  ὁ διδάσκων,  ἐν  τῇ  διδασκαλίᾳ.  Ὅτι  δὲ  καὶ  ἐκεῖνοι  εἰς  ἀπόνοιαν  ἐντεῦθεν ἐνέπιπτον,  ἀρχόμενος ᾐνίξατο τοῦτο, οὕτως εἰπών· Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι  παντὶ  τῷ  ὄντι  ἐν  ὑμῖν  μὴ ὑπερφρονεῖν  παρ' ὃ δεῖ  φρονεῖν,  ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Ἐκείνοις μὲν οὖν (οὐδὲ γὰρ πολὺ τὸ νόσημα ἦν τῆς διαστάσεως καὶ ἀπονοίας) οὕτω διείλεκται· ἐνταῦθα δὲ μετὰ πολλῆς τῆς σπουδῆς· καὶ γὰρ σφοδρὰ τοῦ πάθους ἦν ἡ νομή. Καὶ οὐδὲ τοῦτο  μόνον  αὐτοὺς  ἐθορύβει, ἀλλὰ  καὶ  μάντεις  ἦσαν αὐτόθι  πολλοὶ,  ἅτε Ἑλληνικώτερον  τῆς πόλεως  διακειμένης,  καὶ μετὰ τῶν  ἄλλων  καὶ τοῦτο αὐτοὺς ὑπεσκέλιζε καὶ ἐτάραττε. ∆ιὸ καὶ ἀρχόμενος, πρῶτον τὸ μέσον μαντείας καὶ προφητείας τίθησι. ∆ιὰ τοῦτο καὶ διακρίσεις ἔλαβον πνευμάτων, ὥστε διακρίνειν καὶ εἰδέναι, τίς μὲν ὁ πνεύματι  φθεγγόμενος  καθαρῷ, τίς δὲ ὁ ἀκαθάρτῳ. Ἐπειδὴ γὰρ αὐτόθεν οὐκ ἦν παρασχεῖν τῶν λεγομένων τὴν ἀπόδειξιν (προφητεία γὰρ οὐκ ἐν τῷ καιρῷ, ᾧ λέγεται, ἀλλ' ἐν τῷ καιρῷ τῆς ἐκβάσεως παρέχεται τῆς οἰκείας ἀληθείας τὸν  ἔλεγχον)· καὶ  οὐκ  ἦν  εὔκολον  αὐτὴν  διαγνῶναι,  καὶ  τίς  μὲν  ὁ προ  φητεύων, τίς δὲ ὁ ψευδόμενος (καὶ γὰρ μιαρὸς ὢν ὁ διάβολος ἐπεισῄει τοῖς προφητεύουσι, ψευδοπροφήτας  εἰσάγων  ὡς δῆθεν  τὰ μέλλοντα  προλέγοντας  καὶ αὐτούς)·  εἶτα  ἐπειδὴ  τέως  ἀνεύθυνα   ἦν  τὰ  λεγόμενα,  οὔπω  τῶν  πραγμάτων ἐκβάντων  περὶ ὧν προελέγετο, καὶ ῥᾳδίως παρεκρούετο (τὸν γὰρ ψευδόμενον καὶ τὸν  ἀληθεύοντα  τὸ  τέλος  ἤλεγχεν)· ἵνα  δὴ μηδὲ πρὸ τοῦ  τέλους  ἀπατῶνται  οἱ ἀκροαταὶ, δίδωσιν αὐτοῖς σημεῖον, ὃ καὶ πρὸ τῆς ἐκβάσεως ἐδείκνυ τοῦτον κἀκεῖνον· καὶ ἐντεῦθεν λαβὼν ἀκολουθίαν καὶ ἀρχὴν, οὕτω καὶ εἰς τὸν περὶ τῶν χαρισμάτων ἐκβαίνει λόγον, καὶ τὴν φιλονεικίαν  διορθοῦται τὴν καὶ ἐντεῦθεν γινομένην. Τέως μέντοι τοῦ περὶ τῶν μάντεων ἄρχεται λόγου οὕτω λέγων· Περὶ δὲ τῶν πνευματικῶν οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· πνευματικὰ τὰ σημεῖα καλῶν, ὅτι ταῦτα ἔργα τοῦ Πνεύματος μόνου, οὐδὲν  ἀνθρωπίνης  ἐπεισφερούσης σπουδῆς εἰς  τὸ τὰ τοιαῦτα θαυματουργεῖν.  Καὶ μέλλων  περὶ  αὐτῶν  διαλέγεσθαι,  πρότερον, ὅπερ ἔφην,  τῆς μαντείας  τὴν διαφορὰν  καὶ τῆς προφητείας  τίθησιν, οὕτω λέγων·  Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν τοῖς εἰδώλοις, φησὶν, εἴποτε κατεσχέθη τις ὑπὸ πνεύματος ἀκαθάρτου καὶ ἐμαντεύετο, ὥσπερ ἀπαγόμενος, οὕτως εἵλκετο ὑπὸ τοῦ πνεύματος δεδεμένος, οὐδὲν εἰδὼς ὧν λέγει. Τοῦτο γὰρ μάντεως ἴδιον, τὸ ἐξεστηκέναι, τὸ ἀνάγκην ὑπομένειν, τὸ ὠθεῖσθαι, τὸ ἕλκεσθαι, τὸ σύρεσθαι ὥσπερ μαινόμενον. Ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ  μετὰ  διανοίας   νηφούσης,  καὶ  σωφρονούσης  καταστάσεως,  καὶ  εἰδὼς  ἃ φθέγγεται,  φησὶν  ἅπαντα.  Ὥστε καὶ  πρὸ τῆς  ἐκβάσεως κἀντεῦθεν  γνώριζε  τὸν μάντιν  καὶ  τὸν  προφήτην.  Καὶ σκόπει πῶς  ἀνύποπτον  ποιεῖ  τὸν  λόγον·  αὐτοὺς μάρτυρας καλεῖ τοὺς ἐν τῇ πείρᾳ τοῦ πράγματος γενομένους. Ὅτι γὰρ οὐ ψεύδομαι, φησὶν, οὐδὲ ἁπλῶς  διασύρω τὰ τῶν  ἐθνῶν,  ὡς ἐχθρὸς πλάττων,  αὐτοὶ ὑμεῖς μοι μαρτυρήσατε· καὶ γὰρ οἴδατε ὅτε Ἕλληνες ἦτε, πῶς ἀπήγεσθε ἑλκόμενοι τότε. Εἰ δέ τις καὶ τούτους ὡς πιστοὺς ὑπόπτους εἶναι φαίη, φέρε καὶ ἐκ τῶν ἔξωθεν τοῦτο ὑμῖν ποιήσω φανερόν. Ἄκουσον γοῦν Πλάτωνος λέγοντος οὕτως· Ὥσπερ οἱ χρησμῳδοὶ καὶ  οἱ  θεομάντεις  λέγουσι  μὲν  πολλὰ  καὶ  καλὰ,  ἴσασι δὲ  οὐδὲν  ὧν  λέγουσιν. Ἄκουσον γοῦν καὶ ἑτέρου ποιητοῦ τὰ αὐτὰ ἐνδεικνυμένου. Ἐπειδὴ γὰρ τελεταῖς τισι καὶ μαγγανείαις  κατέδησε δαίμονά τις εἰς ἄνθρωπον; καὶ ἐμαντεύετο ἐκεῖνος, καὶ μαντευόμενος  ἐῤῥιπτεῖτο καὶ ἐσπαράττετο, καὶ ἐνεγκεῖν  τοῦ δαίμονος τὴν ὁρμὴν οὐκ ἠδύνατο, ἀλλ' ἔμελλε διασπώμενος οὕτως ἀπόλλυσθαι, τοῖς τὰ τοιαῦτα μαγγανεύουσί φησι· Λύσατε λοιπὸν, ἄνακτα βροτὸς θεὸν οὐκέτι χωρεῖ· καὶ πάλιν, Λύσατέ  μοι   στεφάνους,   καί   μευ  πόδας   ὕδατι   λευκῷ   Ῥάνατε,   καὶ   γραμμὰς ἀπαλείψατε, καί γε μολοῖμι. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα (καὶ γὰρ ἔστι πολλῷ  πλείονα εἰπεῖν), ἀμφότερα ταῦτα ἡμῖν ἐνδείκνυται, καὶ τὴν ἀνάγκην ᾗ κατεχόμενοι δουλεύουσιν οἱ δαίμονες, καὶ τὴν βίαν ἣν ὑπομένοντες οἱ καθάπαξ ἑαυτοὺς ἐκδόντες αὐτοῖς, καὶ τῶν κατὰ φύσιν ἐξίστανται φρενῶν. Καὶ ἡ Πυθία δέ· ἀναγκάζομαι γὰρ καὶ ἑτέραν αὐτῶν ἀσχημοσύνην ἐκπομπεῦσαι νῦν, ἣν καλὸν μὲν ἦν παρελθεῖν διὰ τὸ ἡμῖν ἀπρεπὲς εἶναι τὰ τοιαῦτα λέγειν· ὥστε δὲ σαφέστερον αὐτῶν μαθεῖν τὴν αἰσχύνην, ἀναγκαῖον  εἰπεῖν, ἵνα κἀντεῦθεν  μάθητε τὴν παράνοιαν, καὶ τὸν πολὺν γέλωτα τῶν τοῖς μάντεσι κεχρημένων· λέγεται τοίνυν αὕτη ἡ Πυθία γυνή τις οὖσα ἐπικαθῆσθαι τῷ τρίποδί ποτε τοῦ Ἀπόλλωνος, διαιροῦσα τὰ σκέλη· εἶθ' οὕτω πνεῦμα πονηρὸν  κάτωθεν  ἀναδιδόμενον,  καὶ  διὰ  τῶν  γεννητικῶν   αὐτῆς  διαδυόμενον μορίων πληροῦν τὴν γυναῖκα  τῆς μανίας, καὶ ταύτην τὰς τρίχας λύουσαν λοιπὸν ἐκβακχεύεσθαί  τε, καὶ  ἀφρὸν  ἐκ τοῦ  στόματος ἀφιέναι,  καὶ  οὕτως  ἐν  παροινίᾳ γενομένην  τὰ τῆς μανίας φθέγγεσθαι ῥήματα. Οἶδα ὅτι ᾐσχύνθητε καὶ ἠρυθριάσατε ταῦτα ἀκούσαντες· ἀλλ' ἐκεῖνοι καὶ μέγα φρονοῦσι καὶ διὰ τὴν ἀσχημοσύνην καὶ διὰ τὴν  μανίαν  ταύτην. 

βʹ. Ταῦτα οὖν  καὶ  τὰ  τοιαῦτα  ὁ Παῦλος ἅπαντα  ἀνακινῶν ἔλεγεν·  Οἴδατε, ὅτι  ὅτε  ἔθνη  ἦτε,  πρὸς  τὰ  εἴδωλα  τὰ  ἄφωνα,  ὡς  ἂν  ἤγεσθε, ἀπαγόμενοι. Καὶ ἐπειδὴ πρὸς εἰδότας διελέγετο, οὐ τίθησι πάντα μετὰ ἀκριβείας, μὴ βουλόμενος  αὐτοῖς  ἐνοχλεῖν,  ἀλλ'  ἀναμνήσας  μόνον  καὶ  εἰς  ἔννοιαν  ἁπάντων αὐτοὺς ἀγαγὼν, ἀπαλλάττεται ταχέως, πρὸς τὸ προκείμενον ἐπειγόμενος. Τί δέ ἐστι, Πρὸς τὰ εἴδωλα τὰ ἄφωνα; Οὗτοι οἱ μάντεις πρὸς ἐκεῖνα ἤγοντο ἑλκόμενοι. Εἰ δὲ αὐτὰ ἄφωνα, πῶς ἐκείνοις ἐκέχρηντο; τίνος δὲ ἕνεκεν τοῖς ξοάνοις αὐτοὺς προσῆγεν ὁ δαίμων ὡς αἰχμαλώτους καὶ δεσμίους; Ὁμοῦ δὲ καὶ τὴν πλάνην πιθανὴν ἐργαζόμενος. Ἵνα γὰρ μὴ δόξῃ ὁ λίθος  ἄφωνος  εἶναι,  ἐσπούδαζεν τοῖς εἰδώλοις προσηλοῦν  τοὺς  ἀνθρώπους,  ἵνα  τὰ  αὐτῶν  ἐκείνοις  ἐπιγράφηται.  Ἀλλ'  οὐ  τὰ ἡμέτερα τοιαῦτα. Ἀλλ' οὐκ ἔθηκε τὰ ἡμέτερα, τὰ τῶν προφητῶν λέγω· καὶ γὰρ δῆλα ἦν αὐτοῖς ἅπαντα, καὶ ἐν αὐτοῖς προεφήτευον, ὡς αὐτοῖς πρέπον ἦν, μετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης. ∆ιά τοι τοῦτο καὶ τοῦ εἰπεῖν καὶ τοῦ μὴ εἰπεῖν ἦσαν κύριοι· οὐ γὰρ ἀνάγκῃ κατείχοντο,  ἀλλ' ἐξουσίᾳ ἦσαν τετιμημένοι.  ∆ιὰ τοῦτο καὶ Ἰωνᾶς ἔφυγε, διὰ τοῦτο καὶ Ἰεζεκιὴλ ἀνεβάλλετο, διὰ τοῦτο καὶ Ἱερεμίας παρῃτεῖτο. Ὁ δὲ Θεὸς οὐ μετὰ ἀνάγκης  αὐτοὺς ὤθει, ἀλλὰ συμβουλεύων, παραινῶν,  ἀπειλῶν,  οὐ σκοτῶν τὴν διάνοιαν. ∆αίμονος μὲν γὰρ ἴδιον, τὸ θόρυβον καὶ μανίαν  ποιεῖν καὶ πολὺν  τὸν ζόφον, Θεοῦ δὲ, τὸ φωτίζειν  καὶ μετὰ συνέσεως διδάσκειν τὰ δέοντα. Πρώτη μὲν οὖν διαφορὰ αὕτη μάντεως καὶ προφήτου· δευτέρα δὲ ἑτέρα, ἣν ἐφεξῆς τίθησι, λέγων· ∆ιὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν. Εἶτα καὶ ἑτέρα· Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.   Ὅταν   ἴδῃς,   φησὶν,   τινὰ   μὴ   φθεγγόμενον    τὸ   ὄνομα   αὐτοῦ,   ἢ   καὶ ἀναθεματίζοντα,  μάντις  ἐστί. Πάλιν, ὅταν  ἴδῃς ἕτερον μετὰ τοῦ ὀνόματος  αὐτοῦ πάντα   φθεγγόμενον,   νόησον  ὅτι  πνευματικός   ἐστι.  Τί  οὖν,  φησὶ,  περὶ  τῶν κατηχουμένων  ἂν εἴποιμεν; εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, τί ἂν εἴποιμεν περὶ τούτων, ὀνομαζόντων  μὲν αὐτοῦ τὸ ὄνομα, Πνεύματος δὲ ἀπεστερημένων; Ἀλλ' οὐ περὶ τούτων ὁ λόγος αὐτῷ νῦν· οὐ γὰρ ἦσαν κατηχούμενοι τότε· ἀλλὰ περὶ πιστῶν καὶ ἀπίστων. Τί οὖν οὐδεὶς δαίμων ὀνομάζει τὸν Θεόν; οὐχὶ οἱ δαιμονῶντες  ἔλεγον,  Οἴδαμέν σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ; οὐχὶ Παύλῳ  ἔλεγον,  Οὗτοι οἱ  ἄνθρωποι  δοῦλοι  τοῦ  Θεοῦ τοῦ  ὑψίστου  εἰσίν;  Ἀλλὰ μαστιζόμενοι,  ἀλλ'  ἀναγκαζόμενοι·  ἑκόντες  δὲ  καὶ  μὴ  μαστιγούμενοι,  οὐδαμοῦ. Ἄξιον  δὲ  ἐνταῦθα  ζητῆσαι, διὰ  τί  καὶ  ὁ δαίμων  ταῦτα  ἐφθέγγετο,  καὶ  Παῦλος ἐπετίμησε. Τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος· καὶ γὰρ καὶ ὁ Χριστὸς ἐπετίμησεν· οὐδὲ γὰρ ἐβούλετο παρ' ἐκείνων τὴν μαρτυρίαν ἔχειν. Τίνος δὲ ἕνεκεν καὶ ὁ δαίμων  ἐποίει  τοῦτο; Βουλόμενος συγχεῖν  τῶν  πραγμάτων  τὴν  τάξιν,  καὶ ἁρπάσαι τῶν  ἀποστόλων τὸ ἀξίωμα, καὶ πεῖσαι πολλοὺς προσέχειν αὐτῷ· ὅπερ εἰ ἐγεγόνει, ῥᾳδίως ἂν ἐντεῦθεν ἀξιόπιστοι φανέντες, καὶ τὰ παρ' ἑαυτῶν ἐπεισήγαγον ἄν. Ἵν' οὖν μὴ τοῦτο γένηται  μηδὲ ἀρχὴν ἡ ἀπάτη λάβῃ, καὶ τὰ ἀληθῆ λέγοντας ἐπιστομίζει, ὥστε ἐν τοῖς ψεύδεσι μηδ' ὅλως τινὰ αὐτοῖς προσέχειν, ἀλλὰ καθόλου πρὸς τὰ λεγόμενα παρ' αὐτῶν ἀποφράττειν τὰς ἀκοάς. ∆ήλους τοίνυν ποιήσας τοὺς μάντεις καὶ τοὺς προφήτας ἀπό τε τοῦ προτέρου καὶ τοῦ δευτέρου σημείου, λοιπὸν περὶ τῶν θαυμάτων  διαλέγεται, οὐχ ἁπλῶς εἰς τοῦτον παρελθὼν  τὸν λόγον, ἀλλ' ὥστε τὴν ἐντεῦθεν  γενομένην  διάστασιν ἀνελεῖν,  καὶ πεῖσαι καὶ τοὺς τὸ ἔλαττον ἔχοντας μὴ ἀλγεῖν, καὶ τοὺς τὰ μείζονα κεκτημένους μὴ ἐπαίρεσθαι. ∆ιὸ καὶ οὕτως ἤρξατο· ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ θεραπεύει πρῶτον τὸν τὸ ἔλαττον ἔχοντα χάρισμα, καὶ διὰ τοῦτο ἀλγοῦντα. Τίνος γὰρ ἕνεκεν, φησὶν, ἀθυμεῖς; ὅτι  οὐκ ἔλαβες  ὅσον ἕτερος; ἀλλ' ἐννόησον  ὅτι  χάρισμά ἐστι, καὶ  οὐκ ὀφειλὴ, καὶ παραμυθήσῃ τὴν ὀδύνην. ∆ιὰ τοῦτο εὐθέως εἶπεν οὕτω· ∆ιαιρέσεις δὲ χαρισμάτων  εἰσί. Καὶ οὐκ εἶπε, σημείων, οὐδὲ, θαυμάτων,  ἀλλὰ, χαρισμάτων, τῷ ὀνόματι τῆς δωρεᾶς πείθων μὴ μόνον μὴ ἀλγεῖν, ἀλλὰ καὶ χάριν εἰδέναι. Καὶ μετὰ τούτου κἀκεῖνο λογίζου, φησὶν, ὅτι εἰ καὶ τῷ μέτρῳ ἠλάττωσαι τοῦ δοθέντος, τῷ καταξιωθῆναι λαβεῖν ἐκεῖθεν, ὅθεν καὶ ὁ τὸ πλέον λαβὼν, τὴν ἴσην ἔχεις τιμήν. Οὐ γὰρ δή που ἔχοις ἂν εἰπεῖν, ὅτι ἐκείνῳ μὲν ἐχαρίσατο τὸ Πνεῦμα, σοὶ δὲ ἄγγελος· καὶ γὰρ σοὶ κἀκείνῳ τὸ Πνεῦμα. ∆ιὸ ἐπήγαγε, Τὸ δὲ αὐτὸ Πνεῦμα.

γʹ. Ὥστε εἰ καὶ ἐν τῇ δόσει διαφορὰ, ἀλλ' οὐκ ἐν τῷ δεδωκότι διαφορά· ἀπὸ γὰρ τῆς αὐτῆς πηγῆς καὶ σὺ κἀκεῖνος ἀρύεσθε. Καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Λιπαίνων γὰρ τὴν παραμυθίαν, καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα προστίθησι. Καὶ ἑτέρῳ πάλιν ὀνόματι καλεῖ τὰς δωρεὰς ταύτας, πλείονα κἀντεῦθεν  παραμυθίαν ἐπινοῶν· διὸ καὶ οὕτως εἶπε, ∆ιαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Ὁ μὲν γὰρ χάρισμα ἀκούσας, καὶ ἔλαττον λαβὼν, ἴσως ἂν ἀλγήσῃ· ὁ δὲ διακονίαν, οὐχ ὁμοίως· πόνου γὰρ ἐνδεικτικὸν τὸ  πρᾶγμα  καὶ  ἱδρῶτος.  Τί  τοίνυν  ἀλγεῖς,  φησὶν,  εἰ  ἕτερον  πλείονα  πονῆσαι ἐκέλευσε, σοῦ φεισάμενος; Καὶ διαιρέσεις ἐνεργημάτων  εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον.  Καὶ τί  ἐστιν  ἐνέργημα;   τί  δὲ  χάρισμα; φησί·  τί  δὲ  διακονία; Ὀνομάτων  διαφοραὶ  μόνον,  ἐπεὶ πράγματα τὰ αὐτά. Ὃ γάρ ἐστι χάρισμα, τοῦτο διακονία, τοῦτο καὶ ἐνέργειαν λέγει· Τὴν γὰρ διακονίαν σου, φησὶ, πληροφόρησον· καὶ, Τὴν διακονίαν  μου δοξάζω. Καὶ Τιμοθέῳ γράφων  φησί· ∆ι' ἣν αἰτίαν ἀναμιμνήσκω  σε ἀναζωπυρεῖν  τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοί· καὶ Γαλάταις πάλιν ἐπιστέλλων ἔλεγεν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Ὁρᾷς ὅτι οὐδεμίαν διαφορὰν  δείκνυσιν  ἐν ταῖς δωρεαῖς Πατρὸς καὶ Πνεύματος ἁγίου; οὐ τὰς ὑποστάσεις συναλείφων, μὴ γένοιτο, ἀλλὰ τῆς οὐσίας τὴν ὁμοτιμίαν ἐμφαίνων. Ὅπερ γὰρ τὸ Πνεῦμα χαρίζεται, τοῦτο καὶ τὸν Θεὸν ἐνεργεῖν, τοῦτο καὶ τὸν Υἱὸν διατάττειν  καὶ παρέχειν  φησί. Καίτοι γε εἰ ἔλαττον  ἦν τοῦτο ἐκείνου, ἢ ἐκεῖνο τούτου, οὐκ ἂν οὕτως αὐτὸ τέθεικεν, οὐδ' ἂν ταύτῃ παρεμυθήσατο τὸν  ἀλγοῦντα.  Μετὰ δὲ  ταῦτα  καὶ  ἑτέρῳ  τινὶ  τρόπῳ  αὐτὸν  παρακαλεῖ,  τῷ  καὶ συμφέρειν  αὐτῷ  τὸ  δοθὲν  μέτρον,  εἰ  καὶ  ἔλαττον  εἴη.  Εἰπὼν  γὰρ, ὅτι  Τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Κύριος, καὶ ὁ αὐτὸς Θεὸς, καὶ ταύτῃ αὐτὸν ἀνακτησάμενος, ἐπάγει πάλιν ἑτέραν παράκλησιν, οὕτω λέγων, Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον. Ἵνα γὰρ μὴ λέγῃ τις, Τί γὰρ, εἰ καὶ ὁ αὐτὸς Κύριος, καὶ τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Θεός; ἀλλ' ἐγὼ ἔλαττον ἔλαβον· φησὶν, ὅτι οὕτω συνέφερε. Φανέρωσιν δὲ Πνεύματος τὰ σημεῖα καλεῖ, εἰκότως. Ἐμοὶ μὲν γὰρ τῷ πιστῷ δῆλος ὁ Πνεῦμα ἔχων ἀπὸ τοῦ βαπτισθῆναι· τῷ δὲ ἀπίστῳ οὐδαμόθεν ἔσται τοῦτο καταφανὲς, ἀλλ' ἢ ἀπὸ τῶν σημείων· ὥστε κἀντεῦθεν πάλιν οὐ μικρὰ παραμυθία. Εἰ γὰρ καὶ τὰ χαρίσματα διάφορα, ἀλλ'  ἡ ἔνδειξις  μία· κἂν γὰρ πολὺ ἔχῃς, κἂν  ὀλίγον,  ὁμοίως  εἶ δῆλος.  Ὥστε εἰ τοῦτο  σπουδάζεις ἐπιδείξασθαι, ὅτι Πνεῦμα ἔχεις, ἀρκοῦσαν ἔχεις τὴν ἀπόδειξιν. Ὅταν οὖν καὶ εἷς ὁ δεδωκὼς  ᾖ καὶ χάρισμα τὸ  δοθὲν,  καὶ  ἡ  φανέρωσις  κἀντεῦθεν  γίνηται,  καὶ  τοῦτο  μᾶλλόν  σοι συμφέρῃ, μὴ ἄλγει ὡς καταφρονηθείς.  Οὐ γὰρ ἀτιμάζων  σε ὁ Θεὸς, οὐδὲ καταδεέστερον ἑτέρου ἀποφαίνων ἐποίησεν, ἀλλὰ φειδόμενός σου, καὶ τὸ λυσιτελές σοι σκοπῶν. Τὸ γὰρ μεῖζον λαβεῖν τὸν οὐ δυνάμενον ἐνεγκεῖν, τοῦτο καὶ ἀσύμφορον καὶ βλάβην ἔχον καὶ ἀθυμίας ἄξιον. Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἐν τῷ αὐτῷ Πνεύματι. Ὁρᾷς πῶς πανταχοῦ ταύτην ποιεῖται τὴν προσθήκην, Ἐν τῷ αὐτῷ Πνεύματι, λέγων, καὶ, Κατὰ τὸ αὐτὸ Πνεῦμα; οἶδε γὰρ μεγάλην οὖσαν τὴν ἐντεῦθεν παράκλησιν. Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων,  ἄλλῳ  δὲ προφητεῖαι,  ἄλλῳ  δὲ διακρίσεις πνευμάτων,  ἑτέρῳ  δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ἐπειδὴ γὰρ ἐν τούτῳ μέγα ἐφρόνουν, διὰ τοῦτο αὐτὸ ὕστερον τέθεικε, καὶ ἐπήγαγε· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Τὸ φάρμακον τὸ καθολικὸν τῆς παραμυθίας, τὸ ἐκ τῆς αὐτῆς ῥίζης, ἐκ τῶν αὐτῶν  θησαυρῶν, ἐκ τῶν  αὐτῶν  ναμάτων  πάντας  λαμβάνειν.  ∆ιὸ καὶ  συνεχῶς ἐπαντλῶν    τῷ   ῥήματι   τούτῳ   τὴν   δοκοῦσαν   ἀνωμαλίαν    εἶναι,   ἐξισοῖ   καὶ παραμυθεῖται. Καὶ ἀνωτέρω  μὲν καὶ τὸ Πνεῦμα καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα δεί  κνυσι χορηγοῦντα τὰ χαρίσματα· ἐνταῦθα δὲ τὸ Πνεῦμα εἰπὼν ἠρκέσθη, ἵνα μάθῃς κἀντεῦθεν πάλιν τὴν αὐτὴν ἀξίαν οὖσαν. Τί δέ ἐστι, Λόγος σοφίας; Ὃν εἶχεν ὁ Παῦλος, ὃν εἶχεν Ἰωάννης  ὁ υἱὸς τῆς βροντῆς. Τί δὲ, Λόγος γνώσεως; Ὃν εἶχον οἱ πολλοὶ τῶν πιστῶν, γνῶσιν μὲν ἔχοντες, διδάσκειν δὲ οὕτως οὐ δυνάμενοι, οὐδὲ εἰς ἕτερον εὐκόλως ἐξενεγκεῖν, ἅπερ ᾔδεσαν. Ἑτέρῳ δὲ πίστις· πίστιν οὐ ταύτην λέγων τὴν τῶν  δογμάτων,  ἀλλὰ τὴν τῶν  σημείων, περὶ ἧς ὁ Χριστός φησιν· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται. Καὶ οἱ ἀπόστολοι δὲ περὶ αὐτῆς ἠξίουν λέγοντες, Πρόσθες ἡμῖν πίστιν. Αὕτη γὰρ μήτηρ τῶν σημείων ἐστίν. Ἐνεργήματα δὲ δυνάμεων  κεκτῆσθαι, καὶ χαρίσματα ἰαμάτων, οὐκ ἔστι ταὐτόν. Ὁ μὲν γὰρ ἔχων χάρισμα ἰαμάτων, ἐθεράπευε μόνον· ὁ δὲ ἐνεργήματα δυνάμεων  κεκτημένος, καὶ ἐτιμωρεῖτο. ∆ύναμις γάρ ἐστιν οὐ τὸ ἰάσασθαι μόνον, ἀλλὰ καὶ τὸ κολάσαι, ὥσπερ ὁ Παῦλος ἐπήρωσεν, ὥσπερ ὁ Πέτρος ἀνεῖλεν. Ἄλλῳ δὲ προφητεῖαι,  ἄλλῳ  δὲ  διακρίσεις  πνευμάτων.  Τί ἐστι, ∆ιακρίσεις πνευμάτων;  Τὸ εἰδέναι  τίς  ὁ πνευματικὸς,  καὶ τίς  ὁ μὴ πνευματικός·  τίς  ὁ προφήτης,  καὶ τίς  ὁ ἀπατεών·  ὃ  καὶ  Θεσσαλονικεῦσιν ἔλεγε,  Προφητείας  μὴ  ἐξουθενεῖτε·  πάντα  δὲ δοκιμάζοντες,  τὸ καλὸν  κατέχετε.  Καὶ γὰρ πολλὴ  τότε  τῶν  ψευδοπροφητῶν  ἦν διαφθορὰ,  τοῦ  διαβόλου  φιλονεικοῦντος  παρυποστῆσαι  τῇ  ἀληθείᾳ  τὸ  ψεῦδος. Ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ὁ μὲν γὰρ ᾔδει τὸ τί ἔλεγεν αὐτὸς, ἑτέρῳ δὲ ἑρμηνεῦσαι οὐκ ἠδύνατο· ὁ δὲ καὶ ἀμφότερα ταῦτα ἐκέκτητο, ἢ τούτων θάτερον.

 δʹ. Ἐδόκει δὲ τοῦτο χάρισμα μέγα εἶναι, ἐπειδὴ καὶ πρῶτον αὐτὸ ἔλαβον οἱ ἀπόστολοι, καὶ παρὰ Κορινθίοις οἱ πλείους  τοῦτο ἐκέκτηντο· ὁ δὲ τῆς διδασκαλίας λόγος οὐχ οὕτω. ∆ιὸ ἐκεῖνο μὲν πρῶτον τίθησιν, ὕστερον δὲ τοῦτο. Καὶ γὰρ  καὶ  τοῦτο  δι'  ἐκεῖνο,  καὶ  τὰ  ἄλλα  πάντα,  καὶ  προφητεῖαι  καὶ  ἐνεργήματα δυνάμεων καὶ γένη γλωσσῶν καὶ ἑρμηνεία γλωσσῶν· οὐδὲν γὰρ τούτου ἴσον· διὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες  ἐν λόγῳ καὶ διδασκαλίᾳ. Καὶ τῷ Τιμοθέῳ ἐπέστελλε λέγων· Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ· μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. Ὁρᾷς πῶς καὶ χάρισμα αὐτὸ καλεῖ; Εἶτα ἣν ἀνωτέρω τέθεικε παραμυθίαν εἰπὼν, Τὸ αὐτὸ Πνεῦμα, ταύτην καὶ ἐνταῦθα τίθησι λέγων· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ  ἐπιστομίζει  τὸν  ἀντιλέγοντα   ἐνταῦθα  λέγων,  ∆ιαιροῦν  ἰδίᾳ  ἑκάστῳ, καθὼς βούλεται. ∆εῖ γὰρ καὶ ἐπιστύφειν,  οὐχὶ θεραπεύειν  μόνον, ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους  ποιεῖ,  ὅταν  λέγῃ·  Σὺ τίς  εἶ, ὁ  ἀνταποκρινόμενος  τῷ  Θεῷ; Οὕτω καὶ ἐνταῦθα, ∆ιαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Καὶ ὃ τοῦ Πατρὸς ἦν, τοῦτο καὶ τοῦ Πνεύματος ἔδειξεν ὄν. Ὥσπερ γὰρ περὶ αὐτοῦ φησιν, Ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, οὕτω καὶ περὶ τοῦ Πνεύματος· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Ἀλλ' ἐνεργούμενον, φησὶν, ὑπὸ τοῦ Θεοῦ. Ἀλλ' οὐδαμοῦ τοῦτο εἴρηκεν, ἀλλὰ σὺ τοῦτο πλάττεις. Ὅταν γὰρ λέγῃ, Ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, περὶ ἀνθρώπων  τοῦτο λέγει· οὐ δήπου μετὰ τῶν ἀνθρώπων  καὶ τὸ Πνεῦμα ἀριθμεῖ, κἂν μυριάκις ᾖς παραπαίων, κἂν μυριάκις μαινόμενος. Ἐπειδὴ γὰρ εἶπε, ∆ιὰ τοῦ Πνεύματος, ἵνα τὸ διὰ τοῦτο μὴ νομίσῃς ἐλαττώσεως  εἶναι μηδὲ τοῦ ἐνεργεῖσθαι, ἐπήγαγεν,  ὅτι  Ἐνεργεῖ  τὸ  Πνεῦμα, οὐκ  ἐνεργεῖται,  καὶ  ἐνεργεῖ  ὡς  βούλεται,  οὐ καθὼς  κελεύεται.  Καθάπερ γὰρ περὶ  τοῦ  Πατρὸς ὁ Υἱὸς λέγει,  ὅτι  Ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, ὁμοίως καὶ περὶ ἑαυτοῦ, ὅτι Οὓς θέλει ζωοποιεῖ· οὕτω καὶ περὶ τοῦ Πνεύματος, ἀλλαχοῦ μὲν ὅτι μετ' ἐξουσίας πάντα ποιεῖ, καὶ τὸ κωλύον οὐδέν (τὸ γὰρ, Ὅπου θέλει πνεῖ, εἰ καὶ περὶ τοῦ ἀνέμου εἴρηται, τούτου ἐστὶ κατασκευαστικόν)· ἐνταῦθα  δὲ, ὅτι  Πάντα ἐνεργεῖ  καθὼς  βούλεται.  Καὶ ἑτέρωθεν  δὲ ὅτι  οὐχὶ  τῶν ἐνεργουμένων  ἐστὶν, ἀλλὰ τῶν ἐνεργούντων,  μάνθανε. Τίς γὰρ οἶδε, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὅτι δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τουτέστιν, ἡ ψυχὴ, οὐ δεῖται ἐνεργείας, ἵνα εἰδῇ τὰ ἑαυτῆς, παντί που δῆλον· οὐκοῦν οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα εἰδῇ τὰ τοῦ Θεοῦ. Οὕτω γάρ φησι· Τὰ τοῦ Θεοῦ οἶδεν ἀπόῤῥητα τὸ Πνεῦμα τὸ ἅγιον,  ὡς  ἡ  ψυχὴ  τοῦ  ἀνθρώπου  τὰ  ἀπόῤῥητα τὰ  ἑαυτῆς.  Εἰ δὲ  εἰς  τοῦτο  οὐκ ἐνεργεῖται, πολλῷ μᾶλλον τὸ ἐπιστάμενον τοῦ Θεοῦ τὰ βάθη, καὶ οὐκ ἐνεργούμενον εἰς τὸ δοῦναι χαρίσματα τοῖς ἀποστόλοις, ἐνεργείας οὐκ ἂν ἐδεήθη. Χωρὶς δὲ τούτων κἀκεῖνο, ὅπερ ἔμπροσθεν εἶπον, ἐρῶ καὶ νῦν. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ ἔλαττον  τὸ Πνεῦμα καὶ ἑτέρας οὐσίας, οὐδὲν ἂν ὤνησεν ἡ παραμυθία, οὐδὲ τὸ ἀκοῦσαι τὸ αὐτὸ Πνεῦμα.  Ὁ  μὲν  γὰρ  παρὰ  τοῦ  βασιλέως  λαβὼν   μεγίστην   ἂν  ταύτην   σχοίη παραμυθίαν, ὅτι αὐτὸς αὐτῷ ἔδωκεν· ὁ δὲ παρὰ τοῦ δούλου, τότε μᾶλλον ἀλγεῖ, ὅταν τοῦτό τις αὐτῷ προσενέγκῃ· ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ τῆς δουλικῆς, ἀλλὰ τῆς βασιλικῆς οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον. ∆ιόπερ καθάπερ παρεμυθήσατο αὐτοὺς εἰπὼν, ὅτι ∆ιαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων, ὁ δὲ αὐτὸς  Θεός· οὕτω  καὶ  ἀνωτέρω  εἰπὼν,  ∆ιαιρέσεις χαρισμάτων  εἰσὶ, τὸ  δὲ  αὐτὸ Πνεῦμα· καὶ  μετὰ  ταῦτα  πάλιν  εἰπὼν,  Πάντα δὲ  ταῦτα  ἐνεργεῖ  ἓν  καὶ  τὸ  αὐτὸ Πνεῦμα, διαιροῦν  ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Μὴ τοίνυν  ἀλύωμεν,  φησὶ, μηδὲ ἀλγῶμεν λέγοντες, ∆ιὰ τί τὸ ἔλαβον καὶ τὸ οὐκ ἔλαβον; μηδὲ εὐθύνας ἀπαιτῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ οἶδας ὅτι ἀπὸ κηδεμονίας ἐχαρίσατο, ἐννοήσας ὅτι ἀπὸ τῆς αὐτῆς κηδεμονίας καὶ τὸ μέτρον ἔδωκε, στέργε καὶ χαῖρε ὑπὲρ ὧν ἔλαβες· καὶ μὴ δυσχέραινε ὑπὲρ ὧν οὐκ εἴληφας, ἀλλὰ καὶ ὁμολόγει χάριν, ὅτι μὴ μείζονα ἔλαβες τῆς δυνάμεως τῆς σῆς.

 εʹ. Εἰ δὲ ἐν τοῖς πνευματικοῖς οὐ χρὴ περιεργάζεσθαι, πολλῷ μᾶλλον ἐν τοῖς σαρκικοῖς, ἀλλ' ἡσυχάζειν, καὶ μὴ πολυπραγμονεῖν,  διὰ τί ὁ δεῖνα πλούσιος, ὁ δεῖνα δὲ πένης. Μάλιστα μὲν γὰρ οὐχ ἕκαστος ἀπὸ Θεοῦ πλουτεῖ, ἀλλὰ πολλοὶ καὶ ἐξ ἀδικίας καὶ ἁρπαγῆς καὶ πλεονεξίας. Ὁ γὰρ κελεύσας μὴ πλουτεῖν, πῶς ἂν ἔδωκεν ὅπερ ἐκώλυσε μὴ λαβεῖν; Ἵνα δὲ ἐκ πλείονος ἐπιστομίσω τῆς περιουσίας τοὺς ὑπὲρ τούτων ἀντι  λέγοντας ἡμῖν, φέρε ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, ἡνίκα παρὰ τοῦ Θεοῦ ὁ πλοῦτος ἐδίδοτο, καὶ ἀπόκριναί μοι· τίνος ἕνεκεν ὁ Ἀβραὰμ ἐπλούτει, ὁ δὲ Ἰακὼβ καὶ ἄρτου ἐδεῖτο; οὐχὶ δίκαιος καὶ οὗτος ἦν, καὶ ἐκεῖνος; οὐχὶ ὁμοίως περὶ τῶν  τριῶν  φησιν Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ; διὰ τί τοινυν ὁ μὲν ἐπλούτει, ὁ δὲ ἐθήτευε; μᾶλλον δὲ διὰ τί ὁ μὲν Ἡσαῦ ἐπλούτει, ἄδικος ὢν καὶ ἀδελφοκτόνος, οὗτος δὲ ἐν δουλείᾳ ἦν χρόνον τοσοῦτον; διὰ τί πάλιν ὁ μὲν Ἰσαὰκ  μετὰ  ἀδείας  ἔζησε  τὸν  ἅπαντα   χρόνον,   ὁ  δὲ  Ἰακὼβ  ἐν  μόχθοις   καὶ ταλαιπωρίαις· διὸ καὶ ἔλεγε, Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου. ∆ιὰ τί ὁ μὲν ∆αυῒδ προφήτης ὢν καὶ βασιλεὺς, καὶ αὐτὸς τὸν ἅπαντα χρόνον ἐν πόνοις ἔζησεν· ὁ δὲ Σολομὼν ὁ υἱὸς τούτου τεσσαράκοντα ἔτη πάντων  ἀνθρώπων  ἀδεέστερον διῆγεν, εἰρήνης ἀπολαύων  βαθείας, δόξης, τιμῆς, καὶ τρυφῆς ἅπαν ἐπιὼν εἶδος; τί δήποτε καὶ ἐν τοῖς προφήταις ὁ μὲν μειζόνως, ὁ δὲ ἐλαττόνως  ἐθλίβετο; Ὅτι ἑκάστῳ οὕτω συμφέρον ἦν. ∆ιὸ ἑκάστῳ ἀντιλέγειν  χρὴ, Τὰ κρίματά σου ἄβυσσος πολλή. Εἰ γὰρ τοὺς μεγάλους ἐκείνους καὶ θαυμαστοὺς οὐχ ὁμοίως ἐγύμναζεν  ὁ Θεὸς, ἀλλὰ τὸν μὲν διὰ πενίας, τὸν δὲ διὰ πλούτου, καὶ τὸν μὲν δι' ἀνέσεως, τὸν δὲ διὰ θλίψεως, πολλῷ μᾶλλον νῦν ταῦτα ἐννοεῖν χρή. Μετὰ δὲ τούτου κἀκεῖνο λογίζεσθαι δεῖ, ὅτι πολλὰ  τῶν  συμβαινόντων  οὐ  κατὰ  τὴν  αὐτοῦ  γίνεται  γνώμην,  ἀλλ'  ἀπὸ  τῆς ἡμετέρας κακίας. Μὴ τοίνυν  λέγε, ∆ιὰ τί ὁ μὲν πλούσιος φαῦλος  ὢν, ὁ δὲ πένης δίκαιος ὤν; Μάλιστα μὲν γὰρ καὶ τούτων ἔστι δοῦναι λόγον, καὶ εἰπεῖν· Ὅτι οὔτε ὁ δίκαιος ἀπὸ τῆς πενίας ἔχει τι βλάβος, ἀλλὰ καὶ μείζονα προσθήκην εὐδοκιμήσεως, καὶ ὁ κακὸς ἐφόδιον τιμωρίας τὸν πλοῦτον, ἂν μὴ μεταβάληται, κέκτηται· καὶ πρὸ τῆς κολάσεως δὲ πολλάκις κακῶν αἴτιος αὐτῷ γέγονεν ὁ πλοῦτος πολλῶν, καὶ εἰς μύρια ἤγαγε  βάραθρα. Ὁ δὲ Θεὸς ἀφίησιν,  ὁμοῦ τε δεικνὺς  τὸ αὐτεξούσιον  τῆς προαιρέσεως, ὁμοῦ τε τοὺς ἄλλους  παιδεύων  μὴ μαίνεσθαι μηδὲ λυττᾷν  περὶ τὰ χρήματα. Τί οὖν, ὅταν πονηρός τις ὢν πλουτῇ, καὶ μηδὲν πάσχῃ δεινόν; φησίν· ἂν μὲν γὰρ ἀγαθὸς ὢν  πλουτῇ, δικαίως· ἂν δὲ πονηρὸς, τί ἐροῦμεν; Ὅτι καὶ ταύτῃ ἐλεεινός· πλοῦτος γὰρ πονηρίᾳ προσγινόμενος ἐπιτρίβει τὸ πάθος. Ἀλλ' ἀγαθός ἐστι, καὶ πένεται; Ἀλλ' οὐδὲν βλάπτεται. Ἀλλὰ πονηρός ἐστι, καὶ πένεται; Οὐκοῦν δικαίως καὶ κατ' ἀξίαν, μᾶλλον δὲ καὶ χρησίμως αὐτῷ. Ἀλλ' ὁ δεῖνα, φησὶ, παρὰ προγόνων ἐδέξατο πλοῦτον, καὶ σκορπίζει τοῦτον εἰς πόρνας καὶ παρασίτους, καὶ οὐδὲν πάσχει δεινόν. Τί φῄς; πορνεύει, καὶ λέγεις, Οὐδὲν πάσχει δεινόν; μεθύει, καὶ νομίζεις αὐτὸν τρυφᾷν; εἰς οὐδὲν δέον δαπανᾷ, καὶ ζηλωτὸν αὐτὸν εἶναι φῄς; καὶ τί χεῖρον γένοιτ' ἂν τούτου τοῦ τὴν  ψυχὴν  λυμαινομένου;  Σὺ δὲ, εἰ μὲν τὸ σῶμα διέστραπτο καὶ πεπήρωτο, μυρίων ἂν ἔφης ἄξιον αὐτὸν εἶναι δακρύων, τὴν δὲ ψυχὴν αὐτοῦ πᾶσαν πεπηρωμένην ὁρῶν, καὶ μακάριον νομίζεις; Ἀλλ' οὐκ αἰσθάνεται, φησί. Καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο πάλιν ἐλεεινὸς, ὥσπερ οἱ παραπαίοντες. Ὁ μὲν γὰρ εἰδὼς, ὅτι νοσεῖ, καὶ  τὸν  ἰατρὸν  ἐπιζητήσει  πάντως,  καὶ φαρμάκων  ἀνέξεται· ὁ δὲ ἀγνοῶν,  οὐδὲ ἀπαλλαγῆναι  δυνήσεται. Τοῦτον οὖν μακαρίζεις; εἰπέ μοι. Ἀλλ' οὐδὲν θαυμαστόν· φιλοσοφίας γὰρ οἱ πλείους ἄπειροι. ∆ιὰ τοῦτο τὴν ἐσχάτην τίνομεν δίκην, κολαζόμενοι, καὶ οὐδὲ ἀπαλλαττόμενοι  τῆς τιμωρίας·  διὰ τοῦτο θυμοὶ καὶ ἀθυμίαι καὶ θόρυβοι διηνεκεῖς, ἐπειδὴ βίον ἄλυπον δείξαντος ἡμῖν τοῦ Θεοῦ, τὸν τῆς ἀρετῆς, ἡμεῖς ταύτην  ἀφέντες,  ἑτέραν  τέμνομεν  ὁδὸν τὴν  τοῦ πλούτου  καὶ τῶν χρημάτων,  τὴν  μυρίων  γέμουσαν κακῶν· καὶ ταὐτὸν  ποιοῦμεν,  ὥσπερ ἂν  εἴ τις σωμάτων οὐκ εἰδὼς διακρίνειν κάλλος, ἀλλὰ τὸ πᾶν τοῖς ἱματίοις τιθέμενος καὶ τῷ περικειμένῳ κόσμῳ, τὴν μὲν ὡραίαν γυναῖκα καὶ φυσικὸν κάλλος κεκτημένην ἰδὼν παραδράμοι·  τὴν  δὲ  αἰσχρὰν  καὶ  δυσειδῆ  καὶ  τὸ  σῶμα  ἀνάπηρον,  καλὰ  ἱμάτια ἔχουσαν θεασάμενος, γυναῖκα ἀγάγοιτο. Τοιοῦτόν τι καὶ νῦν περὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν πάσχουσιν οἱ πολλοὶ, τὴν μὲν αἰσχρὰν φύσει προσιέμενοι διὰ τὸν ἔξωθεν αὐτῆς κόσμον, τὴν δὲ ὡραίαν καὶ εὔμορφον ἀποστρεφόμενοι διὰ τὸ γυμνὸν αὐτῆς κάλλος,  δι' ὃ μάλιστα  αὐτὴν  ἑλέσθαι  ἐχρῆν.   ʹ.  ∆ιὰ τοῦτο  αἰσχύνομαι,  ὅτι  παρ' Ἕλλησι μὲν τοῖς ἀνοήτοις εἰσὶν οἱ ταῦτα φιλοσοφοῦντες, εἰ καὶ μὴ πράγμασιν, ἀλλὰ τῇ γνώμῃ γοῦν τέως, καὶ εἰδότες τὸ τῶν παρόντων ἐπίκηρον· παρ' ἡμῖν δὲ ἔνιοι οὐδὲ ταῦτα ἐπίστανται, ἀλλὰ καὶ τὴν κρίσιν αὐτὴν διεφθαρμένην  ἔχουσι, καὶ ταῦτα ἄνω καὶ κάτω τῆς Γραφῆς ἐπᾳδούσης ἡμῖν καὶ λεγούσης· Ἐξουδένωται ἐνώπιον  αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. Φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλε.  Τὸν  Θεὸν φοβοῦ,  καὶ  τὰς  ἐντολὰς  αὐτοῦ  φύλασσε,  ὅτι  τοῦτο  πᾶς ἄνθρωπος.  Μὴ παραζήλου  ἐν  τοῖς  πονηρευομένοις·  μὴ  φοβοῦ  ὅταν  πλουτήσῃ ἄνθρωπος. Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθ' ἑκάστην ἀκούοντες τὴν ἡμέραν, ἔτι τῇ γῇ προσηλώμεθα. Καὶ καθάπερ παιδία  ἀμαθῆ συνεχῶς  τὰ στοιχεῖα  μανθάνοντα,  ἐπειδὰν  διεσπαρμένως ἐξετάζηται περὶ τῆς ἐκείνων  τάξεως, ἕτερα ἀνθ' ἑτέρου λέγοντα  πολὺν  κινεῖ  τὸν γέλωτα·  οὕτω καὶ ὑμεῖς, ὅταν  μὲν ἐνταῦθα  κατὰ τάξιν  αὐτὰ ὑμῖν  καταλέξωμεν, ὁπωσδήποτε παρακολουθεῖτε· ὅταν δὲ ἔξω διεσπαρμένως ὑμᾶς ἐρωτήσωμεν, ποῖα μὲν πρῶτα, ποῖα δὲ δεύτερα τῶν πραγμάτων τάττειν ἄξιον, καὶ τίνα μετὰ τίνα, οὐκ εἰδότες εἰπεῖν, καταγέλαστοι γίνεσθε. Ἦ οὐ πολλοῦ γέλωτος,  εἰπέ μοι, ἀθανασίαν προσδοκῶντας, καὶ τὰ ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου  ἀνέβη, περὶ τῶν  ἐνταῦθα  μενόντων  φιλονεικεῖν,  καὶ ζηλωτὰ αὐτὰ  εἶναι  νομίζειν;  Εἰ γὰρ  ἔτι  ταῦτα  χρείαν  ἔχεις  μανθάνειν,  ὅτι  οὐδὲν  μέγα πλοῦτος, ὅτι σκιὰ τὰ παρόντα καὶ ὄναρ, ὅτι καπνοῦ δίκην διαλύεται καὶ ἀφίπταται· ἔξω τῶν ἀδύτων στῆθι τέως, ἐν τοῖς προπυλαίοις μένε· οὔπω γὰρ τῆς εἰσόδου τῆς πρὸς τὰ ἄνω βασίλεια ἄξιος γέγονας. Εἰ γὰρ τὴν φύσιν αὐτῶν διακρίνειν οὐκ οἶσθα τὴν  ἄστατον καὶ διηνεκῶς  ῥέουσαν, πότε αὐτῶν  ὑπεριδεῖν  δυνήσῃ; εἰ δὲ λέγεις εἰδέναι, παῦσαι πολυπραγμονῶν  καὶ περιεργαζόμενος, τί δήποτε ὁ δεῖνα πλούσιος, καὶ ὁ δεῖνα πένης. Ταὐτὸν γὰρ ποιεῖς ταῦτα ἐρωτῶν, ὡσανεὶ περιιὼν ἐπυνθάνου, τί δήποτε ὁ δεῖνα λευκὸς καὶ ὁ δεῖνα μέλας, ἢ ὁ δεῖνα γρυπὸς καὶ ὁ δεῖνα σιμός. Ὥσπερ γὰρ οὐδὲν ταῦτα ἡμῖν διαφέρει, ἄν τε οὕτως, ἄν τε ἐκείνως  ἔχῃ, οὕτως  οὐδὲ τὸ πένεσθαι καὶ πλουτεῖν,  καὶ πολλῷ  μᾶλλον  ἢ ἐκεῖνα· ἀλλὰ  τὸ πᾶν παρὰ τὸν τῆς χρήσεως γίνεται τρόπον. Κἂν πένης ᾖς, δύνασαι μετὰ εὐθυμίας ζῇν φιλοσοφῶν· κἂν πλούσιος ᾖς, πάντων ἀθλιώτερος εἶ φεύγων ἀρετήν. Τὰ γὰρ διαφέροντα ἡμῖν ταῦτα, τὰ τῆς ἀρετῆς· κἂν ταῦτα μὴ προσῇ, τῶν ἄλλων οὐδὲν ὄφελος. ∆ιὰ τοῦτο καὶ αἱ πυκναὶ  αὗται ἐρωτήσεις, ὅτι τὰ μὲν ἀδιάφορα διαφέρειν  αὐτοῖς νομίζουσιν, οἱ πολλοὶ, τῶν δὲ διαφερόντων  οὐδένα ποιοῦνται λόγον. Τὸ γὰρ διαφέρον ἡμῖν, ἀρετὴ καὶ φιλοσοφία. Ἐπεὶ οὖν ταύτης πόῤῥω που καὶ μακρὰν ἑστήκατε, διὰ τοῦτο θόρυβος τῶν λογισμῶν, διὰ τοῦτο τὰ πολλὰ κύματα, διὰ τοῦτο ἡ ζάλη. Ὅταν γὰρ τῆς ἄνω δόξης ἐκπέσωσι καὶ τοῦ τῶν οὐρανῶν ἔρωτος, τῆς παρούσης ἐφίενται, καὶ γίνονται δοῦλοι  καὶ αἰχμάλωτοι.  Καὶ πόθεν  ταύτης  ἐφιέμεθα,  φησίν; Ἀπὸ τοῦ μὴ σφόδρα ἐκείνης  ἐφίεσθαι.  Αὐτὸ δὲ τοῦτο  πόθεν  συμβαίνει; Ἀπὸ ῥᾳθυμίας· ἡ δὲ ῥᾳθυμία πόθεν; Ἀπὸ καταφρονήσεως· ἡ δὲ καταφρόνησις πόθεν; Ἐξ ἀνοίας καὶ τοῦ τοῖς  παροῦσι προστετηκέναι,  καὶ  μὴ  βούλεσθαι  τῶν  πραγμάτων  ἐξετάζειν  μετὰ ἀκριβείας τὴν φύσιν. Αὐτὸ δὲ τοῦτο πόθεν συμβαίνει πάλιν; Ἐκ τοῦ μήτε Γραφῶν ἀναγνώσει  προσέχειν,  μήτε  ἀνδράσι συγγίνεσθαι  ἁγίοις,  καὶ  τοὺς  τῶν  πονηρῶν συλλόγους διώκειν.  Ἵν' οὖν μὴ ἀεὶ τοῦτο γίνηται,  καὶ κύματα ἐκ κυμάτων  ἡμᾶς δεχόμενα εἰς τὸ πέλαγος ἀπαγάγῃ τῶν κακῶν καὶ καταπνίξῃ καὶ ἀπολέσῃ πάντῃ, ἕως ἐστὶ καιρὸς, ἀνενέγκωμεν, καὶ ἐπὶ τῆς πέτρας στάντες, τῶν τοῦ Θεοῦ δογμάτων λέγω  καὶ λόγων,  κατίδωμεν  τὸν  σάλον τοῦ παρόντος βίου. Οὕτω γὰρ καὶ αὐτοὶ τοῦτον διαφευξόμεθα, καὶ ἑτέρους ναυαγοῦντας ἀνιμησάμενοι, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |