ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΞΖʹ Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν·

Παρασκευή 28 Οκτωβρίου 2016

ΞΖʹ Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν·




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΞΖʹ  Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω.

αʹ. Γλυκὺς ὁ παρὼν βίος, καὶ πολλῆς γέμων  ἡδονῆς· ἀλλ'  οὐχ ἅπασιν, ἀλλὰ τοῖς προσηλωμένοις αὐτῷ. Εἰ δέ τις εἰς τὸν οὐρανὸν διαβλέψειε, καὶ τὰ ἐκεῖ ἴδοι καλὰ, ταχέως   αὐτοῦ  καταφρονήσει,  καὶ  οὐδένα  ποιήσεται  λόγον.  Ἐπεὶ  καὶ  κάλλος σωμάτων, ἕως ἂν ἕτερον μὴ φαίνηται λαμπρότερον, θαυμάζεται· ἐπειδὰν δὲ φανῇ τὸ κρεῖττον, καταφρονεῖται τὸ πρότερον. Ἂν τοίνυν θελήσωμεν καὶ ἡμεῖς εἰς ἐκεῖνο τὸ κάλλος ἰδεῖν, καὶ τὴν εὐπρέπειαν τῆς ἐκεῖ βασιλείας κατοπτεῦσαι, ταχέως ἑαυτοὺς τῶν δεσμῶν ἀπολύσομεν τῶν παρόντων. ∆εσμὸς γάρ τίς ἐστιν ἡ πρὸς τὰ παρόντα συμπάθεια. Καὶ εἰς τοῦτο ἡμᾶς ἐνάγων  ὁ Χριστὸς, ἄκουσον τί φησιν· Ὁ φιλῶν  τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον  φυλάξει αὐτήν.


 Ὁ ἐμοὶ διακονῶν,  ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Αἰνίγματι ἐοικέναι δοκεῖ τὰ λεγόμενα. Ἀλλ' οὐκ ἔστιν,  ἀλλὰ  πολλῆς  ἐμπέπλησται  σοφίας.  Καὶ πῶς  Ὁ φιλῶν  τὴν  ψυχὴν  αὐτοῦ, ἀπολέσει αὐτήν; Ὁ τὰς ἐπιθυμίας  αὐτῆς ποιῶν  τὰς ἀτόπους· ὁ χαριζόμενος  αὐτῇ παρὰ τὸ δέον. ∆ιὰ τοῦτο παραινεῖ τις λέγων·  Μὴ πορεύου ἐν ταῖς ἐπιθυμίαις  τῆς ψυχῆς  σου. Οὕτω γὰρ αὐτὴν  ἀπολεῖς  (τῆς  γὰρ ὁδοῦ τῆς  ἐπὶ  τὴν  ἀρετὴν  . ἀγούσης ἀπάγει)· ὥσπερ οὖν τὸ ἐναντίον, Ὁ μισῶν αὐτὴν ἐν τῷ κόσμῳ τούτῳ, σώσει αὐτήν. Τί δέ ἐστιν, Ὁ μισῶν αὐτήν; Ὁ μὴ εἴκων αὐτῇ, τὰ βλάπτοντα κελευούσῃ. Καὶ οὐκ εἶπεν, Ὁ μὴ εἴκων αὐτῇ, ἀλλ', Ὁ μισῶν αὐτήν. Καθάπερ γὰρ τῶν μισουμένων οὐδὲ φωνὴν ἀκοῦσαι ἀνεχόμεθα, οὐδὲ ὄψιν ἰδεῖν ἡδέως· οὕτω καὶ τὴν ψυχὴν, ὅταν ἐναντία  ἐπιτάττῃ τῶν τῷ Θεῷ δοκούντων,  μετὰ σφοδρότητος ἀποστρέφεσθαι χρή. Ἐπειδὴ γὰρ περὶ θανάτου μέλλει λοιπὸν αὐτοῖς διαλέγεσθαι, θανάτου τοῦ ἑαυτοῦ, καὶ προεῖδε κατηφοῦντας καὶ καταπίπτοντας, ὑπερβολὴν ἐποιήσατο λέγων· Τί λέγω, ἐὰν μὴ τὸν ἐμὸν θάνατον  γενναίως  ἐνέγκητε; Ἂν γὰρ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε, ὑμῖν ἔσται κέρδος οὐδέν. Καὶ ὅρα πῶς παραμυθεῖται τὸν λόγον. Σφόδρα ἦν φορτικὸν καὶ ἐπαχθὲς τὸ ἀκοῦσαι ὅτι δεῖ ἀποθανεῖν φιλοψυχοῦντα  τὸν ἄνθρωπον. Καὶ τί λέγω τὸ παλαιόν; ὅπου γε καὶ νῦν πολλοὺς εὑρήσομεν ἡδέως πάντα μαθεῖν ὑπομένοντας, ὑπὲρ τοῦ τὸν παρόντα καρπώσασθαι βίον, καὶ ταῦτα περὶ τῶν μελλόντων πεπιστευμένους· οἱ ἐπειδὰν ἴδωσιν οἰκοδομήματα, καὶ τεχνήματα, καὶ μηχανήματα, δακρύουσιν ἐπιλέγοντες· Πόσα ἄνθρωπος μηχανᾶται, καὶ γίνεται κόνις! Οὕτω πολλὴ τῆς παρούσης ζωῆς ἡ ἐπιθυμία. Ταῦτα τοίνυν διαλύων ὁ Χριστὸς τὰ δεσμὰ, φησίν· Ὁ μισῶν τὴν ψυχὴν  αὐτοῦ ἐν τῷ κόσμῳ τούτω, εἰς ζωὴν αἰώ . νιον  φυλάξει αὐτήν. Ὅτι γὰρ ἐκείνοις παραινῶν ἔλεγε, καὶ τὸν φόβον αὐτῶν ὑπεκλύων, ἄκουσον τῶν ἑξῆς· Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθείτω· περὶ τοῦ θανάτου λέγων, καὶ τὴν διὰ τῶν   ἔργων   ἀκολούθησιν   ἀπαιτῶν.   ∆εῖ   γὰρ   πάντως   τὸν   διακονοῦντα    τῷ διακονουμένῳ   ἕπεσθαι.  Καὶ  σκόπει  πότε   αὐτοῖς   ταῦτα   διαλέγεται·   οὐχ   ὅτε ἐδιώκοντο,  ἀλλ'  ὅτε  ἐθάῤῥησαν, ὅτε  ἐνόμισαν  ἐν  ἀσφαλείᾳ  εἶναι,  διὰ  τὴν  τῶν πολλῶν τιμὴν καὶ θεραπείαν· ὅτε καὶ διαναστῆναι ἠδύναντο καὶ ἀκοῦσαι· Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι· τουτέστιν, Ἀεὶ παρατεταγμένος ἔσο, φησὶν, πρὸς  κινδύνους,  πρὸς  θάνατον,  πρὸς  ἀποδημίαν  τὴν  ἐντεῦθεν.  Εἶτα ἐπειδὴ  τὰ φορτικὰ εἶπε, καὶ τὸ ἔπαθλον τίθησι. Ποῖον δὲ τοῦτο ἦν; Τὸ αὐτῷ ἀκολουθεῖν, καὶ εἶναι  ἔνθα  ἐστί· δεικνὺς  ὅτι  ἀνάστασις τὸν  θάνατον  διαδέξεται.  Ὅπου γάρ εἰμι, φησὶν, ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Ποῦ δὲ ὁ Χριστός; Ἐν οὐρανοῖς. Καὶ πρὸ τῆς ἀναστάσεως τοίνυν  ἐκεῖ μεταστῶμεν  τῇ ψυχῇ καὶ τῷ νῷ. Ἐάν τις ἐμοὶ διακονῇ, ἀγαπήσει αὐτὸν ὁ Πατήρ. ∆ιατί οὐκ εἶπεν, Ἐγώ; Ἐπειδὴ οὐδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλὰ μείζονα περὶ τοῦ Πατρός. Οἱ γὰρ μηδὲ ὅτι ἀναστῆναι αὐτὸν ἐχρῆν εἰδότες, πῶς μεγάλα περὶ αὐτοῦ ἐφαντάσθησαν [ἄν]; ∆ιὸ καὶ τοῖς υἱοῖς Ζεβεδαίου φησίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου· καίτοι γε αὐτός ἐστιν ὁ κρίνων.  Ἐνταῦθα δὲ καὶ τὸ γνήσιον  παρίστησιν. Ὡς γὰρ γνησίου παιδὸς διακόνους, οὕτως ὁ Πατὴρ ἀποδέξεται. Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί  εἴπω;  Πάτερ, σῶσόν  με  ἐκ  τῆς  ὥρας  ταύτης.  Καὶ μὴν  τοῦτο  οὐκ  ἔτι προτρεπομένου ἐπὶ τὸν θάνατον ἐλθεῖν. Μάλιστα μὲν οὖν προτρεπομένου. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Αὐτὸς ἔξω τῶν ὠδίνων ὢν τῶν ἀνθρωπίνων, εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, καὶ ἡμῖν ἐξ ἀκινδύνου  παραινεῖ, δείκνυσιν ὅτι καίτοι ἀγωνιῶν  αὐτὸν, ὅμως  διὰ  τὸ  χρήσιμον  οὐ  παραιτεῖται.  Ταῦτα  δὲ  τῆς  οἰκονομίας  ἐστὶν,  οὐ  τῆς θεότητος. ∆ιὰ τοῦτό φησι· Νῦν ἡ ψυχή μου τετάρακται· (ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, ποίαν ἀκολουθίαν ἔχει τὸ λεχθὲν, καὶ τὸ εἰπεῖν· Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης;) καὶ οὕτω τετάρακται, ὡς καὶ ἀπαλλαγὴν  ζητεῖν, εἴ γε ἐνῆν  διαφυγεῖν.

 βʹ. Ταῦτα τῆς ἀνθρωπίνης  φύσεως  τὰ  ἀσθενήματα.  Ἀλλ' οὐκ  ἔχω  τί  εἴπω,  φησὶν,  ἀπαλλαγὴν αἰτούμενος. ∆ιὰ γὰρ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην· ὡσανεὶ ἔλεγε· Κἂν θορυβώμεθα, κἂν  ταραττώμεθα,  μὴ φεύγωμεν  θάνατον·  ἐπεὶ κἀγὼ  νῦν ταραττόμενος, οὐ λέγω ὥστε φυγεῖν· δεῖ γὰρ φέρειν τὸ ἐπιόν. Οὐ λέγω, Ἀπάλλαξόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ τί; Πάτερ, δόξασόν σου τὸ ὄνομα. Καίτοι τῆς ταραχῆς τοῦτο ἀναγκαζούσης λέγειν, τὸ ἐναντίον  λέγω, ∆όξασόν σου τὸ ὄνομα· τουτέστιν, Ἄγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν· ὃ πολὺ τὸ ἀνθρώπινον  ἐπιδείκνυται, καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν, ἀλλὰ τῆς παρούσης ἀντεχομένην ζωῆς· δεικνὺς, ὅτι οὐκ ἔξω  τῶν  ἀνθρωπίνων   παθῶν  ἦν.  Ὥσπερ γὰρ  τὸ  πεινῇν  οὐκ  ἔγκλημα,  οὐδὲ  τὸ καθεύδειν· οὕτως οὐδὲ τὸ τῆς παρούσης ζωῆς ἐφίεσθαι. Ὁ δὲ Χριστὸς σῶμα καθαρὸν ἁμαρτημάτων εἶχεν, οὐχὶ φυσικῶν ἀναγκῶν ἀπηλλαγμένον· ἐπεὶ οὐδ' ἂν σῶμα ἦν.
∆ιὰ δὴ τούτων  καὶ ἕτερόν τι ἐπαίδευσε. Ποῖον δὴ τοῦτο; Ἵνα, εἴ ποτε ἐν ἀγῶνι κατασταίημεν  καὶ  δειλίᾳ,  μηδὲ  οὕτως  ἀποπηδήσωμεν  τῶν  προκειμένων.  Πάτερ, δόξασόν σου τὸ ὄνομα. ∆είκνυσιν, . ὅτι ὑπὲρ ἀληθείας ἀποθνήσκει, δόξαν εἰς τὸν  Θεὸν τὸ  πρᾶγμα  καλῶν.  Καὶ τοῦτο  συνέβαινε  μετὰ  τὸν  σταυρόν. Ἔμελλεν ἐπιστρέφειν ἡ οἰκουμένη, καὶ γνωρίζειν  τὸ ὄνομα τοῦ Θεοῦ καὶ θεραπεύειν αὐτόν· καίτοι οὐ τὸ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τὸ τοῦ Υἱοῦ· ἀλλ', ὅμως τοῦτο σιγᾷ. Ἦλθεν οὖν φωνὴ ἐκ τῶν οὐρανῶν· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Ποῦ ἐδόξασεν; Ἐν τοῖς πρὸ τούτων γενομένοις. Καὶ πάλιν δοξάσω μετὰ τὸν σταυρόν. Τί οὖν ὁ Χριστός; Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Ἐκεῖνοι δὲ βροντὴν ἐνόμισαν εἶναι, ἢ ἄγγελον  αὐτῷ  λελαληκέναι.  Καὶ πόθεν  τοῦτο  ἐνόμισαν; μὴ γὰρ οὐχὶ  τρανὴ  καὶ εὔσημος  ἦν  ἡ  φωνή;  Ἀλλὰ  ταχέως  αὐτῶν  ἀπέπτη,  ἅτε  παχυτέρων  ὄντων  καὶ σαρκικῶν καὶ ῥᾳθύμων. Καὶ οἱ μὲν τὸν ἦχον κατεῖχον· οἱ δὲ, ὅτι μὲν ἔναρθρος ἦν ἡ φωνὴ, ᾔδεσαν· τί δὲ ἐσήμαινεν, οὐκ ἔτι. Τί οὖν ὁ Χριστός; Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. ∆ιὰ τί τοῦτο εἶπεν; Πρὸς ἐκεῖνο ἐνιστάμενος ὃ ἔλεγον ἀεὶ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Ὁ γὰρ ὑπὸ τοῦ Θεοῦ δοξαζόμενος, πῶς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ,οὗ τὸ ὄνομα δι' αὐτὸν δοξάζεται; ∆ιὰ γὰρ τοῦτο καὶ ἡ φωνὴ ἠνέχθη. ∆ιὸ καὶ αὐτός φησιν, Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς· οὐχ ἵνα ἐγὼ μάθω τι ἀγνοῶν παρ' αὐτῆς (πάντα γὰρ οἶδα τὰ τοῦ Πατρὸς), ἀλλὰ δι' ὑμᾶς. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἄγγελος ἐλάλησεν αὐτῷ, ἢ βροντὴ γέγονε, καὶ οὐ προσεῖχον, φησὶν, ὅτι ∆ι' ὑμᾶς ἐγένετο, ἵνα κἂν οὕτως ἐνάγησθε πρὸς τὸ ἐρωτῆσαι τί τὸ λεχθέν. Οἱ δὲ ἐπτοημένοι, οὐδὲ οὕτως ἐπύθοντο, ἀκούσαντες ὅτι αὐτοῖς ἀνήκει τὸ πρᾶγμα. Τῷ γὰρ οὐκ εἰδότι πρὸς ὃ ἐλέγετο, εἰκότως οὐκ ἐδόκει εὔσημος εἶναι ἡ φωνή. ∆ι' ὑμᾶς ἡ φωνὴ γέγονεν. Ὁρᾷς ὅτι τὰ ταπεινὰ δι' αὐτοὺς γίνεται, οὐχ ὡς τοῦ Υἱοῦ δεομένου βοηθείας; Νῦν κρίσις  ἐστὶ  τοῦ  κόσμου  τούτου.  Νῦν  δὲ  ὁ  ἄρχων  τοῦ  κόσμου  τούτου  κάτω βληθήσεται. Τοῦτο ποίαν ἀκολουθίαν ἔχει πρὸς τὸ, Ἐδόξασα, καὶ δοξάσω; Πολλὴν καὶ σφόδρα συνᾴδουσαν. Ἐπειδὴ γὰρ εἶπε, ∆οξάσω, δείκνυσι καὶ τὸν τρόπον τῆς δόξης. Τίς δὲ ὁ τρόπος ἐστίν; Ἐκεῖνος Βληθήσεται κάτω, φησί. Τί δέ ἐστι, Κρίσις ἐστὶ τοῦ κόσμου τούτου; Ὡσανεὶ ἔλεγε, ∆ικαστήριον ἔσται καὶ ἐκδίκησις. Πῶς καὶ τίνι τρόπῳ; Ἀνεῖλε τὸν πρῶτον ἄνθρωπον, ὑπεύθυνον  λαβὼν τῇ ἁμαρτίᾳ (∆ιὰ γὰρ τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος)· ἐν ἐμοὶ τοῦτο οὐχ εὗρε. Τίνος οὖν ἕνεκεν ἐνεπήδησε, καὶ θανάτῳ παρέδωκε; τίνος ἕνεκεν εἰς τὴν Ἰούδα ψυχὴν ἐνέβαλεν ὥστε με ἀνελεῖν; Μὴ γάρ μοι εἴπῃς νῦν, ὅτι ὁ Θεὸς ᾠκονόμησε· τοῦτο γὰρ οὐ τοῦ διαβόλου, ἀλλὰ τῆς αὐτοῦ σοφίας· τέως ἐκείνου ἡ γνώμη ἐξεταζέσθω τοῦ Πονηροῦ. Πῶς οὖν κρίνεται ὁ κόσμος ἐν ἐμοί; Ὡσανεὶ δικαστηρίου καθεζομένου, λεχθήσεται πρὸς αὐτὸν, Ἔστω, πάντας ἀνεῖλες, διὰ τὸ ἁμαρτίας ὑπευθύνους εὑρεῖν· τὸν Χριστὸν διατί ἀνεῖλες; οὐκ εὔδηλον ὅτι ἀδίκως; Οὐκοῦν δι' αὐτοῦ ἐκδικηθήσεται ὁ κόσμος ἅπας. Ἵνα δὲ καὶ σαφέστερον  ᾖ,  καὶ  ἐπὶ  παραδείγματος  αὐτὸ  ποιήσω  φανερόν·  Ἔστω τις  βίαιος τύραννος,   πάντας   τοὺς   ἐμπίπτοντας   μυρίοις   περιβάλλων   κακοῖς.  Οὗτος  ἐὰν συμβαλὼν βασιλεῖ, ἢ υἱῷ βασιλέως, ἀνέλῃ  αὐτὸν ἀδίκως, ὁ ἐκείνου θάνατος  καὶ τοὺς ἄλλους ἐκδικῆσαι δυνήσεται. Ἔστω τις ὀφειλέτας  ἀπαιτῶν, καὶ τυπτέτω, καὶ εἰς δεσμωτήριον ἐμβαλλέτω· εἶτα ἐκ τῆς αὐτῆς ἀπονοίας καὶ τὸν οὐδὲν ὀφείλοντα ὑπὸ τὴν αὐτὴν εἱρκτὴν ἀγέτω. Οὗτος καὶ ὧν εἰς τοὺς ἄλλους . ἐποίησε, δώσει δίκην· ἀναιρήσει γὰρ αὐτὸν ἐκεῖνος.


γʹ. Οὕτω καὶ ἐπὶ Υἱοῦ γέγονεν. Ὧν γὰρ εἰς ὑμᾶς ἐποίησεν ὁ διάβολος, δι' ὧν εἰς τὸν Χριστὸν ἐτόλμησεν, ἀπαιτηθήσεται δίκην. Καὶ ὅτι τοῦτο αἰνίττεται, ἄκουσον τί φησι· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται κάτω, διὰ τοῦ θανάτου  τοῦ ἐμοῦ. Καὶ ἐγὼ  δὲ ἐὰν  ὑψωθῶ,  πάντας  ἑλκύσω πρὸς ἐμαυτόν· τουτέστι, καὶ τοὺς ἐξ ἐθνῶν. Καὶ ἵνα μή τις εἴπῃ, Πῶς βληθήσεται κάτω, εἰ καὶ σοῦ περιγίνεται; λέγει, Οὐ περιγίνεται· πῶς γὰρ τοῦ καὶ τοὺς ἄλλους ἕλκοντος; Καὶ οὐ λέγει τὴν ἀνάστασιν, ἀλλ' ὃ τῆς ἀναστάσεως πλέον ἐστὶ, Πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Ἀναστήσομαι, οὔπω δῆλον ὅτι καὶ πιστεύσουσι· τῷ δὲ εἰπεῖν, ὅτι Πιστεύσουσιν, ἀμφότερα συναποδέδεικται, ὅτι καὶ ἀναστήσεται. Εἰ γὰρ νεκρὸς ἔμεινε, καὶ ψιλὸς ἄνθρωπος ἦν, οὐδεὶς ἂν ἐπίστευσε. Πάντας ἑλκύσω πρὸς ἐμαυτόν.  Πῶς οὖν  φησιν,  ὅτι  ὁ  Πατὴρ ἕλκει;  ὅτι  Υἱοῦ ἕλκοντος,  Πατὴρ ἕλκει. Ἑλκύσω δὲ, φησὶν,  ἅτε ὑπὸ τυράννου  κατεχομένους,  καὶ ἀφ' ἑαυτῶν  μόνον  οὐ δυναμένους  προσελθεῖν, καὶ τὰς ἐκείνου  χεῖρας  οὐ διαφυγεῖν,  ἅτε ἀντεχομένου. Ἀλλαχοῦ δὲ τοῦτο ἁρπαγὴν καλεῖ. Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὰ σκεύη αὐτοῦ διαρπάσῃ. Ταῦτα δὲ τὸ βίαιον  αὐτοῦ παριστῶν ἔλεγεν.  Ὅπερ οὖν ἐκεῖ ἁρπαγὴν, ἐνταῦθα  ἕλξιν  ἐκάλεσε. Ταῦτ' οὖν εἰδότες, . διαναστῶμεν, δοξάσωμεν τὸν Θεὸν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ  καὶ  διὰ  βίου·  ἐπεὶ  οὐκ  ἂν  εἴη  δόξα,  ἀλλὰ  βλασφημία.  Οὐ  γὰρ  οὕτω βλασφημεῖται Θεὸς, Ἕλληνος ὄντος μιαροῦ, ὡς Χριστιανοῦ διεφθαρμένου. ∆ιὸ δὴ δέομαι πάντα ποιεῖν, ὥστε δοξάζεσθαι τὸν Θεόν. Οὐαὶ γὰρ, φησὶ, τῷ δούλῳ ἐκείνῳ, δι' οὗ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται (ὅταν δὲ Οὐαὶ ᾖ, πᾶσα εὐθέως κόλασις καὶ τιμωρία ἕπεται)· μακάριος δὲ, δι' οὗ τὸ ὄνομα δοξάζεται. Μὴ τοίνυν ὡς ἐν τῷ σκότει ὦμεν· ἀλλὰ πάντα φεύγωμεν τὰ ἁμαρτήματα, μάλιστα δὲ τὰ εἰς κοινὴν διαβαίνοντα βλάβην,   ἐπειδὴ   μάλιστα  ἐν   τούτοις   ὁ  Θεὸς  βλασφημεῖται   Τίνα  γὰρ  ἕξομεν συγγνώμην,  ὅταν ἑτέροις δοῦναι προσταττόμενοι, τὰ ἑτέρων ἁρπάζωμεν; τίς ἡμῖν ἔσται ἐλπὶς σωτηρίας; Εἰ μὴ πεινῶντα  ἔθρεψας, κολάζῃ· εἰ δὲ καὶ ἀπέδυσας ἐνδεδυμένον,  ποίας  τεύξῃ  συγγνώμης;  Ταῦτα συνεχῶς  λέγοντες  οὐ  παυσόμεθα. Ἴσως γὰρ οἱ τήμερον  μὴ ἀκούσαντες,  αὔριον  ἀκούσονται· οἱ δὲ τὴν  αὔριον  μὴ προσέχοντες,  τὴν   μετ'   ἐκείνην   πεισθήσονται.  Εἰ  δέ  τινες   καὶ  ἀπειθῶς   εἶεν διακείμενοι, ἀλλ' ἡμῖν ἀνεύθυνον ἔσται τὸ δικαστήριον. Τὸ γὰρ ἡμῶν ἐπληρώσαμεν. Γένοιτο δὲ μήτε ἡμᾶς αἰσχυνθῆναι  ἐπὶ τοῖς λεγομένοις, μήτε ὑμᾶς ἐγκαλύψασθαι, ἀλλὰ πάντας δυνηθῆναι  μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα καὶ αὐτοὶ δυνηθῶμεν καυχήσασθαι ἐφ' ἡμῖν, καὶ τῶν ἡμετέρων κακῶν παραμυθίαν τινὰ λαβεῖν, τὴν ὑμετέραν εὐδοκίμησιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |