ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛʹΚαθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη

Παρασκευή 28 Οκτωβρίου 2016

ΛʹΚαθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη



Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΛʹΚαθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.

 αʹ. Παραμυθησάμενος ἐκ τοῦ  εἰπεῖν  χάρισμα  εἶναι  τὸ  διδόμενον,  ἐκ  τοῦ  πάντα  ἐξ  ἑνὸς  καὶ  τοῦ  αὐτοῦ Πνεύματος λαμβάνειν, ἐκ τοῦ πρὸς τὸ συμφέρον δίδοσθαι, ἐκ τοῦ διὰ τῶν ἐλαττόνων φανέρωσιν  γίνεσθαι, καὶ μετὰ τούτων καὶ ἐπιστομίσας ἐκ τοῦ δεῖν παραχωρεῖν τῇ ἐξουσίᾳ τοῦ Πνεύματος· Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· διὸ οὐδὲ περιεργάζεσθαι θέμις· καὶ ἐξ ἑτέρου λοιπὸν αὐτοὺς παραμυθεῖται κοινοῦ παραδείγματος, καὶ ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγει,  ὅπερ ἔθος αὐτῷ ποιεῖν. Καὶ γὰρ ἡνίκα περὶ τῆς κόμης διελέγετο  τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, μετὰ τὰ ἄλλα καὶ ἐντεῦθεν αὐτοὺς ἐπαίδευσε, λέγων· Ἦ οὐδὲ αὐτὴ ἡ φύσις ὑμᾶς διδάσκει, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῆς ἐστι;


Καὶ ὅτε περὶ τῶν  εἰδωλοθύτων  ἔλεγεν,  ἀπαγορεύων αὐτῶν   ἅπτεσθαι,   καὶ   ἀπὸ   τῶν   ἔξωθεν   παραδειγμάτων   ἐπεχείρει   τῷ   λόγῳ, Ὀλυμπικῶν τε ἀγώνων μεμνημένος, καὶ λέγων, ὅτι Οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον· καὶ ἀπὸ ποιμένων καὶ στρατιωτῶν καὶ γεωργῶν  ταῦτα  κατασκευάζων. ∆ιὸ δὴ καὶ ἐνταῦθα  κοινὸν  ὑπόδειγμα  εἰς μέσον φέρει, δι' οὗ βιάζεται καὶ φιλονεικεῖ  δεῖξαι οὐδένα ἠλαττωμένον,  ὃ καὶ θαυμαστὸν ἦν καὶ παράδοξον δυνηθῆναι  κατασκευάσαι, καὶ τοὺς ἀφελεστέρους ἱκανὸν ἀνακτήσασθαι, τὸ τοῦ σώματος λέγω. Τὸν γὰρ μικρόψυχον καὶ ἠλαττωμένον  οὐδὲν οὕτω παραμυθεῖται καὶ πείθει μὴ ἀλγεῖν, ὡς τὸ μαθεῖν ὅτι οὐκ ἠλάττωται.  ∆ιόπερ καὶ αὐτὸς κατασκευάζων αὐτὸ, οὕτω φησί· Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλά. Εἶδες σύνεσιν ἠκριβωμένην; Τὸ αὐτὸ καὶ ἓν, καὶ πολλὰ δείκνυσι. ∆ιὸ καὶ ἐπάγει, μειζόνως ἐπαγωνιζόμενος  τῷ προκειμένῳ· Πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶμα. Οὐκ εἶπε, Πολλὰ ὄντα τοῦ ἑνός ἐστι σώματος, ἀλλ',  Αὐτὸ τὸ ἓν σῶμα πολλά  ἐστι, κἀκεῖνα τὰ πολλὰ  μέλη τοῦτό ἐστι τὸ ἕν. Εἰ τοίνυν ἕν ἐστι τὰ πολλὰ, καὶ τὸ ἓν πολλὰ, ποῦ ἡ διαφορά; ποῦ τὸ ὑπερέχον; ποῦ τὸ ἔλαττον;  Πάντα   γὰρ,  φησὶν,  ἕν  ἐστι, καὶ  οὐχ  ἁπλῶς  ἓν,  ἀλλὰ  κατὰ  τὸ κυριώτερον ἐξεταζόμενα, κατὰ τὸ, σῶμα εἶναι, πάντα εὑρίσκεται ἓν ὄντα. Ὅταν δὲ τὸ κατὰ μέρος, τότε ἡ διαφορὰ, καὶ ἡ διαφορὰ ἐν πᾶσιν ὁμοίως. Οὐδὲν γὰρ αὐτῶν καθ' ἑαυτὸ σῶμα δύναται ποιεῖν. ἀλλ' ὁμοίως ἕκαστον λείπεται εἰς τὸ ποιεῖν σῶμα, καὶ δεῖ τῆς συνόδου. Ὅταν γὰρ τὰ πολλὰ ἓν γίνηται,  τότε ἐστὶν ἓν σῶμα. ∆ιὸ καὶ αὐτὸ τοῦτο αἰνιττόμενος, ἔλεγε· Πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα. Καὶ οὐκ εἶπε, Τὰ ὑπερέχοντα καὶ τὰ ἐλάττονα, ἀλλὰ, Πολλὰ ὄντα, ὃ κοινὸν πᾶσίν ἐστιν. Καὶ πῶς δυνατὸν ἓν εἶναι; Ὅταν τὴν διαφορὰν ἐκβαλὼν τῶν μελῶν, τὸ σῶμα ἐξετάζῃς. Ὅπερ γάρ ἐστιν ὀφθαλμὸς, τοῦτο καὶ ποῦς, κατὰ τὸ, μέλος εἶναι καὶ σῶμα ποιεῖν· οὐδεμία γὰρ ἐνταῦθα διαφορά. Οὐδ' ἂν ἔχοις εἰπεῖν, ὅτι τὸ μὲν τῶν μελῶν ποιεῖ σῶμα καθ' ἑαυτὸ, τὸ δὲ οὐ ποιεῖ· πάντα γὰρ ἰσάζει ἐν τούτῳ, ἐπειδὴ καὶ πάντα ἕν ἐστι σῶμα. Εἰπὼν δὲ τοῦτο, καὶ ἀποδείξας σαφῶς ἀπὸ τῆς κοινῆς ἁπάντων ψήφου, ἐπήγαγεν· Οὕτω καὶ ὁ Χριστός. Καὶ δέον εἰπεῖν, Οὕτω καὶ ἡ Ἐκκλησία (τοῦτο γὰρ ἀκόλουθον ἦν), τοῦτο μὲν οὐ φησὶν, ἀντ' ἐκείνης δὲ τὸν Χριστὸν τίθησιν, εἰς ὕψος ἀνάγων τὸν λόγον, καὶ μειζόνως τὸν ἀκροατὴν ἐντρέπων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω καὶ τοῦ Χριστοῦ τὸ σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία. Καθάπερ γὰρ καὶ σῶμα καὶ κεφαλὴ  εἷς ἐστιν ἄνθρωπος,  οὕτω τὴν  Ἐκκλησίαν καὶ τὸν Χριστὸν ἓν ἔφησεν εἶναι. ∆ιὸ καὶ τὸν Χριστὸν ἀντὶ τῆς Ἐκκλησίας τέθεικε, τὸ σῶμα αὐτοῦ οὕτως ὀνομάζων.  Ὥσπερ οὖν,  φησὶν,  ἕν  τι  ἐστὶ τὸ ἡμέτερον  σῶμα, εἰ  καὶ  ἐκ πολλῶν σύγκειται· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ ἕν τι πάντες ἐσμέν. Εἰ γὰρ καὶ ἐκ πολλῶν αὕτη σύγκειται μελῶν, ἀλλὰ τὰ πολλὰ ταῦτα ἓν γίνεται σῶμα. Ἀνακτησάμενος τοίνυν καὶ ἀναγαγὼν τὸν δοκοῦντα ἠλλαττῶσθαι ἀπὸ τοῦ κοινοῦ τούτου παραδείγματος, πάλιν τὴν  κοινὴν  συνήθειαν  ἀφίησι,  καὶ  ἐφ'  ἕτερον  ἔρχεται  κεφάλαιον  πνευματικὸν μείζονα  φέρον  τὴν  παράκλησιν, καὶ πολλῆς  ἰσοτιμίας  ὂν  ἐνδεικτικόν.  Ποῖον δὴ τοῦτο; Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι, φησὶ, πάντες ἡμεῖς εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι,  εἴτε ἐλεύθεροι. Ὃ δὲ λέγει,  τοῦτό ἐστι· Τὸ κατασκευάσαν ἡμᾶς ἓν σῶμα γενέσθαι, καὶ ἀναγεννῆσαν  ἡμᾶς, ἕν ἐστι Πνεῦμα· οὐ γὰρ ἐν ἄλλῳ μὲν  οὗτος, ἐν ἄλλῳ δὲ ὁ ἕτερος ἐβαπτίσθη πνεύματι. Οὐ μόνον δὲ τὸ βαπτίσαν ἡμᾶς ἓν, ἀλλὰ καὶ εἰς ὃ ἐβάπτισεν, τουτέστιν, ἐφ' ᾧ ἐβάπτισεν, ἕν. Οὐ γὰρ ἵνα διάφορα γένηται σώματα, ἀλλ' ἵνα πάντες τὴν ἑνὸς σώματος ἀκρίβειαν πρὸς ἀλλήλους  διασώζωμεν,  ἐβαπτίσθημεν· τουτέστιν,  ἵνα  πάντες  ἓν  σῶμα ὦμεν,  εἰς τοῦτο ἐβαπτίσθημεν.

βʹ. Ὥστε καὶ ὁ κατασκευάσας, εἷς, καὶ εἰς ὃ κατεσκεύασεν, ἕν. Καὶ οὐκ εἶπε, Τοῦ αὐτοῦ σώματος ἵνα γενώμεθα, ἀλλ', Ἵνα ἓν σῶμα πάντες· ἀεὶ γὰρ φιλονεικεῖ  τὰς ἐμφαντικωτέρας  λέξεις τιθέναι. Καὶ καλῶς εἶπε, Πάντες ἡμεῖς, καὶ ἑαυτὸν προστιθείς. Οὐδὲ γὰρ ἐγὼ ὁ ἀπόστολος σοῦ τι πλέον ἔχω κατὰ τοῦτο, φησί· καὶ γὰρ σὺ σῶμα εἶ καθάπερ ἐγὼ, καὶ ἐγὼ καθάπερ σὺ, καὶ τὴν αὐτὴν ἅπαντες ἔχομεν κεφαλὴν, καὶ τὰς αὐτὰς ἐλύσαμεν ὠδῖνας· διὸ καὶ τὸ αὐτὸ σῶμά ἐσμεν. Καὶ τί λέγω, φησὶν, Ἰουδαίους; τοὺς γὰρ τοσοῦτον ἀφεστηκότας ἡμῶν Ἕλληνας εἰς ἑνὸς σώματος ἀκρίβειαν ἤγαγε. ∆ιὸ εἰπὼν, Ἡμεῖς πάντες, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν· Εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι. Εἰ δὲ πρὸ τούτου τοσοῦτον ἀφεστηκότες ἡνώθημεν καὶ ἐγενόμεθα ἓν, πολλῷ μᾶλλον μετὰ τὸ γενέσθαι ἓν, οὐκ ἂν εἴημεν δίκαιοι λυπεῖσθαι καὶ ἀθυμεῖν· οὐδὲ γὰρ ἔχει χώραν ἡ διαφορά. Εἰ γὰρ Ἕλληνας καὶ Ἰουδαίους τῶν αὐτῶν ἠξίωσε, καὶ δούλους καὶ ἐλευθέρους, πῶς μετὰ τὸ ἀξιῶσαι διίστησιν, ὅτε πλείονα ἐκ τῆς τῶν χαρισμάτων χορηγίας τῆς ἑνώσεως τὴν ἀκρίβειαν ἐχαρίσατο; Καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν. Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. Τουτέστι, πρὸς τὴν αὐτὴν ἤλθομεν μυσταγωγίαν, τῆς αὐτῆς ἀπολαύομεν τραπέζης. Καὶ διὰ τί μὴ εἶπε, Τὸ αὐτὸ σῶμα τρεφόμεθα, καὶ τὸ αὐτὸ αἷμα πίνομεν;  Ὅτι Πνεῦμα εἰπὼν,  ἀμφότερα ἐδήλωσε καὶ τὸ αἷμα καὶ τὴν σάρκα· δι' ἀμφοτέρων γὰρ ἓν πνεῦμα ποτιζόμεθα. Ἐμοὶ δὲ δοκεῖ νῦν ἐκείνην λέγειν τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν ἀπὸ τοῦ βαπτίσματος καὶ πρὸ τῶν μυστηρίων ἐγγινομένην  ἡμῖν. Ἐποτίσθημεν δὲ εἶπεν, ἐπειδὴ ἡ μεταφορὰ τῆς λέξεως σφόδρα ἁρμόδιος αὐτῷ πρὸς τὴν προκειμένην ὑπόθεσιν· ὡς ἂν εἰ ἐπὶ φυτῶν καὶ παραδείσου ἔλεγεν,  ὅτι  Ἀπὸ τῆς  αὐτῆς  πηγῆς  πάντα  τὰ δένδρα  ἄρδεται, ὅτι  ἀπὸ τοῦ αὐτοῦ ὕδατος· οὕτω δὴ καὶ ἐνταῦθα, Τὸ αὐτὸ Πνεῦμα ἐπίομεν ἅπαντες, τῆς αὐτῆς ἀπελαύσαμεν χάριτος, φησίν. Εἰ τοίνυν καὶ ἓν Πνεῦμα ἡμᾶς κατεσκεύασε, καὶ εἰς ἓν σῶμα ἅπαντας ἡμᾶς συνήγαγε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν σῶμα ἐβαπτίσθημεν· καὶ μίαν τράπεζαν ἐχαρίσατο, καὶ τὴν αὐτὴν ἀρδείαν ἅπασιν ἔδωκε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν Πνεῦμα ἐποτίσθημεν· καὶ τοσοῦτον διεστῶτας  ἥνωσε, καὶ τὰ πολλὰ  τότε γίνεται σῶμα, ὅταν γένηται ἕν· τί μοι τὴν διαφορὰν ἄνω καὶ κάτω στρέφεις; Εἰ δὲ λέγεις, ὅτι Πολλά ἐστι τὰ μέλη καὶ διάφορα, μάθε ὅτι αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ θαυμαστὸν, καὶ τοῦ σώματος τὸ ἐξαίρετον, ὅταν τὰ πολλὰ  καὶ διάφορα ἓν ποιῇ· εἰ δὲ μὴ ἦν πολλὰ, οὐχ οὕτω θαυμαστὸν ἦν καὶ παράδοξον τὸ, ἓν εἶναι σῶμα· μᾶλλον δὲ οὐδ' ἂν ἦν σῶμα. Ἀλλὰ τοῦτο μὲν ὕστερον τίθησι· τέως δὲ ἐπ' αὐτὰ τὰ μέλη χωρεῖ, λέγων οὕτως· Ἐὰν εἴπῃ ὁ ποῦς, ὅτι Οὐκ εἰμὶ χεὶρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Εἰ γὰρ τὸ μὲν ἠλαττῶσθαι, τὸν δὲ ὑπερέχειν, οὐκ ἀφίησιν εἶναι ἐκ τοῦ σώματος, τὸ πᾶν  ἀνῄρηται. Μὴ τοίνυν εἴπῃς, ὅτι Οὐκ εἰμὶ σῶμα, ἐπειδὴ ἐλάττων εἰμί· καὶ γὰρ ὁ ποῦς τὴν ἐλάττονα τάξιν ἔχει, ἀλλὰ τοῦ σώματός ἐστι. Τὸ γὰρ ἐκ τοῦ σώματος εἶναι καὶ μὴ εἶναι, οὐκ ἀπὸ τοῦ τὸν μὲν ἐν τῷδε τῷ τόπῳ, τὸν δὲ ἐν τῷδε κεῖσθαι· τοῦτο γὰρ τόπου ποιεῖ διαφοράν· ἀλλ' ἀπὸ τοῦ συνῆφθαι ἢ ἀπέχεσθαι· τὸ γὰρ εἶναι ἢ μὴ εἶναι σῶμα, ἐκ τοῦ ἡνῶσθαι ἢ μὴ ἡνῶσθαι γίνεται. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν, πῶς αὐτῶν τὰ ῥήματα τοῖς μέλεσι περιτίθησι τοῖς ἡμετέροις. Ὥσπερ γὰρ ἀνωτέρω ἔλεγε, Ταῦτα μετεσχημάτισα εἰς  ἐμαυτὸν  καὶ  Ἀπολλῶ,  οὕτω  δὴ καὶ  ἐνταῦθα,  ὥστε ἀνεπαχθῆ ποιῆσαι  τὸν  λόγον  καὶ  εὐπαράδεκτον,  τὰ  μέλη  εἰσάγει  φθεγγόμενα·  ἵν',  ὅταν ἀκούσωσι τῆς φύσεως αὐτοῖς ἀποκρινομένης, ἀπὸ τῆς πείρας αὐτῆς ἐλεγχόμενοι καὶ τῆς κοινῆς ψήφου, μηδὲν λοιπὸν  ἀντιλέγειν  ἔχωσι. Κἂν γὰρ λέγητε, φησὶ, τοῦτο αὐτὸ, κἂν γογγύζητε, οὐ δύνασθε ἐκτὸς εἶναι τοῦ σώματος. Ὥσπερ γὰρ ὁ τῆς φύσεως νόμος, οὕτω καὶ πολλῷ πλέον ἡ τῆς χάριτος δύναμις φυλάττει πάντα καὶ διατηρεῖ. Καὶ ὅρα  πῶς  ἐφύλαξε  τὸ  ἀπέριττον,  οὐκ  ἐπὶ  πάντων   τῶν  μελῶν  τὸν  λόγον γυμνάζων,  ἀλλ'  ἐπὶ  δύο  μόνων,  καὶ  τούτων  τῶν  ἄκρων.  Καὶ γὰρ  τὸ  πάντων τιμιώτερον τέθεικε, τὸν ὀφθαλμὸν, καὶ τὸ πάντων εὐτελέστερον, τοὺς πόδας. Καὶ οὐ ποιεῖ τὸν πόδα τῷ ὀφθαλμῷ διαλεγόμενον, ἀλλὰ τῇ ὀλίγον ἀναβεβηκυίᾳ χειρὶ, τὴν δὲ ἀκοὴν τοῖς ὀφθαλμοῖς. Ἐπειδὴ γὰρ οὐ τοῖς σφόδρα ὑπερέχουσιν, ἀλλὰ τοῖς ὀλίγον ἀναβεβηκόσι φθονεῖν, εἰώθαμεν, διὰ τοῦτο καὶ αὐτὸς οὕτω ποιεῖται τὴν σύγκρισιν. Εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις; Ἐπειδὴ γὰρ εἰς τὴν τῶν μελῶν ἐμπεσὼν διαφορὰν, καὶ εἰπὼν πόδας καὶ χεῖρας καὶ ὀφθαλμοὺς καὶ ὦτα, εἰς ἔννοιαν  αὐτοὺς τῆς ἐλαττώσεως  καὶ τῆς ὑπεροχῆς ἤγαγεν·  ὅρα πῶς πάλιν  αὐτοὺς παραμυθεῖται, δεικνὺς ὅτι οὕτω συμφέρον ἦν, καὶ τὸ πολλοὺς εἶναι καὶ διαφόρους, τοῦτο μάλιστα ποιεῖ σῶμα εἶναι. Εἰ δὲ ἓν ἦσαν οἱ πάντες, οὐκ ἦσαν σῶμα· διό φησιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Ἀλλὰ τοῦτο μὲν ὕστερον λέγει· ἐνταῦθα δέ τι καὶ πλέον δείκνυσιν, ὅτι οὐ μόνον σῶμα εἶναι οὐκ ἐγχωρεῖ, ἀλλ' οὐδὲ εἶναι τοὺς λοιπούς. Εἰ ὅλον γὰρ ἦν ἀκοὴ, ποῦ ἡ ὄσφρησις; φησίν.

γʹ. Εἶτα ἐπειδὴ ἔτι καὶ οὕτως ἐθορυβοῦντο· ὅπερ ἀνωτέρω ἐποίησε, καὶ νῦν τοῦτο ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦ συμφέροντος παρακαλέσας, ὕστερον καὶ ἐπεστόμισε σφοδρῶς, εἰπών· Ταῦτα δὲ  πάντα  ἐνεργεῖ  ἓν  καὶ  τὸ  αὐτὸ  Πνεῦμα, διαιροῦν  ἰδίᾳ  ἑκάστῳ  καθὼς βούλεται· οὕτω  καὶ ἐνταῦθα  λογισμοὺς θεὶς, καθ' οὓς ἔδειξε συμφέρον ὂν οὕτω γενέσθαι πάντα, πάλιν  ἐπὶ τὴν τοῦ Θεοῦ βουλὴν ἀνάγει τὸ πᾶν λέγων· Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. Ὥσπερ περὶ τοῦ Πνεύματος εἶπε, Καθὼς βούλεται, οὕτω καὶ ἐνταῦθα, Καθὼς ἠθέλησε. Μὴ τοίνυν ἐξέταζε λοιπὸν τὴν αἰτίαν, διὰ τί οὕτω, καὶ διὰ τί οὐχ οὕτω. Κἂν γὰρ μυρίους λόγους ἔχωμεν εἰπεῖν, οὐχ οὕτω δυνησόμεθα δεῖξαι ὅτι καλῶς, ὡς ὅταν εἴπωμεν, ὅτι ὡς ὁ ἀριστοτέχνης ἠθέλησεν, οὕτω γέγονεν· ὡς γὰρ συμφέρον ἐστὶν, οὕτω βούλεται. Εἰ δὲ ἐν τῷ σώματι τούτῳ οὐ περιεργαζόμεθα τὰ μέλη, πολλῷ μᾶλλον ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· οὐ γὰρ τὴν ἀπὸ  τῆς φύσεως τίθησι διαφορὰν, οὐδὲ τὴν ἀπὸ τῆς ἐνεργείας, ἀλλὰ τὴν ἀπὸ τῆς θέσεως τῶν  τόπων. Νυνὶ γὰρ, φησὶν, ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησε. Καὶ καλῶς εἶπεν, Ἕκαστον, ἐπὶ πάντων τὸ λυσιτελὲς ἐνδεικνύμενος. Οὐ γὰρ ἂν ἔχοις εἰπεῖν, ὅτι τοῦτο μὲν αὐτὸς ἔταξεν, ἐκεῖνο δὲ οὐχί· ἀλλὰ ἕκαστον κατὰ τὸ θέλημα αὐτοῦ, οὕτω κεῖται. Ὥστε καὶ τῷ ποδὶ συμφέρει τὸ οὕτω τετάχθαι, οὐχὶ τῇ κεφαλῇ μόνον· κἂν ἀνταλλάξῃ  τὴν  τάξιν,  καὶ  τὴν  οἰκείαν  χώραν  ἀφεὶς,  ἐφ' ἑτέραν  ἔλθῃ,  κἂν  ἐπὶ μείζονα  δοκῇ  ἐληλυθέναι,  τὸ  πᾶν  ἀπώλεσε  καὶ  διέφθειρε·  τῆς  τε  γὰρ  οἰκείας ἐκπίπτει, καὶ τῆς ἑτέρας οὐκ ἐπιτυγχάνει. Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Νυνὶ δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. Ἐπιστομίσας γὰρ αὐτοὺς ἱκανῶς ἀπὸ τῆς τοῦ Θεοῦ διατάξεως, πάλιν λογισμοὺς τίθησι· καὶ οὔτε τοῦτο ἀεὶ ποιεῖ οὔτε, ἐκεῖνο, ἀλλ' ἐναλλάττων   ποικίλλει  τὸν  λόγον.  Ὅ τε γὰρ ἐπιστομίζων  μόνον,  τὸν  ἀκροατὴν, θορυβεῖ ὅ τε δὲ ἐθίζων αὐτὸν πάντων  αἰτίας ἀπαιτεῖν, εἰς τὸν τῆς πίστεως αὐτὸν παραβλάπτει λόγον. ∆ιὰ δὴ τοῦτο κἀκεῖνο συνεχῶς ὁ Παῦλος ποιεῖ, ἵνα καὶ πιστεύσωσι καὶ μὴ θορυβῶνται· καὶ μετὰ τὸ ἐπιστομίσαι πάλιν καὶ λόγον παρέχει. Καὶ σκόπει τὴν φιλονεικίαν, καὶ τὴν περιουσίαν τῆς νίκης. Ἀφ' ὧν γὰρ ἐνόμιζον οὐκ εἶναι ἰσότιμοι τῷ πολλὴν ἐν αὐτοῖς εἶναι τὴν διαφορὰν, ἀπὸ τούτων δείκνυσιν, ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο ἰσότιμοι. Πῶς; ἐγὼ λέγω. Εἰ ἦν τὰ πάντα, φησὶν, ἓν μέλος, ποῦ τὸ σῶμα; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ μὴ ἦν ἐν ὑμῖν πολλὴ ἡ διαφορὰ, οὐκ ἂν ἦτε σῶμα· σῶμα δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἕν· ἓν δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἰσότιμοι. Ὥστε οὖν εἰ πάντες ἰσότιμοι ἦτε, οὐκ ἂν ἦτε σῶμα· οὐκ ὄντες δὲ σῶμα, οὐκ ἂν ἦτε ἕν· οὐκ ὄντες δὲ ἓν, πῶς ἂν ἦτε ἰσότιμοι; Νῦν μέντοι, ἐπειδὴ οὐκ ἐστὲ πάντες ἕν τι χάρισμα ἔχοντες, διὰ τοῦτο σῶμά ἐστε· σῶμα δὲ ὄντες, πάντες ἐστὲ ἓν, καὶ οὐδὲν ἀλλήλων διαφέρετε κατὰ τὸ σῶμα εἶναι. Ὥστε ἡ διαφορὰ αὕτη μάλιστά ἐστιν ἡ ποιοῦσα τὴν ἰσοτιμίαν·  διὸ  καὶ  ἐπήγαγε,  Νῦν  δὲ  πολλὰ  μὲν  μέλη,  ἓν  δὲ  σῶμα.  Ταῦτ'  οὖν ἐννοοῦντες   καὶ   ἡμεῖς   πᾶσαν  βασκανίαν   ἐκβάλωμεν,   καὶ   μήτε   τοῖς   μείζονα χαρίσματα ἔχουσι φθονῶμεν,  μήτε καταφρονῶμεν  τῶν  τὰ ἐλάττονα  κεκτημένων· οὕτω γὰρ ὁ Θεὸς ἠθέλησε. Μὴ τοίνυν ἀντιτασσώμεθα. Εἰ δὲ ἔτι θορυβῇ, ἐννόησον ὅτι τὸ σὸν ἔργον οὐ δύναται  ἐκεῖνος πολλάκις  ἀνύειν. Ὥστε κἂν ἐλάττων  ᾖς, τούτῳ πλεονεκτεῖς· κἂν μείζων ἐκεῖνος ᾖ, ἐλαττοῦται ἐν τούτῳ, καὶ οὕτως ἰσότης γίνεται. Καὶ γὰρ καὶ ἐν τῷ σώματι καὶ τὰ μικρὰ οὐ μικρὰ δοκεῖ συντελεῖν,  ἀλλὰ καὶ τοῖς μεγάλοις  λυμαίνεται  πολλάκις,  ὅταν  ἀποστῇ Τί γὰρ τριχῶν  εὐτελέστερον  ἐν  τῷ σώματι; ἀλλὰ τὰς εὐτελεῖς ταύτας ἂν ἀνέλῃς ἀπὸ τῶν ὀφρύων καὶ τῶν βλεφάρων, ὅλην ἠφάνισας τῆς ὄψεως τὴν ὥραν, καὶ ὀφθαλμὸς οὐκέτι ὁμοίως φανεῖται καλός· καίτοι  γε  περὶ  τὸ  τυχόν  ἐστιν  ἡ  ζημία, ἀλλ' ὅμως  καὶ  οὕτω  πᾶσα διεφθάρη  ἡ εὐμορφία· οὐκ εὐμορφία δὲ μόνον, ἀλλὰ καὶ πολὺ τῆς χρείας τῶν ὀφθαλμῶν.  Τῶν γὰρ μελῶν ἡμῶν ἕκαστον καὶ ἰδίαν ἐνέργειαν ἔχει καὶ κοινὴν, καὶ κάλλος ὁμοίως καὶ ἴδιον καὶ κοινόν  ἐστιν ἐν ἡμῖν· καὶ δοκεῖ μὲν διῃρῆσθαι ταῦτα, συμπέ  πλεκται δὲ ἀκριβῶς, καὶ θατέρου διαφθαρέντος καὶ τὸ ἕτερον συναπόλλυται. Σκόπει δέ· ἔστωσαν ὀφθαλμοὶ λάμποντες, καὶ παρειὰ μειδιῶσα, καὶ χεῖλος ἐρυθρὸν, καὶ ῥὶς εὐθεῖα, καὶ ὀφρὺς ἐκτεταμένη· ἀλλ' ὅμως κἂν τὸ τυχὸν ἐκ τούτων λυμήνῃ, τῷ κοινῷ πάντων ἐλυμήνω κάλλει, καὶ πάντα κατηφείας μεστὰ, καὶ πάντα αἰσχρὰ φανεῖται τὰ πρὸ τούτου καλά. Ἂν γὰρ τὸ ἄκρον μόνον τῆς ῥινὸς συντρίψῃς, πάντων  πολλὴν κατέχεας  τὴν  ἀμορφίαν,  καίτοι  γε ἑνὸς  μέλους  ἐστὶν  ἡ πήρωσις· καὶ ἐπὶ  χειρὸς ὁμοίως, ἂν ἑνὸς δακτύλου τὸν ὄνυχα ἐξέλῃς, τὸ αὐτὸ γινόμενον  ὄψει.

δʹ. Εἰ δὲ καὶ ἐπὶ ἐνεργείας βουληθείης τὸ αὐτὸ συμβαῖνον ἰδεῖν, ἄνελε δάκτυλον  ἕνα, καὶ τοὺς λοιποὺς ἀργοτέρους ὄψει, καὶ οὐκέτι τὰ αὐτῶν ποιοῦντας ὁμοίως. Ἐπεὶ οὖν κοινὸν αἶσχος ἡ τοῦ μέλους ζημία, καὶ κοινὸν  κάλλος  ἡ σωτηρία, μὴ ἐπαιρώμεθα  μηδὲ ἐπεμβαίνωμεν τοῖς πλησίον. ∆ιὰ γὰρ ἐκεῖνο τὸ μικρὸν μέλος καὶ τὸ μέγα ἐστὶ καλὸν καὶ ὡραῖον, καὶ διὰ τῶν βλεφαρίδων ὀφθαλμὸς καλλωπίζεται. Ὥστε ἑαυτῷ πολεμεῖ ὁ τῷ ἀδελφῷ  πολεμῶν· οὐ γὰρ μέχρις ἐκείνου τὰ τῆς βλάβης, ἀλλὰ καὶ αὐτὸς οὐ μικρὰν ὑποστήσεται ζημίαν. Ἵν' οὖν μὴ τοῦτο γίνηται,  ὡς ἑαυτῶν, οὕτω καὶ τῶν πλησίον  φροντίζωμεν,   καὶ  ταύτην  τὴν  εἰκόνα  τοῦ  σώματος  καὶ  νῦν  ἐπὶ  τὴν Ἐκκλησίαν μεταγάγωμεν, καὶ προνοῶμεν ἁπάντων  ὡς μελῶν οἰκείων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐκκλησίᾳ μέλη πολλὰ καὶ διάφορα· καὶ τὰ μὲν τιμιώτερα, τὰ δὲ καταδεέστερα· οἷόν  εἰσι  παρθένων   χοροὶ,  εἰσὶ  χηρῶν  σύλλογοι,  εἰσὶ  τῶν  ἐν  γάμῳ  σώφρονι λαμπόντων  φρατρίαι, καὶ πολλοὶ  τῆς ἀρετῆς οἱ βαθμοί. Καὶ ἐπὶ τῆς ἐλεημοσύνης πάλιν  ὁμοίως· ὁ μὲν γὰρ τὰ πάντα ἐκένωσεν, οἱ δὲ τῆς αὐταρκείας ἐπιμελοῦνται μόνης, καὶ πλέον τῆς χρείας οὐδὲν ζητοῦσιν, οἱ δὲ ἐκ τοῦ περισσεύματος ἔδωκαν· ἀλλ'  ὅμως  οὗτοι  πάντες  ἀλλήλους  κοσμοῦσι, κἂν  ἐξουθενήσῃ  τὸν  ἐλάττονα  ὁ μείζων, ἑαυτὸν τὰ μέγιστα ἔβλαψεν. Ἥ τε γὰρ παρθένος ἂν ὑβρίσῃ τὴν ἔγγαμον, οὐ μικρὸν ὑπετέμετο  τοῦ μισθοῦ· ὅ τε τὰ πάντα  κενώσας, ἂν ὀνειδίσῃ τῷ μὴ τοῦτο πεποιηκότι, πολὺ τῶν αὐτοῦ πόνων ἐκένωσε. Καὶ τί λέγω παρθένους καὶ χήρας καὶ ἀκτήμονας ἄνδρας; Τί γὰρ τῶν προσαιτούντων  εὐτελέστερον; ἀλλ' ὅμως καὶ οὗτοι χρείαν πληροῦσι μεγίστην ἐν Ἐκκλησίᾳ, προσηλωμένοι ταῖς θύραις τοῦ ναοῦ, καὶ κόσμον παρέχοντες μέγιστον, καὶ τούτων ἄνευ οὐκ ἂν ἀπαρτισθείη τὸ πλήρωμα τῆς Ἐκκλησίας. Ὅπερ οὖν καὶ οἱ ἀπόστολοι συνιδόντες ἐξαρχῆς ἐνομοθέτησαν, ὥσπερ τὰ ἄλλα πάντα, οὕτω καὶ τὸ χήρας εἶναι· καὶ τοσαύτην ἐποιήσαντο περὶ τὸ πρᾶγμα σπουδὴν,  ὡς  καὶ  διακόνους  αὐταῖς  ἐπιστῆσαι ἑπτά.  Ὥσπερ γὰρ  ἐπισκόπους  καὶ πρεσβυτέρους καὶ διακόνους καὶ παρθένους καὶ ἐγκρατευομένους ἀριθμῷ, τὰ μέλη τῆς Ἐκκλησίας καταλέγων,  οὕτω καὶ χήρας. Οὐδὲ γὰρ τὴν τυχοῦσαν χρείαν αὗται πληροῦσι. Σὺ μὲν  γὰρ ὅτε βούλει, παραγέγονας·  αὗται  δὲ καὶ ἡμέραν καὶ νύκτα ψάλλουσι καὶ πάρεισιν, οὐ τῆς ἐλεημοσύνης ἕνεκεν μόνης τοῦτο ποιοῦσαι· ἐπεὶ, εἰ τοῦτο ἐβούλοντο,  ἐξῆν  κατὰ τὴν  ἀγορὰν  βαδίζειν,  καὶ ἐν τοῖς  στενωποῖς προσαιτεῖν· ἀλλ' ἔχουσί τι καὶ εὐλαβείας οὐ μικρόν. Ὅρα γοῦν ἐν ὅσῃ καμίνῳ πενίας εἰσί. Καὶ βλασφημουσῶν οὐκ ἄν ποτε αὐτῶν ἀκούσῃς, οὐδὲ ἀποδυσπετουσῶν, ἅπερ πολλαὶ  τῶν  πλουτούντων   ποιοῦσιν.  Καὶ αἱ  μὲν  αὐτῶν  πεινῶσαι  ἐκοιμήθησαν πολλάκις, αἱ δὲ καὶ διηνεκῶς ὑπὸ τοῦ κρυμοῦ πηγνύμεναι  διατελοῦσι, καὶ ὅμως ἐν εὐχαριστίᾳ καὶ δοξολογίᾳ διάγουσι. Κἂν ὀβολὸν δῷς, εὐχαριστοῦσι καὶ ἐπεύχονται μυρία τῷ δεδωκότι· κἂν μηδὲν δῷς, οὐ δυσχεραίνουσιν, ἀλλὰ καὶ οὕτως εὐλογοῦσι καὶ ἀγαπῶσι, τῆς ἐφημέρου τροφῆς ἀπολαύουσαι. Κἂν γὰρ μὴ βούλωνται,  φησὶν, ἀνάγκη φέρειν αὐτάς. ∆ιὰ τί; εἰπέ μοι· τίνος ἕνεκεν τὸ πικρὸν τοῦτο ἐφθέγξω ῥῆμα; οὐκ εἰσὶ τέχναι αἰσχραὶ, καὶ τοῖς γεγηρακόσι κέρδος ἔχουσαι καὶ ταῖς γεγηρακυίαις; οὐκ ἠδύναντο,  εἴπερ βούλοιτο  τοῦ ζῇν ἐπιεικῶς  ἀμελεῖν,  κἀκεῖθεν  μετὰ πολλῆς ἀποτρέφεσθαι τῆς περιουσίας; οὐχ ὁρᾷς πόσοι τῶν ἐν ταύτῃ τῇ ἡλικίᾳ μαστροποὶ καὶ προαγωγοὶ  γινόμενοι,  καὶ ἕτερα τοιαῦτα  ἄττα διακονούμενοι,  καὶ τρέφονται  καὶ τρυφῶσιν;   Ἀλλ'  οὐχ   οὗτοι,   ἀλλ'  αἱροῦνται   λιμῷ   διαφθείρεσθαι   μᾶλλον,   ἢ καταισχῦναι τὴν ἑαυτῶν ζωὴν καὶ προδοῦναι τὴν σωτηρίαν· καὶ κάθηνται δι' ἡμέρας ὅλης  φάρμακόν  σοι  κατασκευάζοντες  σωτηρίας.  Οὐ  γὰρ  οὕτως  ἰατρὸς,  χεῖρα ἐκτείνων  καὶ σιδήριον ἐπάγων,  ἐκτέμνει  τὰ σεσηπότα τῶν  τραυμάτων, ὡς πένης, δεξιὰν  ἐκτείνων   καὶ  ἐλεημοσύνην  λαμβάνων,   περιαιρεῖ  τῶν  τραυμάτων   τοὺς μώλωπας. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι χωρὶς ἀλγηδόνος καὶ ὀδύνης τὴν καλὴν ταύτην ἐργάζονται  ἰατρείαν.  Καὶ ἡμῶν  τῶν  τοῦ λαοῦ προκαθημένων  καὶ παραινούντων ὑμῖν  τὰ  συμφέροντα  οὐκ  ἔλαττον  ἐκεῖνος  διαλέγεται   ὁ  πρὸ  τῶν  θυρῶν  τῆς ἐκκλησίας  καθήμενος  διὰ  τῆς  σιγῆς  καὶ  τῆς  ὄψεως.  Καὶ γὰρ  ἡμεῖς  ταῦτα  καθ' ἑκάστην  ὑμῖν  ἐνηχοῦμεν  τὴν  ἡμέραν,  λέγοντες·  Μὴ μέγα  φρόνει,  ὦ  ἄνθρωπε, ὀξύῤῥοπον  καὶ  εὐμετάπτωτον   τῶν  ἀνθρώπων   ἡ  φύσις,  ἡ  νεότης  πρὸς  γῆρας ἐπείγεται, τὸ κάλλος πρὸς ἀμορφίαν, ἡ ἰσχὺς πρὸς ἀσθένειαν, ἡ τιμὴ πρὸς καταφρόνησιν,  ἡ  ὑγιεία  πρὸς  ἀῤῥωστίαν  μεταπίπτει,  ἡ  δόξα  πρὸς  εὐτέλειαν,  ὁ πλοῦτος πρὸς πενίαν· ῥεύματι σφοδρῷ τὰ ἡμέτερα ἔοικεν οὐδαμοῦ ἵστασθαι βουλομένῳ, ἀλλ' ἐπειγομένῳ πρὸς τὸ κάταντες.


εʹ. Τὰ αὐτὰ καὶ ἐκεῖνοι, καὶ πλείονα τούτων διὰ τῆς ὄψεως συμβουλεύουσι, καὶ διὰ τῆς πείρας αὐτῆς, ἥτις καὶ σαφεστέρα ἐστὶ παραίνεσις. Πόσοι γοῦν  τῶν  ἔξω  καθημένων  νῦν  ἤκμασαν ἐν  νεότητι,  καὶ μεγάλα εἰργάσαντο; πόσοι τῶν εἰδεχθῶν τούτων καὶ ἐπὶ τῇ τοῦ σώματος ἰσχύι καὶ τῇ τῆς ὄψεως ὥρᾳ πολλοὺς παρήλασαν; Ἀλλὰ μὴ ἀπιστεῖτε, μηδὲ χλευάζετε· καὶ γὰρ μυρίων  γέμει  τοιούτων  ὑποδειγμάτων  ὁ  βίος.  Εἰ γὰρ  βασιλεῖς  ἐξ  εὐτελῶν  καὶ ταπεινῶν  πολλοὶ πολλάκις  ἐγένοντο,  τί θαυμαστὸν, καὶ ἐκ μεγάλων  καὶ ἐνδόξων ταπεινοὶ  καὶ εὐτελεῖς κατέστησαν; καὶ γὰρ τὸ πολλῷ  παραδοξώτερον ἐκεῖνό ἐστι· τοῦτο δὲ τῶν  ἀεὶ συμβαινόντων.  Ὥστε οὐ χρὴ διαπιστεῖν, εἴ τινες  τούτων  καὶ ἐν τέχναις  καὶ ἐν στρατείαις ἤνθησαν καὶ ἐν χρημάτων  περιουσίαις, ἀλλὰ καὶ ἐλεεῖν αὐτοὺς μετὰ πολλῆς τῆς συμπαθείας, καὶ ὑπὲρ ἑαυτῶν δεδοικέναι, μή ποτε καὶ αὐτοὶ  τὰ αὐτὰ πάθωμεν.  Καὶ γὰρ καὶ ἡμεῖς ἄνθρωποι,  καὶ ὑπὸ τὴν ὀξύῤῥοπον ταύτην κείμεθα μεταβολήν. Ἀλλ'  ἴσως τῶν  ἀγνωμόνων  τις καὶ σκώπτειν εἰωθότων  καὶ ἐπισκήψει τοῖς εἰρημένοις,  καὶ κωμῳδήσει πάντως ἡμᾶς λέγων·  Μέχρι τίνος  οὐ παύσῃ πένητας  ἀεὶ καὶ πτωχοὺς  ἐν τοῖς λόγοις  εἰσάγων,  καὶ συμφορὰς ἡμῖν  προφητεύων,  καὶ πενίαν  προαναφωνῶν,  καὶ πτωχοὺς
ποιῆσαι σπουδάζων; Οὐ πτωχοὺς  ὑμᾶς σπουδάζων ποιῆσαι, ἄνθρωπε, ταῦτα λέγω, ἀλλὰ  τοῦ  οὐρανοῦ  τὸν  πλοῦτον  ὑμῖν  ἀνοῖξαι  σπεύδων.  Ἐπεὶ  καὶ  πρὸς  τὸν ὑγιαίνοντα   ὁ  τῶν  ἀῤῥωστούντων  μεμνημένος  καὶ  τὰς  ἐκείνων  διηγούμενος ὀδύνας, οὐχ ἵνα ἐπίνοσον  ποιήσῃ, λέγει, ἀλλ'  ἵνα ἐπὶ τῆς ὑγιείας  διατηρήσῃ, τῷ φόβῳ τῶν ἐκείνοις συμβαινόντων τὴν τούτου ῥᾳθυμίαν ἐκκόπτων. Φοβερὸν ὑμῖν ἡ πενία εἶναι δοκεῖ, καὶ φρικτὸν καὶ μέχρι προσηγορίας αὐτῆς. ∆ιὰ γὰρ τοῦτο πένητές ἐσμεν, ὅτι πενίαν δεδοίκαμεν, κἂν μύρια ἔχωμεν τάλαντα.   Οὐ γὰρ ὁ μηδὲν ἔχων, πένης, ἀλλ' ὁ πενίαν  φρίττων· ἐπεὶ καὶ ἐν ταῖς συμφοραῖς οὐ τοὺς τὰ μεγάλα πάσχοντας  κακὰ  δακρύομεν  καὶ  ἀθλίους  ἡγούμεθα,  ἀλλὰ  τοὺς  οὐκ  εἰδότας  αὐτὰ φέρειν, κἂν μικρὰ τύχῃ ὄντα· ὡς ὅ γε φέρειν εἰδὼς καὶ ἐπαίνων  ἄξιος καὶ στεφάνων. Καὶ ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, ἐν τοῖς ἀγῶσι τίνας ἐπαινοῦμεν; τοὺς πολλὰ τυπτομένους καὶ μὴ ἀλγοῦντας, ἀλλ' ὑψηλὸν τὸν αὐχένα ἔχοντας, ἢ τοὺς ἀπὸ τῶν πρώτων φεύγοντας πληγῶν; οὐχὶ ἐκείνους μὲν καὶ στεφανοῦμεν, ὡς ἀνδρείους καὶ γενναίους, τούτους δὲ καὶ γελῶμεν, ὡς ἀνάνδρους καὶ δειλούς; Οὕτω τοίνυν καὶ ἐπὶ τῶν τοῦ βίου πραγμάτων ποιῶμεν· τὸν μὲν εὐκόλως ἅπαντα φέροντα στεφανώσωμεν,    καθάπερ   ἐκεῖνον   τὸν   γενναῖον    παγκρατιαστήν·   τοῦτον   δὲ δακρύσωμεν τὸν δεδοικότα καὶ τρέμοντα τὰ δεινὰ, καὶ πρὶν ἢ δέξασθαι πληγὴν ἀποτεθνηκότα τῷ δέει. Καὶ γὰρ ἐπὶ τῶν ἀγώνων  εἴ τις, πρὶν ἢ χεῖρας ἀντᾶραι, τὸν ἀντίπαλον  ἰδὼν  τὴν  δεξιὰν  τείνοντα  μόνον  ἀποφύγοι,  κἂν  μὴ δέξηται  πληγὴν, καταγέλαστος ἔσται, ὡς ἄτονος καὶ μαλακὸς καὶ πόνων ἄπειρος τοιούτων· οἷον καὶ ἐπὶ τούτων  συμβαί νει τῶν  πενίαν  δεδοικότων,  καὶ οὐδὲ τὴν προσδοκίαν αὐτῆς ἐνεγκεῖν  δυναμένων.  Οὐκ ἄρα ἡμεῖς ποιοῦμεν ὑμᾶς ἀθλίους, ἀλλ' ὑμεῖς ἑαυτούς. Πῶς γὰρ οὐ καταπαίξεταί σου λοιπὸν ὁ διάβολος, καὶ πρὸ τῆς πληγῆς τὴν ἀπειλὴν ὁρῶν δεδοικότα καὶ τρέμοντα; Μᾶλλον δὲ, ὅταν ἀπειλὴν τοῦτο νομίζῃς, οὐ δεήσεται λοιπὸν οὐδὲ πλῆξαι, ἀλλ' ἀφεὶς ἔχειν τὸν πλοῦτον, τῇ προσδοκίᾳ τῆς ἀφαιρέσεως κηροῦ παντὸς  μαλακώτερόν  σε ἐργάσεται. Καὶ γὰρ πεφύκαμεν,  ὡς εἰπεῖν,  ἅπερ δεδοίκαμεν, μετὰ τὸ παθεῖν οὐχ οὕτω νομίζειν εἶναι φοβερὰ, ὥσπερ ἔμπροσθεν καὶ πρὸ τῆς πείρας. Ἵν' οὖν μηδὲ ταύτην κτήσῃ τὴν ἀρετὴν, ἐν ἀκμάζοντί σε κατέχει φόβῳ, πρὸ τῆς πείρας τῷ φόβῳ τῆς πενίας ὥσπερ κηρὸν πυρὶ κατατήκων. Καὶ γὰρ κηροῦ παντὸς μα λακώτερος ὁ τοιοῦτος, καὶ αὐτοῦ τοῦ Κάϊν ἀθλιώτερον βίον ζών, ὑπὲρ μὲν ὧν πλεονεκτεῖ  δεδοικὼς, ὑπὲρ δὲ ὧν οὐκ ἔχει ἀλγῶν· καὶ ὑπὲρ ὧν ἔχει τρέμων  πάλιν,  ἅτε  δραπέτην  ἀγνώμονα  κατέχων  ἔνδον  τὸν  πλοῦτον,  καὶ ποικίλοις  τισὶ καὶ ἀτόποις  πολιορκούμενος  πάθεσι. Καὶ γὰρ ἐπιθυμία  ἄτοπος καὶ φόβος  πολυειδὴς  καὶ  ἀγωνία  καὶ  τρόμος  πανταχόθεν  αὐτοὺς  χειμάζουσι·  καὶ ἐοίκασι πλοίῳ πάντοθεν ἐναντίοις ἀνέμοις ἐλαυνομένῳ, καὶ πολλὰς ὑπομένοντι τὰς τρικυμίας. Καὶ πόσῳ βέλτιον τὸν τοιοῦτον  ἀπ ελθεῖν, ἢ διηνεκῆ φέρειν χειμῶνα; ἐπεὶ καὶ τὸν  Κάϊν ἀνεκτότερον ἦν ἀποθανεῖν, ἢ διαπαντὸς τρέ μειν.     Ἵν'οὖν μὴ καὶ ἡμεῖς ταῦτα πάσχωμεν, καταγελά  σωμεν τῆς τοῦ διαβόλου μηχανῆς, διαῤῥήξωμεν αὐτοῦ τὰ σχοινία, διακόψωμεν τοῦ χαλεποῦ δόρατος τὴν αἰχμὴν, καὶ πᾶσαν ἔφοδον ἀποτειχίσωμεν. Ἂν γὰρ χρημάτων καταγελάσῃς, οὐκ ἔχει ποῦ πλήξαι,οὐκ ἔχει  πόθεν  ἐπιλάβηται·  τὴν  γὰρ ῥίζαν  ἀνέσπασας τῶν  κακῶν·  ῥίζης δὲ οὐκ  οὔσης, οὐδὲ καρπὸς βλαστήσει πονηρός. Ταῦτα λέγωμεν  μὲν ἀεὶ, καὶ λέγοντες  οὐ παυώμεθα· εἰ δέ τι λέγοντες ἀνύομεν, ἡ ἡμέρα δεί ξει ἐκείνη ἡ ἐν πυρὶ ἀποκαλυπτομένη, ἡ τὸ ἑκάστου ἔργον δοκιμάζουσα, ἡ τὰς λαμπάδας δεικνύουσα τὰς λαμπρὰς καὶ τὰς οὐ τοιαύτας. Τότε καὶ ὁ ἔχων τὸ ἔλαιον, καὶ ὁ μὴ ἔχων, δῆλος ἔσται. Ἀλλὰ μηδένα γένοιτο τότε εὑρεθῆναι ταύτης ἔρημον τῆς παραμυθίας,   ἀλλὰ πάντας δαψιλῆ τὴν φιλανθρωπίαν  ἐπιφερομένους, καὶ φαιδρὰς ἔχοντας τὰς λαμπάδας, συνεισελθεῖν τῷ νυμφίῳ· ὡς οὐδὲν τῆς φωνῆς ἐκείνης φοβερώτερον καὶ ὀδυνηρότερον, ἢν οἱ χωρὶς ἐλεημοσύνης δαψιλοῦς  ἀπιόντες  τότε ἀκούσονται τοῦ  νυμφίου  λέ γοντος,  Οὐκ οἶδα  ὑμᾶς. Ἀλλὰ  μήποτε  ταύτης  ἀκούσαιμεν  τῆς φωνῆς, ἀλλὰ τῆς ἡδίστης ἐκείνης καὶ ποθεινοτάτης, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πα τρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὕτω γὰρ καὶ τὸν μακάριον ζησόμεθα βίον, καὶ τῶν ἀγαθῶν ἀπολαυσόμεθα πάντων τῶν  καὶ νοῦν  ὑπερ βαινόντων  ἀνθρώπινον· ὧν  γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.




ΛΑʹ.Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν  σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ  τοῖς ποσὶ,   Χρείαν ὑμῶν  οὐκ ἔχω. 

 αʹ. Καταστείλας τῶν  ἐλαττόνων  τὸν φθόνον,  καὶ τὴν ἀθυμίαν αὐτῶν  ἐξελὼν, ἣν εἰκὸς ἔχειν  αὐτοὺς ἐκ τοῦ μειζόνων ἑτέρους κατηξιῶσθαι χαρισμάτων, ταπεινοῖ καὶ τούτων τὸν τῦφον τῶν τὰ μείζονα εἰληφότων χα ρίσματα· ποιήσας μὲν αὐτὸ καὶ ἐν οἷς πρὸς ἐκείνους διελέγετο (τὸ γὰρ λέγειν, ὅτι χάρισμά ἐστι, καὶ οὐ κατόρθωμα, τοῦτο ἐμφαίνοντος  ἦν)· νυνὶ δὲ αὐτὸ καὶ σφοδρότερον πάλιν ποιεῖ, ἐπὶ τῆς αὐτῆς μένων εἰκό νος. Ἀπὸ γὰρ τοῦ σώματος λοιπὸν  καὶ τῆς  ἐκεῖθεν  ἑνότητος  ἐπ' αὐτὴν  τῶν  μελῶν  χωρεῖ  τὴν  σύγκρισιν· ὃ μάλιστα ἐζήτουν  ἐκεῖνοι  μαθεῖν·  ἐπειδὴ  οὐχ οὕτως  ἱκανὸν  ἦν  αὐτοὺς παραμυθήσασθαι τὸ πάντας ἓν σῶμα εἶναι, ὡς τὸ μαθεῖν ὅτι καὶ ἐν αὐτοῖς, οἷς εἶχον, οὐδὲν  μέγα ἠλαττοῦντο.  Καί φησιν· Οὐ δύναται  δὲ ὁ ὀφθαλμὸς  εἰπεῖν  τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. Εἰ γὰρ καὶ ἔλαττον τὸ χάρισμα, ἀλλ' ἀναγ καῖον· καὶ ὥσπερ οὐκ ὄντος ἐκείνου πολλὰ ἐμπο δίζεται, οὕτω καὶ τούτου χωρὶς χωλεύει τὸ πλήρωμα τῆς Ἐκκλησίας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐρεῖ, ἀλλ' ὅτι, Οὐ δύναται εἰπεῖν. Ὥστε κἂν θέλῃ, κἂν λέγῃ, οὐκ ἐνδέχεται, οὐδὲ ἔχει τὸ πρᾶγμα τὴν φύσιν. ∆ιὰ τοῦτο λαβὼν ἑκάτερα τὰ ἄκρα, ἐν αὐτοῖς γυμνάζει τὸν λόγον, πρῶτον μὲν ἐπὶ χειρὸς καὶ ὀφθαλμοῦ, δεύ τερον δὲ ἐπὶ κεφαλῆς καὶ ποδῶν, αὔξων τὸ παρά δειγμα. Τί γὰρ ποδὸς εὐτελέστερον, ἢ τί κεφαλῆς τιμιώτερον  καὶ ἀναγκαιότερον; τοῦτο γὰρ μάλιστά ἐστιν ἄνθρωπος, ἡ κεφαλή. Ἀλλ' ὅμως οὐκ ἔστιν αὐτάρκης, οὐδὲ τὰ πάντα αὐτὴ δύναιτ' ἂν ἀνύειν· ἐπεὶ εἰ τοῦτο ἦν, περιττῶς ἡμῖν οἱ πόδες προσέκειντο. Καὶ οὐδὲ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἑτέραν ὑπερ βολὴν ζητεῖ· ὅπερ ἀεὶ ποιεῖ, οὐ μέχρι τοῦ ἴσου φι λονεικῶν, ἀλλὰ καὶ περαιτέρω προβαίνων. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγ καῖά ἐστι· καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν   περισσοτέραν  περιτί   θεμεν·   καὶ   τἀσχήμονα   ἡμῶν   εὐσχημοσύνην   πε ρισσοτέραν ἔχει· πανταχοῦ τὴν τοῦ σώματος προσ θήκην τιθεὶς, καὶ ταύτῃ κἀκεῖνον παραμυθούμενος καὶ τοῦτον καταστέλλων. Οὐ γὰρ τοῦτο λέγω, φησὶν,   ὅτι οὐ μόνον χρείαν ἔχει τὰ μείζονα τῶν ἐλαττόνων, ἀλλ' ὅτι καὶ πολλὴν χρείαν ἔχει. Εἴ τι γὰρ ἀσθενὲς ἐν ἡμῖν, εἴ τι ἄτιμον, τοῦτο καὶ ἀναγκαῖον  καὶ τιμῆς ἀπολαύει μείζονος. Καὶ καλῶς εἶπε, Τὰ δοκοῦντα, καὶ, Ἃ δοκοῦμεν, δεικνὺς ὅτι οὐ τῆς φύ σεως τῶν πραγμάτων, ἀλλὰ τῆς τῶν πολλῶν ὑπονοίας ἡ ψῆφος. Οὐδὲν γὰρ ἐν ἡμῖν ἄτιμον· Θεοῦ γὰρ ἔργον ἐστί. Τί γὰρ τῶν μορίων τῶν γεννητικῶν  ἀτιμότερον ἐν ἡμῖν εἶναι  δοκεῖ; Ἀλλ' ὅμως πλείονος  ἀπολαύει  τιμῆς· καὶ οἱ σφόδρα πένητες  κἂν τὸ λοιπὸν γυμνὸν ἔχωσι σῶμα, οὐκ ἂν ἀνάσχοιντο ἐκεῖνα τὰ μέλη δεῖξαι γυμνά. Καίτοι γε οὐχ αὕτη τῶν ἀτίμων ἡ τάξις, ἀλλὰ μᾶλλον τῶν ἄλλων καταφρονεῖσθαι ἔδει. Καὶ γὰρ ἐν οἰκείᾳ ὁ ἠτιμωμένος  οἰκέτης οὐ μόνον οὐκ ἀπολαύει πλείονος  θεραπείας, ἀλλ' οὐδὲ τῶν αὐτῶν ἀξιοῦται. Ὥστε εἰ καὶ τοῦτο ἄτιμον ἦν, οὐ μόνον μειζόνων ἀπολαύειν  οὐκ ἔδει, ἀλλ' οὐδὲ τῶν  αὐτῶν· νυνὶ  δὲ πλείονος  ἀπολαύει τιμῆς, καὶ τοῦτο τῆς τοῦ  Θεοῦ σοφίας ἐργασαμένης. Τοῖς μὲν γὰρ ἐν τῇ φύσει τὸ μὴ δεῖσθαι ἔδωκε· τοῖς δὲ, ἐπειδὴ ἐν τῇ φύσει οὐκ ἔδωκεν, ἡμᾶς παρέχειν ἠνάγκασεν. Ἀλλ' οὐ διὰ τοῦτο ἄτιμα· ἐπεὶ καὶ τὰ ζῶα ἐν τῇ φύσει τὸ ἀνενδεὲς ἔχει, καὶ οὔτε ἱματίων δεῖται, οὔτε ὑποδημάτων, οὔτε ὀρόφου, τὰ πλείονα αὐτῶν· ἀλλ' οὐ διὰ τοῦτο ἀτιμότερον αὐτῶν τὸ σῶμα τὸ ἡμέτερον, ἐπειδὴ πάντων  δεῖται τούτων. Καὶ γὰρ εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ αὐτῇ τῇ φύσει τίμιά τε καὶ ἀναγκαῖά ἐστιν· ὃ δὴ καὶ αὐτὸς ᾐνίξατο, οὐκ ἀπὸ τῆς ἡμετέρας ἐπιμελείας καὶ τοῦ πλείονος ἀπολαύειν τιμῆς, ἀλλὰ  καὶ  ἀπὸ  τῆς  τῶν  πραγμάτων  φύσεως  αὐτοῖς  ψηφισάμενος.  ∆ιὸ, ὅταν  μὲν ἀσθενῆ λέγῃ καὶ ἄτιμα, Τὰ δοκοῦντα λέγει· ὅταν δὲ ἀναγκαῖα, οὐκέτι προστίθησι, Τὰ δοκοῦντα, ἀλλ' αὐτὸς ἀποφαίνεται λέγων, ὅτι ἀναγκαῖά ἐστι· καὶ μάλα εἰκότως. Καὶ γὰρ πρὸς παιδοποιίαν καὶ τὴν τοῦ γένους ἡμῶν διαδοχὴν χρήσιμα. ∆ιὰ τοῦτο καὶ οἱ νομοθέται Ῥωμαίων τοὺς ταῦτα ἀκρωτηριάζοντας τὰ μέλη καὶ ποιοῦντας εὐνούχους κολάζουσιν, ἅτε τῷ κοινῷ γένει λυμαινομέ νους, καὶ αὐτῇ ἐπηρεάζοντας τῇ φύσει. Ἀλλ' ἀπόλοιντο οἱ ἀκόλαστοι, οἱ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλλοντες. Ὥσπερ γὰρ τῷ οἴνῳ πολλοὶ διὰ τοὺς μεθύοντας κατηράσαντο, καὶ τῇ φύσει τῶν γυναικῶν  διὰ τὰς μοιχευομένας· οὕτω καὶ τὰ μέλη ταῦτα αἰσχρὰ εἶναι ἐνόμισαν διὰ τοὺς οὐκ εἰς δέον αὐτοῖς χρωμένους. Ἀλλ' οὐκ ἐχρῆν· οὐ γὰρ τῇ φύσει τοῦ πράγματος ἡ ἁμαρτία συγκεκλήρωται, ἀλλ' ἀπὸ τῆς προαιρέσεως τίκτεται τοῦ τολμῶντος τὸ πλημμέλημα.    Τινὲς δὲ τὰ ἀσθενέστερα καὶ ἄτιμα καὶ ἀναγκαῖα καὶ τιμῆς ἀπολαύοντα  πλείονος  περὶ ὀφθαλμῶν  καὶ πο δῶν εἰρῆσθαι τῷ Παύλῳ νομίζουσι, καὶ ἀσθενέστερα καὶ ἀναγκαῖα τοὺς ὀφθαλμοὺς λέγειν, ὅτι ἐλαττούμενοι τῇ δυνάμει, πλεονεκτοῦσι τῇ χρείᾳ, τὰ δὲ ἀτιμότερα τοὺς πόδας· καὶ γὰρ καὶ οὗτοι πολλῆς ἀπολαύουσι προνοίας. 

βʹ. Εἶτα ἵνα μὴ πάλιν ἄλλην ὑπερβολὴν ἐργάσηται, φησί· Τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. Ἵνα γὰρ μή τις λέγῃ, Καὶ ποῖος οὗτος λόγος;  τῶν  μὲν  τιμίων  καταφρονεῖν,  τοῖς  δὲ  ἀτιμοτέροις  προσεδρεύειν; οὐχὶ καταφρονοῦντες τοῦτο ποιοῦμεν, φησὶν, ἀλλ' ἐπειδὴ αὐτὰ οὐ δεῖται. Καὶ ὅρα ἡλίκον ἐγκώμιον ἐν βραχεῖ θεὶς παρέδραμε, συμφερόντως τοῦτο καὶ χρησίμως ποιῶν. Καὶ οὐδὲ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ αἰτίαν προστίθησι λέγων· Ἀλλ' ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμὴν, ἵνα μὴ σχίσμα ᾖ ἐν τῷ σώματι. Εἰ δὲ συνεκέρασεν, οὐκ ἀφῆκε τὸ ἀτιμότερον φαίνεσθαι· τὸ γὰρ κιρνώμενον ἓν γίνεται, καὶ οὐ φαίνεται τί πρὸ τούτου ἦν· ἐπεὶ οὐδὲ ἂν κεκρᾶσθαι αὐτὸ φαίημεν ἄν. Καὶ ὅρα πῶς συνεχῶς τὰ ἐλαττώματα παρατρέχει λέγων, τῷ ὑστεροῦντι. Οὐκ εἶπε, τῷ ἀτίμῳ, τῷ ἀσχήμονι, ἀλλὰ, τῷ ὑστεροῦντι. Ὑστεροῦντι, πῶς; Κατὰ φύ σιν. Περισσοτέραν δοὺς τιμήν. Καὶ διὰ τί; Ἵνα μὴ ἦ σχίσμα ἐν τῷ σώματι. Ἐπειδὴ γὰρ μυρίας παρα μυθίας ἀπολαύοντες ἤλγουν ὅμως, ἅτε ἐλάττονα λα βόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν· Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν δοὺς τιμήν. Εἶτα καὶ τὸν λόγον ἐπάγει, δεικνὺς ὅτι συμφερόντως καὶ ὑστερεῖν ἐποίησε, καὶ μειζόνως ἐτίμησε. Τίς δὲ ὁ λό γος; Ἵνα μὴ ᾖ σχίσμα, φησὶν, ἐν τῷ σώματι. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς μέλεσιν, ἀλλ', Ἐν τῷ σώματι. Καὶ γὰρ πολλὴ ἔμελλεν ἡ πλεονεξία εἶναι, εἰ τὰ μὲν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς ἡμετέρας ἐθεραπεύετο προνοίας, τὰ δὲ οὐδὲ ἑτέρωθεν· καὶ ἀπεσχίσθη ἂν ἀλλήλων,  οὐ δυνάμενα  φέρειν τὸν σύνδεσμον· ἀποσχισθέντων  δὲ τούτων, καὶ τοῖς λοιποῖς ἐγίνετο βλάβη.  Εἶδες πῶς ἔδειξεν ἀναγκαίως  μείζονα τῷ ὑστεροῦντι δεδομένην  τιμήν;  Εἰ γὰρ μὴ τοῦτο γέγονε,  κοινὴ  πάντων  ἂν ἡ λύμη ἐγεγόνει,  φησί. Καὶ γὰρ εἰ μὴ πολλῆς  ταῦτα παρ' ὑμῶν ἀπέλαυσε προνοίας, ἐπη ρεάσθη ἂν μὴ ἔχοντα τὴν ἀπὸ τῆς φύσεως βοήθειαν· ἐπηρεασθέντα δὲ, ἀπώλετο ἄν· ἀπολόμενα δὲ, ἔσχι σεν ἂν τὸ σῶμα· σχισθέντος δὲ τοῦ σώματος, καὶ τὰ λοιπὰ ἂν ἀπώλετο τὰ πολλῷ  μείζονα τούτων. Ὁρᾷς ὅτι καὶ τῆς ἐκείνων  προνοίας ἔχεται ἡ τούτων  ἐπι μέλεια; Οὐ γὰρ οὕτως ἐν τῇ οἰκείᾳ φύσει τὸ εἶναι ἔχουσιν, ὡς ἐν τῷ σώματι εἶναι ἕν. ∆ιὰ δὴ τοῦτο, ἂν μὲν τὸ σῶμα ἀπόληται, οὐδὲν αὐτοῖς κέρδος τῆς καθ' ἕκαστον ὑγιείας· ἀλλ' ἄν τε ὀφθαλμὸς μένῃ, ἄν τε ῥὶς διατηροῦσα τὸ οἰκεῖον, τοῦ συνδέσμου λυθέντος,  ὄφε λος οὐδὲν  ἔσται λοιπόν· ἂν δὲ, τούτου μένοντος, ἐκεῖνα βλαβῇ, καὶ διαβαστάζεται καὶ πρὸς ὑγίειαν ἐπάνεισι ταχέως. Ἀλλ' ἴσως εἴποι τις ἄν· Τοῦτο μὲν ἐν τῷ σώματι λόγον  ἔχει, ὅτι τὸ ὑστεροῦν περισσοτέραν ἔλαβε τιμὴν, ἐπὶ δὲ τῶν  ἀνθρώπων  πῶς ἂν τοῦτο φανείη; Ἐπὶ τῶν  ἀνθρώπων  μὲν οὖν μάλιστα ἴδοις ἂν τοῦτο συμβαῖνον. Καὶ γὰρ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, πρῶτοι τὸν μισθὸν ἔλαβον· καὶ τὸ πλανηθὲν πρόβατον ἔπεισε τὸν ποιμένα τὰ ἐνενηκονταεννέα κα ταλιπεῖν, καὶ ἐπ' αὐτὸ δραμεῖν, καὶ εὑρηθὲν ἐβαστά ζετο, οὐκ ἠλαύνετο· καὶ ὁ ἄσωτος υἱὸς πλείονος τοῦ εὐδοκιμηκότος τῆς τιμῆς ἀπέλαυσε· καὶ ὁ λῃστὴς πρὸ τῶν ἀποστόλων ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο. Καὶ ἐπὶ τῶν ταλάντων δὲ τοῦτο ἴδοις ἂν γινό μενον. Καὶ γὰρ ὁ τὰ πέντε τάλαντα λαβὼν καὶ ὁ τὰ δύο, τῶν αὐτῶν ἠξιώθησαν, καὶ αὐτῷ τῷ τὰ δύο λα βεῖν πολλῆς ἀπέλαυσε μᾶλλον τῆς προνοίας. Εἰ γὰρ τὰ πέντε ἐνεχειρίσθη, μὴ δυνάμενος, τοῦ παντὸς ἂν ἐξέπεσε· δεξάμενος δὲ τὰ δύο, καὶ τὰ παρ' ἑαυτοῦ πληρώσας, τῶν αὐτῶν ἠξιώθη τῷ τὰ πέντε ἐργασα μένῳ, τοσούτῳ πλεονεκτήσας, ὅσῳ ἀπ' ἐλαττόνων  πόνων τῶν αὐτῶν ἐπέτυχε στεφάνων. Καίτοι καὶ αὐτὸς ἄνθρωπος ἦν, ὥσπερ ὁ τὰ πέντε· ἀλλ' ὅμως οὐδὲν πρὸς αὐτὸν ὁ ∆εσπότης ἀκριβολογεῖται, οὐδὲ ἀναγκάζει τὰ αὐτὰ ποιεῖν τῷ συνδούλῳ, οὐδὲ λέγει,∆ιὰ  τί  μὴ  δύνασαι  τὰ  πέντε  ἐργάσασθαι; δικαίως  ἂν  εἰπών·  ἀλλὰ  καὶ  αὐτὸν ἐστεφάνωσε. Ταῦτ' οὖν εἰδό τες, μὴ ἐπεμβαίνετε τοῖς ἐλάττοσιν οἱ μείζους, ἵνα μὴ πρὸ ἐκείνων  ἑαυτοὺς  βλάψητε· ἀποσχιζομένων  γὰρ αὐτῶν,  τὸ πᾶν  διαφθείρεται σῶμα. Τί γὰρ ἄλλο ἐστὶ σῶμα, ἢ τὸ πολλὰ εἶναι μέλη; καθὼς καὶ αὐ τός φησιν, ὅτι Τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. Εἰ τοίνυν τοῦτό ἐστι σῶμα, φροντί ζωμεν τοῦ τὰ πολλὰ μένειν πολλά· ὡς ἐὰν μὴ τοῦτο διασώζηται, περὶ τὰ καίρια ἡ πληγὴ γίνεται. ∆ιὸ καὶ αὐτὸς οὐ τοῦτο μόνον ἀπαιτεῖ, τὸ μὴ ἀποσχί ζεσθαι ἀλλήλων, ἀλλὰ καὶ τὸ σφόδρα συνῆφθαι. Εἰ πὼν γοῦν, Ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, οὐκ ἠρκέσθη τούτῳ, ἀλλ' ἐπήγαγεν· Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων  μεριμνῶσι τὰ μέλη· ἑτέραν καὶ ταύτην αἰτίαν προστιθεὶς τοῦ τὰ ἐλάττονα πλείονος ἀπο λαύειν τιμῆς. Οὐ γὰρ ἵνα μὴ ἀποσχίζηται μόνον ἀλλήλων,  οὕτως ᾠκονόμησεν ὁ Θεὸς, ἀλλ' ἵνα καὶ ἀγάπη ᾖ πολλὴ καὶ ὁμόνοια. Εἰ γὰρ ἐν τῇ τοῦ πλη σίον σωτηρίᾳ τὸ εἶναι ἑκάστῳ, μή μοι τὸ ἔλαττον καὶ τὸ πλέον εἴπῃς· ἐνταῦθα γὰρ οὐκ ἔστι πλέον καὶ ἔλαττον. Μένοντος γὰρ τοῦ σώματος, δυνατὸν καὶ τὴν διαφορὰν ἰδεῖν· ἀπολλυμένου δὲ, οὐκέτι· ἀπο λεῖται δὲ, ἂν μὴ καὶ τὰ ἐλάττονα μένῃ.

 γʹ. Εἰ τοίνυν καὶ τὰ μεγάλα ἀπολεῖται τῶν μικρῶν ἀποῤῥαγέντων,   ὁμοίως  ὀφείλει   ταῦτα  τῶν  μικρῶν  φροντίζειν,   καὶ  οὕτως  ὡς ἑαυτῶν,  ἅτε ἐν τῇ τούτων  σωτηρίᾳ καὶ τῶν  μειζόνων  μενόντων.  Ὥστε κἂν μυ ριάκις λέγῃς, ὅτι ἄτιμον τὸ μέλος καὶ ἔλαττον, ἀλλ' ἐὰν μὴ ὁμοίως προνοῇς, ὡς καὶ σαυτοῦ, ἀλλ' ὡς ἐλάττονος ἀμελῇς, ἡ βλάβη εἰς σὲ διαβήσεται. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἵνα ὑπὲρ ἀλλήλων  μόνον μεριμνῶσι τὰ μέλη, ἀλλὰ προσέθηκεν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλ λήλων  μεριμνῶσι, τουτέστιν, ὁμοίας καὶ τῆς αὐτῆς τῷ μεγάλῳ  καὶ ὁ μικρὸς ἀπολαύῃ προνοίας. Μὴ τοί νυν εἴπῃς, ὅτι Ὁ δεῖνα ὁ τυχών ἐστιν, ἀλλ' ἐννόη σον ὅτι  μέλος  ἐστὶν  ἐκείνου  τοῦ  σώματος τοῦ  τὸ  πᾶν  συγκρατοῦντος· καὶ  ὥσπερ ὁ ὀφθαλμὸς,  οὕτω  καὶ  οὗτος  ποιεῖ  σῶμα εἶναι  τὸ  σῶμα. Ἔνθα γὰρ  ἂν  τὸ  σῶμα οἰκοδομῆται, οὐδεὶς οὐδὲν τοῦ πλησίον ἔχει πλέον, Οὐδὲ γὰρ τοῦτο ποιεῖ σῶμα, τὸ εἶναι τὸ μὲν μεῖζον, τὸ δὲ ἔλαττον, ἀλλὰ τὸ πολλὰ εἶναι καὶ διάφορα. Ὥσπερ γὰρ σὺ, ἐπειδὴ μείζων εἶ, τὸ σῶμα συνέστησας, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐλάττων. Ὥστε ἡ ἐλάττωσις αὐτοῦ, ὅταν δέῃ τὸ σῶμα οἰκοδομεῖν, ἰσότιμός σοι γίνεται εἰς τὸν καλὸν τοῦτον ἔρανον· τὸ γὰρ αὐτό σοι δύναται· καὶ δῆλον ἐκεῖθεν. Μὴ ἔστω ἔλαττόν τι καὶ μεῖζον μέλος, μηδὲ τίμιον  καὶ ἀτιμότερον,  ἀλλ' ἔστω πάντα  ὀφθαλμὸς,  ἢ πάντα κεφαλή· οὐκ ἀπολεῖται τὸ σῶμα; Παντί που δῆλον.   Πάλιν ἂν πάντα ἐλάττονα ᾖ, τὸ αὐτὸ συμβήσεται· ὥστε καὶ ταύτῃ ἰσοῦται τὰ ἐλάττω. Εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἵνα μένῃ σῶμα, ἐλάττων ἐστὶν ὁ ἐλάττων· ὥστε διὰ σέ ἐστιν ἐλάττων, ἵνα σὺ μένῃς μέγας ὤν. ∆ιὰ τοῦτο καὶ τὴν αὐτὴν ἀπαιτεῖ παρὰ πάντων πρόνοιαν· καὶ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων  μεριμνῶσι τὰ μέλη, ἑρμηνεύει τὸ αὐτὸ τοῦτο πάλιν, λέγων·  Καὶ εἴτε πάσχει ἓν μέ λος, συμπάσχει πάντα  τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα  τὰ μέλη. ∆ιὰ γὰρ τοῦτο, φησὶ, καὶ τὴν  πρόνοιαν  κοινὴν ἐποίησεν, ἐν τοσαύτῃ διαφορᾷ κατασκευάσας ἕνωσιν, ἵνα καὶ τῶν  ἀποβαινόντων πολλὴ ἡ κοινωνία ᾖ. Εἰ γὰρ ἡ τοῦ πλησίον πρόνοια σωτηρία κοινή ἐστιν, ἀνάγκη καὶ τὴν  δόξαν  καὶ  τὴν  ἀθυμίαν  εἶναι  κοινήν.  Τρία τοίνυν  ἐνταῦθα  ἀπαιτεῖ·  τὸ  μὴ σχίζεσθαι, ἀλλ' ἡνῶ σθαι μετὰ ἀκριβείας, τὸ προνοεῖν ὁμοίως ἀλλήλων, τὸ κοινὰ τὰ συμβαίνοντα ἡγεῖσθαι. Καὶ ἀνωτέρω  μέν φησιν, ὅτι περισσοτέραν ἔδωκε τιμὴν τῷ ὑστεροῦντι διὰ τὸ δεῖσθαι, δεικνὺς ὅτι αὐτὸ τὸ ἠλαττῶσθαι μείζονος τιμῆς πρόξενον γέγονεν· ἐνταῦθα δὲ καὶ κατὰ τὸν τῆς προνοίας ἐξισοῖ λόγον αὐτὰ τῆς ὑπ' ἀλλήλων γινομέ νης. ∆ιὰ γὰρ τοῦτο καὶ μείζονος ἐποίησεν ἀπολαῦσαι τιμῆς, φησὶν, ἵνα μὴ ἐλάττονος ἀπολαύῃ προνοίας.  Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν συμβαινόν των  χρηστῶν  καὶ  λυπηρῶν  ἀλλήλοις  συνδέδεται  τὰ  μέλη.  Καὶ γὰρ  τῇ  πτέρνῃ πολλάκις προσπαγείσης ἀκάνθης, ὅλον τὸ σῶμα αἰσθάνεται, καὶ μεριμνᾷ, καὶ νῶτος κάμπτεται, καὶ γαστὴρ καὶ μηροὶ συντέλλον ται, καὶ χεῖρες, καθάπερ δορυφόροι καὶ ὑπηρέται προϊόντες, ἀνέλκουσι τὸ παγὲν, καὶ κεφαλὴ ἐπικύ πτει, καὶ ὀφθαλμοὶ μετὰ πολλῆς ὁρῶσι τῆς φροντί δος. Ὥστε εἰ καὶ ἔλαττον ἔχει τῷ μὴ δύνασθαι ἀνελθεῖν ὁ ποῦς, ἀλλὰ τῷ τὴν κεφαλὴν  καταγαγεῖν  τὸ ἴσον ἔσχε, καὶ τῆς αὐτῆς ἀπέλαυσε τιμῆς, καὶ μάλιστα ὅταν μὴ χάριτι καταφέρωσιν αὐτὴν οἱ πόδες, ἀλλ' ὀφειλῇ. Ὥστε εἰ τῷ  τιμιωτέρα  εἶναι  πλεονεκτεῖ,  τῷ  καὶ τοιαύτη  οὖσα τῷ  ἐλάττονι  τὴν  τιμὴν ὀφείλειν  καὶ τὴν κηδεμονίαν, καὶ τῷ ὁμοίως ὡσαύτως συναλγεῖν ἰσότητα δείκνυσι πολλήν. Τί γὰρ πτέρνης εὐτελέστερον; τί δὲ κεφαλῆς τιμιώτερον; Ἀλλὰ τοῦτο πρὸς ἐκεῖνο βαδίζει τὸ μέλος, καὶ πάντα μεθ' ἑαυτῆς συγ κινεῖ. Πάλιν ἂν ὀφθαλμοί τι πάθωσι, πάντα ἀλγεῖ, καὶ πάντα ἐν ἀργίᾳ, καὶ οὔτε πόδες βαδίζουσιν, οὔτε χεῖρες ἐργάζονται, οὔτε γαστὴρ ἀπολαύει τῶν εἰωθό των· καίτοι τὸ πάθος τῶν ὀφθαλμῶν ἐστι. Τί τήκεις  τὴν  γαστέρα; τί  κατέχεις  τοὺς πόδας; τί  δεσμεῖς τὰς χεῖρας; Ὅτι ἐκείνοις συνδέδεται, καὶ ἀῤῥήτως τὸ πᾶν πάσχει σῶμα. Εἰ γὰρ μὴ συνέπασχεν, οὐδ' ἂν ἠνέσχε το κοινωνεῖν  τῆς προνοίας. ∆ιόπερ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ἐπήγαγεν· Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ πῶς συγχαίρει, φησί; Στεφανοῦται ἡ κεφαλὴ, καὶ ἅπας ὁ ἄνθρωπος δοξάζεται· λέγει τὸ στόμα, καὶ γελῶσιν ὀφθαλμοὶ καὶ εὐφραίνονται· καί τοι οὐ τοῦ κάλλους τῶν ὀφθαλμῶν,  ἀλλὰ τῆς γλώτ της ἡ εὐδοκίμησις.  Πάλιν  ὀφθαλμῶν   καλῶν   φαινομένων,   ἡ  πᾶσα  γυνὴ καλλωπίζεται·  ὥσπερ οὖν  καὶ οὗτοι, καὶ ῥινὸς  εὐθείας καὶ αὐχένος  ὀρθοῦ καὶ ἑτέρων  μελῶν  ἐγκωμιαζομένων,  γεγήθασι καὶ φαιδροὶ  γίνον  ται, καὶ δακρύουσι πάλιν μετὰ πολλῆς τῆς δαψιλείας ἐν ταῖς ὀδύναις αὐτῶν καὶ ταῖς συμφοραῖς, κἂν ἀσι νεῖς αὐτοὶ διαμένωσι.

 δʹ. Ταῦτ' οὖν ἅπαντες ἐννοήσαντες, μιμησώ μεθα τὴν ἀγάπην  τῶν  μελῶν  τούτων,  μηδὲ  τἀναντία   ποιῶμεν,  ἐπεμβαίνοντες   τοῖς  τοῦ πλησίον κακοῖς, καὶ φθονοῦντες  τοῖς τοῦ πλησίον ἀγαθοῖς· μαινομένων  γὰρ τοῦτο καὶ ἐξεστηκότων. Καὶ γὰρ ὁ τὸν ὀφθαλμὸν  ἐξ ορύττων,  παραφροσύνης μέγιστον δεῖγμα ἐξήνεγκε· καὶ ὁ τὴν χεῖρα κατεσθίων, λαμπρᾶς μανίας παρέχεται ἔλεγχον. Εἰ δὲ ἐπὶ τῶν  μελῶν  τοῦτο καὶ ἐπὶ τῶν  ἀδελφῶν  ὁμοίως γινόμενον  παραφροσύνης περιτίθησι δόξαν, καὶ βλάβην  οὐ τὴν τυχοῦσαν ἐπάγει. Ἕως μὲν γὰρ ἂν ἐκεῖνος λάμπῃ, καὶ ἡ σὴ εὐμορφία φαίνεται  καὶ ὅλον καλλωπίζεται  τὸ σῶμα· οὐδὲ γὰρ εἰς ἑαυτὸν  μόνον  τὸ κάλλος  περιίστησιν, ἀλλὰ  καὶ σοὶ δίδωσι σε μνύνεσθαι· ἂν δὲ κατασβέσῃς αὐτὸν, ὅλῳ τῷ σώματι κοινὸν τὸ σκότος εἰργάσω, καὶ πᾶσι τοῖς μέλεσι τὴν συμφορὰν ἐπήγαγες· ὥσπερ οὖν ἐὰν διατηρῇς λάμποντα, ὁλοκλήρῳ τῷ σώματι τὴν ὥραν διατηρεῖς. Οὐ δεὶς γάρ φησιν, ὅτι Καλὸς ὁ ὀφθαλμὸς, ἀλλὰ τί; Κα λὴ ἡ δεῖνα· ἂν δὲ καὶ αὐτὸς ἐπαινῆται, μετὰ τὸ κοι νὸν ἐγκώμιον ἐπαινεῖται. Οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ συμβαίνει· ἂν γὰρ ὦσί τινες οἱ εὐδοκιμοῦντες, τὸ κοινὸν καρποῦται τὴν εὐφημίαν. Οἱ γὰρ ἐχθροὶ οὐ δι αιροῦσι τὰ ἐγκώμια, ἀλλὰ συνάπτουσι. Κἂν ᾖ τις ἐν τῷ  λέγειν  λάμπων,  οὐκ  αὐτὸν  ἐγκωμιάζουσι  μόνον,  ἀλλὰ  καὶ  τὴν  Ἐκκλησίαν ἅπασαν. Οὐδὲ γάρ φασιν ὅτι θαυμαστὸς ὁ δεῖνα μόνον, ἀλλὰ τί; θαυμαστὸν ἔχουσι διδάσκαλον οἱ Χριστιανοί· καὶ κοινὸν τὸ κτῆμα ποιοῦσιν. Εἶτα Ἕλληνες μὲν συνάπτουσι, σὺ δὲ διαιρεῖς, καὶ πολεμεῖς τῷ σαυτοῦ σώματι καὶ κατὰ τῶν οἰκείων ἵστασαι μελῶν; Οὐκ οἶσθα, ὅτι τοῦτο πάντα ἀνατρέπει; καὶ γὰρ καὶ Βασι λεία, φησὶν, ἐφ' ἑαυτὴν μερισθεῖσα οὐ σταθήσε ται.   Οὐδὲν δὲ οὕτω μερίζει καὶ διίστησιν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα, καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥίζης κατά τι χαλεπώτερον. Ὁ μὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε ἥδεται, ὅταν ἕτερος μὴ λάβῃ, οὐχ ὅταν αὐτὸς λάβῃ· εὐεργεσίαν γὰρ οἰκείαν νομίζει τὴν ἑτέρων κακο πραγίαν, οὐ τὴν οἰκείαν εὐημερίαν, κοινός τις ἐχθρὸς τῆς τῶν ἀνθρώπων περιερχόμενος φύσεως, καὶ τὰ τοῦ Χριστοῦ μέλη τύπτων, οὗ τί γένοιτ' ἂν μανικώ τερον; Ὁ δαίμων φθονεῖ μὲν, ἀλλ' ἀνθρώποις, δαί μονι δὲ οὐδενί· σὺ δὲ ἄνθρωπος ὢν, ἀνθρώποις φθονεῖς, καὶ πρὸς τὸ ὁμόφυλον ἵστασαι καὶ ὁμογενὲς, ὅπερ οὐδὲ ὁ δαίμων ποιεῖ. Καὶ ποίας τεύξῃ συγγνώ μης, ποίας δὲ ἀπολογίας, ὅταν ἴδῃς ἀδελφὸν  εὐημε ροῦντα τρέμων καὶ ὠχριῶν, στεφανοῦσθαι δέον καὶ χαίρειν καὶ ἀγάλλεσθαι; Εἰ δὲ καὶ ζηλοῦν ἐθέλεις, οὐ κωλύω· ζήλωσον, ἀλλ' ἵνα κατ' ἐκεῖνον γένῃ τὸν εὐ δοκιμοῦντα· μὴ ἵνα αὐτὸν καταβιβάσῃς, ἀλλ'  ἵνα πρὸς     τὴν αὐτὴν φθάσῃς κορυφὴν, ἵνα τὴν αὐτὴν ἀρετὴν ἐπιδείξῃ. Τοῦτο ζῆλος καλὸς, τὸ μιμεῖσθαι καὶ μὴ πο λεμεῖν, τὸ μὴ ἀλγεῖν ἐπὶ τοῖς ἑτέρων ἀγαθοῖς, ἀλλὰ δάκνεσθαι ἐπὶ τοῖς οἰκείοις κακοῖς· οὗ τὸ ἐναντίον ὁ φθόνος ποιεῖ· τῶν γὰρ οἰκείων κακῶν ἀμελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς. Καὶ γὰρ ὁ πένης οὐχ οὕτω τῇ οἰκείᾳ δάκνεται πενίᾳ, ὡς τῇ τοῦ πλησίον εὐπορίᾳ, οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Οὗτος γὰρ κατὰ τοῦτο, ὅπερ ἔφθην εἰπὼν, καὶ τοῦ πλεον έκτου χείρων· ὁ μὲν γὰρ ὅταν αὐτός τι λάβῃ, χαί ρει· ὁ δὲ, ὅταν ἕτερος μὴ λάβῃ, τότε εὐφραίνεται.  ∆ιὸ παρακαλῶ τὴν πονηρὰν ταύτην ἀφέντας ὁδὸν, καὶ μεταβαλόντας πρὸς ζῆλον καλὸν (καὶ γάρ ἐστι σφοδρὸν καὶ πυρὸς παντὸς θερμότερον ὁ ζῆλος ὁ τοιοῦτος), μεγάλα ἐντεῦθεν καρπώσασθαι ἀγαθά.  Οὕτω καὶ Παῦλος τοὺς ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τὴν πίστιν ἐχειραγώγει, λέγων· Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Ὁ γὰρ οὕτω ζηλῶν, ὡς ἐκεῖνος ἐβούλετο, οὐ τήκεται ὅταν τὸν ἕτερον εὐδοκιμοῦντα ἴδῃ, ἀλλ' ὅταν ἑαυτὸν ἀπολιμπανόμενον.  Ὁ δὲ φθονερὸς οὐχ οὕτως, ἀλλ' ὅταν ἕτερον εὖ πράττοντα  ἴδῃ· καὶ καθάπερ κηφήν  τίς ἐστι τοῖς ἀλλοτρίοις  λυμαινόμενος  πόνοις, καὶ αὐτὸς μὲν οὐδέποτε ἀναστῆναι σπουδάζων, δακρύων δὲ ὅταν ἕτερον ἀναστάντα ἴδῃ, καὶ πάντα ποιῶν ὥστε αὐτὸν καταβαλεῖν. Τίνι οὖν ἄν τις τοῦτο παραβάλοι τὸ πάθος; Ὅμοιον εἶναί μοι δοκεῖ τοῦτο, οἷον ἂν εἰ νωθὴς ὄνος καὶ πολυσαρκίᾳ βεβαρημένος ἵππῳ πτηνῷ συνεζευγμένος, μήτε αὐτὸς διανίστασθαι βούλοιτο, καὶ ἐκεῖνον τῷ βάρει τῶν σαρκῶν καθέλκειν ἐπιχειροίη.  Καὶ γὰρ καὶ οὗτος, ὅπως μὲν αὐτὸς ἀπαλλαγείη  τοῦ βαθέος ὕπνου τούτου, οὐδὲν οὔτε ἐννοεῖ,  οὔτε σπου δάζει· πάντα  δὲ ποιεῖ ὥστε τὸν  εἰς τὸν  οὐρανὸν  ἱπτά  μενον ὑποσκελίσαι καὶ καταβαλεῖν,  ἀκριβὴς τοῦ διαβόλου ζηλωτὴς  γινόμενος.  Καὶ γὰρ ἐκεῖνος  ὁρῶν  τὸν  ἄνθρωπον  ἐν παραδείσῳ, οὐκ αὐτὸς  ἐσπούδαζε μεταβαλέσθαι, ἀλλ'  ἐκεῖνον   ἐκβαλεῖν   τοῦ  παραδείσου·  καὶ  πάλιν   ἰδὼν   αὐτὸν   ἐν   οὐρανῷ καθήμενον, καὶ τοὺς ἄλλους ἐπειγομένους ἐκεῖ, τῆς αὐτῆς ἔχεται μελέτης, τοὺς ἐκεῖ σπεύδοντας ὑποσκελίζων, καὶ πλείονα ἐν τεῦθεν ἑαυτῷ σωρεύων τὴν κάμινον. Καὶ γὰρ ἁπανταχοῦ τοῦτο συμβαίνει· ὁ μὲν γὰρ φθονούμενος  ἂν νήφῃ, λαμπρότερος γίνεται· ὁ δὲ βασκαίνων πλείονα ἑαυτῷ συνάγει κακά. Οὕτω καὶ ὁ Ἰωσὴφ ἐγένετολαμπρός· οὕτως Ἀαρὼν ὁ ἱερεύς· ἡ γὰρ τῶν φθο νούντων ἐπιβουλὴ καὶ ἅπαξ καὶ  δὶς  ψηφίσασθαι  αὐ  τὸν   τὸν  Θεὸν  ἐποίησε,  καὶ  τὴν   ῥάβδον  βλαστῆσαι παρεσκεύασεν. Οὕτως ὁ Ἰακὼβ  τῆς  πολλῆς  εὐπορίας  ἀπέλαυσε, καὶ  τῶν  ἄλλων ἁπάντων.  Οὕτως οἱ  βα  σκαίνοντες  μυρίοις  ἑαυτοὺς  περιέπειραν  κακοῖς.  Ἅπερ εἰδότες ἅπαντα, φύγωμεν τὸν τοιοῦτον ζῆλον.  Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, φθονεῖς;ὅτι χάριν ἔλαβε πνευματικὴν  ὁ ἀδελφός; Καὶ παρὰ τίνος ἔλαβεν; εἰπέ μοι· οὐ παρὰ τοῦ Θεοῦ; Οὐκοῦν πρὸς ἐκεῖνον τὴν ἀπέχθειαν ἀναδέχῃ τὸν δεδωκότα τὴν δωρεάν.Εἶδες ποῖ τὸ κακὸν ἕρπει, καὶ οἷον τὸν κολοφῶνα  τῶν  ἁμαρτημάτων  ἐπάγει, καὶ ὅσον ἀνορύττει βάραθρον τιμωρίας; Φεύγωμεν τοίνυν τοῦτο τὸ πάθος, ἀγα πητοὶ, καὶ μήτε φθονῶμεν, ἀλλὰ καὶ τῶν φθονούντων  ὑπερευχώμεθα, καὶ πάντα ποιῶμεν ὥστε αὐτῶν  κα τασβέσαι τὸ πάθος. Ἀλλὰ μὴ τὰ τῶν  ἀνοήτων  πά σχωμεν, οἳ, βουλόμενοι  δίκην  αὐτοὺς  ἀπαιτῆσαι,  πάντα  ποιοῦσιν  ὥστε  αὐτῶν  ἀνάψαι  τὴν φλόγα. Ἀλλὰ μὴ ἡμεῖς οὕτως, ἀλλὰ δακρύωμεν αὐτοὺς καὶ θρη νῶμεν. Αὐτοὶ γάρ εἰσιν οἱ ἠδικημένοι, σκώληκα ἔχοντες διηνεκῆ διατρώγοντα αὐτῶν τὴν καρδίαν, καὶ πηγὴν ἰοῦ συνάγοντες πάσης χολῆς πικροτέραν.    Παρακαλῶμεν τοίνυν τὸν φιλάνθρωπον  Θεὸν καὶ ἐκείνοις τὸ πάθος μεταβαλεῖν, καὶ ἡμᾶς μήποτε ἐμπεσεῖν τῷ νοσήματι. Καὶ γὰρ ἄβατος ὁ οὐρανὸς τῷ ταύτην ἔχοντι τὴν τηκεδόνα· καὶ πρὸ τοῦ οὐρανοῦ  δὲ  καὶ  ὁ  παρὼν  βίος  ἀβίωτος.  Οὐδὲ γὰρ  οὕτω  ξύλον  καὶ  ἔριον  σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν  εἴω θεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφρο σύνην λυμαίνεται. Ἵν' οὖν καὶ ἑαυτοὺς καὶ ἑτέρους τῶν μυρίων ἀπαλλάξωμεν κακῶν, ἀπελάσωμεν τὸν πονηρὸν  τοῦτον  ἐξ  ἡμῶν  πυρετὸν,  τὸν  πάσης  τηκεδόνος  χαλεπώτερον·  ἵνα πνευματικὴν ἀναλαβόντες ἰσχὺν, καὶ τὸν παρόντα διανύσωμεν ἀγῶνα, καὶ τῶν μελλόντων  ἐπιτύχωμεν  στεφάνων· ὧν γένοιτο πάν τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ'  οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |