ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΒʹ Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.

Παρασκευή 28 Οκτωβρίου 2016

ΛΒʹ Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΛΒʹ Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.

αʹ. Ἵνα γὰρ μή τις λέγῃ, Τί πρὸς ἡμᾶς τοῦ σώματος τὸ ὑπόδειγμα; ἐκεῖνο  μὲν γὰρ φύσει δουλεύει,  τὰ δὲ ἡμέτερα προαιρέσεώς ἐστι κατορθώματα· προ άγων αὐτὸ τοῖς καθ' ἡμᾶς πράγμασι, καὶ δεικνὺς ὅτι τοσαύτην ἀπὸ γνώμης ὀφείλομεν ἔχειν ὁμόνοιαν, ὅσην ἀπὸ φύσεως ἐκεῖνα, φησὶν, Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ. Εἰ δὲ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν σῶμα, πολλῷ  μᾶλλον  τὸ τοῦ Χριστοῦ, καὶ τοσούτῳ μᾶλλον,  ὅσῳ φύσεως  χάρις δυνατωτέρα.  Καὶ μέλη ἐκ μέρους. Οὐ γὰρ δὴ σῶμα μόνον, φησὶν, ἀλλὰ καὶ μέλη ἐσμέν.  Περὶ γὰρ  ἀμφοτέρων  τούτων  ἀνωτέρω  διελέχθη,  τοὺς  πολλοὺς  εἰς  ἓν συνάγων, καὶ δεικνὺς ἅπαντας ἕν τι κατὰ τὴν τοῦ σώματος εἰκόνα γινομέ    νους, καὶ τὸ ἓν τοῦτο διὰ τῶν πολλῶν συνιστάμενον, καὶ ἐν τοῖς πολλοῖς ὂν, καὶ τὰ πολλὰ ἐκ τούτου συν εχόμενα καὶ δυνάμενα εἶναι πολλά.


Τί δέ ἐστι τὸ, Ἐκ μέρους; Τό γε εἰς ὑμᾶς ἧκον, καὶ ὅσον εἰκὸς ἐξ ὑμῶν οἰκοδομηθῆναι μέρος. Ἐπειδὴ γὰρ εἶπε, Σῶμα, τὸ δὲ πᾶν σῶμα ἦν, οὐχὶ ἡ παρὰ Κορινθίοις Ἐκκλη σία, ἀλλ' ἡ πανταχοῦ τῆς οἰκουμένης, διὰ τοῦτο ἔφησεν, Ἐκ μέρους· τουτέστιν, ὅτι Ἡ Ἐκκλησία ἡπαρ' ὑμῖν μέρος ἐστὶ τῆς πανταχοῦ  κειμένης Ἐκκλησίας, καὶ τοῦ σώματος τοῦ διὰ πασῶν συνισταμένου τῶν Ἐκκλησιῶν· ὥστε οὐχὶ πρὸς ἀλλήλους  μόνον, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν  κατὰ τὴν  οἰκουμέ νην  Ἐκκλησίαν εἰρηνεύειν  ἂν εἴητε δίκαιοι, εἴ γε παντός ἐστε μέλη τοῦ σώματος. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀν τιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Ὅπερ    γὰρ ἔφθην εἰπὼν τοῦτο καὶ νῦν ποιεῖ· ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ ταῖς γλώτταις, ἔσχατον αὐτὸ τίθησι πανταχοῦ.  Τὸ γὰρ πρῶτον ἐνταῦθα καὶ δεύτερον οὐχ ἁπλῶς εἴρηκεν, ἀλλὰ  προτάττων  τὸ  προτιμότερον,  καὶ  τὸ  καταδεέστερον  δεικνύς.  ∆ιὸ καὶ  τοὺς ἀποστόλους προὔθηκεν, οἳ πάντα ἐν ἑαυτοῖς εἶχον τὰ χαρίσματα. Καὶ οὐκ εἶπεν, Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ ἀποστόλους, ἁπλῶς, ἢ προφήτας, ἀλλὰ πρῶτον καὶ δεύτερον καὶ τρίτον τίθησι, τὸ αὐτὸ τοῦτο, ὅπερ εἶ πον, ἐμφαίνων. ∆εύτερον προφήτας. Προεφήτευον γὰρ, ὡς αἱ θυγατέρες Φιλίππου, ὡς ὁ Ἄγαβος, ὡς αὐτοὶ οὗτοι οἱ παρὰ Κορινθίοις, περὶ ὧν φησι, Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ Τιμοθέῳ δὲ γράφων  ἔλεγε,  Μὴ ἀμέλει  τοῦ  ἐν  σοὶ χαρίσματος, ὃ ἐδόθη  σοι διὰ προφητείας.  Καὶ πολλῷ πλείους τότε ἦσαν, ἢ ἐπὶ τῆς Παλαιᾶς.  Οὐ γὰρ εἰς δέκα καὶ εἴκοσι καὶ πεντήκοντα καὶ ἑκατὸν περιεστήκει τὸ χάρισμα, ἀλλ' ἐξεχεῖτο δαψιλῶς ἡ χάρις αὕτη, καὶ ἑκάστη Ἐκκλησία πολλοὺς εἶχε τοὺς προφητεύοντας. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι  Ὁ  νόμος  καὶ  οἱ  προφῆται  ἕως  Ἰωάννου,  περὶ  ἐκείνων  φησὶ  τῶν προφητῶν τῶν τὴν παρουσίαν αὐτοῦ προ αναφωνησάντων. Τρίτον διδασκάλους. Ὁ μὲν γὰρ προφητεύων,  πάντα ἀπὸ τοῦ Πνεύματος φθέγγεται·  ὁ δὲ διδάσκων, ἔστιν ὅπου καὶ  ἐξ οἰκείας  διανοίας  διαλέγεται.  ∆ιὸ καὶ  ἔλεγεν,  Οἱ καλῶς  προεστῶτες πρεσβύτεροι διπλῆς  τιμῆς  ἀξιούσθωσαν,  μάλιστα  δὲ  οἱ  κοπιῶντες  ἐν  λόγῳ  καὶ διδασκαλίᾳ. Ὁ δὲ Πνεύματι πάντα φθεγγόμενος, οὐ κοπιᾷ· διὰ δὴ τοῦτο καὶ μετὰ τὸν προφήτην  αὐτὸν  τέθεικεν·  ὅτι τὸ μὲν  ὅλον  ἐστὶ χάρισμα, τὸ δὲ καὶ ἀνθρώπινος πόνος. Καὶ γὰρ καὶ οἴκοθεν  πολλὰ  φθέγγεται,  συμβαίνοντα  μέν  τοι  ταῖς  θείαις Γραφαῖς. Ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων. Ὁρᾷς πῶς πάλιν διαιρεῖ τὰ ἰάματα ἀπὸ τῆς δυνάμεως, ὅπερ καὶ ἔμπροσθεν ἐποίησεν; ἡ γὰρ δύναμις πλέον τῆς ἰάσεως. Ὁ μὲν γὰρ δύναμιν  ἔχων, καὶ κολάζει καὶ ἰᾶται· ὁ δὲ χάρι σμα ἰαμάτων, θεραπεύει  μόνον.  Καὶ ὅρα πῶς  ἀρίστῃ κέχρηται  τῇ  τάξει,  τὴν  προφητείαν  τῶν δυνάμεων καὶ τῶν ἰαμάτων προτιθείς. Ἀνωτέρω μὲν γὰρ, ἔνθα ἔλεγεν, ὅτι Τῷ μὲν διὰ τοῦ Πνεύματος δίδοται λό γος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, οὐ κατὰ τάξιν τιθεὶς ἔλεγεν, ἀλλ' ἀδιαφόρως· ἐνταῦθα μέντοι προτίθησι καὶ ὑποτάττει. Τίνος οὖν ἕνεκεν τὴν προ φητείαν προτίθησιν; Ὅτι καὶ ἐν τῇ Παλαιᾷ ταύτην ἔχει τὸ πρᾶγμα τὴν  τάξιν.  Ὅτε  γοῦν  ὁ  Ἡσαΐας  πρὸς  Ἰουδαίους  διελέγετο,  καὶ  τῆς  τοῦ  Θεοῦ δυνάμεως  παρεῖχεν  ἀπόδειξιν,  καὶ  τῆς  τῶν  δαιμόνων   εὐτελείας  τὸν  ἔλεγχον παρῆγεν εἰς μέσον, καὶ τοῦτο τῆς θειότη τος αὐτοῦ ἔφησεν εἶναι δεῖγμα μέγιστον, τὸ λέγειν  τὰ μέλλοντα.  Καὶ ὁ Χριστὸς δὲ τοσαῦτα σημεῖα ποιήσας, οὐ μικρὸν τοῦτό φησιν αὐτοῦ τῆς θειότη τος εἶναι σημεῖον· καὶ ἐπιλέγει συνεχῶς, Ταῦτα δὲ εἴρηκα ὑμῖν, ἵν' ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι. Ἀλλὰ προφητείας μὲν εἰκότως τὰ χαρίσματα τῶν ἰαμάτων δεύτερα· διὰ τί δὲ καὶ δι δασκαλίας; Ὅτι οὐκ ἔστιν ἴσον, λόγον καταγγέλλειν  κηρύγματος καὶ σπείρειν τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, καὶ δυνάμεις ποιεῖν· ἐπεὶ καὶ αὗται δι' ἐκεῖνον γίνονται. 

βʹ. Ὅταν οὖν τις καὶ λόγῳ παιδεύῃ καὶ βίῳ, πάντων ἐστὶ μείζων. ∆ιδασκάλους γὰρ τούτους φησὶ, τοὺς καὶ τοῖς   ἔργοις  διδάσκοντας  καὶ  τῷ   λόγῳ   παιδεύοντας.     Τοῦτο  γοῦν   καὶ  τοὺς ἀποστόλους, ἀποστόλους εἶναι  ἐποίησε. Κἀκεῖνα μὲν καὶ ἕτεροί τινες  οὐ πολλοῦ ἄξιοι παρὰ τὴν ἀρχὴν εἰλήφασιν, ὡς ἐκεῖνοι οἱ εἰρηκότες, Κύριε οὐχὶ τῷ σῷ ὀνόματι προεφητεύσαμεν. καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ μετὰ ταῦτα ἀκούσαντες, Οὐδέποτε ἔγνων· ὑμᾶς πορεύεσθε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τὸν δὲ τῆς δι δασκαλίας λόγον τὸν διπλοῦν  τοῦτον, τὸν διὰ τῶν ἔργων καὶ τῶν λόγων, οὐκ ἂν ἀναδέξαιτό ποτε πονηρὸς ἄνθρωπος. Εἰ δὲ τοὺς προφήτας προτίθησι, μὴ θαυμάσῃς· οὐ γὰρ ἁπλῶς  προφήτας  λέγει, ἀλλὰ τοὺς διὰ τῆς προφητείας  καὶ διδάσκοντας καὶ εἰς τὸ κοινῇ συμφέρον ἅπαντα λέγοντας· ὅπερ προϊὼν σαφέστερον ἡμῖν ποιεῖ. Ἀντιλήψεις, κυβερνήσεις.  Τί ἐστιν, Ἀντιλήψεις; Ὥστε ἀντέχεσθαι τῶν ἀσθενῶν. Τοῦτο οὖν χάρισμα; εἰπέ μοι. Μάλιστα μὲν καὶ τοῦτο τῆς τοῦ Θεοῦ δωρεᾶς, τὸ προστατικὸν εἶναι, τὸ πράγματα οἰκονομεῖν πνευματικά· ἄλλως τε δὲ πολλὰ καὶ τῶν ἡμετέρων κατορθωμάτων  χαρίσματα καλεῖ, οὐκ ἀναπίπτειν  ἡμᾶς βουλόμενος, ἀλλὰ  δεικνὺς  ὅτι πανταχοῦ  τῆς  τοῦ Θεοῦ δεόμεθα βοηθείας, καὶ παρασκευάζων εὐχαρίστους εἶναι, καὶ προθυμοτέρους ταύτῃ ποιῶν καὶ διεγείρων αὐτῶν τὰ φρονήματα. Γένῃ γλωσσῶν. Εἶδες ποῦ τέθεικε τουτὶ τὸ χάρισμα, καὶ πῶς πανταχοῦ τὴν ἐσχάτην αὐτῷ νέμει τάξιν; Εἶτα ἐπειδὴ πάλιν ἐκ τοῦ καταλόγου τούτου πολλὴν ἔδειξε διαφορὰν, καὶ τὸ νόσημα ἐκεῖνο διήγειρε τὸ τῶν ἐλάτ τονα ἐχόντων χαρίσματα· λοιπὸν μετὰ πολλῆς αὐ τοῖς ἐπιπηδᾷ τῆς σφοδρότητος, διὰ τὸ πολλὰς αὐτοῖς παρασχεῖν τὰς ἀποδείξεις τοῦ μὴ σφόδρα ἐλαττοῦσθαι αὐτούς. Ἐπειδὴ γὰρ εἰκὸς  ἦν  ταῦτα  ἀκούσαντας  αὐτοὺς  λέγειν·  Καὶ διὰ  τί  μὴ  πάντες  ἀπόστολοι ἐγενόμεθα; ἀνωτέρω μὲν παρακλητικωτέρῳ λόγῳ κέχρηται, διὰ πολλῶν ἀποδεικνὺς ἀναγκαίως τοῦτο γινόμενον, καὶ ἀπὸ τῆς τοῦ σώματος εἰκόνος· Τὸ γὰρ σῶμα, φησὶν, οὐκ ἔστιν ἓν μέλος· καὶ πάλιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Καὶ ἀπὸ τοῦ συμφερόντως δεδόσθαι, Ἑκάστῳ γὰρ, φησὶν, ἡ φανέρωσις  τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμ φέρον· καὶ ἀπὸ τοῦ πάντας ἀπὸ τοῦ Πνεύματος ἀρύεσθαι τοῦ αὐτοῦ, καὶ ἀπὸ  τοῦ  χάρισμα  εἶναι  τὸ  διδόμενον,  ἀλλὰ  μὴ  ὀφειλήν·  ∆ιαιρέσεις γὰρ,  φησὶ, χαρισμάτων  εἰσὶ, τὸ  δὲ  αὐτὸ  Πνεῦμα· ἀπὸ  τοῦ  φανέρωσιν  ὁμοίως  γίνεσθαι  διὰ πάντων   τοῦ  Πνεύ  ματος,  Ἑκάστῳ  γὰρ  ἡ  φανέρωσις,  φησὶ,  δίδοται  διὰ  τοῦ Πνεύματος· καὶ ἀπὸ τοῦ κατὰ τὸ δοκοῦν τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα τετυπῶσθαι, Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ   Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· καὶ πάλιν, Ἔθετο ὁ Θεὸς τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησε· καὶ ἀπὸ τοῦ ἀναγκαῖα  εἶναι  καὶ τὰ ἐλάττονα,  Τὰ γὰρ δοκοῦντα, φησὶν, ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν· ἀπὸ τοῦ ὁμοίως ἀναγκαῖα εἶναι, ἐν τῷ ὁμοίως τὸ σῶμα κατασκευάζειν τοῖς μείζοσι, Τὸ γὰρ σῶμα, φησὶν, οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά· ἀπὸ τοῦ καὶ τὰ μείζονα τῶν ἐλαττόνων δεῖσθαι, Οὐ δύναται γὰρ, φησὶν, εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω· ἀπὸ τοῦ καὶ πλείονος ταῦτα ἀπολαύειν  τιμῆς, Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν ἔδωκε τιμήν·  ἀπὸ τοῦ κοινὴν αὐτῶν εἶναι τὴν φρον τίδα καὶ ἴσην, Τὸ γὰρ αὐτὸ ὑπὲρ ἀλλήλων μερι μνῶσι πάντα τὰ μέλη· καὶ ἀπὸ τοῦ μίαν εἶναι τὴν δόξαν καὶ τὴν ἀλγηδόνα αὐτῶν ἁπάντων, Εἴτε γὰρ πάσχει, φησὶν, ἓν μέλος συμπάσχει πάντα τὰ   μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Ἀνωτέρω μὲν οὖν παρεκάλεσε διὰ τούτων· ἐνταῦθα δὲ καταφορικῶς καὶ ἐπιτιμητικῶς  κέχρηται τῷ λόγῳ λοιπόν. Ὅπερ γὰρ ἔφην, οὔτε ἀεὶ παρακα λεῖν, οὔτε ἐπιστομίζειν ἀεὶ χρή. ∆ιὰ τοῦτο καὶ αὐτὸς, ἐπειδὴ διὰ πολλῶν αὐτοὺς παρεκάλεσε, σφοδρῶς λοι πὸν ἐπιτίθεται, λέγων· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Καὶ οὐχ ἵσταται μέχρι τοῦ πρώτου  καὶ τοῦ δευτέρου χαρίσματος, ἀλλὰ  μέχρις ἐσχάτων  πρό εισιν· ἢ τοῦτο λέγων, ὅτι Οὐ δυνατὸν πάντας εἶναι πάντα· ὥσπερ ἐκεῖ φησιν, Εἰ ἦν τὰ πάντα ἓν μέ λος, ποῦ τὸ σῶμα; ἢ καὶ ἕτερόν τι μετὰ τούτων κατασκευάζων εἰς παραμυθίας λόγον πάλιν. Ποῖον δὴ τοῦτο; Τὸ δεῖξαι καὶ τὰ ἐλάττονα ὁμοίως τοῖς μείζοσι περιμάχητα ἐκ τοῦ μηδὲ ταῦτα ἁπλῶς πᾶσι δεδόσθαι. Τί γὰρ, φησὶν, ἀλγεῖς, ὅτι οὐκ ἔχεις χαρίσματα ἰαμάτων; ἐννόησον ὅτι ὅπερ ἔχεις σὺ, κἂν ἔλαττον ᾖ, πολλάκις ὁ τὸ μεῖζον ἔχων, οὐκ ἔχει. ∆ιὰ τοῦτό φησι· Μὴ πάντες γλώσσαις λα λοῦσι; μὴ πάντες διερμηνεύουσιν; Ὥσπερ γὰρ τὰ μεγάλα οὐ πᾶσιν ἐχαρίσατο ὁ Θεὸς πάντα, ἀλλὰ τοῖς μὲν τοῦτο, τοῖς δὲ ἐκεῖνο· οὕτω καὶ ἐπὶ τῶν ἐλαττόνων ἐποίησεν, οὐδὲ ταῦτα πᾶσι προθείς. Ἐποίησε δὲ τοῦτο, πολλὴν ἐκ τούτου τὴν συμφωνίαν  καὶ τὴν ἀγάπην οἰκοδομῶν, ἵνα ἕκαστος τοῦ πλησίον  δεόμενος  συνάγηται  πρὸς τὸν  ἀδελφόν.  Τοῦτο καὶ ἐν  ταῖς  τέχναις ᾠκονόμησε, τοῦτο καὶ ἐν τοῖς στοι χείοις, τοῦτο καὶ ἐν τοῖς φυτοῖς  καὶ ἐν τοῖς μέλεσι τοῖς ἡμετέροις καὶ ἐν πᾶσιν ἁπλῶς. 

γʹ. Εἶτα ἐπάγει λοιπὸν τὴν κυριωτάτην παραμυθίαν,  καὶ  ἱκανὴν  αὐτοὺς  ἀνακτήσασθαι  καὶ  ἀναπαῦσαι  τὴν  ὀδυνωμένην ψυχήν.  Τίς δὲ αὕτη ἐστί; Ζηλοῦτε, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν. Τοῦτο δὲ εἰπὼν ἠρέμα ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάττονα λαμ βάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ μείζονα λαβεῖν. Ὅταν γὰρ εἴπῃ, Ζηλοῦτε, τὴν παρ' ἐκείνων  σπουδὴν ἀπαιτεῖ καὶ τὴν ἐπιθυμίαν  τὴν περὶ τὰ πνευματικά.   Καὶ  οὐκ   εἶπε,   Τὰ  μείζονα,   ἀλλὰ,   Τὰ  κρείττονα,   τουτέστι,   τὰ χρησιμώτερα, τὰ συμ φέροντα.  Ὃ δὲ λέγει,  τοῦτό  ἐστι·  Μένετε ἐπιθυ  μοῦντες χαρισμάτων,  καὶ δείκνυμι  ὁδὸν  χαρισμάτων  ὑμῖν.  Οὐδὲ γὰρ εἶπε, Χάρισμα, ἀλλ' Ὁδὸν, ἵνα μειζόνως  ἐπάρῃ τοῦτο, ὃ μέλλει  λέγειν· οὐδὲ γὰρ ἓν καὶ δύο καὶ τρία χαρίσματα δείκνυμι ὑμῖν, ἀλλ' ὁδὸν μίαν τὴν ἐπὶ πάντα ταῦτα φέρουσαν· καὶ οὐχ ἁπλῶς ὁδὸν, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς, καὶ κοινῇ πᾶσι προκειμένην. Οὐ γὰρ ὥσπερ τὰ χαρίσματα τοῖς μὲν ταῦτα, τοῖς δὲ ἐκεῖνα, ἀλλ' οὐ πᾶσι πάντα δέδοται, οὕτω καὶ τοῦτο· ἀλλὰ καθολικὸν δῶρόν ἐστι. ∆ιὸ καὶ πάντας εἰς τοῦτο καλεῖ· Ζηλοῦτε γὰρ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν· τὴν ἀγάπην  λέγων  τὴν πρὸς τὸν πλησίον. Εἶτα μέλλων  ἐμβαίνειν  εἰς τὸν περὶ αὐτῆς λόγον καὶ τὸ ἐγκώμιον τοῦ κατορθώματος τού του, πρῶτον καθαιρεῖ ταῦτα τῇ πρὸς ἐκείνην  συγ κρίσει, οὐδὲν  ὄντα  δεικνὺς  ταύτης  χωρὶς,  σφόδρα συνετῶς. Εἰ γὰρ εὐθέως περὶ ἀγάπης διελέχθη, καὶ εἰπὼν, Ὁδὸν ὑμῖν δείκνυμι, ἐπήγαγεν. Αὕτη δέ ἐστιν ἡ ἀγάπη, καὶ μὴ κατὰ σύγκρισιν τὸν λόγον προήγαγε· κἂν ἐμυκτήρισάν τινες τὸ λεχθὲν, οὐκ εἰδότες σαφῶς τοῦ πράγματος τὴν ἰσχὺν, ἀλλ' ἔτι πρὸς ταῦτα κεχηνότες.  ∆ιόπερ  οὐκ  εὐθέως  αὐτὴν       ἀνακαλύπτει,  ἀλλὰ  πρῶτον  τῇ ἐπαγγελίᾳ τὸν ἀκροατὴν ἐπάρας, καὶ εἰπὼν, Καθ' ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν, καὶ εἰς ἐπιθυμίαν αὐτὸν ἀγαγὼν, οὐδὲ οὕτως εὐθέως εἰς αὐτὴν ἐμβαίνει, ἀλλ' αὔξων ἔτι καὶ ἐπιτείνων  αὐτῶν τὴν ἐπιθυμίαν, περὶ τούτων αὐτῶν διαλέγεται πρῶτον, καὶ δείκνυσιν ἐκείνης οὐκ οὔσης, οὐδὲν ὄντα, εἰς μεγίστην αὐτοὺς ἀνάγκην τοῦ φιλεῖν ἀλλήλους  καθιστάς·  ἐπειδὴ  καὶ  ἐκ  τοῦ  ταύτην  ἠμελῆσθαι  ἡ  αἰτία  τῶν  κακῶν ἁπάντων  ἦν.  Ὥστε καὶ  κατὰ  τοῦτο  εἰκότως  ἂν  μεγάλη  φανείη,  εἴ  γε  τὰ  μὲν χαρίσματα οὐ μόνον αὐτοὺς οὐ συνήγαγεν, ἀλλὰ καὶ ἡνωμένους διέστησεν· αὕτη δὲ τοὺς δι' ἐκείνων διαστάντας δι' ἑαυτῆς μέλλοι συνάγειν καὶ ποιεῖν σῶμα ἕν. Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλ' ὃ μάλιστα ἐπόθουν, τοῦτο τίθησιν· οἷον ὅτι χάρισμα τὸ πρᾶγμά ἐστι, καὶ τῶν χαρισμάτων ἁπάντων ὁδὸς μεθ' ὑπερβολῆς. Ὥστε εἰ καὶ μὴ διὰ τὸ  ὀφείλειν  βούλει  τὸν  ἀδελφὸν  ἀγαπᾷν,  διὰ  τὸ  κρείττονος  ἐπιλαμβάνεσθαι σημείου καὶ χαρίσματος δαψιλοῦς κα τάδεξαι τὴν ἀγάπην. Καὶ ὅρα πόθεν ἄρχεται· πρῶτον   ἀπὸ  τοῦ  θαυμαστοῦ  δοκοῦντος   εἶναι  παρ'  αὐτοῖς  καὶ  μεγάλου,  τῶν γλωσσῶν· καὶ ἀγαγὼν εἰς μέσον τὸ χάρισμα, οὐ τοσοῦτον τίθησιν, ὅσον εἶχον, ἀλλὰ πολλῷ  πλέον. Οὐδὲ γὰρ εἶπεν, Ἐὰν γλώσσαις λαλῶ, ἀλλ' Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων  λαλῶ.  Τί ἐστι, Τῶν ἀνθρώπων; Πάντων τῶν πανταχοῦ τῆς οἰκουμένης ἐθνῶν.  Καὶ οὐδὲ ταύτῃ ἠρκέσθη τῇ ὑπερ βολῇ, ἀλλὰ καὶ ἑτέραν πολλῷ  μείζονα τίθησιν, ἐπάγων καὶ λέγων, Καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Εἶδες ποῦ τὸ χάρισμα ἐπάρας, ποῦ καθ εῖλεν αὐτὸ καὶ κατέῤῥιψεν; Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι Οὐδέν εἰμι, ἀλλ' ὅτι Γέγονα χαλκὸς ἠχῶν, ἀναίσθητόν τι καὶ ἄψυχον. Πῶς δὲ χαλκὸς ἠχῶν;  Φωνὴν μὲν ἀφιεὶς, εἰκῆ δὲ καὶ μάτην, καὶ εἰς οὐδὲν δέον. Πρὸς γὰρ τῷ μηδὲν ἀνύειν  καὶ παρενοχλεῖν  δοκῶ καὶ φορτικός τις εἶναι καὶ ἐπαχθὴς τοῖς πολ λοῖς· ὁρᾷς πῶς ὁ ἀγάπης ἀπεστερημένος τοῖς ἀψύχοις προσέοικε καὶ ἀναισθήτοις; Γλῶτταν δὲ ἀγγέλων ἐνταῦθά φησιν, οὐχὶ σῶμα περιτιθεὶς  ἀγγέλοις,  ἀλλ' ὃ λέγει, τοιοῦτόν  ἐστι· Κἂν οὕτω φθέγγωμαι,  ὡς ἀγγέλοις  νόμος  πρὸς  ἀλλήλους  διαλέγεσθαι,  ταύτης  ἄνευ  οὐδέν  εἰμι,  ἀλλὰ  καὶ ἐπαχθὴς καὶ φορτικός.   Οὕτω γοῦν καὶ ἀλλαχοῦ ὅταν λέγῃ, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων  καὶ ἐπιγείων  καὶ καταχθο νίων,  οὐ γόνατα καὶ ὀστᾶ περιτιθεὶς τοῖς ἀγγέλοις  ταῦτα λέγει, ἄπαγε, ἀλλὰ τὴν ἐπιτεταμένην  προσ κύνησιν διὰ τοῦ παρ' ἡμῖν σχήματος αἰνίξασθαι βού λεται. Οὕτω καὶ ἐνταῦθα γλῶσσαν ἐκάλεσεν, οὐ σαρκὸς ὄργανον δηλῶν, ἀλλὰ τὴν πρὸς ἀλλήλους αὐ τῶν ὁμιλίαν τῷ γνωρίμῳ παρ' ἡμῖν τρόπῳ αἰνίξα σθαι βουλόμενος. Εἶτα ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, οὐ μέχρι τῶν γλωσσῶν ἵσταται, ἀλλὰ καὶ ἐπὶ τὰ λοιπὰ πρόεισι χαρίσματα, καὶ πάντα τῇ αὐ τῆς ἀπουσίᾳ καθελὼν, τότε αὐτῆς ὑπογράφει τὴν εἰκόνα· καὶ ἐπειδὴ αὔξησιν ποιῆσαι προῄρηται τοῦ λόγου, ἀπὸ τῶν ἐλαττόνων  ἀρχόμενος ἄνεισιν ἐπὶ τὰ μείζω. Ὅπερ γὰρ, ἡνίκα  τὴν  τάξιν  αὐτῶν  ἐνέφηνεν,  ὕστερον τέθεικε  τὸ τῶν  γλωσσῶν, τοῦτο  πρῶτον  ἀριθμεῖ  νῦν  κατὰ μικρὸν, ὅπερ ἔφην,  ἐπὶ  τὰ μείζονα  ἀναβαίνων. Εἰπὼν γὰρ περὶ τῶν γλωσσῶν, ἐπὶ τὴν προφητείαν  εὐθέως ἐκβαίνει, καί φησι· Καὶ ἐὰν ἔχω προφητείαν· καὶ ταύτην πάλιν μεθ' ὑπερβολῆς. Ὥσπερ γὰρ ἐκεῖ οὐ γλώσσας ἔθηκεν, ἀλλὰ τὰς πάν των τῶν ἀνθρώπων γλώσσας, καὶ προϊὼν τὰς τῶν ἀγγέλων, καὶ τότε ἔδειξεν οὐδὲν ὃν τὸ χάρισμα ἀγάπης    χωρίς· οὕτω καὶ ἐνταῦθα οὐ τὴν προφητείαν  τίθησι μόνον, ἀλλὰ καὶ τὴν ὑψηλοτάτην  προφητείαν.  Εἰπὼν γὰρ, Ἐὰν ἔχω προφητείαν, ἐπήγαγε· Καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· μετ'  ἐπιτάσεως τιθεὶς καὶ τοῦτο τὸ χάρισμα

 δʹ. Εἶτα μετὰ τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ χαρίσματα  προβαίνει.  Καὶ ἵνα  μὴ  τὸ  καθ'  ἕκαστον  αὐτῶν  λέγων  δοκῇ  πάλιν ἐνοχλεῖν, τὴν μητέρα καὶ πηγὴν ἁπάντων  τίθησι, καὶ αὐτὴν πάλιν μεθ' ὑπερβολῆς, οὕτω λέ γων· Καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν. Καὶ οὐδὲ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ, ὅπερ  ὡς  μέγιστον  εἶπεν  ὁ    Χριστὸς, καὶ  τοῦτο  προσέθηκεν  εἰπών·  Ὥστε ὄρη μεθιστάνειν,  ἀγάπην  δὲ  μὴ  ἔχω,  οὐδέν  εἰμι.  Καὶ σκόπει  πῶς  πάλιν  κἀνταῦθα καθαιρεῖ τῶν γλωσσῶν τὸ ἀξίωμα. Ἐπὶ μὲν γὰρ τῆς προφητείας δείκνυσι πολὺ τὸ κέρδος τὸ ἀπ' αὐτῆς, τὸ εἰδέναι τὰ μυστήρια καὶ τὴν γνῶσιν ἔχειν ἅπασαν, καὶ ἐπὶ τῆς πίστεως ἔργον οὐ μικρὸν, τὸ τὰ ὄρη μεθιστάνειν·  ἐπὶ δὲ τῶν  γλωσσῶν  αὐτὸ μόνον  εἰπὼν  τὸ χάρισμα, ἀν εχώρησε. Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ἐν βραχεῖ πάντα περιέλαβε τὰ χαρίσματα, προφητείαν εἰπὼν καὶ πίστιν· ἢ γὰρ ἐν λόγοις, ἢ ἐν ἔργοις ἐστὶ τὰ θαύματα. Καὶ πῶς ὁ Χριστός φησιν, Ἐλάχιστον μέρος τῆς πίστεως εἶναι τὸ δύνασθαι ὄρος μεταστῆ σαι (ὡς γὰρ ἐλάχιστον λέγων, οὕτως ἔθηκεν εἰπὼν, Ἐὰν  ἔχητε  πίστιν  ὡς  κόκκον  σινάπεως,  ἐρεῖτε  τῷ  ὄρει  τούτῳ,  Μετάβηθι, καὶ μεταβήσεται)· ὁ δὲ  Παῦλος πᾶσαν τὴν πίστιν ταύτην εἶναί φησι; Τί οὖν ἔστιν εἰπεῖν; Ἐπειδὴ μέγα ἦν τοῦτο, τὸ ὄρος μετα στῆσαι, διὰ τοῦτο καὶ αὐτοῦ ἐμνημόνευσεν, οὐχ ὡς τοῦτο μόνης δυναμένης πάσης τῆς πίστεως, ἀλλὰ ἐπειδὴ τοῦτο μέγα εἶναι ἐδόκει τοῖς παχυτέροις διὰ τὸν ὄγκον τοῦ σώματος, κἀντεῦθεν ἐπαίρει τὸ προ κείμενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, καὶ ἐὰν δύνωμαι ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦ μαι. Βαβαὶ τῆς ὑπερβολῆς! καὶ γὰρ καὶ ταῦτα μετὰ προσθήκης ἑτέρας τίθησιν. Οὐ γὰρ εἶπεν, Ἐὰν δῶ τοῖς πένησι τὴν ἡμίσειαν μοῖραν τῶν ὄντων, ἢ τὰς δύο ἢ τὰς τρεῖς μοίρας, ἀλλ' Ἐὰν πάντα μου τὰ ὑπάρχοντα. Καὶ οὐκ εἶπε, ∆ῶ, ἀλλὰ, Ψωμίσω, ὡς προσκεῖσθαι τῇ δαπάνῃ καὶ τὴν διακονίαν τὴν μετ' ἐπιμελείας ἁπάσης. Καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι. Οὐκ εἶπεν, Ἐὰν ἀποθάνω, ἀλλὰ καὶ τοῦτο μεθ' ὑπερβολῆς· τὸν γὰρ πάντων  χαλεπώ  τερον  θάνατον  θεὶς,  τὸ  ζῶντα  κατακαῆναι·  καὶ  τοῦτον  χωρὶς ἀγάπης οὐδὲν μέγα ἔφησεν εἶναι. Ἐπήγαγε γοῦν, Οὐδὲν ὠφελοῦμαι. Ἀλλ' οὐδέπω τὴν  πᾶσαν  ὑπερβολὴν   ἔδειξα,  ἕως  ἂν  τοῦ  Χριστοῦ  τὰς  μαρτυρίας  τὰς  περὶ ἐλεημοσύνης καὶ θανάτου εἰρημένας εἰς μέσον ἀγάγω. Τίνες οὖν εἰσιν αἱ μαρτυρίαι; Τῷ πλουσίῳ φησὶν, Εἰ θέλεις  τέλειος  εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς,  καὶ δεῦρο ἀκολούθει  μοι· καὶ περὶ ἀγάπης δὲ διαλεγόμενος  τῆς εἰς τὸν πλησίον φησὶ, Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὅθεν δῆλον, ὅτι καὶ ἐπὶ τοῦ  Θεοῦ τοῦτο πάντων μέγιστόν ἐστιν. Ἀλλ' ἐγὼ λέγω, φησὶν ὁ Παῦλος, κἂν ὑπὲρ τοῦ Θεοῦ θῶμεν αὐτὴν, καὶ μηδὲ ἁπλῶς θῶμεν, ἀλλ' ὥστε καὶ ἐμπρησθῆναι (τοῦτο γάρ ἐστιν, Ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι), οὐ μέγα ἔσται κέρδος ἡμῖν τὸν πλη σίον οὐκ ἀγαπῶσι.   Τὸ μὲν οὖν λέγειν τὰ χαρίσματα οὐδὲν μέγα ὠφε λεῖν ἀγάπης ἀπούσης, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ τοῦ βίου δεύτερά ἐστι τὰ χαρίσματα. Πολλοὶ γοῦν χαρίσματα ἐπιδειξάμενοι, ἐπειδὴ  φαῦλοι  γεγόνασιν,  ἐκολάσθησαν, ὡς  ἐκεῖνοι  οἱ  τῷ  ὀνόματι  αὐτοῦ  προ φητεύσαντες καὶ δαιμόνια πολλὰ ἐκβαλόντες καὶ δυνάμεις πολλὰς ποιήσαντες, ὡς Ἰούδας   ὁ  προδότης·  ἕτεροι  δὲ  βίον   παρασχόμενοι   πιστοὶ  καθαρὸν,  οὐδενὸς ἐδεήθησαν ἑτέρου πρὸς τὸ σωθῆναι. Τὸ μὲν οὖν τὰ χαρίσματα, ὅπερ ἔφην, δεῖσθαι ταύτης, θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ βίον ἠκριβωμένον μηδὲν ἰσχύειν ταύτης ἄνευ, τοῦτό ἐστι τὸ τὴν ὑπερβολὴν ἐμφαῖνον καὶ πολλὴν ποιοῦν τὴν ἀπορίαν, καὶ μάλιστα ὅταν  ὁ  Χριστὸς ἀμφοτέροις  τούτοις  τὰ  μεγάλα  φαίνηται   ψηφιζόμενος,  τῇ  τε ἀκτημοσύνῃ, λέγω, καὶ τοῖς τοῦ μαρτυρίου κινδύνοις.  Καὶ γὰρ τῷ πλουσίῳ φησὶν, ὅπερ ἔφθην  εἰπὼν,  Εἰ θέλεις  τέλειος  εἶναι, πώλησόν  σου τὰ ὑπάρχοντα,  καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ τοῖς μαθηταῖς περὶ μαρτυρίου διαλεγόμενος ἔλεγεν, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς ἐὰν ὁμολογήσῃ με ἔμ προσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.  Καὶ γὰρ πολὺς ὁ τοῦ κατορθώματος τούτου πόνος καὶ αὐτὴν σχεδὸν ὑπερβαίνων  τὴν φύσιν· καὶ τοῦτο ἴσασιν οἱ καταξιωθέντες  τῶν στεφάνων  τούτων  κα λῶς· λόγος  γὰρ οὐδεὶς αὐτὸ παραστῆσαι δυνήσεται· οὕτω γενναίας τὸ πρᾶγμά ἐστι ψυχῆς, καὶ μεθ' ὑπερ βολῆς θαυμαστόν.

 εʹ. Ἀλλ' ὅμως τὸ θαυμαστὸν τοῦτο οὐδὲν μέγα ἔφησεν ὠφελεῖν  ἀγάπης χωρὶς  ὁ Παῦλος, κἂν τὴν ἀκτημο  σύνην  συνεζευγμένην  ἔχῃ.  Τίνος οὖν  ἕνεκεν  οὕτως  εἴρηκε; Τοῦτο ἤδη δεῖξαι πειράσομαι, πρότερον ἐκεῖνο ζητήσας, πῶς ὁ τὰ ὑπάρχοντα ψωμίζων  πάντα δύναται  μὴ ἔχειν  ἀγάπην.  Τὸν μὲν  γὰρ ἕτοιμον  ὄντα  καῆναι  καὶ  τὰ  χαρίσματα ἔχοντα ἐγχωρεῖ ἴσως καὶ μὴ ἀγαπῆσαι· ὁ δὲ μὴ μόνον δοὺς τὰ ὑπάρχοντα, ἀλλὰ καὶ ψωμίζων, πῶς οὐκ ἀγαπᾷ; Τί οὖν ἔστιν εἰπεῖν; Ἢ ὅτι τὸ οὐκ ὂν ὡς ὂν ὑπέθετο, ὅπερ ἀεὶ φιλεῖ ποιεῖν, ὅταν ὑπερβολὴν παραστῆσαι βουληθῇ· ὡς ὅταν Γαλάταις γράφων λέγῃ· Ἐὰν ἡμεῖς ἢ ἄγ γελος ἐξ οὐρανοῦ εὐαγγελίζηται  ὑμῖν  παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Καίτοι οὔτε αὐτὸς, οὔτε ἄγγελος ἔμελλε τοῦτο ποιεῖν· ἀλλ' ἵνα δείξῃ τὴν ὑπερβολὴν τοῦ πράγματος, καὶ τὸ μηδ' ὅλως ἐσόμε νον τέθεικε. Καὶ πάλιν ὅταν Ῥωμαίοις ἐπιστέλλῃ καὶ λέγῃ, Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνά μεις δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ· οὐδὲ γὰρ τοῦτο ἔμελλον  ποιεῖν ἄγγελοι, ἀλλὰ κἀνταῦθα  τὸ μὴ ὂν ὑποτίθεται,  ὥσπερ οὖν καὶ τὸ ἑξῆς λέγων·  Οὔτε κτίσις ἑτέρα. Καίτοιγε ἑτέρα οὐκ ἔστι κτίσις· πᾶσαν γὰρ αὐτὴν περιέλαβε, καὶ τὰ ἄνω καὶ τὰ κάτω πάντα εἰπών· ἀλλ'  ὅμως κἀν ταῦθα τὸ μὴ ὂν καθ'  ὑπόθεσιν τίθησιν, ὥστε δεῖξαι τὸν μεθ'  ὑπερβολῆς αὐτοῦ πόθον· ὃ δὴ καὶ ἐνταῦθα  ποιεῖ λέγων,  ὅτι Κἂν πάντα τις δῷ, ἀγάπην δὲ μὴ ἔχῃ, οὐδὲν ὠφελεῖται. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι βούλεται  τοὺς  παρέχοντας  καὶ  συγκεκολλῆσθαι  τοῖς  λαμβάνουσι,  καὶ  μὴ ἁπλῶς διδόναι  ἀσυμπαθῶς, ἀλλ' ἐλεοῦντας  καὶ κατακαμπτομένους,  ἐπικλωμέ  νους  καὶ συναλγοῦντας  τοῖς  δεομένοις.  ∆ιὰ τοῦτο  γὰρ καὶ  ἡ ἐλεημοσύνη  παρὰ τοῦ  Θεοῦ νενομοθέτηται. Καὶ γὰρ ἠδύνατο τοὺς πένητας διατρέφειν ὁ Θεὸς καὶ χωρὶς τούτου, ἀλλ'  ἵνα ἡμᾶς εἰς τὴν ἀγάπην  συνδήσῃ, καὶ ἵνα διαθερμαινώμεθα  πρὸς ἀλλήλους,  παρ'  ἡμῶν  αὐτοὺς ἐκέλευσε τρέφεσθαι. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ  φησι·
Κρείσσων λόγος ἀγαθὸς, ἢ δόσις· καὶ, Ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθός. Καὶ αὐτός φη σιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουμένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον δια κεῖσθαι, σύνδεσμον φιλίας  ποιῶν,  τοῦτο ἐνομοθέ τησεν. Ἀλλὰ τὸ ζητούμενον  ἐκεῖνό ἐστι, πῶς, τοῦ Χριστοῦ ἀμφότερα ταῦτα τελειότητος εἶναι φήσαν τος, οὗτος χωρὶς ἀγάπης ἀτελῆ ταῦτα εἶναί φησιν.  Οὐκ ἀντιφθεγγόμενος αὐτῷ, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα αὐτῷ συνᾴδων. Καὶ γὰρ ἐπὶ τοῦ πλουσίου οὐχ ἁπλῶς εἶπε. Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἀλλ' ἐπήγαγε, Καὶ δεῦρο ἀκολούθει μοι. Ἡ δὲ ἀκολούθησις αὐτοῦ οὐδένα οὕτω μαθητὴν ἀποδείκνυσι τοῦ Χριστοῦ, ὡς τὸ ἀλλήλους  ἀγαπᾷν. Ἐν γὰρ τούτῳ γνώσονται πάντες, φησὶν, ὅτι μα θηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Καὶ ὅταν δὲ λέγῃ, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνε κεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς  ἂν   ὁμολογήσῃ  με  ἔμπροσθεν  τῶν   ἀνθρώπων,   ὁμολογήσω   κἀγὼ   αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐ ρανοῖς· οὐ τοῦτό φησιν, ὅτι οὐ δι' ἀγάπην, ἀλλὰ  τὸν  μισθὸν τὸν  ἀποκείμενον  τοῖς  πόνοις  τούτοις  δηλοῖ· ἐπεὶ ὅτι μετὰ τοῦ μαρτυρίου καὶ τοῦτο ζητεῖ, ἀλλα χοῦ σφόδρα αὐτὸ ᾐνίξατο, οὕτως εἰπών· Τὸ μὲν πο  τήριόν  μου  πίεσθε,  καὶ  τὸ  βάπτισμα,  ὃ  ἐγὼ  βα  πτίζομαι,  βαπτισθήσεσθε· τουτέστι, Μαρτυρήσετε, σφαγήσεσθε ὑπὲρ ἐμοῦ· τὸ δὲ καθίσαι ἐκ δεξιῶν  καὶ  ἐξ εὐωνύμων,  οὐχ  ὥς  τινων  καθημένων  ἐκ δε ξιῶν  καὶ  ἐξ εὐωνύμων,  ἀλλὰ  τὴν ἀνωτάτω  λέγων  προεδρίαν τε καὶ τιμὴν, οὐκ ἔστιν ἐμὸν δοῦναι, φησὶν, ἀλλ' οἷς ἡτοίμασται. Εἶτα δεικνὺς τίσιν ἡτοίμασται, καλέσας αὐτοὺς, φησίν· Ὃς ἐὰν θέλῃ ἐν ὑμῖν  εἶναι  πρῶτος, ἔστω πάντων  ὑμῶν  διάκο νος· ταπεινοφροσύνην  δηλῶν  καὶ ἀγάπην. Ἀγάπην δὲ ἐπιτεταμένην ἀπαιτεῖ. ∆ιὰ δὴ τοῦτο οὐδὲ μέχρι τούτου ἔστη, ἀλλ' ἐπήγαγεν· Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακο νῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· δεικνὺς ὅτι οὕτω δεῖ φιλεῖν, ὡς καὶ σφάτ τεσθαι ὑπὲρ τῶν ἀγαπωμένων· τοῦτο γὰρ μάλιστα αὐτόν ἐστι φιλεῖν. ∆ιὸ καὶ τῷ Πέτρῳ φησὶν, Εἰ φι λεῖς με, ποίμαινε τὰ πρόβατά μου. Καὶ ἵνα μάθητε ὅσον ἐστὶ τὸ κατόρθωμα, ὑπογράψωμεν αὐτὴν τῷ λόγῳ, ἐπειδὴ τοῖς πράγμασιν αὐτὴν οὐχ ὁρῶμέν που φαινομένην, καὶ ἐννοήσωμεν, ὡς εἰ πανταχοῦ μετὰ δαψιλείας ἦν αὕτη, πόσα ἂν ἐγένετο ἀγαθά. Οὔτε γὰρ νόμων οὔτε δικαστηρίων ἔδει, οὐ κολάσεων, οὐ τιμωριῶν, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός. Εἰ γὰρ ἅπαντες ἠγάπων καὶ ἠγαπῶντο, οὐδὲν ἂν ἠδίκησεν οὐδεὶς, ἀλλὰ καὶ φόνοι καὶ μάχαι καὶ πόλεμοι καὶ στάσεις καὶ ἁρπαγαὶ  καὶ  πλεονεξίαι  καὶ  πάντα  ἂν  ἐκποδὼν  ἐγεγόνει  τὰ πονηρὰ,  καὶ  μέχρις ὀνόματος ἂν ἠγνοήθη ἡ κακία. Τὰ μέντοι σημεῖα οὐκ ἂν τοῦτο εἰργάσατο, ἀλλὰ καὶ εἰς κενοδοξίαν ἐπαίρει τοὺς μὴ προσέχοντας καὶ ἀπόνοιαν,

 ς ʹ. Καὶ τὸ δὴ θαυμαστὸν τῆς ἀγάπης, ὅτι τὰ μὲν ἄλλα ἀγαθὰ ἔχει παρεζευγμένα τὰ κακά· οἷον ὁ ἀκτήμων φυσᾶται πολλάκις διὰ τοῦτο, ὁ λέγειν εἰδὼς καὶ δοξομανίαν νοσεῖ, ὁ ταπεινόφρων δι' αὐτὸ τοῦτο  πολλάκις  κατὰ  τὸ συνειδὸς  μέγα φρονεῖ· ἡ δὲ ἀγάπη  πάσης τῆς τοιαύτης ἀπήλλακται λύμης· κατὰ    γὰρ τοῦ ἀγαπωμένου οὐκ ἄν τις ἐπαρθείη ποτέ. Καὶ μή μοι θῇς ἕνα ἀγαπῶντα, ἀλλὰ πάντας ὁμοίως, καὶ τότε αὐτῆς ὄψει τὴν ἀρετήν· μᾶλλον δὲ, εἰ βούλει, πρῶτον ἕνα ἀγαπώμενον καὶ ἕνα φιλοῦντα  τίθει, φιλοῦντα  μέντοι,  ὡς  φιλεῖν  ἄξιον.  Τὴν  γὰρ γῆν  οὕτως  ὡς  τὸν  οὐρανὸν  οἰκήσει, πανταχοῦ γαλήνης ἀπολαύων, καὶ μυρίους ἑαυτῷ πλέκων στεφάνους. Ὁ γὰρ τοιοῦ τος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυμίας   καὶ   παντὸς   ἔρωτος   ἀτόπου   καὶ   παντὸς   νοσήματος   καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν. Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν τις ἐργάσαιτό τι κακὸν, οὕτως οὐδὲ τοὺς πλησίον οὗτος. Τοιοῦτος δὲ ὢν, μετ' αὐτοῦ στήσεται τοῦ  Γαβριὴλ ἐπὶ τῆς γῆς βαδίζων. Καὶ ὁ μὲν ἀγάπην ἔχων τοιοῦτος· ὁ δὲ σημεῖα ποιῶν, καὶ γνῶσιν ἔχων ἀπηρτισμένην, ταύτης ἄνευ, κἂν μυρίους ἐγείρῃ νε κροὺς, οὐδὲν μέγα ὀνήσει, πάντων  ἀπεῤῥηγμένος καὶ οὐδενὶ  τῶν  συνδούλων  ἀναμιγνύναι  ἑαυτὸν  ἀνεχόμενος. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς τῆς εἰς αὐτὸν ἀκρι βοῦς ἀγάπης σημεῖον ἔφησεν εἶναι,  τὸ τὸν  πλησίον  φιλεῖν.  Εἰ γὰρ φιλεῖς  με, φησὶν,  ὦ Πέτρε, τούτων  πλέον, ποίμαινε  τὰ πρόβατά μου. Εἶδες πῶς καὶ ἐντεῦθεν  πάλιν  ᾐνίξατο, ὅτι μαρτυρίου μεῖζον τοῦτο,  Καὶ γὰρ εἰ παῖδά τις εἶχεν ἀγαπητὸν, καὶ ὑπὲρ οὗ καὶ τὴν ψυχὴν ἂν ἐπέδωκεν, εἶτά τις τὸν μὲν πατέρα ἐφίλει, τῷ δὲ παιδὶ μηδ' ὅλως προσεῖχε, σφόδρα ἂν παρώξυνε τὸν πατέρα, καὶ οὐκ ἂν ᾔσθετο τῆς οἰκείας ἀγάπης διὰ τὴν τοῦ παιδὸς ὑπεροψίαν. Εἰ δὲ ἐπὶ πα τρὸς καὶ παιδὸς τοῦτο συμβαίνει, πολλῷ μᾶλλον ἐπὶ  Θεοῦ καὶ ἀνθρώπων· καὶ γὰρ πατέρων  ἁπάντων  ἐστὶ φιλοστοργότερος  ὁ Θεός. ∆ιὰ δὴ τοῦτο εἰπὼν, Πρώτη καὶ μεγάλη ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐπήγαγε,
∆ευτέρα δὲ, καὶ οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν, Ὁμοία αὐτῆς, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Καὶ ὅρα πῶς μετὰ τῆς αὐτῆς σχεδὸν ὑπερβολῆς ἀπαιτεῖ καὶ ταύτην. Περὶ μὲν γὰρ τοῦ Θεοῦ φησιν, Ἐξ ὅλης καρδίας σου· περὶ δὲ τοῦ πλησίον σου, Ὡς ἑαυτὸν, ὅπερ ἴσον ἐστὶ τῷ, Ἐξ ὅλης τῆς καρδίας σου. Καὶ γὰρ εἰ μετὰ ἀκριβείας τοῦτο ἐφυλάττετο,  οὐ δοῦλος, οὐκ ἐλεύθερος ἦν, οὐκ ἄρχων, οὐκ ἀρχόμενος, οὐ πλούσιος, οὐ πένης, οὐ μικρὸς, οὐ μέγας, οὐ διάβολος ἂν ἐγνώσθη ποτέ· οὐ λέγω, Οὗτος, ἀλλ' εἰ καὶ ἕτερος τοιοῦτος, μᾶλλον  δὲ εἰ καὶ ἑκατὸν, καὶ μυρίοι τοιοῦτοι ἦσαν, οὐδὲν ἂν ἴσχυσαν ἐκείνης οὔσης. Μᾶλλον γὰρ χόρτος ἤνεγκε πυρὸς ἐπαγωγὴν, ἢ φλόγα ἀγάπης ὁ διάβολος. Αὕτη τείχους ἰσχυροτέρα, αὕτη ἀδάμαντος στεῤῥοτέρα· κἂν  ἑτέραν  ταύτης  ἰσχυροτέραν  εἴπῃς  ὕλην,  πάντα  ὑπερ βάλλει  τῆς  ἀγάπης  ἡ στεῤῥότης. Ταύτην οὐ πλοῦτος, οὐ πενία  νικᾷ· μᾶλλον  δὲ οὐδ' ἂν ἦν πενία, οὐκ ἀμετρία πλούτου, εἰ ἀγάπη ἦν, ἀλλὰ τὰ ἐξ ἑκατέρων ἀγαθὰ μόνον. Καὶ γὰρ τὴν ἐξ ἐκείνου ἀφθονίαν ἐκαρ πωσάμεθα ἂν, καὶ τὴν ἐκ ταύτης ἀμεριμνίαν· καὶ οὔτε τοῦ πλούτου τὰς φροντίδας, οὔτε τῆς πενίας τὸ δέος ὑπεμείναμεν ἄν. Καὶ τί λέγω τὰ ἐξ αὐτῆς κέρδη;  Αὐτὸ γὰρ καθ' ἑαυτὸ τὸ φιλεῖν ἐννόησον ἡλίκον ἐστὶ, πόσην φέρει τὴν εὐφροσύνην,  ἐν  πόσῃ  καθίστησι  χά  ριτι  τὴν  ψυχὴν,  ὃ  μάλιστα  αὐτῆς  ἐστιν ἐξαίρετον. Τὰ μὲν γὰρ ἄλλα τῆς ἀρετῆς μέρη συνεζευγμένον ἔχει τὸν πόνον, οἷον νηστεία, σωφροσύνη, ἀγρυπνία,  βα σκανίαν, ἐπιθυμίαν,  ὑπεροψίαν·  ἡ δὲ ἀγάπη μετὰ τοῦ κέρδους πολλὴν  ἔχει  καὶ τὴν  ἡδονὴν,  καὶ πόνον  οὐδένα· καὶ καθάπερ μέλιττα ἀγαθὴ, τὰ πανταχόθεν συνάγουσα ἀγαθὰ, εἰς τὴν τοῦ φιλοῦντος κατατίθεται ψυχήν.  Κἂν δουλεύῃ  τις, ἡδίω  τῆς ἐλευθερίας ἀποφαί  νει  τὴν δουλείαν.  Ὁ γὰρ φιλῶν   οὐχ  οὕτως  ἐπιτάττων.     ὡς  ἐπιταττόμενος   χαίρει,  καίτοι  γε  τὸ ἐπιτάττειν  ἡδύ· ἀλλὰ μετατίθησιν αὕτη τῶν πραγμάτων τὴν φύ σιν, καὶ πάντα ἐν χερσὶν  ἔχουσα παραγίνεται  τὰ  ἀγαθὰ,  πάσης μητρὸς  ἠπιωτέρα,  πάσης βασιλίδος εὐπορωτέρα, καὶ τὰ ἐπίπονα κοῦφα ποιεῖ καὶ ῥᾷστα, τὴν μὲν ἀρετὴν εὔκολον, τὴν δὲ κακίαν πικροτάτην ἡμῖν ἀποφαίνουσα. Σκόπει δέ· Τὸ δαπανᾷν λυπηρὸν εἶναι δοκεῖ καὶ  ποιεῖ  αὐτὸ  αὕτη  ἡδύ·  τὸ  λαμβάνειν  τὰ  ἑτέρων  ἡδὺ,  καὶ  οὐκ  ἀφίησιν  αὐτὸ φαίνεσθαι ἡδὺ, ἀλλὰ φεύγειν  ὡς μοχθηρὸν παρασκευάζει. Πάλιν τὸ κακῶς λέγειν, γλυκὺ πᾶσιν εἶναι δοκεῖ· αὕτη τοῦτο μὲν μικρὸν ἀποφαίνει, τὸ δὲ καλῶς λέγειν, ἡδύ· οὐδὲν γὰρ οὕτως, ὡς τὸν φιλούμενον  ἐγκωμιάζειν,  ἡμῖν ἡδύ. Πάλιν ὁ θυμὸς ἔχει τινὰ  ἡδονὴν,  ἀλλ' ἐνταῦθα  οὐκέτι,  ἀλλὰ  πάντα  αὐτοῦ  τὰ  νεῦρα  ἀνῄρηται· κἂν λυπήσῃ τὸν φιλοῦντα  ὁ ἀγαπώμενος, θυμὸς μὲν οὐδα μοῦ φαίνεται, δάκρυα δὲ καὶ παρακλήσεις, καὶ ἱκε τηρίαι· τοσοῦτον ἀπέχει τοῦ παροξυνθῆναι. Κἂν ἴδῃ ἁμαρτάνοντα, πενθεῖ καὶ ὀδυνᾶται· ἀλλὰ καὶ ἡ ὀδύνη αὕτη ἡδονὴν φέρει. Τῆς γὰρ ἀγάπης καὶ τὰ δάκρυα καὶ ἡ λύπη γέλωτος παντὸς ἡδίω καὶ χαρᾶς. Οὐχ οὕτω γοῦν ἀναπαύονται οἱ γελῶντες, ὡς οἱ ὑπὲρ φίλων κλαίοντες· κἂν ἀπιστῇς, ἐπίσχες αὐτῶν τὰ δάκρυα, καὶ ὡς τὰ ἀνήκεστα παθόντες, οὕτω δυσχεραίνουσιν. Ἀλλ' ἡδονὴν ἔχει, φησὶν, ἄτοπον τὸ φιλεῖν.  Ἄπαγε, καὶ εὐφήμει, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἡδονῆς καθαρεύει τοιαύτης, ὡς ἀγάπη γνη σία.

 ζʹ. Μὴ γάρ μοι ταύτην εἴπῃς τὴν δημώδη καὶ ἀγο ραῖον, καὶ νόσον μᾶλλον  ἢ ἀγάπην  οὖσαν, ἀλλὰ ταύ την ἣν ὁ Παῦλος ἐπιζητεῖ, τὴν τὸ συμφέρον τῶν ἀγαπωμένων σκοποῦσαν, καὶ ὄψει ὅτι πατέρων οὗτοι φιλοστοργότεροι.  Καὶ ὥσπερ οἱ  χρήματα  φιλοῦντες   οὐκ  ἂν  ἕλοιντο  δαπανῆσαι χρήματα, ἀλλ' ἥδιον ἂν ἐν στενοχωρίᾳ γενέσθαι, ἢ ἐκεῖνα ἰδεῖν ἐλαττούμενα· οὕτω καὶ ὁ πρός τινα ἡδέως ἔχων, μυρία ἂν ἕλοιτο παθεῖν, ἢ τὸν ἀγαπώμενον καταβλαπτόμενον  ἰδεῖν.    Πῶς οὖν,  φησὶ, τὸν  Ἰωσὴφ  ἡ Αἰγυπτία φιλοῦσα,  καθ υβρίσαι ἠθέλησεν; Ὅτι ταύτην ἐφίλει τὴν ἀγάπην τὴν διαβολικήν. Ὁ μέντοι Ἰωσὴφ οὐ ταύτην, ἀλλ' ἣν ὁ Παῦλος ζητεῖ. Ἐννόησον οὖν ὅσης ἀγάπης αὐτοῦ τὰ ῥήματα ἦν, καὶ τὰ πράγματα ἃ ἐκείνη ἔλεγε· Καθύβρισόν με καὶ ποίησον μοιχαλίδα,  καὶ τὸν ἄνδρα ἀδίκησον, καὶ τὴν οἰκίαν ἀνάτρεψον ἅπασαν, καὶ σαυτὸν τῆς πρὸς τὸν Θεὸν ἔκβαλε παῤῥησίας· ἅπερ οὐ μόνον ἐκεῖνον, ἀλλ' οὐδὲ ἑαυτὴν φιλούσης ἦν. Οὗτος δὲ ἐπειδὴ γνησίως ἐφίλει, τούτων πάντων ἀπῆγε. Καὶ ἵνα μάθῃς ὅτι αὐτῆς ἐκήδετο, ἐκ τῆς  παραινέσεως  αὐτὸ  κατάμαθε.  Οὐ γὰρ  ἀπώσατο  μό  νον  αὐτὴν,  ἀλλὰ  καὶ παραίνεσιν εἰσήγαγε πᾶσαν δυ ναμένην σβέσαι πυράν. Εἰ γὰρ ὁ κύριός μου, φη σὶν, οὐ γινώσκει  δι' ἐμὲ οὐδὲν  τῶν  ἐν τῷ  οἴκῳ  αὐτοῦ. Εὐθέως αὐτὴν  ἀνέμνησε τοῦ ἀνδρὸς, ἵνα ἐν τρέψῃ. Καὶ οὐκ εἶπεν, Ὁ ἀνήρ σου, ἀλλ' Ὁ κύριός μου, ὃ μᾶλλον ἱκανὸν ἦν αὐτὴν κατασχεῖν, καὶ πεῖσαι ἐννοῆσαι τίς οὖσα τίνος ἐρᾷ, ὅτι δέσποινα οὖσα, δούλου. Εἰ γὰρ ἐκεῖνος κύριος, καὶ σὺ κυρία. Αἰσχύνθητι τοίνυν τὴν πρὸς τὸν δοῦλον ὁμιλίαν, καὶ    ἐννόησον τίνος οὖσα γυνὴ, τίνι βούλει συμπλακῆναι, καὶ περὶ τίνα  ἀχάριστος γίνῃ  καὶ ἀγνώμων,  καὶ ὅτι ἐγὼ πλείονα  αὐτῷ ἀπονέμω εὔνοιαν. Καὶ ὅρα πῶς ἐπαίρει αὐτοῦ τὰς εὐεργεσίας. Ἐπειδὴ γὰρ οὐδὲν τῶν ὑψηλῶν ἐννοῆσαι ἠδύνατο ἡ βάρβαρος ἐκείνη καὶ ἀκόλαστος, ἀπὸ τῶν ἀνθρωπίνων  αὐτὴν ἐντρέπει λέ γων· Οὐ γινώσκει δι' ἐμὲ οὐδέν· τουτέστιν, Εὐερ γετεῖ με μεγάλα, καὶ οὐ δύναμαι τὸν προστάτην ἐν τοῖς κυρίοις πλῆξαι. Ἐμὲ δεύτερον ἐποίησε δεσπότην τῆς  οἰκίας,  καὶ,  Οὐδεὶς ὑπεξῄρηταί  μου,  πλὴν  σοῦ. Ἐνταῦθα  ἐπαίρει  αὐτῆς  τὸ φρόνημα, ἵνα κἂν οὕτως αἰσχυνθῆναι  παρασκευάσῃ, καὶ δείξῃ μεγάλην οὖσαν τὴν τιμήν.  Καὶ οὐδὲ  μέχρι  τούτου  ἔστη,  ἀλλὰ  καὶ  ἐπήγαγεν  ὄνομα  ἱκανὸν  αὐτὴν κατασχεῖν,  λέγων·  ∆ιὰ τό σε γυναῖκα  αὐτοῦ  εἶναι,  καὶ πῶς  ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο; Ἀλλὰ τί λέγεις; ὅτι οὐ πάρεστιν ὁ ἀνὴρ, οὐδὲ οἶδεν ὅτι ἀδικεῖται; Ἀλλ' ὁ  Θεὸς ἐπόψεται. Ἀλλ' οὐκ ἐκέρδανεν οὐδὲν ἀπὸ τῆς συμβουλῆς ἐκείνη, ἀλλ' ἐπεσπάσατο αὐτόν. Τὴν γὰρ οἰκείαν μανίαν πληρῶσαι βουλομένη, οὐ φιλοῦσα τὸν Ἰωσὴφ, ταῦτα ἔπραττε· καὶ δῆλον ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Καὶ γὰρ δικαστήριον καθίζει, καὶ κατηγο ρίαν εἰσάγει, καὶ τὰ ψευδῆ καταμαρτυρεῖ, καὶ ἐκδί δωσι θηρίῳ τὸν οὐδὲν ἠδικηκότα, καὶ εἰς δεσμωτή ριον ἐμβάλλει· μᾶλλον δὲ, τό γε αὐτῆς μέρος, καὶ ἀν  εῖλεν· οὕτω  τὸν  δικαστὴν  καθώπλισε.  Τί οὖν; ἆρα καὶ Ἰωσὴφ  τοιοῦτος; Τοὐναντίον μὲν οὖν ἅπαν· οὔτε γὰρ ἀντεῖπεν, οὔτε κατηγόρησε τῆς γυναικός. Ἠπι στήθη γὰρ ἂν, φησί. Καὶ μὴν σφόδρα ἐφιλεῖτο, καὶ δῆλον οὐκ ἀπὸ τῆς ἀρχῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τέλους. Εἰ γὰρ μὴ σφόδρα αὐτὸν βάρβαρος ἐκεῖνος ἐφί λει, κἂν ἀπέκτεινε σιγῶντα καὶ οὐδὲν ἀντιλέγοντα.   Καὶ γὰρ Αἰγύπτιος ἦν, καὶ ἄρχων, καὶ περὶ εὐνὴν ἠδικημένος, ὡς ἐνόμιζε, καὶ παρὰ οἰκέτου, καὶ οἰκέτου τοιαῦτα εὐεργετηθέντος. Ἀλλ' ἐνίκησε ταῦτα πάντα ὁ πόθος καὶ ἡ χάρις, ἣν ὁ Θεὸς αὐτοῦ κατ έχεε. Μετὰ δὲ τῆς χάριτος καὶ τῆς ἀγάπης ταύτης καὶ τεκμήρια εἶχεν οὐ μικρὰ, εἰ δικαιολογεῖσθαι ἐβούλετο, αὐτὰ τὰ ἱμάτια. Εἰ γὰρ αὐτὴ ἦν ἡ βιασθεῖσα, τὸν χιτῶνα αὐτῆς περιεῤῥῆχθαι ἔδει, τὴν ὄψιν κατεσπαράχθαι, οὐ τὰ ἐκείνου κατέχειν ἱμάτια. Ἀλλ' ἤκουσε, φησὶν,  ὅτι  ὕψωσα τὴν  φωνὴν,  καὶ καταλιπὼν  τὰ ἱμάτια  αὐτοῦ, ἀπῆλθε. Τίνος οὖν ἕνεκεν  καὶ ἀπέδυσας; τί γὰρ παθούσῃ βίαν ἀγαπητὸν  ἦν;   Τὸ ἀπαλλαγῆναι τοῦ ἐνοχλοῦντος. Ἐγὼ δὲ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἐκ τῶν μετὰ ταῦτα  δεῖξαι  δυνήσομαι αὐτοῦ  τὴν  εὔνοιαν  καὶ  τὴν  ἀγάπην.  Καὶ γὰρ ὅτε  εἰς ἀνάγκην ἐνέπεσε τοῦ τὴν αἰτίαν εἰπεῖν τοῦ δεσμωτηρίου καὶ τῆς ἐκεῖ διατριβῆς, οὐδὲ τότε ἐξ εῖπε τὸ δρᾶμα, ἀλλὰ  τί φησι; Καὶ ἐγὼ  οὐκ ἐποίησα οὐδὲν, ἀλλὰ  κλοπῇ ἐκλάπην  ἐκ γῆς Ἑβραίων· καὶ οὐδαμοῦ μέμνηται  τῆς μοιχαλίδος,  οὐδὲ καλλωπίζεται ἐπὶ τῷ πράγματι, ὃ πᾶς τις οὖν ἂν ἔπαθεν, εἰ καὶ μὴ φιλοτιμίας  ἕνεκεν, ἀλλ' ὥστε μὴ δόξαι πονηρᾶς ἕνεκεν αἰτίας εἰς τὸ οἴκημα ἐμβεβλῆσθαι ἐκεῖνο.  Εἰ γὰρ καὶ ἁμαρτάνοντες  ἄνθρωποι,  οὐδὲ οὕτως  ἀπ έχονται  τοῦ ταῦτα  ἐγκαλεῖν,  καίτοι  γε αἰσχύνην  τοῦ  πράγματος  φέροντος,  πῶς  οὐκ ἄξιον  θαυμάσοι ἐκεῖνον,  ὅτι  καὶ καθαρὸς ὢν  οὐκ εἶπε  τὸν  ἔρωτα  τῆς  γυναικὸς,  οὐδὲ ἐξεπόμπευσε τὴν ἁμαρτίαν,  οὐδὲ ἡνίκα  ἐπὶ  τὸν  θρόνον  ἀνέβη  καὶ τῆς  Αἰγύπτου πάσης ἐγένετο βασιλεὺς, ἐμνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην;

 ηʹ. Εἶδες πῶς αὐτὸς μὲν ἐκήδετο, ἐκείνη δὲ οὐκ ἐφί λει, ἀλλ' ἐμαίνετο; Οὐ γὰρ τὸν Ἰωσὴφ ἐφίλει, ἀλλὰ τὴν ἀκολασίαν πληρῶσαι ἐβούλετο· καὶ αὐτὰ δὲ τὰ ῥήματα εἴ τις ἐξετάσειεν ἀκριβῶς, μετὰ θυμοῦ καὶ πολλοῦ φόνου. Τί γάρ φησιν; Εἰσήγαγες παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν, ὀνειδίζουσα τὴν εὐεργεσίαν τῷ ἀνδρί· καὶ τὰ ἱμάτια ἐπεδείκνυ, θηρίου παντὸς ἀγριωτέρα γενομένη. Ἀλλ' οὐκ ἐκεῖνος οὕτω. Καὶ τί λέγω τὴν πρὸς ταύτην εὔνοιαν, ὅπου γε καὶ πρὸς τοὺς ἀνελόντας  ἀδελφοὺς  τοιοῦτος  ἦν, καὶ οὐδὲ περὶ ἐκείνων οὐδέν ποτε εἶπε δυσχερὲς, οὐκ ἔνδον, οὐκ ἔξω; ∆ιὰ τοῦτο ὁ Παῦλος τὴν μητέρα τῶν ἀγαθῶν  ἁπάντων  ταύτην  εἶναί  φησι, καὶ  σημείων  καὶ  τῶν  ἄλλων  χαρισμάτων προτίθησιν. Ὥσπερ γὰρ χρυσῶν μὲν ἱματίων  ὄντων  καὶ ὑποδημάτων, δεόμεθα καὶ ἑτέρου τινὸς ἐνδείγματος, ὥστε τὸν βασιλέα μαθεῖν· ἂν δὲ τὴν ἁλουργίδα ἴδωμεν καὶ τὸ διάδημα, οὐδὲν ἕτερον ἐπιζητοῦμεν τῆς βασιλείας ἰδεῖν ση μεῖον· οὕτω δὴ καὶ ἐνταῦθα. Ὅταν τὸ τῆς ἀγάπης ἐπίκειται διάδημα, ἀρκεῖ δεῖξαι τοῦ Χριστοῦ τὸν ἀκριβῆ μαθητὴν, οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ τοῖς ἀπί στοις. Ἐν τούτῳ γὰρ, φησὶ, γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὥστε τὸ σημεῖον τοῦτο σημείων ἁπάντων μεῖζον, εἴ γε ἐν αὐτῷ γνωρίζεται ὁ μαθητής. Κἂν γὰρ μυρία ποιῶσί  τινες  σημεῖα, στασιάζωσι δὲ πρὸς ἀλλήλους,  καταγέλαστοι  τοῖς  ἀπίστοις ἔσονται· ὥσπερ κἂν μηδὲν ποιῶσι σημεῖον, ἀγαπῶσι δὲ ἀλλήλους  ἀκριβῶς, καὶ αἰδέσιμοι καὶ ἀχείρωτοι πᾶσιν ὄντες διαμένουσιν. Ἐπεὶ καὶ Παῦλον διὰ τοῦτο θαυμάζομεν, οὐ διὰ τοὺς νεκροὺς οὓς ἤγειρεν, οὐδὲ διὰ τοὺς λεπροὺς οὓς ἐκαθάρισεν, ἀλλ' ἐπειδὴ ἔλεγε, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Κἂν γὰρ μυρία πρὸς ταῦτα θῇς σημεῖα, οὐδὲν ἴσον ἐρεῖς· ἐπεὶ καὶ αὐτὸς  μισθὸν ἀπο κεῖσθαι μέγαν  ἔφησεν  αὐτῷ,  οὐκ ἐπειδὴ  σημεῖα ἐποίει, ἀλλ' ἐπειδὴ τοῖς ἀσθενοῦσι γέγονεν ὡς ἀσθενής. Τίς γάρ μού ἐστι, φησὶν, ὁ μισθός; Ἵνα εὐ  αγγελιζόμενος,  ἀδάπανον  θήσω  τὸ  Εὐαγγέλιον.    Καὶ ὅταν  τῶν  ἀποστόλων ἑαυτὸν  προτιθῇ,  οὐ  λέγει,   Περισσότερα αὐτῶν  σημεῖα  ἐποίησα·  ἀλλὰ, Περισσό τερον αὐτῶν ἐκοπίασα. Καὶ λιμῷ δὲ διὰ τοῦτο ἐβούλετο ἀποθανεῖν διὰ τὴν σωτηρίαν τῶν μαθητῶν· Καλὸν γάρ μοι μᾶλλον, φησὶν, ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· οὐκ ἐπειδὴ ἐκαυχᾶτο αὐτὸς, ἀλλ' ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτοῖς. Οὐδαμοῦ γὰρ οἶδε καυχᾶσθαι ἐπὶ τοῖς αὑτοῦ κατορθώμασι, μὴ καλοῦντος  καιροῦ, ἀλλὰ κἂν ἀναγκασθῇ, ἄφρονα ἑαυτὸν καλεῖ.  Εἰ δέ ποτε καὶ καυχᾶται, ἐν ἀσθενείαις, ἐν ὕβρε σιν, ἐν τῷ σφοδρῶς συναλγεῖν τοῖς ἐπηρεαζομένοις· ὥσπερ οὖν καὶ ἐνταῦθά φησι, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Ταῦτα καὶ κινδύνων  μείζω τὰ ῥήματα· διὸ καὶ ὕστερον αὐτὰ τίθησιν,  αὔξων  τὸν  λόγον.  Τίνος οὖν  ἂν  εἴημεν  ἄξιοι  ἡμεῖς  πρὸς ἐκεῖνον ἐξεταζόμενοι, οἱ μήτε χρημάτων καταφρονοῦντες  δι' ἡμᾶς αὐτοὺς, μήτε τὰ περιττὰ προϊέμενοι τῶν ὄντων; Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπεδίδου, ἵνα οἱ λιθάσαντες αὐτὸν καὶ ῥαπίσαντες, βασι λείας ἐπιτύχωσιν. Οὕτω γάρ με, φησὶν, ἀγαπᾷν ἐδί δαξεν ὁ Χριστὸς, ὁ τὴν καλὴν ἐντολὴν καταλιπὼν τὴν περὶ τῆς ἀγάπης, καὶ ἣν αὐτὸς διὰ τῶν ἔργων ἐπλή ρωσε. Καὶ γὰρ βασιλεὺς τῶν ὅλων  τυγχάνων,  καὶ τῆς  μακαρίας ἐκείνης  φύσεως  ὢν,  ἀνθρώπους,  οὓς ἐξ οὐκ ὄντων ἐποίησε, καὶ οὓς μυρία εὐηργέτησε, τούτους ὑβρίζοντας καὶ διαπτύοντας οὐκ ἀπεστράφη, ἀλλὰ καὶ ἄνθρωπος ἐγένετο δι' αὐτοὺς, καὶ συνανεστράφη πόρναις καὶ τελώναις,  καὶ τοὺς δαιμονῶντας  ἰάσατο, καὶ τὸν οὐρανὸν ἐπηγγείλατο.  Καὶ μετὰ ταῦτα πάντα λαβόντες αὐτὸν ἐῤῥάπισαν, ἔδησαν, ἐμαστίγωσαν, κατεγέλασαν, τέλος ἐσταύρωσαν. Καὶ οὐδὲ οὕτως ἀπ εστρέφετο, ἀλλὰ καὶ ἄνω ὢν ἐν τῷ σταυρῷ, φησί· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Τὸν δὲ πρὸ τούτου κατηγοροῦντα λῃστὴν καὶ εἰς παράδεισον  εἰσ ήγαγε,  καὶ  τὸν  διώκτην  Παῦλον  ἀπόστολον  ἐποίησε, καὶ  τοὺς οἰκείους τοὺς αὐτοῦ καὶ ἀνακειμένους αὐτῷ μαθητὰς εἰς θάνατον ἐξεδίδου διὰ τοὺς σταυρώσαντας αὐτὸν Ἰουδαίους. Ταῦτ' οὖν ἅπαντα παρ' ἑαυτοῖς συλλέγοντες τὰ τοῦ Θεοῦ, τὰ τῶν ἀνθρώπων, ζηλώ σωμεν ταῦτα τὰ κατορθώματα, καὶ τὴν χαρισμάτων ἁπάντων ἀνωτέραν κτησώμεθα ἀγάπην, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν  ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλ ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κρά τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ νων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |