ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Κ∆ʹ Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος

Παρασκευή 28 Οκτωβρίου 2016

Κ∆ʹ Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος



Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


Κ∆ʹ Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν,  εἰ μὴ ἀνθρώπινος.  Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν, καὶ τὰ ἑξῆς.

αʹ. Ἐπειδήπερ ἐφόβησεν αὐτοὺς ἱκανῶς, τὰ παλαιὰ διηγησάμενος παραδείγματα, καὶ εἰς ἀγωνίαν ἐνέβαλεν, εἰπὼν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ἦσαν δὲ καὶ πειρασμοὺς ἐνηνοχότες πολλοὺς, καὶ γυμνασάμενοι πολλάκις ἐν τούτοις· Καὶ γὰρ ἐν ἀσθενείᾳ, φησὶ, καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· ἵνα μὴ λέγωσι, Τί φοβεῖς ἡμᾶς καὶ δεδίττῃ; οὐκ ἐσμὲν  τούτων  ἀμελέτητοι  τῶν  κακῶν·  καὶ  γὰρ  ἠλάθημεν  καὶ  ἐδιώχθημεν  καὶ πολλοὺς καὶ συνεχεῖς ὑπεμείναμεν κινδύνους·  καταστέλλων αὐτῶν πάλιν τὸ φύσημα, φησὶ, Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν,  εἰ μὴ ἀνθρώπινος·  τουτέστι, μικρὸς, βραχὺς,  σύμμετρος. Τὸ  γὰρ  ἀνθρώπινον   ἐπὶ  τοῦ  μικροῦ  λέγει,  ὡς  ὅταν  λέγῃ· Ἀνθρώπινον  λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν.


Μὴ τοίνυν μέγα φρονεῖτε, φησὶν, ὡς περιγενόμενοι  τοῦ κλυδωνίου·  οὐδέποτε γὰρ εἴδετε κίνδυνον  θάνατον ἀπειλοῦντα, οὐδὲ πειρασμὸν σφαγὴν ἐπανατεινόμενον· ὃ καὶ Ἑβραίοις ἔλεγεν· Οὔπω μέχρις  αἵματος  ἀντικατέστητε  πρὸς τὴν  ἁμαρτίαν  ἀνταγωνιζόμενοι.  Εἶτα ἐπειδὴ ἐφόβησεν,  ὅρα πῶς  πάλιν  αὐτοὺς  ἀνίστησι  μετὰ  τοῦ  πεῖσαι  μετριάζειν,  λέγων· Πιστὸς δὲ  ὁ  Θεὸς, ὃς  οὐκ  ἐάσει  ὑμᾶς  πειρασθῆναι  ὑπὲρ  ὃ  δύνασθε.  Ἄρα  εἰσὶ πειρασμοὶ, οὓς οὐ δυνατὸν ὑπενεγκεῖν. Καὶ τίνες οὗτοι; Πάντες,  ὡς εἰπεῖν· τὸ γὰρ δυνατὸν ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ κεῖται, ἣν διὰ τῆς ἡμετέρας ἐπισπώμεθα γνώμης.∆ιόπερ ἵνα μάθῃς ἀκριβῶς, ὅτι οὐ μόνον ἐκείνους τοὺς ὑπερβαίνοντας  ἡμῶν τὴν δύναμιν,  ἀλλ'  οὐδὲ  τούτους  τοὺς  ἀνθρωπίνους  ἔνι  χωρὶς  τῆς  ἐκεῖθεν  βοηθείαςῥᾳδίως ἐνεγκεῖν,  ἐπήγαγεν· Ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Οὐδὲ γὰρ ἐκείνους τοὺς συμμέτρους, ὅπερ ἔφην, φησὶ, τῇ ἰδίᾳ δυνάμει διοίσομεν· ἀλλὰ κἀνταῦθα τῆς παρ' αὐτοῦ δεόμεθα συμμαχίας, ὥστε αὐτοὺς διεξελθεῖν, καὶ πρὶν ἢ διεξελθεῖν, ἐνεγκεῖν. Αὐτὸς γὰρ καὶ τὴν ὑπομονὴν δίδωσι, καὶ τὴν ταχεῖαν ἀπαλλαγὴν  ἐπάγει, ὥστε καὶ ταύτῃ φορητὸν γενέσθαι τὸν πειρασμόν.Τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν· καὶ πάντα  αὐτῷ  ἀνατίθησι.  ∆ιόπερ, ἀδελφοί  μου, φεύγετε  ἀπὸ  τῆς  εἰδωλολατρείας. Πάλιν αὐτοὺς θεραπεύει τῷ τῆς συγγενείας ὀνόματι, καὶ μετὰ πολλοῦ τοῦ τάχους ἐπείγει τῆς ἁμαρτίας ἀπαλλαγῆναι ταύτης. Οὐδὲ γὰρ εἶπεν, Ἀποστῆτε, ἁπλῶς, ἀλλὰ, Φεύγετε· καὶ τὸ πρᾶγμα εἰδωλολατρείαν  καλεῖ, καὶ οὐκέτι  διὰ τὴν  τοῦ πλησίον βλάβην  ἀφίστασθαι μόνον  κελεύει, ἀλλὰ  καὶ αὐτὸ καθ'  ἑαυτὸ δείκνυσιν  ἱκανὸν μεγάλην  ἐνεγκεῖν  λύμην. Ὡς φρονίμοις  λέγω· κρίνατε ὑμεῖς ὅ φημι. Ἐπειδὴ γὰρ μέγα ἐφθέγξατο, καὶ τὴν κατηγορίαν ηὔξησεν, εἰδωλολατρείαν καλέσας, ἵνα μὴ δόξῃ τραχύνειν  αὐτοὺς  καὶ  φορτικὸν  ποιεῖν  τὸν  λόγον,  αὐτοῖς  λοιπὸν  ἐπιτρέπει  τὴν κρίσιν, καὶ μετ' ἐγκωμίου καθίζει τοὺς δικάζοντας. Ὡς φρονίμοις γὰρ λέγω, φησίν· ὅπερ σφόδρα θαῤῥοῦντός ἐστι τοῖς οἰκείοις δικαιώμασι, τὸ τὸν ἐγκαλούμενον αὐτὸν καθίσαι τῶν λεγομένων κριτήν. Τοῦτο καὶ τὸν ἀκροατὴν αἴρει μειζόνως, ὅταν μὴ ὡς ἐπιτάττων  μηδὲ ὡς  νομοθετῶν,  ἀλλ' ὡς  συμβουλεύων  καὶ παρ' αὐτοῖς  ἐκείνοις δικαζόμενος, οὕτω διαλέγηται. Ἰουδαίοις μὲν γὰρ, ἅτε ἀνοητότερον διακειμένοις καὶ παιδικώτερον, οὐχ οὕτως ὁ Θεὸς διελέγετο, οὐδὲ πανταχοῦ τὰς αἰτίας αὐτοῖς ἔλεγε τῶν ἐπιταγμάτων, ἀλλ' ἐκέλευε μόνον· ἐνταῦθα δὲ, ἐπειδὴ πολλῆς ἐλευθερίας ἀπελαύσαμεν, καὶ συμβουλῆς ἀπολαύομεν, καὶ ὡς φίλοις διαλέγεται καί φησιν· Οὐ δέομαι ἑτέρων δικαστῶν· αὐτοί μοι τὴν ψῆφον ὑμεῖς φέρετε ταύτην, ὑμᾶς λαμβάνω κριτάς. Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία  τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι;  Τί λέγεις,  ὦ  μακάριε  Παῦλε; θέλων  ἐντρέψαι  τὸν  ἀκροατὴν,  καὶ μυστηρίων μεμνημένος φρικτῶν, εὐλογίας ποτήριον καλεῖς τὸ ποτήριον τὸ φοβερὸν καὶ φρικωδέστατον ἐκεῖνο; Ναὶ, φησίν· οὐ γὰρ μικρὸν τὸ εἰρημένον. Εὐλογίαν γὰρ ὅταν  εἴπω,  πάντα  ἀναπτύσσω τὸν  τῆς  εὐεργεσίας τοῦ  Θεοῦ θησαυρὸν, καὶ  τῶν μεγάλων ἐκείνων ἀναμιμνήσκω δωρεῶν. Καὶ γὰρ καὶ ἡμεῖς ἐπιλέγοντες τῷ ποτηρίῳ τὰς   ἀφάτους   εὐεργεσίας  τοῦ   Θεοῦ,  καὶ   ὅσων   ἀπολελαύκαμεν,   οὕτως   αὐτὸ προσάγομεν καὶ κοινωνοῦμεν,  εὐχαριστοῦντες  ὅτι τῆς πλάνης  ἀπήλλαξε  τὸ τῶν ἀνθρώπων  γένος· ὅτι μακρὰν ὄντας,  ἐγγὺς  ἐποίησεν·  ὅτι ἐλπίδα  μὴ ἔχοντας  καὶ ἀθέους ἐν τῷ κόσμῳ, ἀδελφοὺς  ἑαυτοῦ κατεσκεύασε καὶ συγκληρονόμους. Ὑπὲρ τούτων καὶ τῶν τοιούτων  ἁπάντων  εὐχαριστοῦντες, οὕτω πρόσιμεν. Πῶς οὖν οὐκ ἐναντία  ποιεῖτε, φησὶν, ὦ Κορίνθιοι, εὐλογοῦντες  μὲν τὸν Θεὸν, ὅτι τῶν εἰδώλων ὑμᾶς ἀπήλλαξε,  πάλιν  δὲ ἐπὶ  τὰς ἐκείνων  τρέχοντες  τραπέζας; Τὸ ποτήριον  τῆς εὐλογίας,  ὃ  εὐλογοῦμεν,  οὐχὶ  κοινωνία  τοῦ  αἵματος  τοῦ  Χριστοῦ ἐστι; Σφόδρα πιστῶς καὶ φοβερῶς εἴρηκεν. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν, ὅτι Τοῦτο τὸ ἐν τῷ ποτηρίῳ  ὂν,  ἐκεῖνό  ἐστι  τὸ  ἀπὸ  τῆς  πλευρᾶς  ῥεῦσαν,  καὶ  ἐκείνου  μετέχομεν. Ποτήριον δὲ εὐλογίας  ἐκάλεσεν, ἐπειδὴ  αὐτὸ μετὰ χεῖρας  ἔχοντες,  οὕτως  αὐτὸν ἀνυμνοῦμεν, θαυμάζοντες καὶ ἐκπληττόμενοι τῆς ἀφάτου δωρεᾶς, εὐλογοῦντες ὅτι καὶ αὐτὸ τοῦτο ἐξέχεεν, ἵνα μὴ μείνωμεν ἐν τῇ πλάνῃ· καὶ οὐ μόνον ἐξέχεεν, ἀλλὰ καὶ πᾶσιν ἡμῖν  αὐτοῦ μετέδωκεν.  Ὥστε εἰ αἵματος  ἐπιθυμεῖς,  φησὶ, μὴ τὸν  τῶν εἰδώλων  βωμὸν  τῷ  τῶν  ἀλόγων  φόνῳ,  ἀλλὰ  τὸ θυσιαστήριον τὸ ἐμὸν τῷ  ἐμῷ φοίνισσε  αἵματι.  Τί τούτου  φρικωδέστερον;  τί  δὲ φιλοστοργότερον; εἰπέ  μοι.

βʹ. Τοῦτο καὶ οἱ ἐρῶντες ποιοῦσιν. Ὅταν ἴδωσι τοὺς ἐρωμένους τῶν ἀλλοτρίων ἐπιθυμοῦντας καὶ τῶν οἰκείων καταφρονοῦντας, τὰ αὐτῶν διδόντες πείθουσιν ἀποστῆναι τῶν ἐκείνων. Ἀλλ' οἱ ἐρῶντες μὲν ἐν χρήμασι καὶ ἱματίοις καὶ κτήμασι ταύτην ἐπιδείκνυνται τὴν φιλοτιμίαν, ἐν αἵματι δὲ οὐδεὶς οὐδέποτε· ὁ δὲ Χριστὸς καὶ ἐν τούτῳ τὴν κηδεμονίαν ἐπεδείξατο καὶ τὴν θερμὴν περὶ ἡμᾶς ἀγάπην. Καὶ ἐν μὲν τῇ Παλαιᾷ ἐπειδὴ ἀτελέστερον διέκειντο, ὃ τοῖς εἰδώλοις προσέφερον αἷμα, τοῦτο αὐτὸς ὑπέμεινε  καταδέξασθαι, ἵνα  ἀποστήσῃ ἐκείνων,  ὃ καὶ αὐτὸ πάλιν  ἀφάτου φιλοστοργίας ἦν· ἐνταῦθα δὲ ἐπὶ τὸ πολλῷ φρικωδέστερον καὶ μεγαλοπρεπέστερον τὴν  ἱερουργίαν  μετεσκεύασε, καὶ  τὴν  θυσίαν  αὐτὴν  ἀμείψας,  καὶ  ἀντὶ  τῆς  τῶν ἀλόγων σφαγῆς ἑαυτὸν προσφέρειν κελεύσας. Ὁ ἄρτος, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ  σώματος τοῦ  Χριστοῦ ἐστι;  ∆ιὰ τί  μὴ εἶπε,  Μετοχή; Ὅτι πλέον  τι  δηλῶσαι ἠβουλήθη, καὶ πολλὴν ἐνδείξασθαι τὴν συνάφειαν. Οὐ γὰρ τῷ μετέχειν μόνον καὶ μεταλαμβάνειν, ἀλλὰ καὶ τῷ ἑνοῦσθαι κοινωνοῦμεν.  Καθάπερ γὰρ τὸ σῶμα ἐκεῖνο ἥνωται τῷ Χριστῷ, οὕτω καὶ ἡμεῖς αὐτῷ διὰ τοῦ ἄρτου τούτου ἑνούμεθα. ∆ιὰ τί δὲ προσέθηκεν, Ὃν κλῶμεν; τοῦτο γὰρ ἐπὶ μὲν τῆς εὐχαριστίας ἔστιν ἰδεῖν γινόμενον· ἐπὶ δὲ τοῦ σταυροῦ οὐκέτι, ἀλλὰ καὶ τοὐναντίον  τούτῳ· Ὀστοῦν γὰρ αὐτοῦ, φησὶν, οὐ συντριβήσεται. Ἀλλ' ὅπερ οὐκ ἔπαθεν  ἐπὶ τοῦ σταυροῦ, τοῦτο πάσχει ἐπὶ τῆς προσφορᾶς διὰ σὲ, καὶ ἀνέχεται διακλώμενος, ἵνα πάντας ἐμπλήσῃ. Εἶτα ἐπειδὴ εἶπε, Κοινωνία τοῦ σώματος, τὸ δὲ κοινωνοῦν  ἕτερόν ἐστιν ἐκείνου, οὗ κοινωνεῖ,  καὶ ταύτην  τὴν  δοκοῦσαν εἶναι  μικρὰν διαφορὰν  ἀνεῖλεν.  Εἰπὼν γὰρ, Κοινωνία τοῦ σώματος, ἐζήτησε πάλιν  ἐγγύτερόν  τι εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ὅτι εἷς ἄρτος, ἓν σῶμά ἐσμεν οἱ πολλοί. Τί γὰρ λέγω κοινωνίαν; φησίν· αὐτό ἐσμεν ἐκεῖνο τὸ σῶμα. Τί γάρ ἐστιν ὁ ἄρτος; Σῶμα Χριστοῦ. Τί δὲ γίνονται οἱ μεταλαμβάνοντες; Σῶμα Χριστοῦ· οὐχὶ σώματα πολλὰ, ἀλλὰ σῶμα ἕν. Καθάπερ γὰρ ὁ ἄρτος ἐκ πολλῶν  συγκείμενος κόκκων  ἥνωται,  ὡς  μηδαμοῦ  φαίνεσθαι  τοὺς  κόκκους,  ἀλλ'  εἶναι  μὲν  αὐτοὺς, ἄδηλον  δὲ αὐτῶν  εἶναι  τὴν  διαφορὰν  τῇ  συναφείᾳ·  οὕτω  καὶ  ἀλλήλοις  καὶ  τῷ Χριστῷ συναπτόμεθα.  Οὐ γὰρ ἐξ ἑτέρου μὲν  σώματος  σὺ, ἐξ ἑτέρου δὲ  ἐκεῖνος τρέφεται, ἀλλ' ἐκ τοῦ αὐτοῦ πάντες· διὸ καὶ ἐπήγαγεν· Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Εἰ δὲ ἐκ τοῦ αὐτοῦ, καὶ τὸ αὐτὸ γινόμεθα πάντες, διὰ τί μὴ καὶ τὴν αὐτὴν  ἀγάπην  ἐπιδεικνύμεθα,  καὶ  γινόμεθα  καὶ  κατὰ  τοῦτο  ἕν; Καὶ γὰρ καὶ  τὸ παλαιὸν ἐπὶ τῶν προγόνων  τῶν ἡμετέρων τοῦτο ἦν. Τοῦ γὰρ πλήθους  τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ἀλλ' οὐχὶ νῦν, ἀλλὰ τοὐναντίον ἅπαν· πολλοὶ καὶ ποικίλοι μεταξὺ πάντων οἱ πόλεμοι, καὶ θηρίων χαλεπώτερον πρὸς τὰ ἀλλήλων  διακείμεθα μέλη. Καὶ ὁ μὲν Χριστὸς τοσοῦτόν σε διεστηκότα ἑαυτῷ ἥνωσε· σὺ δὲ οὐδὲ τῷ ἀδελφῷ  ἀξιοῖς ἡνῶσθαι  μετὰ ἀκριβείας τῆς προσηκούσης, ἀλλὰ  ἀποσχίζεις  σεαυτὸν,  τοσαύτης  καὶ  ἀγάπης  καὶ  ζωῆς  ἀπολαύσας  παρὰ  τοῦ ∆εσπότου. Οὐδὲ γὰρ ἁπλῶς  τὸ σῶμα αὐτοῦ  ἔδωκεν·  ἀλλ' ἐπειδὴ  ἡ προτέρα τῆς σαρκὸς φύσις ἡ ἀπὸ γῆς διαπλασθεῖσα, ἀπὸ τῆς ἁμαρτίας ἔφθασε νεκρωθῆναι  καὶ ζωῆς γενέσθαι ἔρημος, ἑτέραν, ὡς ἂν εἴποι τις, μᾶζαν καὶ ζύμην ἐπεισήγαγε, τὴν ἑαυτοῦ σάρκα, φύσει μὲν οὖσαν τὴν αὐτὴν, ἁμαρτίας δὲ ἀπηλλαγμένην  καὶ ζωῆς γέμουσαν, καὶ πᾶσιν ἔδωκεν αὐτῆς μεταλαμβάνειν, ἵνα ταύτῃ τρεφόμενοι, καὶ τὴν προτέραν ἀποθέμενοι  τὴν  νεκρὰν, εἰς τὴν  ζωὴν  τὴν  ἀθάνατον  διὰ τῆς τραπέζης ἀνακερασθῶμεν  ταύτης.  Βλέπετε τὸν  Ἰσραὴλ κατὰ  σάρκα· οὐχ  οἱ  ἐσθίοντες  τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; Πάλιν ἀπὸ τῆς Παλαιᾶς καὶ εἰς τοῦτο ἐνάγει. Ἐπειδὴ γὰρ πολὺ τοῦ μεγέθους  τῶν  λεχθέντων  ἦσαν ταπεινότεροι,  καὶ ἀπὸ τῶν προτέρων αὐτοὺς καὶ συνήθων  πείθει. Καὶ καλῶς, Κατὰ σάρκα, φησὶν, ὡς αὐτῶν κατὰ πνεῦμα ὄντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἂν ἀπὸ τῶν παχυτέρων παιδευθῆτε, ὅτι οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ  τοῦ θυσιαστηρίου εἰσίν. Ὁρᾷς πῶς δείκνυσιν οὐκ ἔχοντας γνῶσιν τελείαν τοὺς δοκοῦντας εἶναι τελείους, εἴ γε μηδὲ τοῦτο ἴσασιν, ὅτι κοινωνία  τις ἀπὸ τούτων  καὶ φιλία  πολλοῖς  πολλάκις  πρὸς δαίμονας γίνεται, κατὰ μικρὸν τῆς συνηθείας αὐτοὺς ἐφελκομένης; Εἰ γὰρ ἐπ' ἀνθρώπων τὸ κοινωνεῖν ἁλῶν καὶ τραπέζης φιλίας ἀφορμὴ καὶ σύμβολον γίνεται, ἐγχωρεῖ καὶ ἐπὶ δαιμόνων τοῦτο συμβῆναι· σὺ δέ μοι σκόπει, πῶς ἐπὶ μὲν τῶν Ἰουδαίων οὐκ εἶπεν, ὅτι τῷ Θεῷ κοινωνοῦσιν, ἀλλὰ, Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί· καὶ γὰρ κατεκαίετο τὸ τεθειμένον· ἐπὶ δὲ τοῦ σώματος τοῦ Χριστοῦ οὐχ οὕτως· ἀλλὰ πῶς; Κοινωνία τοῦ σώματος  τοῦ  Κυρίου ἐστίν.  Οὐ γὰρ  τοῦ  θυσιαστηρίου, ἀλλ'  αὐτοῦ  τοῦ  Χριστοῦ κοινωνοὶ  γινόμεθα. Εἰπὼν δὲ, ὅτι Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, εἶτα δείσας μὴ δόξῃ ὡσπερεὶ ἰσχὺν ἐχόντων  τῶν εἰδώλων  διαλέγεσθαι καὶ δυναμένων  τι βλάψαι· ὅρα πῶς  αὐτὰ  καθαιρεῖ  πάλιν  λέγων·  Τί οὖν  φημι;  ὅτι  εἴδωλόν  τί  ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τί ἐστι;

 γʹ. Ταῦτα δὲ λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυναμένων βλάψαι τι τῶν  εἰδώλων  ἢ ἰσχὺν ἐχόντων·  οὐδὲν γάρ ἐστιν· ἀλλὰ βούλομαι καταφρονεῖν αὐτῶν  ὑμᾶς. Καὶ εἰ βούλει καταφρονεῖν,  φησὶ, τίνος ἕνεκεν μετὰ σπουδῆς αὐτῶν ἡμᾶς ἀπάγει; Ὅτι οὐ προσάγεται τῷ ∆εσπότῃ τῷ σῷ. Ὃ γὰρ θύει, φησὶ, τὰ ἔθνη, δαιμονίοις  θύει,  καὶ  οὐ  Θεῷ. Μὴ τοίνυν  τρέχετε  ἐπὶ  τὰ  ἐναντία.  Οὐδὲ γὰρ,  εἰ βασιλέως υἱὸς ἦς, εἶτα τῆς πατρικῆς ἀπολαύων  τραπέζης, ἀφεὶς ἐκείνην, τῆς τῶν καταδίκων καὶ δεσμωτῶν ἠθέλησας κοινωνῆσαι ἐν τῷ δεσμωτηρίῳ, ἐπέτρεψεν ἂν ὁ πατήρ· ἀλλὰ καὶ μετὰ πολλῆς ἂν ἀπήγαγε τῆς σφοδρότητος, οὐχ ὡς δυναμένης τῆς τραπέζης βλάψαι, ἀλλ' ὡς καταισχυνούσης σου τὴν εὐγένειαν καὶ τὴν τράπεζαν τὴν βασιλικήν. Καὶ γὰρ καὶ οὗτοι οἰκέται εἰσὶ προσκεκρουκότες, ἠτιμωμένοι, κατάδικοι, δεσμῶται ἀφορήτῳ  κολάσει τηρούμενοι, μυρίοις ὑπεύθυνοι  κακοῖς. Πῶς οὖν οὐκ αἰσχύνῃ κατὰ τοὺς λαιμάργους καὶ ἀνελευθέρους, ὅταν θῶσι τράπεζαν οἱ κατάδικοι οὗτοι, τρέχων ἐκεῖ καὶ μετέχων τῶν προκειμένων; ∆ιὰ δὴ τοῦτο ἀπάγω· ὁ γὰρ σκοπὸς τῶν  θυόντων  καὶ  τὸ πρόσωπον τῶν  δεχομένων  ἀκάθαρτα  ποιεῖ  τὰ προκείμενα. Οὐ θέλω  δὲ ὑμᾶς κοινωνοὺς  τῶν  δαιμονίων  γίνεσθαι. Εἶδες φιλίαν πατρὸς  κηδεμονικοῦ;  εἶδες  καὶ  αὐτὸ  τὸ  ῥῆμα  πολλὴν   ἔχον  τὴν  ἔμφασιν  τῆς διαθέσεως; Οὐδὲν γὰρ βούλομαι κοινὸν ἔχειν ὑμᾶς πρὸς ἐκείνους, φησίν. Εἶτα ἐπειδὴ ἐν   τάξει   παραινέσεως   τὸν   λόγον   εἰσήγαγεν,   ἵνα   μή   τις   τῶν   παχυτέρων καταφρονήσῃ,  ὡς  ἐξουσίαν  ἔχων,  ἐπειδὴ  εἶπεν,  Οὐ θέλω,  καὶ  Ὑμεῖς  κρίνατε, ἀποφαίνεται  λοιπὸν καὶ νομοθετεῖ λέγων· Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον   δαιμονίων·   οὐ   δύνασθε   τραπέζης   Κυρίου  μετέχειν,   καὶ   τραπέζης δαιμονίων.   Καὶ  ἀρκεῖται   τοῖς   ὀνόμασι  μόνοις   εἰς   τὴν   ἀπαγωγήν.   Εἶτα  καὶ ἐντρεπτικῶς· Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Τουτέστι, Πειράζομεν αὐτὸν,  εἰ δύναται  κολάσαι ἡμᾶς, καὶ παρακνίζομεν  αὐτὸν  πρὸς τοὺς ἐναντίους ἀποχωροῦντες, καὶ μετὰ τῶν αὐτοῦ πολεμίων ταττόμενοι; Τοῦτο δὲ εἶπε, ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἱστορίας καὶ πατρικῆς παρανομίας. ∆ιὸ καὶ τῇ λέξει ταύτῃ  κέχρηται, ᾗ καὶ πρὸς Ἰουδαίους  ὁ Μωϋσῆς ἐχρήσατό ποτε, ἐγκαλῶν  ὑπὲρ εἰδωλολατρείας  ἐκ προσώπου τοῦ Θεοῦ· Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ'  οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις  αὐτῶν. Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Εἶδες πῶς φοβερῶς, πῶς φρικτῶς ἐπέπληξεν, αὐτὰ διασείσας αὐτῶν τὰ νεῦρα, καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ σφόδρα αὐτῶν καθαψάμενος καὶ κατενεγκὼν  αὐτῶν τὸ φύσημα; Καὶ διὰ τί μὴ ἐξ ἀρχῆς ταῦτα τέθεικεν, φησὶν, ἃ μάλιστα ἂν αὐτοὺς ἀπήγαγεν; Ὅτι ἔθος αὐτῷ  διὰ πλειόνων  ἃ βούλεται  κατασκευάζειν, καὶ τὰ ἰσχυρότερα ὕστερον τιθέναι, καὶ ἐκ περιουσίας νικᾷν. ∆ιὰ δὴ τοῦτο ἀπὸ τῶν καταδεεστέρων ἀρξάμενος, ἐπὶ  τὸ κεφάλαιον  ἦλθε  τῶν  κακῶν.  Οὕτω γὰρ καὶ τοῦτο  εὐπαράδεκτον  μᾶλλον ἐγίνετο, τοῖς προτέροις τῆς διανοίας αὐτῶν καταλεανθείσης. Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὁρᾷς σύνεσιν ἠκριβωμένην; Ἐπειδὴ γὰρ εἰκὸς ἦν  αὐτοὺς  λέγειν,  ὅτι  Τέλειός εἰμι  καὶ κύριος ἐμαυτοῦ, καὶ οὐδὲν  βλαπτόμενος ἀπογεύομαι τῶν προκειμένων· Ναὶ, φησὶ, τέλειος μὲν εἶ καὶ σαυτοῦ κύριος· ἀλλὰ μὴ τοῦτο σκόπει, ἀλλ' εἰ μὴ βλάβην ἔχει τὸ γινόμενον, ἀλλ' εἰ μὴ καταστροφήν. Καὶ γὰρ ἀμφότερα εἴρηκεν, Οὐ πάντα συμφέρει, οὐ πάντα οἰκοδομεῖ, λέγων, καὶ τὸ μὲν ὑπὲρ ἑαυτοῦ, τὸ δὲ ὑπὲρ τοῦ ἀδελφοῦ τιθείς. Τὸ μὲν γὰρ εἰπεῖν, Οὐ συμφέρει, τὴν ἐκείνου ἀπώλειαν   αἰνιττομένου   ἐστί·  τὸ  δὲ  εἰπεῖν,   Οὐκ  οἰκοδομεῖ,  τὸ  τοῦ  ἀδελφοῦ σκάνδαλον. ∆ιὸ καὶ ἐπήγαγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω· ὃ πανταχοῦ καὶ διὰ πάσης κατασκευάζει ἐπιστολῆς, καὶ ἐν τῇ πρὸς Ῥωμαίους· ὡς ὅταν λέγῃ· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσε· καὶ πάλιν, Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον· καὶ ἐνταῦθα πάλιν· οὐ μὴν ἐπεξεργάζεται αὐτὸ ἐνταῦθα. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν διὰ πολλῶν αὐτὸ κατεσκεύασε καὶ ἀπέδειξεν, ὅτι οὐδαμοῦ τὸ αὐτοῦ ζητεῖ, ἀλλὰ  καὶ Ἰουδαίοις  ὡς  Ἰουδαῖος  ἐγένετο,  καὶ ἀνόμοις  ὡς  ἄνομος, καὶ τῇ ἐλευθερίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἐξουσίᾳ οὐχ ἁπλῶς ἐχρήσατο, ἀλλ' εἰς τὸ πᾶσι συμφέρον, δουλεύων  ἅπασιν· ὀλίγοις  ἀρκεσθεὶς ῥήμασιν ἐνταῦθα ἀπηλλάγη,  εἰς μνήμην  διὰ τῶν  ὀλίγων  τούτων  παραπέμπων  τῶν  εἰρημένων  αὐτοὺς ἁπάντων.  Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, ἀγαπητοὶ, προνοῶμεν  τῶν  ἀδελφῶν,  καὶ τὴν ἑνότητα  τὴν πρὸς αὐτοὺς διατηρῶμεν. Εἰς τοῦτο γὰρ ἡμᾶς ἡ θυσία ἐκείνη ἐνάγει ἡ φοβερὰ καὶ φρικώδης,  κελεύουσα  ἡμῖν  μεθ'  ὁμονοίας  αὐτῇ  μάλιστα  προσιέναι  καὶ  θερμῆς ἀγάπης, καὶ ἀετοὺς γενομένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν. Ὅπου γὰρ τὸ  πτῶμα,  φησὶν  ἐκεῖ  καὶ  οἱ  ἀετοί· πτῶμα  καλῶν  τὸ  σῶμα διὰ  τὸν θάνατον.  Εἰ μὴ γὰρ ἐκεῖνος  ἔπεσεν, ἡμεῖς  οὐκ  ἂν  ἀνέστημεν.  Ἀετοὺς δὲ καλεῖ, δεικνὺς ὅτι καὶ ὑψηλὸν εἶναι δεῖ τὸν προσιόντα τῷ σώματι τούτῳ, καὶ μηδὲν πρὸς τὴν γῆν κοινὸν ἔχειν, μηδὲ κάτω σύρεσθαι καὶ ἕρπειν, ἀλλ' ἄνω πέτεσθαι διηνεκῶς, καὶ πρὸς τὸν ἥλιον  τῆς δικαιοσύνης ἐνορᾷν, καὶ ὀξυδερκὲς τὸ ὄμμα τῆς διανοίας ἔχειν· ἀετῶν γὰρ, οὐ κολοιῶν αὕτη ἡ τράπεζα. Οὗτοι καὶ τότε ἀπαντήσονται ἐκ τῶν οὐρανῶν καταβαίνοντι οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οὖν οἱ ἀναξίως τὰ ἔσχατα πείσονται.

δʹ. Εἰ γὰρ βασιλέα τις οὐκ ἂν ἁπλῶς δέξοιτο· τί λέγω βασιλέα; ἱματίου μὲν οὖν βασιλικοῦ οὐκ ἄν τις ἁπλῶς ἅψαιτο χερσὶν ἀκαθάρτοις, κἂν ἐπ' ἐρημίας ᾖ, κἂν μόνος ᾖ, κἂν μηδεὶς ὁ παρών· καίτοι γε οὐδὲν ἕτερόν ἐστι τὸ ἱμάτιον, ἢ σκωλήκων νήματα. Εἰ δὲ τὴν βαφὴν θαυμάζεις, καὶ αὕτη νεκρωθέντος ἰχθύος ἐστὶν αἷμα· ἀλλ' ὅμως οὐκ ἄν τις ἕλοιτο ῥυπαραῖς αὐτοῦ κατατολμῆσαι χερσίν. Εἰ δὲ ἀνθρωπίνου ἱματίου οὐκ ἄν τις τολμήσειεν ἁπλῶς θίγειν, πῶς τὸ σῶμα τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ἄμωμον, τὸ καθαρὸν, τὸ τῇ θείᾳ ἐκείνῃ φύσει ὁμιλῆσαν, δι' ὃ ἐσμὲν καὶ ζῶμεν, δι' ὃ πύλαι  θανάτου  κατεκλάσθησαν  καὶ  οὐρανοῦ  ἁψῖδες  ἀνεῴχθησαν,  τοῦτο  μετὰ τοσαύτης ὕβρεως ληψόμεθα; Μὴ, παρακαλῶ,  μὴ κατασφάξωμεν  ἑαυτοὺς διὰ τῆς ἀναισχυντίας,  ἀλλὰ  μετὰ φρίκης  καὶ καθαρότητος  ἁπάσης αὐτῷ  προσίωμεν· καὶ ὅταν αὐτὸ προκείμενον ἴδῃς, λέγε πρὸς σεαυτόν· ∆ιὰ τοῦτο τὸ σῶμα οὐκέτι γῆ καὶ σποδὸς ἐγὼ, οὐκέτι αἰχμάλωτος, ἀλλ' ἐλεύθερος· διὰ τοῦτο τοὺς οὐρανοὺς ἐλπίζω, καὶ τὰ ἐν αὐτοῖς ἀπολήψεσθαι ἀγαθὰ, τὴν ἀθάνατον ζωὴν, τὴν τῶν ἀγγέλων λῆξιν, τὴν μετὰ Χριστοῦ ὁμιλίαν· τοῦτο τὸ σῶμα προσηλούμενον καὶ μαστιζόμενον οὐκ ἤνεγκεν  ὁ θάνατος·  τοῦτο  τὸ  σῶμα καὶ  ἥλιος  σταυρούμενον  ἰδὼν,  τὰς  ἀκτῖνας ἀπέστρεψε· διὰ τοῦτο καὶ καταπέτασμα ἐσχίζετο τότε, καὶ πέτραι ἐῤῥήγνυντο, καὶ γῆ πᾶσα ἐτινάσσετο· τοῦτο ἐκεῖνο τὸ σῶμά ἐστι τὸ ᾑμαγμένον, τὸ λόγχῃ πληγὲν, καὶ τὰς σωτηρίους πηγὰς ἀναβλύσαν, τὴν τοῦ αἵματος, τὴν τοῦ ὕδατος τῇ οἰκουμένῃ πάσῃ. Βούλει καὶ ἑτέρωθεν τὴν ἰσχὺν αὐτοῦ μαθεῖν; Ἐρώτησον τὴν αἱμοῤῥοοῦσαν, τὴν οὐκ αὐτοῦ, ἀλλὰ τοῦ περικειμένου  αὐτῷ ἱματίου, μᾶλλον δὲ οὐδὲ τούτου ὁλοκλήρου, ἀλλὰ τοῦ κρασπέδου ἁψαμένην· ἐρώτησον τὴν θάλασσαν, τὴν ὑπὲρ τῶν νώτων αὐτὸ βαστάσασαν· ἐρώτησον καὶ αὐτὸν τὸν διάβολον, καὶ εἰπέ· Πόθεν ἔχεις τὴν πληγὴν τὴν ἀνίατον; πόθεν οὐκέτι ἰσχύεις οὐδέν; πόθεν ἑάλως; τίνι κατεσχέθης φεύγων; καὶ οὐδὲν  ἕτερον,  ἢ  τὸ  σῶμα  ἐρεῖ  τὸ  σταυρωθέν.  ∆ιὰ  τούτου  τὰ  κέντρα  αὐτοῦ κατεκλάσθη· διὰ τούτου ἡ κεφαλὴ  αὐτοῦ συνετρίβη· διὰ τούτου αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι ἐδειγματίσθησαν· Ἀπεκδυσάμενος γὰρ, φησὶ, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν,  ἐν  παῤῥησίᾳ  θριαμβεύσας  αὐτοὺς  ἐν  αὐτῷ.  Ἐρώτησον  καὶ  τὸν θάνατον, καὶ εἰπέ· Πόθεν ἀνῃρέθη σου τὸ κέντρον; πόθεν κατελύθη σου τὸ νῖκος; πόθεν  ἐξεκόπη σου τὰ νεῦρα; καὶ κόραις καὶ παιδίοις γέγονας καταγέλαστος, ὁ καὶ τυράννοις καὶ δικαίοις ἅπασιν ὢν πρὸ τούτου φοβερός; καὶ τὸ σῶμα αἰτιάσεται τοῦτο. Ὅτε γὰρ τοῦτο ἐσταυροῦτο, τότε νεκροὶ ἀνέστησαν, τότε τὸ δεσμωτήριον ἐκεῖνο  ἐῤῥάγη, καὶ  αἱ  χαλκαῖ  ἐκλάσθησαν πύλαι,  καὶ  οἱ  νεκροὶ  ἀφείθησαν,  καὶ πυλωροὶ ᾅδου πάντες ἔπτηξαν. Καίτοι γε εἰ τῶν πολλῶν εἷς ἦν, τοὐναντίον γενέσθαι ἔδει, τὸν θάνατον δυνατώτερον· ἀλλ' οὐκ ἐγένετο· οὐδὲ γὰρ τῶν πολλῶν εἷς ἦν. ∆ιὰ τοῦτο  ἐξελύετο  ἐκεῖνος.  Καὶ ὥσπερ  οἱ  τροφὴν  λαβόντες,  ἣν  οὐκ  εἰσὶ  δυνατοὶ κατασχεῖν, καὶ τὰ προαποκείμενα δι' ἐκείνην  ἐμοῦσιν, οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε· τὸ σῶμα, ὅπερ οὐκ ἦν ἱκανὸς κατεργάζεσθαι, λαβὼν, κἀκεῖνα ἐξέβαλεν ἅπερ ἔνδον εἶχε· καὶ γὰρ ὤδινεν ἔχων αὐτὸν καὶ ἐθλίβετο, ἕως αὐτὸν ἤμεσε. ∆ιό φησιν ὁ Ἀπόστολος, Λύσας τὰς  ὠδῖνας  τοῦ  θανάτου.  Οὐδεμία γὰρ  γυνὴ  παιδίον  κύουσα οὕτως ὠδίνει, ὡς ἐκεῖνος, τὸ σῶμα ἔχων τὸ ∆εσποτικὸν, διεκόπτετο διασπώμενος. Καὶ ὅπερ  ἐπὶ  τοῦ  δράκοντος  γέγονε  τοῦ  Βαβυλωνίου,  ὅτε  λαβὼν  τὴν  τροφὴν διεῤῥάγη μέσος, τοῦτο καὶ ἐπὶ τούτου. Οὐ γὰρ διὰ τοῦ στόματος πάλιν  ἐξῆλθεν  ὁ Χριστὸς τοῦ θανάτου, ἀλλ' αὐτὴν μέσην διαῤῥήξας τὴν γαστέρα τοῦ δράκοντος καὶ ἀνατεμὼν, οὕτως ἀπὸ τῶν ἀδύτων  προῄει μετὰ πολλῆς τῆς λαμπρότητος, καὶ τὰς ἀκτῖνας ἀφιεὶς, οὐ μέχρι τούτου τοῦ οὐρανοῦ, ἀλλ' εἰς αὐτὸν τὸν ἄνω θρόνον· ἐκεῖ γὰρ αὐτὸ καὶ ἀνήγαγε. Τοῦτο τὸ σῶμα ἔδωκεν ἡμῖν καὶ κατέχειν καὶ ἐσθίειν, ὅπερ ἀγάπης ἐπιτεταμένης ἦν. Οὓς γὰρ ἂν φιλῶμεν σφοδρῶς, καὶ διαδάκνομεν πολλάκις.
∆ιὸ καὶ ὁ Ἰὼβ τὸν ἔρωτα τῶν οἰκετῶν  τὸν περὶ αὐτὸν ἐνδεικνύμενος,  ἔλεγεν· ὅτι πολλάκις  ἐκεῖνοι σφόδρα αὐτὸν φιλοῦντες  ἔλεγον, Τίς ἂν δῴη ἡμῖν τῶν  σαρκῶν αὐτοῦ πλησθῆναι; Οὕτω καὶ ὁ Χριστὸς τῶν σαρκῶν αὐτοῦ ἔδωκεν ἡμῖν πλησθῆναι, εἰς φιλίαν πλείονα ἡμᾶς ἐπισπώμενος.


εʹ. Προσίωμεν τοίνυν μετὰ θερμότητος αὐτῷ καὶ πεπυρωμένης ἀγάπης, καὶ μὴ ὑπομείνωμεν  τιμωρίαν. Ὅσῳ γὰρ ἂν ὦμεν εὐηργετημένοι  μεγάλα, τοσούτῳ μᾶλλον  κολαζόμεθα μειζόνως, ὅταν ἀνάξιοι τῆς εὐεργεσίας φανῶμεν. Τοῦτο τὸ σῶμα καὶ ἐπὶ φάτνης κείμενον ᾐδέσθησαν μάγοι. Καὶ ἄνδρες  ἀσεβεῖς  καὶ  βάρβαροι  τὴν  πατρίδα  καὶ  τὴν  οἰκίαν  ἀφέντες,  καὶ  ὁδὸν ἐστείλαντο μακρὰν, καὶ ἐλθόντες  μετὰ φόβου καὶ τρόμου πολλοῦ  προσεκύνησαν. Μιμησώμεθα τοίνυν  κἂν τοὺς βαρβάρους ἡμεῖς οἱ τῶν  οὐρανῶν πολῖται. Ἐκεῖνοι μὲν γὰρ καὶ ἐπὶ φάτνης ἰδόντες καὶ ἐν καλύβῃ, καὶ οὐδὲν τοιοῦτον ἰδόντες οἷον σὺ νῦν,  μετὰ  πολλῆς  τῆς  φρίκης  προσῄεσαν· σὺ δὲ  οὐκ  ἐν  φάτνῃ  ὁρᾷς,  ἀλλ'  ἐν θυσιαστηρίῳ, οὐ  γυναῖκα  κατέχουσαν,  ἀλλ'  ἱερέα  παρεστῶτα, καὶ  Πνεῦμα μετὰ πολλῆς  τῆς δαψιλείας  τοῖς προκειμένοις  ἐφιπτάμενον.  Οὐχ ἁπλῶς  αὐτὸ τοῦτο τὸ σῶμα ὁρᾷς, ὥσπερ ἐκεῖνοι, ἀλλ' οἶσθα αὐτοῦ καὶ τὴν δύναμιν, καὶ τὴν οἰκονομίαν ἅπασαν,   καὶ   οὐδὲν   ἀγνοεῖς   τῶν   δι'   αὐτοῦ   τελεσθέντων,    μετὰ   ἀκριβείας μυσταγωγηθεὶς ἅπαντα. ∆ιαναστήσωμεν τοίνυν  ἑαυτοὺς καὶ φρίξωμεν, καὶ πολλῷ τῶν βαρβάρων ἐκείνων πλείονα ἐπιδειξώμεθα τὴν εὐλάβειαν, ἵνα μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε προσελθόντες, πῦρ ἐπὶ τὴν ἑαυτῶν σωρεύσωμεν κεφαλήν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα  μὴ προσίωμεν, ἀλλ' ἵνα  μὴ ἁπλῶς  προσίωμεν. Ὥσπερ γὰρ τὸ ὡς  ἔτυχε προσιέναι, κίνδυνος, οὕτω τὸ μὴ κοινωνεῖν  τῶν μυστικῶν δείπνων  ἐκείνων, λιμὸς καὶ θάνατος. Αὕτη γὰρ ἡ τράπεζα τῆς ψυχῆς ἡμῶν τὰ νεῦρα, τῆς διανοίας ὁ σύνδεσμος, τῆς παῤῥησίας ἡ ὑπόθεσις, ἡ ἐλπὶς, ἡ σωτηρία, τὸ φῶς,  ἡ ζωή. Μετὰ ταύτης  ἀπελθόντες  ἐκεῖ τῆς θυσίας, ἐν παῤῥησίᾳ πολλῇ  τῶν  ἱερῶν  ἐπιβησόμεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς περιπεφραγμένοι πάντοθεν. Καὶ τί λέγω τὰ μέλλοντα; Ἐνταῦθα γάρ σοι τὴν γῆν οὐρανὸν ποιεῖ τουτὶ τὸ μυστήριον. Ἀναπέτασον γοῦν τοῦ οὐρανοῦ τὰς πύλας, καὶ διάκυψον· μᾶλλον δὲ οὐχὶ τοῦ οὐρανοῦ, ἀλλὰ τοῦ οὐρανοῦ τῶν οὐρανῶν, καὶ τότε ὄψει τὸ εἰρημένον. Τὸ γὰρ πάντων ἐκεῖ τιμιώτερον, τοῦτό σοι ἐπὶ τῆς γῆς δείξω κείμενον.  Ὥσπερ γὰρ ἐν τοῖς βασιλείοις τὸ πάντων σεμνότερον, οὐ τοῖχοι, οὐκ ὄροφος χρυσοῦς, ἀλλὰ τὸ βασιλικὸν σῶμα τὸ καθήμενον ἐπὶ τοῦ θρόνου· οὕτω καὶ ἐν τοῖς οὐρανοῖς τὸ τοῦ βασιλέως σῶμα. Ἀλλὰ τοῦτό σοι νῦν ἔξεστιν ἐπὶ γῆς ἰδεῖν. Οὐ γὰρ ἀγγέλους οὐδὲ ἀρχαγγέλους  οὐδὲ οὐρανοὺς καὶ οὐρανοὺς οὐρανῶν,  ἀλλ' αὐτὸν τὸν τούτων  σοι δείκνυμι  ∆εσπότην. Εἶδες πῶς τὸ πάντων τιμιώτερον ὁρᾷς ἐπὶ γῆς; καὶ οὐχ ὁρᾷς μόνον, ἀλλὰ καὶ ἅπτῃ; καὶ οὐχ ἅπτῃ μόνον, ἀλλὰ καὶ ἐσθίεις, καὶ λαβὼν οἴκαδε ἀναχωρεῖς; Ἀπόσμηχε τοίνυν τὴν ψυχὴν, παρασκεύαζε τὴν διάνοιαν πρὸς τὴν τούτων τῶν μυστηρίων ὑποδοχήν. Καὶ γὰρ εἰ παιδίον βασιλικὸν μετὰ τοῦ κόσμου καὶ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐνεχειρίσθης  φέρειν,  πάντα  ἂν  ἔῤῥιψας τὰ ἐν  τῇ  γῇ· νυνὶ  δὲ οὐ παιδίον   ἀνθρώπου βασιλικὸν, ἀλλ' αὐτὸν τὸν μονογενῆ λαμβάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς καὶ πρὸς χρυσὸν ἐπτόησαι; καὶ τίνα ἂν σχοίης συγγνώμην; ποίαν ἀπολογίαν; Οὐκ οἶσθα πῶς ἅπασαν τὴν βιωτικὴν  πολυτέλειαν  ἀποστρέφεταί σου ὁ ∆εσπότης; οὐ διὰ τοῦτο ἐν φάτνῃ  ἐτέθη  τεχθεὶς,  καὶ  μητέρα ἔλαβεν  εὐτελῆ; οὐ διὰ  τοῦτο  ἐκείνῳ  τῷ  πρὸς καπηλείαν  βλέποντι  ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου  οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ; Τί δὲ οἱ μαθηταί; οὐ τὸν αὐτὸν διετήρουν νόμον, εἰς τὰς τῶν πενήτων οἰκίας καταγόμενοι, καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνοῤῥάφον κατέλυον καὶ πρὸς τὴν πορφυροπώλιδα;  οὐ  γὰρ  οἰκίας  περιφάνειαν,   ἀλλὰ  ψυχῶν   ἀρετὰς  ἐπεζήτουν. Τούτους τοίνυν καὶ ἡμεῖς ζηλώσωμεν· τὰ μὲν κάλλη τῶν κιόνων καὶ τῶν μαρμάρων παρατρέχοντες,  ζητοῦντες  δὲ  τὰς  ἄνω  μονὰς,  καὶ  πάντα  τῦφον   τὸν  ἐνταῦθα πατήσωμεν μετὰ τῆς τῶν χρημάτων ἐπιθυμίας, καὶ ὑψηλὸν λάβωμεν φρόνημα. Ἂν γὰρ νήφωμεν,  οὐδὲ ὁ κόσμος ἡμῶν οὗτος ἄξιος, μήτι γε στοαὶ καὶ περίπατοι. ∆ιὸ, παρακαλῶ, τὴν ψυχὴν τὴν ἑαυτῶν καλλωπίζωμεν, τὴν οἰκίαν ταύτην κατασκευάζωμεν, ἣν καὶ λαβόντες ἀπελευσόμεθα, ἵνα καὶ τῶν αἰωνίων  ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.


ΚΕʹ.Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον  ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.


αʹ. Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν  τῶν  τραπεζῶν  ἐκείνων,  ἀπὸ παραδειγμάτων  Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν  ἀνθρωπίνων,  ἀπὸ τῶν  μυστηρίων  τῶν  φρικτῶν,  ἀπὸ τῶν  ἐν τοῖς εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον ἐνθεὶς αὐτοῖς· ἵνα μὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς   ἑτέραν   ἀμετρίαν   αὐτοὺς   ἐξωθήσῃ,   καὶ   ἀναγκασθῶσι   πλείονι   περιεργίᾳ κεχρημένοι  τοῦ δέοντος δεδοικέναι, μήποτε καὶ ἀγνοούντων  αὐτῶν  ἐπεισέλθῃ τι τοιοῦτον, ἢ ἐξ ἀγορᾶς ἢ ἄλλοθέν ποθεν, ἀφιεὶς αὐτοὺς ταύτης τῆς ἀνάγκης, φησί· Πᾶν τὸ ἐν μακέλλῳ  πωλούμενον  ἐσθίετε, μηδὲν ἀνακρίνοντες.  Ἐὰν γὰρ ἀγνοῶν, φησὶ, φάγῃς καὶ μὴ εἰδὼς, οὐχ ὑπόκεισαι τῇ τιμωρίᾳ· τῆς γὰρ ἀγνοίας  λοιπὸν  τὸ πρᾶγμα, οὐχὶ τῆς λαιμαργίας. Καὶ οὐ ταύτης μόνον αὐτοὺς ἀπαλλάττει τῆς ἀγωνίας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν  ἄδειαν καὶ ἐλευθερίαν  αὐτοῖς κατασκευάζων. Οὐδὲ γὰρ ἀνακρίνειν ἀφίησι, τουτέστιν, ἐξετάζειν καὶ πυνθάνεσθαι, εἴτε εἰδωλόθυτον, εἴτε μὴ τοιοῦτον· ἀλλ' ἁπλῶς ἐσθίειν ἅπαν τὸ ἐξ ἀγορᾶς, μηδὲ τοῦτο μανθάνειν, ὅ τι ποτέ ἐστι τὸ προκείμενον. Ὥστε ἔστι καὶ φαγόντα  ἀγνοοῦντα  ἀπηλλάχθαι.  Τοιαῦτα γὰρ τὰ μὴ τῇ φύσει πονηρὰ, ἀλλ' ἀπὸ τῆς διανοίας ποιοῦντα τὸ ἀκάθαρτον. ∆ιὰ τοῦτό φησι, Μηδὲν ἀνακρίνοντες. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, οὐχὶ τῶν δαιμόνων. Εἰ δὲ ἡ γῆ καὶ οἱ καρποὶ καὶ τὰ ἄλογα αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον· ἀλλ' ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ ἀπὸ τῆς παρακοῆς. ∆ιὰ τοῦτο οὐ μόνον ἐπέτρεψεν, ἀλλὰ καὶ, Ἐάν τις ὑμᾶς, φησὶ, καλῇ τῶν ἀπί  στων, καὶ θέλητε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ὅρα πάλιν τὴν συμμετρίαν· οὐ γὰρ ἐπέταξε καὶ ἐνομοθέτησεν ἀπιέναι, ἀλλ' οὐδὲ ἐκώλυσεν· ἀπελθόντας  δὲ πάλιν  ἀπαλλάττει  πάσης ὑποψίας. Τί δήποτε; Ἵνα μὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας. Ὁ μὲν γὰρ περιεργαζόμενος, ὡς δεδοικὼς τοῦτο ποιεῖ· ὁ δὲ μετὰ τὸ ἀκοῦσαι ἀπεχόμενος, ὡς καταφρονῶν  καὶ μισῶν καὶ ἀποστρεφόμενος, ἀπέχεται. ∆ιόπερ ὁ Παῦλος ἀμφότερα βουλόμενος κατασκευάσαι φησί· Πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἂν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα. Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ' ὡς βδελυρῶν ἀπέχεσθαι κελεύει. Μήτε τοίνυν ὡς δυνάμενα καταβλάψαι, φεύγετε·  οὐδεμίαν  γὰρ ἔχει ἰσχύν· μήτε, ἐπειδὴ μηδεμίαν  ἔχει  ἰσχὺν, ἀδιαφόρως μετέχετε· ἐχθρῶν γάρ ἐστι καὶ ἠτιμωμένων  ἡ τράπεζα. ∆ιὸ ἔλεγε, Μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ὁρᾷς πῶς καὶ ὅτε ἐσθίειν κελεύει, καὶ ὅτε ἀπέχεσθαι δεῖ, τὴν αὐτὴν μαρτυρίαν εἰς μέσον ἄγει; Οὐδὲ γὰρ διὰ τοῦτο κωλύω, φησὶν, ὡς ἀλλοτρίων ὄντων· τοῦ γὰρ Κυρίου ἡ γῆ· ἀλλὰ  δι' ὅπερ εἶπον,  διὰ  τὴν  συνείδησιν,  τουτέστιν,  ἵνα  μὴ βλαβῇ. Οὐκοῦν δεῖ περιεργάζεσθαι; Οὒ, φησίν· οὐδὲ γὰρ τὴν σὴν εἶπον συνείδησιν, ἀλλὰ τὴν ἐκείνου. Προλαβὼν γὰρ εἶπον, ∆ιὰ τὸν μηνύσαντα· καὶ πάλιν, Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τῶν μὲν ἀδελφῶν εἰκότως φείδῃ,  καὶ  οὐκ  ἐᾷς ἡμᾶς  ἀπογεύεσθαι  δι' ἐκείνους,  ἵνα  μὴ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα οἰκονομηθῇ εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν· εἰ δὲ Ἕλλην τις εἴη, τί σοι τούτου μέλει; οὐ σὺ ἔλεγες, Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; τίνος οὖν ἕνεκεν αὐτῶν πάλιν φροντίζεις; Οὐκ ἐκείνου φροντίζω, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα σοῦ.∆ιὸ καὶ ἐπήγαγεν· Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται  ὑπὸ ἄλλης συνειδήσεως; ἐλευθερίαν τὸ ἀπαρατήρητον καὶ ἀκώλυτον λέγων· τοῦτο γὰρ ἐλευθερία, Ἰουδαϊκῆς ἀπηλλαγμένη δουλείας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐλεύθερόν με ἐποίησεν ὁ Θεὸς, καὶ πάσης βλάβης ἀνώτερον· ἀλλ' οὐκ οἶδεν ὁ Ἕλλην δικάζειν τῇ ἐμῇ φιλοσοφίᾳ, οὐδὲ τὴν  τοῦ  ∆εσπότου μου  φιλοτιμίαν   συνορᾷν,  ἀλλὰ  καταγνώσεται  καὶ  ἐρεῖ  πρὸς ἑαυτόν· Μῦθος τὰ Χριστιανῶν, ἀπέχονται τῶν εἰδώλων, φεύγουσι δαίμονας, καὶ τῶν ἐκείνοις προσαγομένων ἔχονται· πολλὴ παρ' αὐτοῖς ἡ γαστριμαργία. Καὶ τί τοῦτο; φησί· ποῖον δὲ ἡμῖν βλάβος, ἂν κακῶς ἐκεῖνος κρίνῃ; Πόσῳ δὲ βέλτιον τὸ μηδὲ ὅλως κρίνειν αὐτῷ διδόναι; ἂν γὰρ ἀπέχῃ, οὐδὲ ταῦτα ἐρεῖ. Πῶς, φησὶν, οὐκ ἐρεῖ; ὅταν γὰρ ἴδῃ  μὴ  ἐξετάζοντα  ταῦτα,  μὴ  ἐν  μακέλλῳ,  μὴ  ἐν  συμποσίῳ, πῶς  οὐκ  ἐρεῖ  καὶ καταγνώσεται, ὡς ἀδιαφόρως μου μετέχοντος; Οὐδαμῶς· οὐ γὰρ ὡς εἰδωλοθύτων μετέχεις,  ἀλλ' ὡς καθαρῶν· εἰ δὲ οὐ περιεργάζῃ, ἵνα  δείξῃς, ὅτι οὐ δέδοικας τὰ προκείμενα.  ∆ιὰ γὰρ  τοῦτο,  κἂν  εἰς  Ἑλλήνων  οἰκίαν  εἰσέλθῃς,  κἂν  εἰς  ἀγορὰν ἐμβάλῃς, οὐκ ἀφίημί σε ἐρωτᾷν, ἵνα μὴ ψοφοδεὴς γένῃ μηδὲ λινοπλὴξ, μηδὲ περιττὰ ἑαυτῷ  πράγματα  παρέχῃς. Εἰ ἐγὼ  χάριτι  μετέχω,  τί  βλασφημοῦμαι  ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Τίνος μετέχεις χάριτι; εἰπέ μοι. Τῶν τοῦ Θεοῦ δωρεῶν· ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατασκευάσαι μοι τὴν ψυχὴν ἀμόλυντον καὶ ἀνωτέραν πάσης κηλῖδος. Καθάπερ γὰρ ἥλιος  ἐπαφιεὶς  τὰς ἀκτῖνας  πολλαῖς  κηλῖσι, πάλιν  αὐτὰς συστέλλει καθαράς·  οὕτω  καὶ  ἡμεῖς,  καὶ  πολλῷ  πλέον,  ἐν  μέσῳ  τῷ  κόσμῳ  στρεφόμενοι, καθαροὶ διαμένομεν,  ἂν  ἐθέλωμεν,  ὅσῳ καὶ μείζονα  δύναμιν  ἔχομεν.

  βʹ. Τί οὖν ἀπέχῃ,  φησίν;  Οὐχ ὡς  μέλλων  ἀκάθαρτος  γίνεσθαι,  μὴ  γένοιτο,  ἀλλὰ  διὰ  τὸν ἀδελφὸν, καὶ ἵνα μὴ κοινωνὸς  γένωμαι δαιμονίων,  καὶ ἵνα μὴ κρίνωμαι παρὰ τοῦ ἀπίστου. Ἐνταῦθα γὰρ οὐκέτι λοιπὸν ἡ φύσις, ἀλλ' ἡ παρακοὴ καὶ ἡ πρὸς δαίμονας φιλία ποιεῖ με ἀκάθαρτον, καὶ ἡ προαίρεσις τὸν μολυσμὸν ἐργάζεται. Τί δέ ἐστι, Τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Ἐγὼ μὲν γὰρ, φησὶν, εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὕτω  με ὑψηλὸν  ἐποίησε καὶ Ἰουδαϊκῆς  ταπεινότητος  ἀνώτερον,  ὡς  μηδαμόθεν βλάπτεσθαι·   οἱ   δὲ   Ἕλληνες,   οὐκ   εἰδότες   μου   τὴν   φιλοσοφίαν,   τἀναντία ὑποπτεύσουσι καὶ ἐροῦσιν, ὅτι Χριστιανοὶ τῶν  ἡμετέρων  ἐφίενται,  καὶ ὑποκριταί τινές  εἰσι, διαβάλλοντες  μὲν δαίμονας  καὶ ἀποστρεφόμενοι, ἐπὶ δὲ τὰς τραπέζας αὐτῶν τρέχοντες· οὗ τί γένοιτ' ἂν ἀναισθητότερον; οὐκ ἄρα ἀληθείας ἕνεκεν, ἀλλὰ φιλοτιμίας  καὶ φιλαρχίας ἐπὶ τὸ δόγμα τοῦτο ἐληλύθασι. Πόσης οὖν ἀνοίας ἂν εἴη, ὑπὲρ ὧν οὕτως εὐηργετήθην, ὡς καὶ εὐχαριστεῖν, ὑπὲρ τούτων βλασφημίας αἴτιον γίνεσθαι; Ἀλλὰ ταῦτα καὶ νῦν ἐρεῖ, φησὶν, ὁ Ἕλλην, ὅταν ἴδῃ μὴ περιεργαζόμενον; Οὐδαμῶς· οὐδὲ γὰρ πάντα εἰδωλοθύτων  γέμει, ἵνα τοῦτο ὑποπτεύσῃ· οὔτε αὐτὸς ὡς εἰδωλοθύτων  ἀπογεύῃ. Μὴ τοίνυν  περιεργάζου περιττὰ, μηδ' αὖ πάλιν, λεγόντων τινῶν,  ὅτι Εἰδωλόθυτόν  ἐστι, κοινώνει.  Καὶ γὰρ ὁ Χριστὸς χάριν  σοι ἔδωκε, καὶ ὑψηλόν σε ἐποίησε καὶ μείζονα τῆς ἐκεῖθεν βλάβης, οὐχ ἵνα κακῶς ἀκούσῃς, οὐδ' ἵνα, ὅθεν τοσαῦτα ἐκέρδανας ὡς καὶ εὐχαριστεῖν, ἐντεῦθεν οὕτω βλάψῃς ἑτέρους ὡς καὶ βλασφημεῖν. ∆ιὰ τί γὰρ οὐ λέγω τῷ Ἕλληνι, φησὶν, ὅτι Καὶ τρώγω καὶ οὐδὲν βλάπτομαι, καὶ ὅτι Οὐχ ὡς φιλῶν τοὺς δαίμονας  τοῦτο ποιῶ; Ὅτι οὐ δύνασαι πεῖσαι, κἂν μυριάκις λέγῃς· ἀσθενὴς γάρ ἐστι, καὶ πολέμιος. Εἰ γὰρ τὸν ἀδελφὸν οὐδέπω  ἔπεισας,  πολλῷ   μᾶλλον  τὸν  ἐχθρὸν  καὶ  Ἕλληνα.  Εἰ  ἐκεῖνος  ἐπὶ  τῇ συνειδήσει τοῦ εἰδωλοθύτου  κατέχεται, πολλῷ  μᾶλλον  ὁ ἄπιστος. Τί δὲ ἡμῖν καὶ πραγμάτων  δεῖ  τοσούτων;  Τί οὖν,  ἐπειδὴ  Χριστὸν ἔγνωμεν  καὶ  εὐχαριστοῦμεν, βλασφημοῦσι δὲ ἐκεῖνοι, διὰ τοῦτο ἀποστησόμεθα καὶ τούτου; Ἄπαγε· οὐ γάρ ἐστιν ἴσον· ἐκεῖ μὲν γὰρ πολὺ τὸ κέρδος ἐκ τοῦ φέρειν τὴν βλασφημίαν, ἐνταῦθα δὲ οὐδὲν ἔσται πλέον. ∆ιὸ καὶ προλαβὼν ἔλεγεν· Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Καὶ χωρὶς τούτου δὲ φευκτὸν τὸ πρᾶγμα ἀπέφηνεν, ὥστε καὶ ἑτέρωθεν  αὐτῶν  ἀπέχεσθαι δεῖ, οὐ διὰ τοῦτο μόνον,  ἀλλὰ  καὶ διὰ τὰς ἄλλας  ἃς εἴρηκεν  αἰτίας. Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε,  εἴτε τι ποιεῖτε, πάντα  εἰς δόξαν Θεοῦ ποιεῖτε. Εἶδες πῶς ἀπὸ τοῦ προκειμένου ἐπὶ τὸ καθολικὸν ἐξήγαγε τὴν παραίνεσιν, ἕνα κάλλιστον τὸν ὅρον ἡμῖν δοὺς, τὸ τὸν Θεὸν διὰ πάντων δοξάζεσθαι; Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησικαὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Τουτέστι, μηδεμίαν παρέχετε λαβὴν μηδενί. Καὶ γὰρ ὁ ἀδελφὸς σκανδαλίζεται, καὶ ὁ Ἰουδαῖος μᾶλλόν σε μισήσει καὶ καταγνώσεταί σου, καὶ ὁ Ἕλλην ὁμοίως ὡς λαίμαργον οὕτω γελάσεται  καὶ ὑποκριτήν.  Οὐ μόνον  δὲ ἀδελφοὺς  οὐ χρὴ πλήττειν,  ἀλλ' ἐν τοῖς δυνατοῖς  οὐδὲ τοὺς ἔξωθεν. Εἰ γὰρ φῶς  ἐσμεν καὶ ζύμη καὶ φωστῆρες καὶ ἅλας, φωτίζειν,  οὐ σκοτίζειν δεῖ· σφίγγειν, οὐ παραλύειν· πρὸς ἑαυτοὺς ἐπισπᾶσθαι τοὺς ἀπίστους, οὐ φυγαδεύειν.  Τί τοίνυν διώκεις, οὓς ἐφέλκεσθαι δεῖ; Καὶ γὰρ Ἕλληνες πλήττονται, ὅταν ἴδωσι παλινδρομοῦντας ἡμᾶς εἰς τὰ τοιαῦτα· τὴν γὰρ διάνοιαν οὐκ ἴσασιν, οὐδ'  ὅτι  παντὸς  αἰσθητοῦ  μολυσμοῦ  ἀνωτέρα  γέγονεν  ἡ  ψυχή.  Καὶ οἱ Ἰουδαῖοι δὲ καὶ τῶν ἀδελφῶν οἱ ἀσθενέστεροι τὰ αὐτὰ πείσονται. Εἶδες πόσας αἰτίας τέθεικε, δι' ἃς χρὴ τῶν εἰδωλοθύτων  ἀπέχεσθαι; διὰ τὸ ἀνόνητον, διὰ τὸ περιττὸν, διὰ  τὴν  τοῦ  ἀδελφοῦ  βλάβην,  διὰ  τὴν  τοῦ  Ἰουδαίου  βλασφημίαν,  διὰ  τὴν  τοῦ Ἕλληνος κακηγορίαν, διὰ τὸ μὴ δεῖν δαίμοσι κοινωνεῖν, διὰ τὸ εἰδωλολατρείαν τινὰ εἶναι τὸ πρᾶγμα. Εἶτα, ἐπειδὴ εἶπεν, Ἀπρόσκοποι γίνεσθε, καὶ ὑπευθύνους  αὐτοὺς ἐποίησε  καὶ  τῆς  τῶν  Ἑλλήνων   βλάβης  καὶ  τῆς  τῶν  Ἰουδαίων,  καὶ  βαρὺ  τὸ λεγόμενον ἦν, ὅρα πῶς αὐτὸ εὐπαράδεκτον καὶ κοῦφον ποιεῖ, τιθεὶς ἑαυτὸν μέσον, καὶ λέγων· Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

γʹ. Τοῦτο κανὼν χριστιανισμοῦ τοῦ τελειοτάτου, τοῦτο ὅρος ἠκριβωμένος, αὕτη ἡ κορυφὴ ἡ ἀνωτάτω, τὸ τὰ κοινῇ συμφέροντα ζητεῖν. Ὅπερ καὶ αὐτὸς δηλῶν ἐπήγαγε· Καθὼς κἀγὼ  Χριστοῦ. Οὐδὲν γὰρ  οὕτω  δύναται  ποιῆσαι  μιμητὴν  τοῦ  Χριστοῦ, ὡς  τὸ κήδεσθαι τῶν  πλησίον. Ἀλλὰ κἂν νηστεύσῃς, κἂν χαμευνήσῃς, κἂν ἀπαγχονήσῃς σαυτὸν, τοῦ δὲ πλησίον μὴ προνοῇς, οὐδὲν μέγα εἰργάσω, ἀλλ' ἔτι πόῤῥω ταύτης τῆς εἰκόνος  ἕστηκας  ταῦτα  ποιῶν.  Καίτοι ἐνταῦθα  μὲν  καὶ  αὐτὸ  φύσει  τὸ  πρᾶγμα λυσιτελές ἐστι, τὸ ἀπέχεσθαι τῶν εἰδωλοθύτων·  ἐγὼ δὲ πολλὰ καὶ τῶν ἀσυμφόρων ἐποίησα, φησὶν,  οἷον,  ὅτε  περιέτεμον,  ὅτε  ἔθυσα. Ταῦτα γὰρ  εἴ  τις  καθ'  ἑαυτὰ ἐξετάσειε, καὶ  ἀπόλλυσι τοὺς μετιόντας  καὶ τῆς σωτηρίας ἐκπίπτειν  ποιεῖ· ἀλλ' ὅμως ὑπέμεινα καὶ ταῦτα διὰ τὸ ἐξ αὐτῶν κέρδος. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ἐκεῖ μὲν γὰρ, ἂν μὴ προσῇ ἡ ὠφέλεια καὶ τὸ δι' ἑτέρους γενέσθαι, τότε βλάβος τὸ πρᾶγμα γίνεται· ἐνταῦθα δὲ, κἂν μηδεὶς ὁ σκανδαλιζόμενος ᾖ, καὶ οὕτως ἀπέχεσθαι τῶν κεκωλυμένων  χρή. Οὐ μόνον δὲ βλαβερὰ, ἀλλὰ καὶ ἐπίπονα ὑπέμεινα. Ἄλλας γὰρ Ἐκκλησίας ἐσύλησα, φησὶ, λαβὼν ὀψώνιον, καὶ ἐξὸν ἐσθίειν καὶ μὴ ἐργάζεσθαι, οὐκ ἐζήτησα τοῦτο, ἀλλ' εἱλόμην λιμῷ διαφθαρῆναι μᾶλλον, ἢ σκανδαλίσαι ἕτερον.∆ιὰ  τοῦτό  φησι,  Πάντα  πᾶσιν  ἀρέσκω. Ἄν  τε  παράνομον,  ἄν  τε  ἐπίπονον  καὶ ἐπικίνδυνον  δέῃ ποιῆσαι, πάντα εἰς τὸ ἑτέρων συμφέρον ὑπομένω. Πάντων γοῦν ἀνώτερος   ὢν   κατὰ   τὴν   ἀκρίβειαν,   πάντων    κατώτερος   γέγονε   κατὰ   τὴν συγκατάβασιν. Καὶ γὰρ οὐδὲν κατόρθωμα σφόδρα μέγα εἶναι δύναιτ' ἂν, ὅταν μὴ τὸ κέρδος καὶ εἰς ἑτέρους διαδιδῷ· καὶ δηλοῖ ὁ τὸ τάλαντον  ὑγιὲς προσενεγκὼν, καὶ διχοτομηθεὶς ἐπειδὴ αὐτὸ οὐκ ἐπλεόνασε. Καὶ σὺ τοίνυν, ἀδελφὲ, κἂν ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ μηδένα ἕτερον ὠφελῇς,  οὐδὲν  μέγα  ἐργάσῃ. Καὶ γὰρ  καὶ  τοῖς  ἐν  ἀρχῇ  μεγάλοις  καὶ  γενναίοις ἐκείνοις ἀνδράσι τοῦτο μάλιστα περισπούδαστον ἦν· ἐξέτασον αὐτῶν μετὰ ἀκριβείας τὸν βίον, καὶ ὄψει σαφῶς, ὅτι οὐδεὶς αὐτῶν τὰ ἑαυτοῦ ποτε ἐσκόπησεν, ἀλλὰ τὰ τοῦ πλησίον  ἕκαστος· ὅθεν καὶ ἔλαμψαν  μᾶλλον.  Καὶ γὰρ καὶ τῷ Μωϋσῇ πολλὰ  καὶ μεγάλα εἰργάσθη θαύματα καὶ σημεῖα· ἀλλ' οὐδὲν αὐτὸν οὕτω μέγαν ἐποίησεν, ὡς ἡ μακαρία ἐκείνη φωνὴ,  ἣν πρὸς τὸν Θεὸν ἀφῆκε, λέγων·  Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Τοιοῦτος ἦν καὶ ὁ ∆αυΐδ· διὸ καὶ ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον  τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Οὕτω καὶ ὁ Ἀβραὰμ οὐκ ἐζήτει τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν  πολλῶν.  ∆ιὸ καὶ κινδύνοις  ἑαυτὸν ἐξεδίδου, καὶ τὸν Θεὸν ὑπὲρ τῶν οὐδὲν αὐτῷ προσηκόντων παρεκάλει. Καὶ οὗτοι μὲν οὕτως ἔλαμψαν· οἱ δὲ τὰ ἑαυτῶν  ζητήσαντες σκόπει πῶς καὶ ἐβλάβησαν. Ὁ γοῦν ἀδελφιδοῦς ὁ τούτου, ἐπειδὴ ἤκουσεν, Εἰ σὺ εἰς δεξιὰ, ἐγὼ δὲ εἰς ἀριστερὰ, καὶ τὴν αἵρεσιν λαβὼν, τὸ ἑαυτοῦ συμφέρον ἐζήτησεν, οὐδὲ τὸ ἑαυτοῦ εὗρεν· ἀλλ' αὕτη μὲν ἐνεπυρίζετο ἡ χώρα, ἐκείνη δὲ ἔμενεν ἀνέπαφος. Ὁ Ἰωνᾶς πάλιν οὐ ζητήσας τὸ τῶν πολλῶν  συμφέρον, ἀλλὰ τὸ ἑαυτοῦ, καὶ ἀπολέσθαι ἐκινδύνευσε· καὶ ἡ μὲν πόλις εἱστήκει, αὐτὸς δὲ ἐσαλεύετο καὶ ἐκλυδωνίζετο  καὶ κατεποντίζετο. Ὅτε δὲ τὸ τῶν πολλῶν  συμφέρον ἐζήτησε, τότε καὶ τὸ ἑαυτοῦ εὗρεν. Οὕτω καὶ ὁ Ἰακὼβ ἐπὶ τῶν ποιμνίων  μὴ ζητήσας τὸ οἰκεῖον  κέρδος, τῆς  πολλῆς  εὐπορίας  ἀπήλαυσε. Καὶ ὁ Ἰωσὴφ δὲ τὸ τῶν ἀδελφῶν  συμφέρον ζητήσας, εὗρε τὸ ἑαυτοῦ. Πεμπόμενος γοῦν παρὰ τοῦ πατρὸς οὐκ εἶπε, Τί τοῦτο; οὐκ ἤκουσας ὅτι ὑπὲρ ὄψεως καὶ ἐνυπνίων  καὶ διασπᾶσαι με ἐπεχείρουν, καὶ ὀνειράτων εὐθύνας ὑπεῖχον, καὶ τοῦ φιλεῖσθαί με παρὰ σοῦ δίδωμι  δίκην; τί οὖν  οὐκ ἐργάσονταί με λαβόντες  εἰς μέσον; Οὐδὲν τούτων εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ πάντων προτιμᾷ τὴν τῶν ἀδελφῶν θεραπείαν. ∆ιὰ τοῦτο καὶ πάντων  τῶν μετὰ ταῦτα ἀπέλαυσεν ἀγαθῶν, ἃ καὶ σφόδρα λαμπρὸν ἐποίησαν καὶ ἔνδοξον ἀπέφηναν. Οὕτω καὶ Μωϋσῆς· οὐδὲν γὰρ κωλύει καὶ ἐκ δευτέρου πάλιν αὐτοῦ μνησθῆναι, καὶ ἰδεῖν πῶς τὰ καθ' ἑαυτὸν παρεώρα, καὶ τὰ τῶν ἄλλων ἐζήτει. Οὗτος γὰρ ἐν βασιλείοις στρεφόμενος, ἐπειδὴ μείζονα πλοῦτον ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν, καὶ πάντα ἀπὸ τῶν χειρῶν  ῥίψας. ἐκοινώνει τῶν  κακῶν  τοῖς  Ἑβραίοις, οὐ  μόνον  αὐτὸς  οὐκ  ἐδουλώθη,  ἀλλὰ  καὶ  ἐκείνους δουλείας ἀπήλλαξε. Μεγάλα μὲν οὖν ταῦτα, καὶ ἀγγελικῆς ἄξια πολιτείας.

δʹ. Τὸ δὲ τοῦ Παύλου πολλὴν ἔχει τὴν ὑπερβολήν. Οἱ μὲν γὰρ ἄλλοι πάντες τὰ αὐτῶν ἀφέντες ἀγαθὰ, τοῖς τῶν  πλησίον  εἵλοντο  κοινωνεῖν  κακοῖς· ὁ δὲ Παῦλος πολλῷ  μεῖζον ἐποίησεν. Οὐ γὰρ ταῖς ἑτέρων ἠθέλησε κοινωνῆσαι  συμφοραῖς, ἀλλ' εἵλετο αὐτὸς εἶναι ἐν τοῖς ἐσχάτοις, ἵνα ἕτεροι γίνωνται  ἐν ἀγαθοῖς. Οὐκ ἔστι δὲ ἴσον ὄντα ἐν τρυφῇ  ῥῖψαι  τρυφὴν   καὶ  κακουχεῖσθαι,  αὐτὸν  μόνον  κακουχούμενον   ἑτέρους ποιῆσαι εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ. Ἐνταῦθα μὲν γὰρ εἰ καὶ μέγα τὸ ἀλλάξασθαι τὰ κακὰ τῶν ἀγαθῶν διὰ τὸν πλησίον, ἀλλ' ὅμως φέρει τινὰ παραμυθίαν τὸ κοινωνοὺς ἔχειν τῆς δυσημερίας· τὸ δὲ αὐτὸν μόνον ἐθέλειν εἶναι ἐν τοῖς λυπηροῖς, ἵνα ἕτεροι τῶν χρηστῶν   ἀπολαύσωσι,   τοῦτο   πολλῷ   νεανικωτέρας   ψυχῆς   καὶ   τοῦ   Παύλου φρονήματος.  Οὐ ταύτῃ  δὲ  μόνον,  ἀλλὰ  καὶ  ἑτέρᾳ  ὑπερβολῇ  μείζονι  νικᾷ  τοὺς προειρημένους ἅπαντας. Ὁ μὲν γὰρ Ἀβραὰμ καὶ οἱ λοιποὶ πάντες κινδύνοις ἑαυτοὺς περιέβαλον τοῖς ἐν τῷ παρόντι βίῳ, καὶ πάντες ἁπαξαπλῶς ἐκεῖνοι τοῦτον ᾔτουν τὸν θάνατον·  ὁ δὲ Παῦλος τῆς δόξης τῆς  μελλούσης  ηὔξατο ἐκπεσεῖν ὑπὲρ τῆς  τῶν ἑτέρων σωτηρίας. Ἔχω καὶ τρίτην εἰπεῖν ὑπερβολήν. Ποίαν δὲ ταύτην; Ὅτι ἐκείνων μὲν ἔνιοι, εἰ καὶ τῶν ἐπιβουλευσάντων προΐσταντο, ἀλλ' ὅμως ὧν τὴν δημαγωγίαν ἦσαν ἐγκεχειρισμένοι· καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἴ τις προΐσταιτο υἱοῦ φαύλου μὲν  καὶ  παρανόμου,  υἱοῦ  δὲ  ὅμως·  ὁ  δὲ  Παῦλος  ὑπὲρ  τούτων  ἐβούλετο  εἶναι ἀνάθεμα, ὧν οὐκ ἦν ἐμπεπιστευμένος τὴν προστασίαν· εἰς γὰρ τὰ ἔθνη ἦν ἀπεσταλμένος. Εἶδες ψυχῆς μέγεθος καὶ φρονήματος  ὕψος αὐτὸν ὑπερβαῖνον  τὸν οὐρανόν; Τοῦτο ζήλωσον· εἰ δὲ οὐ δύνασαι, κἂν τοὺς ἐν τῇ Παλαιᾷ λάμψαντας. Οὕτω γὰρ  εὑρήσεις  τό  σοι  συμφέρον,  ἂν  τὸ  τοῦ  πλησίον  ζητῇς.  Ὥστε ὅταν  ὀκνῇς ἐπιμελεῖσθαι  τοῦ ἀδελφοῦ,  ἐννοήσας ὅτι οὐδὲ ἄλλως  δυνήσῃ σωθῆναι, διὰ γοῦν σαυτὸν  ἐκείνου  πρόστηθι  καὶ  τῶν  ἐκείνου  πραγμάτων.  Ἱκανὰ  μὲν  γὰρ  καὶ  τὰ εἰρημένα πεῖσαι, ὅτι ἄλλως οὐκ ἔνι τὸ ἡμῖν συμφέρον εὑρεῖν. Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἐν συνηθείᾳ παραδειγμάτων τοῦτο μαθεῖν, ἐννόησον εἰ συμβαίη που πῦρ ἀναφθῆναι ἐν   οἰκίᾳ,   εἶτά   τινες   τῶν   πλησίον   οἰκούντων,   τὸ   ἑαυτῶν   σκοποῦντες   μὴ παρατάξωνται τοῖς κινδύνοις, ἀλλὰ καὶ κατακλείσαντες ἑαυτοὺς οἴκοι μείνωσι, δεδοικότες μή τις ἐπεισελθὼν ὑφέληταί τι τῶν ἔνδον, ὅσην ὑποστήσονται τιμωρίαν; Καὶ γὰρ τὸ πῦρ ἐπελθὸν ἅπαντα καταφλέξει τὰ ἐκείνων· καὶ ἐπειδὴ τὸ τοῦ πλησίον συμφέρον οὐκ εἶδον, καὶ τὸ ἑαυτῶν προσαπολλύουσι. Καὶ γὰρ ὁ Θεὸς βουλόμενος συνδῆσαι πάντας ἀλλήλοις, τοιαύτην τοῖς πράγμασιν ἐπέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι· καὶ ὁ κόσμος ἅπας οὕτω συνέστηκε.
∆ιὰ δὴ τοῦτο καὶ ἐν πλοίῳ,  εἰ χειμῶνος  γενομένου  ὁ κυβερνήτης  ἀφεὶς  τὸ τῶν πολλῶν   συμφέρον,  τὸ  ἑαυτοῦ   ζητοίη  μόνον,  καὶ  ἑαυτὸν  καὶ  ἐκείνους καταδύσει ταχέως. Καὶ ἑκάστη δὲ τέχνη εἰ τὸ ἑαυτῆς συμφέρον σκοποίη μόνον, οὐκ ἄν  ποτε  ὁ βίος σταίη, οὐδὲ ἡ τέχνη  ἡ τοῦτο  ζητοῦσα. ∆ιὰ τοῦτο  ὁ γεωργὸς  οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ· ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· ἀλλὰ τὸ τῶν πολλῶν ζητεῖ· καὶ ὁ στρατιώτης, οὐχ ἵνα ἑαυτὸν διασώσῃ παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει, ὅσα αὐτῷ μόνον ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Εἰ δὲ λέγοι τις, ὅτι Οὐχὶ τὸ ἐμὸν, ἀλλὰ τὸ ἑαυτοῦ ἕκαστος σκοπῶν, ταῦτα ποιεῖ· καὶ γὰρ χρήματα  ἑαυτῷ  καὶ δόξαν καὶ ἀσφάλειαν  κτώμενος,  ἅπαντα  πραγματεύεται ταῦτα· ὥστε τὸ ἐμὸν ζητῶν  συμφέρον, τὸ ἑαυτοῦ ζητεῖ· τοῦτο καὶ ἐγώ φημι, καὶ πάλαι  ἀκοῦσαι ἐβουλόμην,  καὶ ὑπὲρ τούτου πάντα  τὸν  λόγον  ἐποιησάμην, ὥστε δεῖξαι, ὅτι τότε τὸ ἑαυτοῦ συμφέρον ὁ πλησίον ζητεῖ, ὅταν τὸ σὸν σκοπήσῃ. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην κατασταῖεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον  συμφέρον ἐλθεῖν,  μὴ διὰ τῶν  ἀλλοτρίων  συμφερόντων ὁδεύσαντας. Τοῦτο μὲν οὖν ἀνθρώπινον,  τὸ οὕτως ἐπὶ τὸ τοῦ πλησίον συμφέρον ἰέναι· δεῖ δὲ μὴ ἐντεῦθεν, ἀλλ' ἀπὸ τῶν τῷ Θεῷ δοκούντων πείθεσθαι. Οὐδὲ γὰρ ἔνι σωθῆναι μὴ τοῦτο ἔχοντα· ἀλλὰ κἂν τὴν ἄκραν φιλοσοφίαν ἀσκῇς, τῶν δὲ λοιπῶν ἀπολλυμένων  ἀμελῇς, οὐδεμίαν κτήσῃ παρὰ Θεῷ παῤῥησίαν. Πόθεν δῆλον; Ἀφ' ὧν ὁ μακάριος ἀπεφήνατο Παῦλος. Ἐὰν γὰρ ψωμίσω μου τὰ ὑπάρχοντα, καὶ παραδῶ τὸ σῶμά μου, ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι, φησίν. Ὁρᾷς πόσον ὁ Παῦλος ἐπιζητεῖ παρ' ἡμῶν; καίτοι γε ὁ ψωμίσας οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πλησίον ἐζήτησεν. Ἀλλ'  οὐκ ἀρκεῖ τοῦτο μόνον, φησί· μετὰ γὰρ γνησιότητος  αὐτὸ βούλεται γίνεσθαι καὶ συμπαθείας πολλῆς. ∆ιὰ γὰρ τοῦτο καὶ ἐνομοθέτησεν αὐτὸ ὁ Θεὸς, ἵνα  εἰς σύνδεσμον ἀγάπης  ἀγάγῃ. Ὅταν οὖν ἐκεῖνος  μὲν τοσοῦτον ἀπαιτῇ μέτρον, ἡμεῖς δὲ μηδὲ τὸ ἔλαττον παρέχωμεν, τίνος ἐσόμεθα ἄξιοι συγγνώμης; Καὶ πῶς, φησὶ, τῷ Λὼτ ἔλεγεν ὁ Θεὸς διὰ τῶν ἀγγέλων, Σώζων σῶζε τὴν ἑαυτοῦ ψυχήν; εἰπὲ, πότε, καὶ διὰ τί. Ὅτε ἡ κόλασις ἐφέρετο, οὐχ ὅτε διορθοῦσθαι ἔδει, ἀλλ' ὅτε κατεγνωσμένοι  ἦσαν καὶ ἀνίατα ἐνόσουν, καὶ πρεσβῦται καὶ νέοι εἰς τοὺς αὐτοὺς ἐξεπήδησαν ἔρωτας, καὶ κατακαίεσθαι αὐτοὺς λοιπὸν ἐχρῆν, καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε οἱ κεραυνοὶ  καταφέρεσθαι ἔμελλον.  Ἄλλως  δὲ οὐδὲ περὶ κακίας καὶ ἀρετῆς τοῦτο  εἴρηται,  ἀλλὰ  περὶ  τῆς  θεηλάτου  πληγῆς.  Τί  γὰρ  ἔδει  ποιεῖν;  εἰπέ  μοι· καθέζεσθαι   καὶ   δέχεσθαι   τὴν    τιμωρίαν,    καὶ   μηδὲν    ἐκείνους    ὠφελοῦντακατακαίεσθαι; Ἀλλὰ ἀνοίας τοῦτο ἐσχάτης ἦν. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ὅτι ἁπλῶς καὶ εἰκῆ δεῖ κολάζεσθαι παρὰ τὸ τῷ Θεῷ δοκοῦν· ἀλλ' ὅταν ἐν κακίᾳ ἄνθρωπος διατρίβῃ, τότε κελεύω μέσον ἑαυτὸν ἐμβαλόντα, διορθοῦν· εἰ μὲν βούλει, διὰ τὸ τοῦ πλησίον· εἰ δὲ μὴ, κἂν διὰ τό σοι λυσιτελοῦν. Τὸ μὲν γὰρ βέλτιον ἐκεῖνο· εἰ δὲ μὴ φθάνεις πρὸς ἐκεῖνο τὸ ὕψος, κἂν διὰ τοῦτο ποίει. Καὶ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἵνα τὸ ἑαυτοῦ εὕρῃ· καὶ ἐννοήσαντες, ὅτι οὔτε ἀκτημοσύνη, οὔτε μαρτύριον, οὔτε ἄλλο οὐδὲν ἡμῶν προστῆναι δυνήσεται, ἂν μὴ τὴν ἄκραν ἀγάπην  ἔχωμεν, ταύτην πρὸ τῶν  ἄλλων   διατηρῶμεν,  ἵνα  καὶ  τῶν  ἄλλων   δι'  αὐτῆς  ἐπιτύχωμεν   καὶ  τῶν παρόντων  καὶ  τῶν  ἐπηγγελμένων   ἀγαθῶν·  ὧν  γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/











Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |