ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΑʹ Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς ἔδωκάς μοι

Παρασκευή 28 Οκτωβρίου 2016

ΠΑʹ Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς ἔδωκάς μοι



Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΠΑʹ Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς ἔδωκάς μοι ἐκ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετηρήκασι.

αʹ. Μεγάλης βουλῆς Ἄγγελος λέγεται ὁ Υἱὸς τοῦ Θεοῦ, τῶν τε ἄλλων ἕνεκεν ὧν ἐδίδαξε, καὶ προηγουμένως ὅτι τὸν Πατέρα εἰς ἀνθρώπους κατήγγειλε· ὅπερ οὖν καὶ νῦν φησιν· Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Εἰπὼν γὰρ, ὅτι Ἐτελείωσά σου τὸ ἔργον, ἐπεξηγεῖται  πάλιν  αὐτὸ, λέγων  ποῖον ἔργον. Καὶ μὴν δῆλον ἦν τὸ ὄνομα. Καὶ γὰρ ὁ Ἡσαΐας φησίν· Ὀμεῖσθε τὸν Θεὸν τὸν ἀληθινόν. Ἀλλ' ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω, ὅτι εἰ καὶ δῆλον ἦν, ἀλλ' Ἰουδαίοις, καὶ οὐδὲ τούτοις πᾶσι· νυνὶ δὲ περὶ τῶν ἐθνῶν φησι. Καὶ οὐ τοῦτο μόνον δηλοῖ, ἀλλ' ὅτι καὶ Πατέρα αὐτὸν ἔγνωσαν. Οὐκ ἔστι δὲ ὅμοιον μαθεῖν, ὅτι δημιουργός ἐστι, καὶ ὅτι Υἱὸν ἔχει. Ἐφανέρωσε δὲ αὐτοῦ τὸ ὄνομα καὶ διὰ λόγων, καὶ διὰ πραγμάτων. Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου.


Ὥσπερ ἀνωτέρω φησίν· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ· καὶ, Ἐὰν μὴ ἑλκύσῃ αὐτὸν ὁ Πατήρ μου· οὕτω καὶ ἐνταῦθα, Οὓς ἔδωκάς μοι. Καὶ μὴν αὐτός φησιν ὁδὸν εἶναι ἑαυτόν. Ὅθεν δῆλον, ὅτι δύο ἐνταῦθα κατασκευάζει διὰ  τῶν  εἰρημένων,  ὅτι  τε  οὐκ  ἐναντίος  τῷ  Πατρὶ, καὶ  ὅτι  βούλημα  αὐτοῦ  τὸ πιστεῦσαι αὐτοὺς τῷ Υἱῷ. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Ἐνταῦθα βούλεται διδάξαι σφόδρα ἀγαπώμενον  παρὰ τοῦ Πατρός. Ἐπεὶ ὅτι γε οὐκ ἐδεήθη τοῦ λαβεῖν αὐτοὺς, δῆλον ἐκεῖθεν· αὐτὸς αὐτοὺς καὶ ἐποίησεν, αὐτὸς αὐτῶν προνοεῖ διηνεκῶς. Πῶς  οὖν  αὐτοὺς  ἔλαβεν;  Ἀλλ'  ὅπερ  ἔφην,  τοῦτο  δηλοῖ  τὴν  πρὸς  τὸν  Πατέρα ὁμόνοιαν.  Εἰ δὲ ἀνθρωπίνως  τις βούλοιτο αὐτὸ ἐξετάζειν, καὶ οὕτως ὡς εἴρηται, οὐκέτι ἔσονται τοῦ Πατρός. Εἰ γὰρ ὅτε ὁ Πατὴρ αὐτοὺς εἶχεν, οὐκ εἶχεν αὐτοὺς ὁ Υἱὸς, εὔδηλον ὅτι καὶ ὅτε ἔδωκεν αὐτοὺς τῷ Υἱῷ, αὐτὸς ἀπέστη τῆς δεσποτείας· καὶ τὸ ἀτοπώτερον  πάλιν. Εὑρεθήσονται γὰρ, ἡνίκα μὲν ἦσαν παρὰ τῷ Πατρὶ, ἀτελεῖς ὄντες· ὅτε δὲ πρὸς τὸν Υἱὸν ἦλθον, τότε γινόμενοι  τέλειοι. Ἀλλὰ γέλως ταῦτα καὶ εἰπεῖν. Τί οὖν . διὰ τούτου δηλοῖ; Ὅτι καὶ αὐτῷ δέδοκτο τὸ πιστεύειν αὐτοὺς τῷ Υἱῷ. Καὶ τὸν λόγον σου τετηρήκασι, καὶ νῦν ἔγνωσαν ὅτι πάντα, ἃ ἔδωκάς μοι, παρὰ σοῦ ἦσαν. Πῶς τὸν λόγον σου ἐτήρησαν; Τῷ ἐμοὶ πιστεῦσαι καὶ μὴ προσέχειν τοῖς Ἰουδαίοις. Ὁ γὰρ πιστεύων αὐτῷ, φησὶν, Ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστι. Τινὲς μὲν γὰρ λέγουσιν, ὅτι Νῦν ἔγνων ὅτι πάντα, ὅσα δέδωκάς μοι, παρὰ σοῦ ἐστιν· ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο λόγον. Πῶς γὰρ ἔμελλεν ἀγνοεῖν ὁ Υἱὸς τὰ τοῦ Πατρός; Ἀλλὰ περὶ τῶν  μαθητῶν  εἴρηται. Ἐξ οὗ γὰρ αὐτὰ εἶπον, φησὶν, ἔμαθον ὅτι πάντα  ὅσα ἔδωκάς μοι, παρὰ σοῦ ἐστιν· οὐδὲν ἀλλότριον, οὐδὲν ἴδιον ἐμοὶ παρὰ σοί. Τὸ γὰρ ἴδιον ὡς ἐπ' ἀλλοτρίῳ τὰ πολλὰ τίθησιν. Ἔγνωσαν οὖν ὅτι πάντα, ὅσα ἂν διδάξω, σά ἐστι καὶ διδάγματα καὶ δόγματα. Καὶ πόθεν ἔμαθον; Ἀπὸ τῶν ῥημάτων τῶν ἐμῶν· οὕτω γὰρ καὶ ἐδίδασκον. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ Παρὰ σοῦ ἐξῆλθον· τοῦτο γὰρ διὰ παντὸς ἐσπούδασε κατασκευάσαι Εὐαγγελίου. Ἐγὼ περὶ αὐτῶν  ἐρωτῶ. Τί λέγεις; ὡς ἀγνοοῦντα τὸν Πατέρα διδάσκεις; ὡς πρὸς ἄνθρωπον οὐκ εἰδότα διαλέγῃ; Τί οὖν βούλεται αὕτη ἡ διαίρεσις; Ὁρᾷς ὅτι δι' οὐδὲν ἕτερον ἡ εὐχὴ γίνεται, ἀλλ' ἵνα μάθωσι τὴν ἀγάπην, ἣν ἔχει εἰς αὐτούς; Ὁ γὰρ μὴ μόνον τὰ παρ' αὐτοῦ παρασχὼν, ἀλλὰ καὶ ἕτερον ἐπὶ τοῦτο παρακαλῶν, πλείονα  δείκνυσι τὸν πόθον. Τί οὖν ἐστι, Περὶ τούτων ἐρωτῶ; Οὐχ ὑπὲρ παντὸς τοῦ κόσμου, φησὶν, ἀλλ' ὑπὲρ ὧν ἔδωκάς μοι. Συνεχῶς τίθησι τὸ, Ἔδωκας, ἵνα μάθωσιν, ὅτι τῷ Πατρὶ τοῦτο δοκεῖ. Εἶτα ἐπειδὴ συνεχῶς εἶπε, Σοί εἰσι, καὶ σύ μοι αὐτοὺς ἔδωκας, ἀναιρῶν τὴν πονηρὰν ὑποψίαν, ἵνα μή τις νομίσῃ πρόσφατον αὐτοῦ εἶναι τὴν ἀρχὴν, καὶ νῦν αὐτοὺς εἰληφέναι, τί φησι; Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Εἶδες ἰσοτιμίαν; Ἵνα  γὰρ  μὴ, ἀκούων,  ὅτι  Ἔδωκάς μοι, νομίσῃς  αὐτοὺς  ἀλλοτριοῦσθαι  τῆς  τοῦ Πατρὸς ἐξουσίας, ἢ πρὸ τούτου τῆς τοῦ Υἱοῦ, ἀμφότερα ἀνεῖλεν, . εἰπὼν ἅπερ εἶπεν· ὡσανεὶ ἔλεγε· Μήτε ἀκούων, ὅτι Ἐμοὶ αὐτοὺς ἔδωκας, νομίσῃς αὐτοὺς ἀλλοτρίους εἶναι τοῦ Πατρὰς (τὰ γὰρ ἐμὰ, αὐτοῦ ἐστι)· μήτε ἀκούων, ὅτι Σοὶ ἦσαν, νομίσῃς ἀλλοτρίους αὐτοὺς εἶναι ἐμοῦ· τὰ γὰρ αὐτοῦ, ἐμά ἐστιν. Ὥστε τὸ, Ἔδωκας, συγκαταβάσεως μόνης ἕνεκεν εἴρηται. Ἅπερ γὰρ ὁ Πατὴρ ἔχει, τοῦ Υἱοῦ ἐστι· καὶ ἅπερ ὁ Υἱὸς ἔχει,  τοῦ Πατρός. Τοῦτο δὲ οὐδὲ ἐπὶ  Υἱοῦ κατὰ  ἄνθρωπον  δύναται λέγεσθαι, ἀλλ' ἐπειδὴ μείζονός ἐστιν. Τὸ μὲν γὰρ τοῦ ἐλάττονος, ὅτι τοῦ μείζονός ἐστι, παντί που δῆλον· τὸ δὲ ἔμπαλιν, οὐκέτι. Ἐνταῦθα δὲ ἀντιστρέφει, ἡ δὲ ἀντιστροφὴ  τὴν  ἰσότητα δηλοῖ. Τοῦτο καὶ ἀλλαχοῦ  δηλῶν  ἔλεγε· Πάντα τὰ τοῦ Πατρός μου, ἐμά ἐστι, περὶ γνώσεως  διαλεγόμενος·  τὸ δὲ, Ἔδωκάς μοι, καὶ ὅσα τοιαῦτα,  ἵνα  δείξῃ, ὅτι οὐχ ὡς ἀλλότριος  ἐλθὼν  αὐτοὺς ἐπεσπάσατο, ἀλλὰ  τοὺς ἰδίους ἔλαβεν. Εἶτα καὶ τὴν αἰτίαν τίθησι καὶ ἀπόδειξιν, λέγων· Καὶ δεδόξασμαι ἐν αὐτοῖς· τουτέστιν, Ἢ ὅτι ἐξουσίαν αὐτῶν ἔχω, ἢ ὅτι δοξάσουσιν ἐμὲ, σοὶ πιστεύοντες καὶ ἐμοὶ, καὶ δοξάσουσιν ὁμοίως. Εἰ δὲ οὐχ ὁμοίως δεδόξασται ἐν αὐτοῖς, οὐκέτι αὐτοῦ ἐστι τὰ ἐκείνου. Οὐδεὶς γὰρ ἐν οἷς οὐκ ἔχει ἐξουσίαν δοξάζεται.

 βʹ. Πῶς δὲ δεδόξασται ὁμοίως; Ἅπαντες ὁμοίως ἀποθνήσκουσιν ὑπὲρ αὐτοῦ, ὡς καὶ ὑπὲρ τοῦ Πατρὸς, καὶ κηρύσσουσιν, ὥσπερ καὶ τὸν Πατέρα· καὶ ὥσπερ ἐν τῷ ὀνόματι αὐτοῦ λέγουσι πάντα γίνεσθαι, οὕτω καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ. Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί. Τουτέστι, Κἂν μὴ φαίνωμαι  κατὰ σάρκα, διὰ τούτων δοξάζομαι. Τί δήποτε δὲ συνεχῶς λέγει, ὅτι Ἐν τῷ κόσμῳ οὐκ εἰμί· καὶ ὅτι, Ἐπειδὴ ἀφίημι αὐτοὺς, σοὶ αὐτοὺς παρατίθεμαι· καὶ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ τετήρηκα αὐτούς; Εἰ γὰρ ταῦτα ἁπλῶς ἐκλάβοι τις, πολλὰ ἕψεται τὰ ἄτοπα. Πῶς γὰρ ἂν  ἔχοι  λόγον,  τὸ μὴ εἶναι  αὐτὸν  ἐν  τῷ  κόσμῳ, καὶ ὅτε ἄπεισιν, ἑτέρῳ αὐτοὺς παρακαταθέσθαι; Ταῦτα γὰρ ὡς ἀνθρώπου ψιλοῦ χωριζομένου αὐτῶν διηνεκῶς ἦν ῥήματα. Ὁρᾷς ὅτι ἀνθρωπίνως  τὰ πλεῖστα διαλέγεται, καὶ πρὸς τὴν αὐτῶν διάνοιαν, νομιζόντων ὅτι πλείονά τινα εἶχον ἀσφάλειαν ἀπὸ τῆς παρουσίας αὐτοῦ; ∆ιό φησιν. Ὅτε ἐγὼ ἤμην, ἐτήρουν αὐτούς. Καὶ μὴν λέγει, ὅτι Ἔρχομαι πρὸς ὑμᾶς, καὶ, Μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας. Πῶς νῦν, ὡς χωρίζεσθαι μέλλων, ταῦτα λέγει; Ἀλλ' ὅπερ ἔφην, πρὸς τὴν ἐκείνων ὑπόνοιαν, ἵνα μικρὸν ἀναπνεύσωσιν, ἀκούοντες αὐτοῦ ταῦτα λέγοντος καὶ παρακατατιθεμένου  τῷ Πατρί. Ἐπειδὴ γὰρ πολλὰς παρ' αὐτοῦ παρακλήσεις  ἀκούοντες  οὐκ  ἐπείσθησαν,  λοιπὸν  τῷ  Πατρὶ  διαλέγεται,  τὴν  εἰς αὐτοὺς στοργὴν ἐπιδεικνύμενος· ὡσανεὶ ἔλεγεν· Ἐπειδὴ πρὸς ἑαυτόν με συγκαλεῖς, κατάστησον  αὐτοὺς  ἐν  ἀσφαλείᾳ.  Ἐγὼ  γὰρ  πρὸς  σὲ ἔρχομαι.  Τί λέγεις;  καὶ  οὐ δύνασαι τηρεῖν αὐτούς; Ναὶ, δύναμαι. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; Ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην·  τουτέστιν, Ἵνα μὴ θορυβῶνται ἀτελέστεροι ὄντες. Ταῦτα δὲ εἰπὼν,  ἐδήλωσεν ὅτι διὰ τὴν ἐκείνων  ἀνάπαυσιν καὶ τὴν χαρὰν πάντα ταῦτα οὕτως ἔλεγεν· ἐπεὶ δοκεῖ ἐναντίος ὁ λόγος εἶναι. Νῦν δὲ οὐκ εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί. Τοῦτο γὰρ ὑπώπτευον . ἐκεῖνοι· τέως οὖν αὐτοῖς συγκαταβαίνει. Εἰ γὰρ εἶπεν, ὅτι Ἐγὼ τηρῶ αὐτοὺς, οὐκ ἂν οὕτως ἐπίστευσαν· διόπερ φησί·  Πάτερ ἅγιε,  τήρησον  αὐτοὺς  ἐν  τῷ  ὀνόματι  σου· τουτέστι,  ∆ιὰ  τῆς  σῆς βοηθείας. Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ αὐτοὺς ἐτήρουν ἐν τῷ ὀνόματί σου Πάλιν ὡς ἄνθρωπος διαλέγεται καὶ ὡς προφήτης· ἐπεὶ οὐδαμοῦ φαίνεται οὐδὲν ἐν τῷ ὀνόματι τοῦ Θεοῦ πεποιηκώς. Οὓς ἔδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. Καὶ ἀλλαχοῦ φησι· Πᾶν ὃ ἔδωκάς μοι, οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ. Καίτοι οὐκ ἐκεῖνος ἀπώλετο μόνος, ἀλλὰ καὶ πολλοὶ ὕστερον. Πῶς οὖν φησιν, Οὐ μὴ ἀπολέσω; Τὸ ἐμὸν μέρος, οὐ μὴ ἀπολέσω· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν· Οὐ μὴ ἐκβάλω αὐτὸν ἔξω· οὐ παρὰ τὴν ἐμὴν αἰτίαν, οὐδὲ ἐμοῦ  ὠθοῦντος,  οὐδὲ  ἐγκαταλιμπάνοντος.   Εἰ δὲ  ἀφ'  ἑαυτῶν  ἀποπηδῶσι,  πρὸς ἀνάγκην οὐχ ἕλκω Νῦν δὲ πρὸς σὲ ἔρχομαι. Ὁρᾷς ἀνθρωπινώτερον  συγκειμένην τὴν διάλεξιν; Ὥστε εἴ τις βούλοιτο ἐλαττοῦν τὸν Υἱὸν ἀπὸ τούτων, ἐλαττώσει καὶ τὸν Πατέρα. Ὅρα γοῦν ἐξ ἀρχῆς, τὸ μὲν ὡς διδάσκων ἐστὶ καὶ σαφηνίζων αὐτῷ, τὸ δὲ ὡς παραγγέλλων· τὰ μὲν ὡς διδάσκων, ὡς ὅταν λέγῃ· Οὐ περὶ τοῦ κόσμου ἐρωτῶ· τὰ δὲ ὡς παραγγέλλων· Ἐγὼ ἐτήρησα αὐτοὺς ἕως ἄρτι, Καὶ οὐδεὶς ἀπώλετο· καὶ, Σὺ τοίνυν τήρησον αὐτοὺς, φησί· καὶ πάλιν· Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας· καὶ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐτήρουν αὐτούς. Ἀλλὰ πάντων ἡ λύσις, τὸ πρὸς τὴν ἀσθένειαν αὐτῶν εἰρῆσθαι τὰ εἰρημένα. Εἰπὼν δὲ, ὅτι Οὐδεὶς ἐξ αὐτῶν  ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἐπήγαγεν· Ἵνα ἡ Γραφὴ πληρωθῇ. Ποίαν γραφήν φησι; Τὴν πολλὰ περὶ αὐτοῦ προλέγουσαν. Οὐ μὴν διὰ τοῦτο ἀπώλετο, ἵνα ἡ Γραφὴ πληρωθῇ. Καὶ περὶ τούτου πολλὰ καὶ ἔμπροσθεν διελέχθημεν,  ὅτι ἰδιάζων  οὗτος τῆς Γραφῆς ἐστιν ὁ τρόπος, ὡς αἰτιολογίαν  τιθεμένης τὰ ἐκ τῆς ἐκβάσεως συμβαίνοντα. Καὶ δεῖ πάντα μετὰ ἀκριβείας ἐξετάζειν, καὶ τὸν τρόπον τοῦ λέγοντος, καὶ τὴν ὑπόθεσιν, καὶ τοὺς νόμους  τοὺς  τῆς  Γραφῆς, εἴ γε  μὴ μέλλοιμεν  παραλογίζεσθαι· Ἀδελφοὶ  γὰρ, μὴ παιδία  γίνεσθε ταῖς φρεσί.

γʹ. Τοῦτο δὲ οὐχ ὑπὲρ τῆς τῶν  Γραφῶν κατανοήσεως ἀναγινώσκειν  χρὴ μόνον,  ἀλλὰ  καὶ ὑπὲρ τῆς περὶ τὸν  βίον σπουδῆς. Καὶ γὰρ οἱ παῖδες οἱ μικροὶ τῶν  μὲν μεγάλων  οὐκ ἐφίενται,  τὰ δὲ μηδενὸς ἄξια θαυμάζειν εἰώθασι. Καὶ γὰρ ὀχήματα, καὶ ἵππους, καὶ τὸν ὀρεωκόμον, καὶ τοὺς τροχοὺς, πάντα ἐξ  ὀστράκου  πεποιημένα   χαίρουσι  βλέποντες·   ἂν  δὲ  βασιλέα  καθήμενον   ἐπ' ὀχήματος ἴδωσι χρυσοῦ, καὶ ἡμιόνων  ζεῦγος λευκῶν, καὶ πολὺν τὸν κόσμον, οὐδὲ ἐπιστρέφονται. Καὶ νύμφας πάλιν ἀπὸ μὲν τῆς αὐτῆς ὕλης λαβόντες πεποιημένας, καλλωπίζουσι· τὰς δὲ ὄντως  ἀληθεῖς  καὶ λαμπούσας, οὐδὲ ἴσασι· καὶ ἐπὶ πολλῶν ἑτέρων τὸ αὐτὸ πάσχουσι. Τοῦτο πολλοὶ καὶ τῶν ἀνθρώπων ὑπομένουσι νῦν. Τὰ μὲν γὰρ τῶν οὐρανῶν ἀκούοντες, οὐδὲ προσέχουσι· πρὸς δὲ τὰ πήλινα πάντα ὁμοίως τοῖς παισίν  εἰσιν ἐπτοημένοι,  καὶ τὸν  ἀπὸ τῆς  γῆς  πλοῦτον  τεθήπασι, καὶ δόξαν  καὶ τρυφὴν  ἐν  τῷ  παρόντι  βίῳ τιμῶσι· καίτοι  αὐτὰ μὲν  ἔστι παιδικὰ  ὥσπερ ἐκεῖνα· ἐκεῖνα  δὲ ζωῆς καὶ δόξης καὶ ἀνέσεως αἴτια. Ἀλλ' ὥσπερ οἱ παῖδες τούτων  μὲν ἀποστερούμενοι κλαίουσιν, ἐκείνων δὲ οὐδὲ γενέσθαι ἐν ἐπιθυμίᾳ ἴσασιν· οὕτω δὴ καὶ τῶν ἀνδρῶν εἶναι δοκούντων  πολλοί. ∆ιὰ τοῦτό φησι· Μὴ παιδία γίνεσθε ταῖς φρεσί. Χρημάτων ἐρᾷς, εἰπέ μοι, καὶ οὐκ ἐρᾷς πλούτου τοῦ μένοντος, ἀλλὰ ἀθυρμάτων παιδικῶν; εἶτα ἂν μέν τινα ἴδῃς θαυ . μάζοντα μολύβδου νόμισμα, καὶ κατακύπτοντα ὥστε ἀνελέσθαι, καὶ καταγνώσῃ πολλὴν αὐτοῦ τὴν πενίαν· σὺ δὲ τὰ τούτων  εὐτελέστερα συνάγων, ἐν τοῖς πλουτοῦσι σαυτὸν ἀριθμεῖς; καὶ πῶς ἂν ἔχοι  τοῦτο  λόγον;  Πλούσιον γὰρ  ἐκεῖνον  εἶναι  φήσομεν,  τὸν  ὑπερορῶντα  τῶν παρόντων  ἁπάντων.  Οὐδεὶς γὰρ, οὐδεὶς τῶν μικρῶν τούτων, ἀργύρου καὶ χρυσοῦ καὶ τῆς ἄλλης φαντασίας αἱρήσεται καταγελάσαι, ἂν μὴ τῶν μειζόνων  τὸν πόθον ἔχῃ,  ὥσπερ  οὖν  οὐδὲ  τοῦ  μολυβδίνου   νομίσματος,  ἂν  μὴ  χρυσᾶ  νομίσματα κεκτημένος ᾖ. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς ἄνθρωπον πάντα τὸν κόσμον παρατρέχοντα, μηδαμόθεν ἄλλοθεν νόμιζε τοῦτο ποιεῖν, ἢ ἀπὸ τοῦ πρὸς μείζονα βλέπειν κόσμον. Οὕτω καὶ γεωργὸς τῶν ὀλίγων  πυρῶν καταφρονεῖ, ὅταν μείζονα προσδοκήσῃ τὸν ἀμητόν.  Εἰ δὲ  ἀδήλου  τῆς  ἐλπίδος  οὔσης, τῶν  ὄντων  καταφρονοῦμεν·  πολλῷ μᾶλλον ἐπὶ τῆς βεβαίας προσδοκίας τοῦτο δεῖ ποιεῖν. ∆ιὸ δὴ δέομαι καὶ παρακαλῶ, μὴ ζημιοῦν ἑαυτοὺς, μηδὲ βόρβορον κατέχοντας  ἀποστερεῖν ἑαυτοὺς τῶν  ἄνωθεν θησαυρῶν,  μετὰ  καλάμης  καὶ  ἀχύρου  τὸ  πλοῖον  εἰς  τοὺς  λιμένας  ἄγοντας.  Ὃ βούλεταί τις λεγέτω  περὶ ἡμῶν, δυσχεραινέτω  πρὸς τὸ συνεχὲς τῆς παραινέσεως, φλυάρους καλείτω, προσκορεῖς, ἐπαχθεῖς· οὐκ ἀποστησόμεθα συνεχῶς ὑπὲρ αὐτῶν παραινοῦντες, καὶ συνεχῶς ἐκεῖνο τὸ τοῦ προφήτου πᾶσιν ὑποφωνοῦντες  ὑμῖν· Τὰς ἁμαρτίας  σου  ἐν  ἐλεημοσύναις  λύτρωσαι,  καὶ  τὰς  ἀνομίας  σου  ἐν  οἰκτιρμοῖς πενήτων,  καὶ ἄφαψαι αὐτὰς ἐπὶ σῷ τραχήλῳ. Μὴ σήμερον μὲν ποιήσῃς, αὔριον δὲ ἀποστῇς. Καὶ γὰρ τὸ σῶμα τοῦτο καθημερινῆς δεῖται τροφῆς. Οὕτω καὶ ἡ ψυχὴ, καὶ πολλῷ   μᾶλλον   ἐκείνη·   κἂν   μὴ   καταβάλῃ,   ἀσθενεστέρα  .  γίνεται   καὶ αἰσχροτέρα. Μὴ δὴ  περιίδωμεν  ἀπολλυμένην,  ἀγχομένην.  Πολλὰ λαμβάνει  καθ' ἑκάστην  ἡμέραν  τραύματα,  ἐπιθυμοῦσα,  ὀργιζομένη,  ῥᾳθυμοῦσα, λοιδορουμένη, ἀμυνομένη, βασκαίνουσα. ∆εῖ τοίνυν αὐτῇ καὶ φάρμακα κατασκευάζειν. Οὐ μικρὸν δὲ τὸ τῆς ἐλεημοσύνης φάρμακον, πᾶσι τοῖς τραύμασιν ἐπιτεθῆναι δυνάμενον. ∆ότε γὰρ ἐλεημοσύνην, φησὶ, καὶ πάντα ὑμῖν ἔσται καθαρά· ἐλεημοσύνην, μὴ πλεονεξίαν· τὰ γὰρ ἐκ πλεονεξίας οὐ μένει, κἂν τοῖς δεομένοις δῷς. Ἐλεημοσύνη γὰρ, ἡ πάσης ἀπηλλαγμένη  ἀδικίας ἐστίν· αὕτη πάντα ποιεῖ καθαρά. Τοῦτο καὶ νηστείας βέλτιον καὶ χαμευνίας. Καίτοι γε ἐκεῖνα μοχθηρότερα καὶ ἐπιπονώτερα, ἀλλ' αὕτη κερδαλεωτέρα· φωτίζει  ψυχὴν,  λιπαίνει,  καλὴν καὶ ὡραίαν ποιεῖ. Οὐχ οὕτω τοὺς ἀθλητὰς  ὁ τῆς ἐλαίας καρπὸς ἀνέχει,  ὡς τοὺς ἀγωνιστὰς  τῆς εὐσεβείας τουτὶ τὸ ἔλαιον   ἀνακτᾶται.   Ἀλείφωμεν   τοίνυν   τὰς   χεῖρας,   ἵνα   πρὸς  τὸν   ἀντίπαλον ἀντάρωμεν  καλῶς. Ὁ μελετῶν  ἐλεεῖν  τὸν δεόμενον, ταχέως καὶ τοῦ πλεονεκτεῖν ἀποστήσεται Ὁ διατελῶν ἐν τῷ διδόναι πένησι, ταχέως καὶ ὀργῆς ἀποστήσεται, καὶ οὐδὲ   μέγα   φρονήσει   ποτέ.   Καθάπερ  γὰρ   τοὺς   τετραυματισμένους   συνεχῶς θεραπεύων ἰατρὸς, συστέλλεται ῥᾳδίως, ἐν ταῖς ἑτέρων συμφοραῖς τὴν ἀνθρωπίνην καθορῶν φύσιν· οὕτω καὶ ἡμεῖς ἐὰν ταῖς τῶν πενήτων  συνεισέλθωμεν ἐπικουρίαις, φιλοσοφήσομεν εὐκόλως, καὶ οὐ θαυμασόμεθα πλοῦτον, οὐδὲ μέγα τι τὰ παρόντα ἡγησόμεθα, ἀλλὰ καταφρονήσομεν πάντων, καὶ μετάρσιοι γενόμενοι πρὸς τὸν οὐρανὸν, εὐκόλως ἐπιτευξόμεθα τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |