ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ∆ʹ Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ

Παρασκευή 28 Οκτωβρίου 2016

∆ʹ Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ



Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

∆ʹ Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις  μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύ ναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συν ετῶν ἀθετήσω· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος  τούτου;

αʹ. Τοῖς κάμνουσι καὶ ψυχοῤῥαγοῦσι καὶ αἱ τροφαὶ  αἱ ὑγιεῖς ἀηδεῖς, οἱ φίλοι καὶ οἱ προσήκοντες ἐπαχθεῖς, καὶ οὐδὲ γνωρίζονται πολλάκις, ἀλλὰ καὶ ἐνοχλεῖν δοκοῦσιν. Οὕτω δὴ καὶ τοῖς τὰς ψυχὰς ἀπολλυμένοις συμβαίνειν εἴωθε· τὰ γὰρ πρὸς σωτηρίαν  φέροντα  ἀγνοοῦσι, καὶ τοὺς κηδομένους  αὐτῶν  ἐνοχλεῖν νομίζουσι. Γίνεται δὲ τοῦτο  οὐ παρὰ τὴν  τοῦ πράγματος  φύσιν,  ἀλλὰ  παρὰ τὴν ἐκείνων  νόσον.  Καὶ ὅπερ  οἱ  παραπαίοντες  ποιοῦσιν,  ἀπεχθανόμενοι   πρὸς  τοὺς ἐπιμελομένους αὐτῶν, καὶ λοιπὸν λοιδορούμενοι· τοῦτο καὶ οἱ ἄπιστοι πάσχουσιν. Ἀλλ' ὥσπερ ἐπ' ἐκείνων οἱ ὑβριζόμενοι τότε μάλιστα αὐτοὺς ἐλεοῦσι καὶ δακρύουσι, δεῖγμα ἔσχατον τῆς ἐπιτεταμένης ἀῤῥωστίας τοῦτο ποιούμενοι, ὅταν τοὺς φιλτάτους ἀγνοῶσιν· οὕτω καὶ ἡμεῖς ἐπὶ τῶν Ἑλλήνων ποιήσωμεν, καὶ μᾶλλον τῶν γυναικῶν ὀλολύξωμεν  ἐπ' αὐτοῖς, ὅτι τὴν κοινὴν ἀγνοοῦσι σωτηρίαν.


Οὐ γὰρ οὕτω γυναῖκα ἄνδρα δεῖ φιλεῖν, ὡς ἡμᾶς πάντας ἀνθρώπους, καὶ πρὸς σωτηρίαν ἐφέλκεσθαι, κἂν Ἕλλην ᾖ,  κἂν ὁστισοῦν. Θρηνῶμεν τοίνυν  αὐτοὺς, ὅτι ὁ λόγος τοῦ σταυροῦ μωρία αὐτοῖς ἐστιν, ὁ αὐτὸς σοφία καὶ δύναμις ὤν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις, φησὶ, μωρία ἐστίν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους, τοῦ σταυροῦ παρὰ τῶν Ἑλλήνων χλευαζομένου, τῇ σοφίᾳ τῇ δῆθεν παρ' ἑαυτῶν ἀνθίστασθαι καὶ πολεμεῖν  θορυβουμένους τοῖς παρὰ τῶν Ἑλλήνων  λεγομένοις, παραμυθούμενος ὁ Παῦλός φησι· Μὴ νομίσητε ξένον γίνεσθαι καὶ παράδοξον. Ταύτην ἔχει τὴν φύσιν τὸ πρᾶγμα,  ὥστε  ὑπὸ   τῶν   ἀπολλυμένων   μὴ  γνωρίζεσθαι   αὐτοῦ   τὴν   δύναμιν· ἐξεστήκασι γὰρ καὶ παραπαίουσι. ∆ιὰ τοῦτο καὶ λοιδοροῦνται  καὶ ἐπαχθῶς ἔχουσι πρὸς τὰ σωτήρια φάρμακα. Τί δὲ λέγεις, ἄνθρωπε; δοῦλος ὁ Χριστὸς ἐγένετο διὰ σὲ μορφὴν   δούλου   λαβὼν,   καὶ   ἐσταυρώθη   καὶ   ἀνέστη·   καὶ   δέον   ἀναστάντα προσκυνῆσαι διὰ τοῦτο, καὶ θαυμάσαι τὴν φιλανθρωπίαν,  ὅτι ὅπερ οὔτε πατὴρ οὔτε φίλος οὔτε υἱὸς ὑπὲρ σοῦ ἐποίησε, ταῦτα ὁ ∆εσπότης πάντα εἰργάσατο ὑπὲρ σοῦ τοῦ ἐχθροῦ καὶ προσκεκρουκότος· δέον  τοίνυν  θαυμάζειν  ὑπὲρ τούτων  αὐτὸν,  σὺ δὲ μωρίαν  καλεῖς  πρᾶγμα τοσαύτης σοφίας γέμον; Ἀλλ' οὐδὲν θαυμαστόν· τῶν  γὰρ ἀπολλυμένων    ἐστὶ  μὴ   ἐπιγινώσκειν   τὰ   πρὸς  σωτηρίαν   φέροντα.     Μὴ θορυβεῖσθε οὖν· οὐ γὰρ ξένον οὐδὲ παρὰ προσδοκίαν τὸ γινόμενον, τὸ χλευάζεσθαι τὰ  μεγάλα  παρὰ  τῶν   ἐξεστηκότων.   Τοὺς  δὲ  οὕτω  διακειμένους   διὰ  σοφίας ἀνθρωπίνης πείθειν οὐκ ἔνι· ἀλλὰ, κἂν βουληθῇς οὕτω πεῖσαι, τὸ ἐναντίον ποιεῖς· τὰ γὰρ ὑπερβαίνοντα λογισμὸν πίστεως δεῖται μόνης. Καὶ γὰρ, ἂν θέλωμεν πείθειν διὰ λογισμῶν, πῶς ἄνθρωπος ἐγένετο ὁ Θεὸς, καὶ εἰς μήτραν εἰσῆλθε παρθενικὴν, καὶ μὴ  τῇ  πίστει  τὸ  πρᾶγμα  ἐπιτρέψωμεν,  μᾶλλον  ἐκεῖνοι  καταγελάσονται.  Ἄρα οἱ λογισμοῖς ζητοῦντες, οὗτοί εἰσιν οἱ ἀπολλύμενοι.  Καὶ τί λέγω περὶ Θεοῦ; Ἐπὶ γὰρ τῶν  κτισμάτων  ἂν τοῦτο ποιήσωμεν,  πολὺς  ἕψεται  γέλως.  Ἔστω γὰρ ἄνθρωπος πάντα βουλόμενος λογισμοῖς μανθάνειν, καὶ πειράσθω τῷ παρὰ σοῦ λόγῳ πείθεσθαι, πῶς βλέπομεν τὸ φῶς· σὺ δὲ αὐτὸν λογισμῷ πείθειν πειρῶ. Ἀλλ' οὐκ ἂν ἔχοις· ἂν γὰρ εἴπῃς, ὅτι ἀρκεῖ τοὺς ὀφθαλμοὺς  ἀνοίξαντα  βλέπειν, οὐ τὸν τρόπον εἴρηκας, ἀλλὰ  τὸ γινόμενον.  ∆ιὰ τί γὰρ μὴ τῇ ἀκοῇ βλέπομεν, φησὶ, καὶ τοῖς  ὀφθαλμοῖς ἀκούομεν; διὰ τί γὰρ μὴ τῇ ῥινὶ ἀκούομεν, καὶ τῇ ἀκοῇ ὀσφραινόμεθα; Ἂν τοίνυν, ἀποροῦντος αὐτοῦ περὶ τούτων, μὴ δυνώμεθα τὸν λόγον ἀποδοῦναι τούτων, ἐκεῖνος μέλλει γελᾷν; οὐ μειζόνως ἡμεῖς καταγελασόμεθα; Εἰ γὰρ ἀμφότερα ἐξ ἑνὸς ἐγκεφάλου τὴν ἀρχὴν ἔχει, καὶ ἀμφότερα ἀλλήλοις  γειτνιάζει  τὰ μέλη, πῶς οὐ τὰ αὐτὰ δύναται ποιεῖν; Ἀλλ' οὐ δυνησόμεθα εἰπεῖν τὴν αἰτίαν  οὐδὲ τὸν τρόπον τῆς ἀφάτου καὶ ποικίλης ἐνεργείας, ἀλλὰ, κἂν ἐπιχειρήσωμεν, καταγελώμεθα. ∆ιά τοι τοῦτο τῇ τοῦ Θεοῦ δυνάμει καὶ τῇ ἀπείρῳ σοφίᾳ παραχωροῦντες, σιγήσωμεν. Οὕτω τοίνυν καὶ τὰ τοῦ Θεοῦ ἐὰν τῇ ἔξωθεν σοφίᾳ βουληθῶμεν παραστῆσαι, πολὺς ἕψεται γέλως,  οὐ παρὰ τὴν  τῶν  πραγμάτων  ἀσθένειαν,  ἀλλὰ  παρὰ τὴν  τῶν  ἀνθρώπων ἄνοιαν. Τὰ γὰρ μεγάλα λόγος οὐδεὶς παραστῆσαι δύναται. Σκόπει δέ· Ὅταν εἴπω, Ἐσταυρώθη, ὁ  Ἕλλην  λέγει·  Καὶ πῶς  ἂν  ἔχοι  λόγον  τοῦτο;  ἑαυτῷ  οὐκ  ἤμυνε σταυρουμένῳ καὶ πειραζομένῳ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ, καὶ πῶς μετὰ ταῦτα ἀνέστη, καὶ ἑτέροις ἤμυνεν; εἰ γὰρ ἐδύνατο, πρὸ τοῦ θανάτου ἔδει (τοῦτο γὰρ καὶ Ἰουδαῖοι ἔλεγον)· ὁ δὲ ἑαυτῷ μὴ ἀμύνας, πῶς ἄλλοις ἤμυνεν; οὐκ ἂν ἔχοι λόγον, φησί. Εἰκότως· καὶ γὰρ ὑπὲρ λόγον ἐστὶν, ἄνθρωπε, καὶ ἀφάτου δυνάμεως ὁ σταυρός. Τὸ γὰρ ἐν τοῖς δεινοῖς γενόμενον, ἀνώτερον φανῆναι τῶν δεινῶν, καὶ συμπλακέντα νικῆσαι, δυνάμεώς ἐστιν ἀπείρου. Ὥσπερ γὰρ ἐπὶ τῶν τριῶν παίδων, τοῦ μὴ ἐμβῆναι εἰς τὴν κάμινον, τὸ ἐμβάντας καταπατῆσαι τὴν φλόγα, θαυμαστότερον ἦν· καὶ ἐπὶ τοῦ Ἰωνᾶ, τοῦ μὴ ἐμπεσεῖν εἰς τὸ κῆτος, τὸ ἐμπεσόντα μηδὲν ἀπὸ τοῦ θηρίου παθεῖν ἀηδὲς,  πολλῷ   μεῖζον  ἦν·  οὕτω  καὶ  ἐπὶ  τοῦ  Χριστοῦ, τοῦ  μὴ  ἀποθανεῖν,   τὸ ἀποθανόντα διαλῦσαι τὸν θάνατον, παραδοξότερον ἦν. Μὴ τοίνυν λέγε· ∆ιὰ τί οὐκ ἤμυνεν  ἑαυτῷ  ἐν  τῷ  σταυρῷ; αὐτῷ  γὰρ συμπλακῆναι  ἠπείγετο  τῷ  θανάτῳ.  Οὐ κατέβη ἀπὸ τοῦ σταυροῦ, οὐκ ἐπειδὴ οὐκ ἠδύνατο, ἀλλ' ἐπειδὴ οὐκ ἠβούλετο. Ὃν γὰρ ἡ τυραννὶς οὐ κατέσχε τοῦ θανάτου, πῶς ἧλοι σταυροῦ κατασχεῖν ἠδύναντο;

βʹ. Ἀλλὰ ταῦτα ἡμῖν γνώριμα, τοῖς δὲ ἀπίστοις οὐκέτι. ∆ιὰ τοῦτο ἔλεγεν, ὅτι ὁ λόγος ὁ τοῦ  σταυροῦ τοῖς  μὲν  ἀπολλυμένοις  μωρία  ἐστὶ, τοῖς  δὲ σωζομένοις  ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Οὐδὲν παρ' ἑαυτοῦ φορτικὸν τέως τίθησιν, ἀλλὰ πρότερον ἐπὶ  τὴν  μαρτυρίαν  ἔρχεται  τῆς  Γραφῆς, καὶ τότε  τὴν  ἐκεῖθεν  παῤῥησίαν λαβὼν καταφορικώτερον  κέχρηται  τοῖς  λόγοις,  καί  φησιν·  Οὐχὶ ἐμώρανεν  ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Εἰπὼν ὅτι Γέγραπται, Ἀπολῶ τὴν  σοφίαν  τῶν  σοφῶν,  τὴν  ἀπὸ τῶν  πραγμάτων  ἀπόδειξιν  ἐπάγει  λέγων·  Ποῦ σοφός; ποῦ γραμματεύς; ὁμοῦ καὶ Ἑλλήνων καὶ Ἰουδαίων καθαπτόμενος. Ποῖος γὰρ φιλόσοφος, τίς τῶν  περὶ τοὺς συλλογισμοὺς ἐσχολακότων,  τίς τῶν  τὰ Ἰουδαίων εἰδότων ἔσωσε, καὶ τὴν ἀλήθειαν ἐγνώρισεν; Οὐκ ἔστιν οὐδεὶς, ἀλλὰ τῶν ἁλιέων τὸ πᾶν γέγονε. Συμπεράνας τοίνυν τὸ προκείμενον, καὶ κατενεγκὼν αὐτῶν τὸν τῦφον, καὶ εἰπών· Οὐχὶ ἐμώρανεν  ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; λέγει καὶ τὴν αἰτίαν, δι' ἢν ταῦτα γέγονεν οὕτως. Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φησὶν, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ὁ σταυρὸς ἐφάνη. Τί δέ ἐστιν, Ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ; Τῇ διὰ τῶν ἔργων φαινομένῃ, δι' ὧν ἠθέλησε γνωρισθῆναι. ∆ιὰ τοῦτο γὰρ αὐτὰ καὶ τοιαῦτα κατεσκεύασεν, ἵνα ἀναλόγως ἐκ τῶν ὁρωμένων ὁ ποιητὴς θαυμάζηται. Μέγας ὁ οὐρανὸς, καὶ ἀπειροπληθὴς ἡ γῆ· θαύμασον τοίνυν τὸν πεποιηκότα.  Καὶ γὰρ ὁ μέγας οὗτος οὐ μόνον  ἐγένετο  ὑπ' αὐτοῦ, ἀλλὰ  καὶ μετ' εὐκολίας, καὶ ἡ ἄπειρος ἐκείνη γῆ καὶ αὐτὴ ὡς οὐδὲν παρήγετο. ∆ιὰ τοῦτο περὶ μὲν ἐκείνου φησὶν, ὅτι Ἔργα τῶν δακτύλων  σού εἰσιν οἱ οὐρανοί· περὶ δὲ τῆς γῆς, Ὁ ποιήσας τὴν γῆν ὡς οὐδέν. Ἐπεὶ οὖν διὰ τῆς σοφίας ταύτης οὐκ ἠθέλησε γνωρίσαι τὸν Θεὸν, διὰ τῆς δοκούσης μωρίας εἶναι τοῦ κηρύγματος ἔπεισεν, οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τῆς πίστεως. Λοιπὸν ὅπου σοφία Θεοῦ, οὐκέτι χρεία ἀνθρωπίνης.  Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι τὸν κτίσαντα τὸν κόσμον τὸν τοσοῦτον καὶ οὕτω μέγαν, Θεὸν εἶναι εἰκὸς δύναμιν ἀμήχανόν τινα ἔχοντα καὶ ἀπόῤῥητον, σοφίας ἀνθρωπίνης λογίζεσθαι ἦν, καὶ διὰ τούτων αὐτὸν καταλαμβάνειν· νῦν δὲ οὐκέτι λογισμῶν, ἀλλὰ πίστεως δεῖ μόνης. Τὸ γὰρ εἰς τὸν σταυρωθέντα καὶ ταφέντα  πιστεύειν καὶ πεπληροφορῆσθαι, ὅτι οὗτος αὐτὸς καὶ ἀνέστη καὶ ἄνω κάθηται, τοῦτο σοφίας οὐ δεῖται οὐδὲ λογισμῶν, ἀλλὰ πίστεως. Καὶ γὰρ οἱ ἀπόστολοι οὐ σοφίᾳ προσῆλθον, ἀλλὰ πίστει, καὶ γεγόνασι τῶν   ἔξω  σοφῶν  σοφώτεροι  καὶ  ὑψηλότεροι,  καὶ  τοσούτῳ  μᾶλλον,  ὅσῳ  τοῦ λογισμοὺς κινεῖν  τὸ πίστει τὰ τοῦ Θεοῦ δέχεσθαι μεῖζον· τοῦτο γὰρ ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν. Πῶς δὲ ἀπώλεσε τὴν σοφίαν; ∆ιὰ Παύλου καὶ τῶν τοιούτων γνωρισθεὶς ἡμῖν, ἔδειξεν αὐτὴν οὖσαν ἀνόνητον. Πρὸς γὰρ τὸ δέξασθαι τὸ κήρυγμα τὸ εὐαγγελικὸν οὔτε ὁ σοφὸς ὠφελεῖταί  τι παρὰ τῆς σοφίας, οὔτε ὁ ἰδιώτης ἐβλάβη τι παρὰ τῆς ἀμαθίας· ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν,  μᾶλλον ἰδιωτεία, ἢ σοφία πρὸς τὴν  ὑποδοχήν  ἐστιν ἐπιτήδειον  καὶ εὐκολώτερον.  Ὁ γὰρ ποιμὴν  καὶ ἄγροικος ταύτην θᾶττον ὑποδέξεται, καθάπαξ καὶ τοὺς λογισμοὺς καταστέλλων, καὶ τῷ ∆εσπότῃ ἑαυτὸν παραδιδούς. Οὕτω τοίνυν  τὴν σοφίαν ἀπώλεσεν. Ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλε, πρὸς οὐδὲν χρησίμη λοιπόν ἐστιν. Ὅτε γὰρ ἔδει τὰ ἑαυτῆς αὐτὴν ἐνδείξασθαι καὶ διὰ τῶν ἔργων ἰδεῖν τὸν ∆εσπότην, οὐκ ἠθέλησε. ∆ιὰ τοῦτο, κἂν θέλῃ νῦν ἐπεισαγαγεῖν ἑαυτὴν, οὐ δύναται· οὐ γὰρ τοιαῦτα τὰ πράγματα· ἡ γὰρ ὁδὸς ἡ τῆς  θεογνωσίας  πολλῷ  μείζων  ἐκείνης  αὕτη. ∆ιά τοι  τοῦτο  πίστεως  καὶ ἀφελείας χρεία, καὶ ταύτην πανταχοῦ ζητεῖν δεῖ, καὶ τῆς ἔξωθεν προτιμᾷν σοφίας·
Ἐμώρανε γὰρ ὁ Θεὸς, φησὶ, τὴν σοφίαν. Τί δέ ἐστιν, Ἐμώρανε; Μωρὰν ἔδειξεν οὖσαν πρὸς τὴν  τῆς πίστεως κατάληψιν.  Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν  ἐπ' αὐτῇ, ἤλεγξεν αὐτὴν  ταχέως.  Ποία γὰρ  σοφία,  ὅταν  τὸ  κεφάλαιον  τῶν  ἀγαθῶν  μὴ  εὑρίσκῃ; Ἐποίησε τοίνυν  φανῆναι  μωρὰν, ἐπειδὴ ἑαυτὴν ἐκείνη πρώτη ἤλεγξεν. Εἰ γὰρ ὅτε λογισμοῖς  ἦν  εὑρεῖν,  οὐδὲν  ἔδειξε, νῦν  ὅτε  μείζονα  φέρεται  τὰ  πράγματα,  πῶς ἀνῦσαί τι δυνήσεται, ὅτε πίστεως χρεία μόνης, καὶ οὐχὶ δεινότητος; Μωρὰν τοίνυν αὐτὴν ἔδειξεν ὁ Θεός· ηὐδόκησε δὲ διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι, μωρίας δὲ οὐχὶ τῆς οὔσης, ἀλλὰ τῆς εἶναι δοκούσης. Τὸ γὰρ μεῖζον τοῦτό ἐστιν, ὅτι οὐχ ἑτέραν σοφίαν  τοιαύτην  ἐκείνης  πλείονα  εἰσαγαγὼν,  ἀλλὰ  τὴν  δοκοῦσαν εἶναι  μωρίαν, οὕτω   περιγέγονε.   Καὶ  γὰρ   Πλάτωνα   ἐξέβαλεν,   οὐχὶ   δι'   ἑτέρου   φιλοσόφου σοφωτέρου, ἀλλὰ διὰ ἁλιέως ἀμαθοῦς. Οὕτω γὰρ γέγονε μείζων ἡ ἧττα, καὶ λαμπροτέρα ἡ νίκη. Εἶτα δεικνὺς τοῦ σταυροῦ τὴν δύναμιν, φησίν· Ἐπειδὴ καὶ οἱ Ἰουδαῖοι σημεῖα αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.

 γʹ. Πολλὴ τῶν  εἰρημένων  ἡ σύνεσις. Θέλει γὰρ εἰπεῖν,  πῶς διὰ τῶν  ἐναντίων  ἐκράτησεν ὁ Θεὸς, καὶ πῶς οὐκ ἔστιν ἀνθρώπινον  τὸ κήρυγμα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν εἴπωμεν,  φησὶν,  Ἰουδαίοις,  Πιστεύσατε, λέγουσιν,  Ἀναστήσατε νεκροὺς,  ἰάσασθε δαιμονῶντας,   δείξατε  ἡμῖν   σημεῖα.  Ἡμεῖς  δὲ  ἀντὶ   τούτων   τί  λέγομεν;  Ὅτι ἐσταυρώθη  καὶ  ἀπέθανεν  ὁ  κηρυττόμενος.  Τοῦτο δὲ  ἱκανὸν  οὐ  μόνον  τοὺς  μὴ βουλομένους μὴ ἐφέλκεσθαι, ἀλλὰ καὶ τοὺς βουλομένους διακρούσασθαι· ἀλλ' ὅμως οὐ διακρούεται, ἀλλὰ ἐφέλκεται καὶ κρατεῖ καὶ περιγίνεται. Πάλιν Ἕλληνες ἀπαιτοῦσιν ἡμᾶς ῥητορείαν λόγων καὶ δεινότητα σοφισμάτων· ἡμεῖς δὲ καὶ τούτοις σταυρὸν κηρύττομεν· καὶ ὅπερ ἐπὶ Ἰουδαίων δοκεῖ ἀσθενείας εἶναι, τοῦτο ἐπὶ Ἑλλήνων μωρία. Ὅταν οὖν μὴ μόνον ἃ αἰτοῦσι μὴ παρέχωμεν, ἀλλὰ καὶ ἐναντία ὧν αἰτοῦσιν· ὁ γὰρ σταυρὸς οὐ μόνον οὐ δοκεῖ σημεῖον εἶναι κατὰ λογισμὸν ἐξεταζόμενον, ἀλλὰ καὶ σημείου ἀναίρεσις· καὶ οὐ μόνον οὐ δοκεῖ δυνάμεως ἀπόδειξις, ἀλλὰ καὶ ἀσθενείας ἔλεγχος· οὐ μόνον οὐ δοκεῖ σοφίας ἐπίδειξις εἶναι, ἀλλὰ καὶ μωρίας ὑπόληψις· ὅταν οὖν οἱ σημεῖα καὶ σοφίαν ζητοῦντες μὴ μόνον μὴ λαμβάνωσιν ἅπερ αἰτοῦσιν, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐπιθυμοῦσιν ἀκούωσιν, εἶτα διὰ τῶν  ἐναντίων  πείθωνται,  πῶς  οὐκ  ἄφατός  ἐστιν  ἡ  τοῦ  κηρυττομένου  δύναμις; Ὥσπερ ἂν εἴ τινι τῶν κλυδωνιζομένων  καὶ λιμένος ἐπιθυμούντων  μὴ λιμένα δείξας, ἀλλ' ἕτερον μέρος τοῦ πελάγους ἀγριώτερον, δυνηθῇς ποιῆσαι μετὰ χάριτος ἕπεσθαι· ἢ ἰατρὸς τὸν τετρωμένον  καὶ φαρμάκων ἐπιθυμοῦντα  μὴ διὰ φαρμάκων, ἀλλὰ  διὰ τοῦ καίειν  πάλιν  ἐπαγγελλόμενος  ὑγιῆ  ποιεῖν,  ἐφέλκοιτο  πρὸς ἑαυτὸν (μεγάλης γὰρ τοῦτο δυνάμεως)· οὕτω καὶ οἱ ἀπόστολοι οὐ μόνον οὐ διὰ σημείου, ἀλλὰ καὶ διὰ πράγματος δοκοῦντος ἐναντίου εἶναι τοῖς σημείοις περιεγένοντο· ὅπερ καὶ ἐπὶ τοῦ τυφλοῦ  πεποίηκεν  ὁ Χριστός. Βουλόμενος γὰρ αὐτὸν θεραπεῦσαι, διὰ πράγματος ἐπιτείνοντος  τὴν πήρωσιν ἀνεῖλε· πηλὸν γὰρ ἐπέθηκεν. Ὥσπερ οὖν διὰ πηλοῦ   τὸν   τυφλὸν    ἐθεράπευσεν,   οὕτω   καὶ   τὴν   οἰκουμένην   διὰ   σταυροῦ προσηγάγετο· ὅπερ προσθήκη ἦν σκανδάλου, οὐκ ἀναίρεσις σκανδάλου. Οὕτω καὶ ἐπὶ τῆς κτίσεως ἐποίησε, τὰ ἐναντία διὰ τῶν ἐναντίων  κατασκευάζων. Ψάμμῳ γοῦν θάλασσαν ἐτείχισε, τῷ ἀσθενεῖ τὸ ἰσχυρὸν χαλινώσας· ὕδατι γῆν ἐπέθηκε, τῷ χαύνῳ καὶ διαῤῥέοντι τὸ βαρὺ καὶ πυκνὸν  ἐποχεῖσθαι παρασκευάσας. ∆ιὰ τῶν προφητῶν πάλιν  ξύλῳ  μικρῷ  σίδηρον  ἐμετεώρισεν.  Οὕτω δὴ  καὶ  σταυρῷ  τὴν  οἰκουμένην ἐπεσπάσατο. Ὥσπερ γὰρ τὸ ὕδωρ βαστάζει τὴν γῆν, οὕτω καὶ ὁ σταυρὸς βαστάζει τὴν οἰκουμένην. Μεγάλης τοίνυν δυνάμεως καὶ σοφίας ἀπόδειξις τὸ διὰ τῶν ἐναντίων πείθειν. Καὶ γὰρ σκανδάλου πρᾶγμα ὁ σταυρὸς εἶναι δοκεῖ, ἀλλ' ὅμως οὐ μόνον οὐ σκανδαλίζει,  ἀλλὰ  καὶ  ἐφέλκεται.  Ταῦτ'  οὖν  ἅπαντα  ἐννοήσας  ὁ  Παῦλος  καὶ ἐκπλαγεὶς, ἔλεγεν, ὅτι Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων  ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν  ἀνθρώπων  ἐστί· περὶ τοῦ σταυροῦ λέγων  τὸ μωρὸν καὶ τὸ ἀσθενὲς, οὐ τὸ ὂν, ἀλλὰ τὸ δοκοῦν· πρὸς γὰρ τὴν ἐκείνων ὑπόληψιν ἀποκρίνεται. Ὃ γὰρ οὐκ ἴσχυσαν φιλόσοφοι διὰ τῶν συλλογισμῶν ποιῆσαι, τοῦτο ἡ δοκοῦσα εἶναι μωρία κατώρθωσε; Τίς οὖν σοφώτερος; ὁ τοὺς πολλοὺς πείθων, ἢ ὁ ὀλίγους, μᾶλλον δὲ οὐδένα; ὁ περὶ τῶν μεγίστων πείθων, ἢ ὁ περὶ τῶν μὴ δεόντων; Πόσα ἔκαμε Πλάτων καὶ οἱ κατ'  αὐτὸν περὶ γραμμῆς καὶ γωνίας  καὶ στιγμῆς καὶ ἀριθμῶν  ἀρτίων καὶ περιττῶν,  καὶ ἴσων ἀλλήλοις  καὶ ἀνίσων, καὶ τῶν  τοιούτων διαλεγόμενος ἡμῖν ἀραχνίων (καὶ γὰρ τῶν ὑφασμάτων ἐκείνων ἀχρηστότερα ταῦτα τῷ βίῳ), καὶ οὐ μέγαν, οὐ μικρὸν ἐντεῦθεν ὠφελήσας οὕτω τὸν βίον κατέλυσε! πόσα ἔκαμε δεῖξαι ἐπιχειρῶν  ὡς ἀθάνατος ἡ ψυχὴ, καὶ οὐδὲν σαφὲς εἰπὼν, οὐδὲ πείσας τινὰ  τῶν  ἀκουόντων  οὕτως ἀπῆλθεν! Ὁ δὲ σταυρὸς διὰ ἰδιωτῶν  ἔπεισε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσατο, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλὰ περὶ Θεοῦ διαλεχθεὶς  καὶ τῆς κατὰ ἀλήθειαν εὐσεβείας, καὶ τῆς εὐαγγελικῆς  πολιτείας, καὶ τῆς τῶν μελλόντων  κρίσεως· καὶ πάντας ἐποίησε φιλοσόφους, τοὺς ἀγροίκους, τοὺς ἰδιώτας.  Ὅρα πῶς  τὸ μωρὸν  τοῦ Θεοῦ σοφώτερον  τῶν  ἀνθρώπων,  καὶ τὸ ἀσθενὲς ἰσχυρότερον. Πῶς ἰσχυρότερον; Ὅτι τὴν οἰκουμένην ἐπέδραμεν ἅπασαν, καὶ πάντας κατὰ κράτος εἷλε, καὶ μυρίων ἐπιχειρούντων  σβέσαι τοῦ σταυρωθέντος τὸ ὄνομα, τοὐναντίον ἐγένετο. Τοῦτο μὲν γὰρ ἤνθησε καὶ ἐπέδωκεν ἐπὶ μεῖζον, ἐκεῖνοι δὲ ἀπώλοντο  καὶ διεφθάρησαν, καὶ οἱ ζῶντες τῷ νεκρωθέντι  πολεμοῦντες,  οὐδὲν ἴσχυσαν.  Ὥστε ἐπειδὰν  εἴπῃ  με  μωρὸν  ὁ  Ἕλλην,  τότε  δείκνυσιν  ἑαυτὸν  μεθ' ὑπερβολῆς  μωρόν·  ὅταν  ἐγὼ  νομιζόμενος  εἶναι  παρ'  αὐτῷ  μωρὸς,  τοῦ  σοφοῦ φαίνωμαι  σοφώτερος·  ὅταν ἐμὲ καλέσῃ ἀσθενῆ, τότε ἑαυτὸν ἀσθενέστερον δείκνυσιν. Ἃ γὰρ ἴσχυσαν κατορθῶσαι τῇ τοῦ Θεοῦ χάριτι τελῶναι καὶ ἁλιεῖς, ταῦτα φιλόσοφοι καὶ ῥήτορες καὶ τύραννοι καὶ πᾶσα ἁπλῶς ἡ οἰκουμένη μυρία περιδραμοῦσα οὐδὲ φαντασθῆναι ἴσχυσαν. Τί γὰρ οὐκ εἰσήγαγεν ὁ σταυρός; Τὸν περὶ ἀθανασίας  ψυχῆς  λόγον,  τὸν  περὶ τῆς  ἀναστάσεως τῶν  σωμάτων,  τὸν  περὶ  τῆς ὑπεροψίας τῶν  παρόντων,  τὸν περὶ τῆς ἐπιθυμίας  τῶν  μελλόντων.  Καὶ ἀγγέλους τοὺς ἀνθρώπους  ἐποίησε, καὶ πάντες πανταχοῦ  φιλοσοφοῦσι, καὶ πᾶσαν ἀνδρείαν ἐπιδείκνυνται.

 δʹ. Ἀλλὰ καὶ παρ' αὐτοῖς,  φησὶ, πολλοὶ  θανάτου  καταφρονοῦντες γεγόνασι. Τίνες, εἰπέ μοι; ἆρα ὁ τὸ κώνειον πιών; Ἀλλ' εἰ βούλει, τοιούτους μυρίους ἀπὸ  τῆς  Ἐκκλησίας παράσχωμαι.  Εἰ γὰρ ἐνῆν,  διωγμοῦ  καταλαβόντος,  κώνειον πιόντας ἀπελθεῖν, πάντες ἂν ἐκείνου λαμπρότεροι γεγόνασι. Ἄλλως δὲ ἐκεῖνος οὐχὶ κύριος ὢν  τοῦ μὴ πιεῖν  ἢ πιεῖν,  ἔπιεν· ἀλλὰ  καὶ ἄκοντα  καὶ ἑκόντα  ἔδει τοῦτο παθεῖν,  ὅπερ  οὐκ  ἦν  ἀνδρείας,  ἀλλὰ  ἀνάγκης  λοιπόν.  Καὶ γὰρ  καὶ  λῃσταὶ  καὶ ἀνδροφόνοι  ὑπὸ τῇ ψήφῳ  γενόμενοι  τῶν  δικαζόντων  χαλεπώτερα  ἔπαθον. Παρ' ἡμῖν δὲ τοὐναντίον  ἅπαν· οὐ γὰρ ἄκοντες οἱ μάρτυρες ὑπέμειναν, ἀλλ' ἑκόντες καὶ κύριοι  τοῦ  μὴ  παθεῖν  ὄντες,  ἀδάμαντος  παντὸς  στεῤῥοτέραν ἐπιδεικνύντες  τὴν ἀνδρείαν. Οὐ τοίνυν τοῦτο θαυμαστὸν, εἰ κώνειον ἔπιεν ἐκεῖνος, καὶ μηκέτι κύριος ὢν  τοῦ  μὴ  πιεῖν,  καὶ  πρὸς  ἔσχατον  γῆρας  ἐληλακώς·  καὶ  γὰρ  ἔλεγεν   ἐτῶν ἑβδομήκοντα εἶναι, ὅτε κατεφρόνησε ζωῆς, εἴ γε καὶ τοῦτο καταφρονῆσαί ἐστιν· οὐ γὰρ ἔγωγε  ἂν εἴποιμι, μᾶλλον  δὲ οὐδὲ ἄλλος  οὐδείς. Ἀλλὰ δεῖξόν μοί τινα  ὑπὲρ εὐσεβείας βασάνοις ἐγκαρτερήσαντα, καθάπερ ἐγὼ μυρίους πανταχοῦ  τῆς οἰκουμένης. Τίς τῶν  ὀνύχων  ἀνορυττομένων,  γενναίως  ἤνεγκε; τίς τῶν  ἄρθρων ἀνασκαπτομένων; τίς τοῦ σώματος αὐτοῦ κατὰ μέρος πορθουμένου; τίς τῶν ὀστέων τῆς κεφαλῆς ἀναμοχλευομένων;  τίς ἐπὶ τήγανα συνεχῶς τιθέμενος; τίς εἰς λέβητα ἐμβαλλόμενος; Ταῦτά μοι δεῖξον. Τὸ γὰρ κωνείῳ τελευτῆσαι, ἴσον ἐστὶ τῷ καθευδήσαντα ἐναπομεῖναι· καὶ γὰρ ὕπνου ἡδίων οὗτος ὁ θάνατος λέγεται εἶναι. Εἰ δέ τινες καὶ βασάνους ὑπέμειναν, ἀλλὰ καὶ τούτων  τὸ ἐγκώμιον  ἀπόλωλεν·  ὑπὲρ γὰρ αἰσχρᾶς αἰτίας ἀπώλοντο, οἱ μὲν ὡς ἀπόῤῥητα ἐξειπόντες, οἱ δὲ ὡς τυραννίδι ἐπιθέμενοι, οἱ δὲ ἐπὶ τοῖς αἰσχίστοις ἁλόντες· οἱ δὲ εἰκῆ καὶ μάτην καὶ ἁπλῶς, αἰτίας μὴ οὔσης, ἑαυτοὺς ἀπήνεγκαν. Ἀλλ' οὐχὶ παρ' ἡμῖν οὕτω. ∆ιὰ τοῦτο τὰ μὲν ἐκείνων σεσίγηται, ταῦτα δὲ ἀνθεῖ καὶ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Ὅπερ ἐννοῶν  ὁ Παῦλος ἔλεγε· Τὸ ἀσθενὲς τοῦ Θεοῦ πάντων ἰσχυρότερόν ἐστι τῶν ἀνθρώπων.  Ὅτι γὰρ θεῖον τὸ κήρυγμα, καὶ ἐντεῦθεν δῆλον. Πόθεν γὰρ ἐπῆλθεν ἀνθρώποις δώδεκα καὶ ἰδιώταις πράγμασιν ἐπιχειρῆσαι τοσούτοις, ἐν λίμναις, ἐν ποταμοῖς, ἐν ἐρημίαις διατρίβουσιν,  οὐδέποτε  εἰς  πόλιν  ταχέως  οὐδὲ  εἰς  ἀγορὰν  ἐμβεβληκόσι; πόθεν ἐπῆλθε πρὸς τὴν οἰκουμένην πᾶσαν παρατάξασθαι; Ὅτι γὰρ δειλοὶ ἦσαν καὶ ἄν ανδροι, δείκνυσιν ὁ περὶ αὐτῶν  γράψας, καὶ μὴ παραιτησάμενος, μηδὲ ὑπομείνας συσκιάσαι αὐτῶν  τὰ  ἐλαττώματα,  ὅπερ  μέγιστον  καὶ  τοῦτο  τῆς  ἀληθείας  ἐστὶ τεκμήριον. Τί οὖν οὗτός φησι περὶ αὐτῶν; Ὅτι τοῦ Χριστοῦ συλληφθέντος,  μετὰ μυρία θαύματα οἱ μὲν ἔφυγον,  ὁ δὲ μείνας κορυφαῖος ὢν τῶν  ἄλλων  ἠρνήσατο. Πόθεν οὖν οἱ ζῶντος τοῦ Χριστοῦ τὴν Ἰουδαϊκὴν  ὁρμὴν οὐκ ἐνεγκόντες, τελευτήσαντος  καὶ  ταφέντος  καὶ  μὴ  ἀναστάντος,  ὥς  φατε,  μηδὲ  διαλεχθέντος αὐτοῖς, μηδὲ θάρσος ἐνθέντος,  πρὸς τοσαύτην παρετάττοντο  οἰκουμένην; Οὐκ ἂν εἶπον  πρὸς  ἑαυτοὺς,  Τί  δὴ  τοῦτό  ἐστιν;  ἑαυτὸν  οὐκ  ἴσχυσε  σῶσαι, καὶ  ἡμῶν προστήσεται; ἑαυτῷ οὐκ ἤμυνε ζῶν, καὶ ἡμῖν χεῖρα ὀρέξει τετελευτηκώς; αὐτὸς ζῶν οὐδὲ  ἓν  ἔθνος  ὑπέταξε,  καὶ  ἡμεῖς  τὴν  οἰκουμένην  ὅλην  πείσομεν  τὸ  ἐκείνου λέγοντες ὄνομα; καὶ πῶς ἂν ἔχοι λόγον οὐχὶ ποιῆσαι ταῦτα μόνον, ἀλλ' ἐννοῆσαι γοῦν; Ὅθεν δῆλον ὅτι, εἰ μὴ εἶδον ἀναστάντα καὶ τῆς δυνάμεως  αὐτοῦ μεγίστην ἔλαβον  ἀπόδειξιν,  οὐκ ἂν  τοσοῦτον  ἀνέῤῥιψαν  κύβον. Εἰ γὰρ καὶ φίλους  εἶχον μυρίους,  οὐκ  ἂν  εὐθέως  ἐχθροὺς  ἐκτήσαντο  πάντας,  παλαιὰ  ἔθη  κινοῦντες  καὶ πατρῷα ὅρια μεταίροντες; νυνὶ δὲ καὶ πάντας πολεμίους ἐκέκτηντο, καὶ τοὺς ἰδίους καὶ τοὺς ἀλλοτρίους. Εἰ γὰρ καὶ αἰδέσιμοι πάντων ἕνεκεν ἦσαν τῶν ἔξωθεν, οὐκ ἂν πάντες αὐτοὺς ἐβδελύξαντο καινὴν πολιτείαν εἰσάγοντας; νῦν δὲ καὶ ἔρημοι πάντων ἐτύγχανον, καὶ εἰκὸς ἦν κἀντεῦθεν μισητοὺς γενέσθαι παρὰ πᾶσι καὶ εὐκαταφρονήτους.  Τίνας γὰρ βούλει  εἰπεῖν; Ἰουδαίους; Ἀλλ' ἄφατον  εἶχον  πρὸς αὐτοὺς μῖσος ἐκ τῶν πρὸς τὸν διδάσκαλον γεγενημένων.  Ἀλλ' Ἕλληνας; Ἀλλὰ καὶ οὗτοι  οὐκ  ἐλάττοναἐκείνων   ἀπεστράφησαν,  καὶ  ἴσασι ταῦτα  μάλιστα  Ἕλληνες. Πλάτων γὰρ ὁ πολιτείαν τινὰ καινοτομῆσαι βουληθεὶς, μᾶλλον δὲ μέρος πολιτείας, καὶ οὐ τὰ τῶν θεῶν μετατιθεὶς νόμιμα, ἀλλ' ἁπλῶς πράξεις εἰσαγαγὼν ἑτέρας ἀνθ' ἑτέρων, ἐκινδύνευσε Σικελίας ἐκπεσὼν ἀποθανεῖν· ἐπειδὴ δὲ τοῦτο οὐ γέγονε, τῆς ἐλευθερίας ἐξέπεσεν αὐτῆς. Καὶ εἰ μὴ βάρβαρός τις τοῦ Σικελίας τυράννου γέγονεν ἡμερώτερος,  οὐδὲν  ἐκώλυε  διαπαντὸς  δουλεύειν  τὸν  φιλόσοφον  ἐν  ἀλλοτρίᾳ. Καίτοιγε οὐκ ἴσον ἐστὶ τὰ περὶ βασιλείας καινοτομεῖν, καὶ τὰ περὶ θρησκείας· τοῦτο γὰρ μάλιστα θορυβεῖ καὶ ταράττει τοὺς ἀνθρώπους. Τὸ γὰρ εἰπεῖν, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα τὴν δεῖνα γαμείτωσαν, καὶ Οἱ φύλακες τοῦτον τὸν τρόπον ἔστωσαν φύλακες, οὐ σφόδρα ἱκανὸν θορυβῆσαι· καὶ μάλιστα, ὅταν ἐν βιβλίῳ ᾖ ταῦτα κείμενα, καὶ μὴ πολλὴ σπουδὴ τοῦ νομοθετοῦντος γίνηται εἰς ἔργον ἄγειν τὰ λεγόμενα· τὸ μέντοι γε λέγειν, ὅτι οὐκ εἰσὶ θεοὶ οἱ θεραπευόμενοι, ἀλλ' ὅτι δαίμονές εἰσιν, ὅτι ὁ ἐσταυρωμένος Θεὸς, ἴστε πόσην ἀνῆψεν  ὀργὴν, πόσην ἂν ἐποίησε δοῦναι  δίκην, πόσον ἀνεῤῥίπισε πόλεμον.

εʹ. Καὶ γὰρ Πρωταγόρας παρ' αὐτοῖς, ἐπειδὴ ἐτόλμησεν εἰπεῖν, ὅτι οὐκ Οἶδα θεοὺς, οὐ τὴν οἰκουμένην περιιὼν καὶ κηρύττων, ἀλλ' ἐν μιᾷ πόλει, περὶ τῶν ἐσχάτων ἐκινδύνευσε. Καὶ ∆ιαγόρας ὁ Μιλήσιος, καὶ Θεόδωρος  ὁ λεγόμενος Ἄθεος, καίτοι φίλους εἶχον καὶ δύναμιν τὴν ἀπὸ τῶν λόγων, καὶ ἐπὶ φιλοσοφίᾳ  ἐθαυμάζοντο, ἀλλ' ὅμως οὐδὲν τούτων  αὐτοὺς ὤνησε· καὶ ὁ μέγας δὲ Σωκράτης καὶ πάντων  τῶν  παρ' αὐτοῖς φιλοσοφίᾳ  κρατῶν διὰ τοῦτο τὸ κώνειον ἔπιεν,  ἐπειδὴ  ἐν  τοῖς  περὶ θεῶν  λόγοις  μικρόν  τι  παρακινεῖν  ὑπωπτεύετο.  Εἰ δὲ ὑπόληψις  μόνη  καινοτομίας  τοσοῦτον κίνδυνον  ἤνεγκε  φιλοσόφοις  ἀνδράσι καὶ σοφοῖς καὶ μυρίας ἀπολελαυκόσι θεραπείας, καὶ οὐ μόνον οὐκ ἴσχυσαν ἅπερ ἤθελον, ἀλλὰ καὶ αὐτοὶ καὶ ζωῆς καὶ πατρίδος ἐξέπεσον, πῶς οὐ θαυμάζεις καὶ ἐκπλήττῃ, τὸν ἁλιέα  ὁρῶν  ἐπὶ  τῆς  οἰκουμένης  τοσαῦτα ἐργασάμενον,  καὶ  κατορθώσαντα  ἅπερ ἐσπούδασε, καὶ περιγενόμενον  καὶ βαρβάρων καὶ Ἑλλήνων  ἁπάντων;  Ἀλλ' οὗτοι, φησὶν,  οὐχὶ  θεοὺς  εἰσήγαγον  ξένους,  ὥσπερ ἐκεῖνοι.  Αὐτὸ μὲν  οὖν  μάλιστα  τὸ θαυμαστόν μοι λέγεις, ὅτι διπλῆ ἡ καινοτομία, καὶ τὸ τοὺς ὄντας καθαιρεῖν, καὶ τὸν ἐσταυρωμένον  ἀναγγέλλειν.  Πόθεν γὰρ αὐτοῖς  ἐπῆλθε  τοιαῦτα  κηρύττειν;  πόθεν ὑπὲρ τοῦ τέλους αὐτῶν θαῤῥεῖν; τίνας τῶν πρὸ αὐτῶν τοιοῦτόν τι κατορθωκότας εἶχον ἰδεῖν; οὐ πάντες δαίμονας προσεκύνουν; οὐ πάντες τὰ στοιχεῖα ἐθεοποίουν; οὐ διάφορος ἦν τῆς ἀσεβείας ὁ τρόπος; Ἀλλ' ὅμως τὰ πάντα ἐπῆλθον, καὶ κατέλυσαν ταῦτα, καὶ ἐπέδραμον ἐν βραχεῖ καιρῷ τὴν οἰκουμένην ἅπασαν, καθάπερ ὑπόπτεροί τινες, οὐ κινδύνους λογιζόμενοι, οὐ θανάτους, οὐ τὴν τοῦ πράγματος δυσκολίαν, οὐ τὴν ὀλιγότητα τὴν ἑαυτῶν, οὐ τὸ πλῆθος τῶν ἐναντιουμένων,  οὐ τὴν ἐξουσίαν, οὐ τὴν  δυναστείαν,  οὐ τὴν  σοφίαν  τῶν  πολεμούντων.  Εἶχον γὰρ τούτων  ἁπάντων μείζονα συμμαχίαν, τὴν τοῦ σταυρωθέντος καὶ ἀναστάντος δύναμιν. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ πολεμῆσαι εἵλοντο  τῇ οἰκουμένῃ  πόλεμον  αἰσθητὸν, ὡς τοῦτο τὸ γεγενημένον  νῦν. Ἐπὶ μὲν γὰρ τοῦ νόμου τῆς μάχης ἐξῆν ἀπεναντίας ἵστασθαι τῶν πολεμίων,  καὶ χώραν  ἀπολαμβάνοντας  ἐναντίαν  οὕτω  παρατάττεσθαι  πρὸς τοὺς ἐναντιουμένους,  καὶ καιρὸν ἔχειν ἐπιθέσεως καὶ συμβολῆς· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ στρατόπεδον ἴδιον εἶχον, ἀλλὰ αὐτοῖς ἀνεμίγνυντο τοῖς πολεμίοις, καὶ οὕτως αὐτῶν ἐκράτουν· καὶ ἐν μέσοις τοῖς ἐχθροῖς ἀναστρεφόμενοι, διωλίσθαινον  αὐτῶν τὰς  λαβὰς, καὶ περιεγίνοντο  καὶ ἐνίκων  νίκην  λαμπρὰν  πληροῦσαν  προφητείαν λέγουσαν· Καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. Τοῦτο γὰρ ἦν τὸ πολλῆς ἐκπλήξεως   γέμον,   ὅτι   κατέχοντες   αὐτοὺς   οἱ   ἐχθροὶ,   καὶ   εἰς   δεσμωτήριον ἐμβάλλοντες  καὶ δεσμοὺς, οὐ μόνον αὐτῶν οὐ περιεγένοντο,  ἀλλὰ καὶ αὐτοὶ μετὰ ταῦτα  αὐτοῖς  ὑπέκυπτον,  οἱ  μαστίζοντες  τοῖς  μαστιζομένοις,  οἱ δεσμοῦντες  τοῖς δεδεμένοις,  οἱ  διώκοντες   τοῖς  ἐλαυνομένοις.   Ταῦτα  δὴ  πάντα  πρὸς  Ἕλληνας λέγομεν, μᾶλλον δὲ καὶ τούτων πλείονα· πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. Κἂν γὰρ παρακολουθῆτε  τῇ ὑποθέσει, πᾶσαν ὑμᾶς τὴν πρὸς αὐτοὺς διδάξομεν μάχην· τέως δὲ ταυτὶ δύο διατηρῶμεν κεφάλαια, πῶς οἱ ἀσθενεῖς τοὺς ἰσχυροὺς ἐνίκησαν, καὶ  πόθεν  αὐτοῖς  ἐπῆλθε  τοιούτοις   οὖσι  τοιαῦτα  βουλεύσασθαι,  εἰ  μὴ  θείας ἀπέλαυον συμμαχίας.

ςʹ. Καὶ τὰ παρ' ἡμῶν ὧδε. Παρεχώμεθα δὲ ἐπὶ τῶν ἔργων τὰ τοῦ βίου κατορθώματα, καὶ δαψιλὲς τὸ πῦρ ἀνάπτωμεν τῆς ἀρετῆς. Φωστῆρες γάρ ἐστε, φησὶν,  ἐν  μέσῳ τοῦ  κόσμου λάμποντες·  καὶ  μείζονα  ἡμῶν  ἑκάστῳ χρείαν ἐνεχείρισεν ὁ Θεὸς, ἢ τῷ ἡλίῳ, μείζονα οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, καὶ τοσούτῳ μείζονα, ὅσῳ τὰ πνευματικὰ τῶν αἰσθητῶν διενήνοχεν. Ὅταν οὖν πρὸς τὸν ἡλιακὸν ἴδωμεν κύκλον, καὶ θαυμάσωμεν τὸ κάλλος καὶ τὸ σῶμα καὶ τὴν φαιδρότητα τοῦ ἄστρου, λογιζώμεθα πάλιν, ὅτι μεῖζον καὶ ἄμεινον τὸ ἐν ἡμῖν φῶς, καθάπερ καὶ τὸ σκότος  χαλεπώτερον,   ἂν   μὴ  προσέχωμεν·  καὶ  γὰρ  νὺξ   βαθεῖα  κατέχει   τὴν οἰκουμένην   ἅπασαν.  Ταύτην  τοίνυν   ἀνατρέψωμεν   καὶ  λύσωμεν.  Νὺξ  οὐκ  ἐν αἱρετικοῖς οὐδὲ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ πολλοῖς τοῖς παρ' ἡμῖν δογμάτων ἕνεκεν καὶ βίου. Πολλοὶ γὰρ τῇ ἀναστάσει διαπιστοῦσι, πολλοὶ καὶ γένεσιν ἑαυτοῖς ἐπιτειχίζουσι,   πολλοὶ   καὶ   παρατηρήσεις   φυλάττουσι   καὶ   κληδωνισμοῖς    καὶ οἰωνισμοῖς καὶ συμβόλοις· οἱ δὲ καὶ περιάπτοις καὶ ἐπῳδαῖς κέχρηνται. Ἀλλὰ καὶ πρὸς τούτους μὲν ὕστερον ἐροῦμεν, ὅταν τὰ πρὸς Ἕλληνας διανύσωμεν· τέως δὲ τὰ εἰρημένα κατέχετε, καὶ συλλάβεσθέ μοι τῆς μάχης, διὰ τοῦ βίου πρὸς ἡμᾶς ἕλκοντες αὐτοὺς  καὶ  μεθιστῶντες.  Ὅπερ γὰρ ἀεὶ  λέγω,  τὸν  περὶ  φιλοσοφίας  διδάσκοντα, πρότερον ἐν ἑαυτῷ τοῦτο διδάσκειν χρὴ καὶ ποθεινὸν εἶναι τοῖς ἀκούουσι. Γενώμεθα τοίνυν ποθεινοὶ, καὶ εὐνοϊκῶς διαθῶμεν πρὸς ἡμᾶς τοὺς Ἕλληνας. Τοῦτο δὲ ἔσται, ἐὰν μὴ κακῶς ποιεῖν, ἀλλὰ καὶ κακῶς πάσχειν ὦμεν παρεσκευασμένοι. Οὐχ ὁρῶμεν τὰ παιδία, ὅταν ὑπὸ τῶν πατέρων βασταζόμενα ἐντείνῃ πληγὰς εἰς τὰς γνάθους τοῦ φέροντος, πῶς ὁ πατὴρ ἡδέως παρέχει τῷ παιδὶ τῆς ὀργῆς ἐμφορηθῆναι, καὶ ὅταν ἴδῃ  κενώσαντα  τὸν  θυμὸν  φαιδρύνεται;  Οὕτω καὶ  ἡμεῖς  ποιῶμεν·  καὶ  καθάπερ πατέρες πρὸς παιδία, τοῖς Ἕλλησι διαλεγώμεθα. Παιδία γάρ εἰσιν ἅπαντες Ἕλληνες· καὶ ταῦτά τινες τῶν παρ' αὐτοῖς εἰρήκασιν, ὅτι ἀεὶ παῖδες ἐκεῖνοι, καὶ γέρων Ἕλλην οὐδείς.  Τὰ δὲ  παιδία  ὑπὲρ  οὐδενὸς  ἀνέχεται  φροντίζειν  χρησίμου·  οὕτω  καὶ  οἱ Ἕλληνες   παίζειν   ἀεὶ   βούλονται   καὶ   χαμαὶ   κεῖνται,   χαμαιπετεῖς   ὄντες   καὶ χαμαίζηλοι. Τὰ δὲ παιδία πολλάκις  περὶ ἀναγκαίων  ἡμῶν διαλεγομένων  οὐδενὸς ἐπαισθάνεται τῶν λεγομένων, ἀλλ' ἀεὶ καὶ γελᾷ· τοιοῦτοι καὶ οἱ Ἕλληνες· ὅταν περὶ βασιλείας   διαλεγώμεθα,   γελῶσι.   Καὶ  καθάπερ   ἐκ   παιδικοῦ   στόματος   πολὺς ἀποβλύζων σίελος πολλάκις καὶ σιτίον καὶ ποτὸν ἐμόλυνεν· οὕτω καὶ τὰ ἀπὸ τοῦ στόματος τῶν Ἑλλήνων ἀποῤῥέοντα ῥήματα μάταια καὶ ἀκάθαρτα· κἂν ἀναγκαίαν δῷς τροφὴν, λυποῦσι τοὺς παρέχοντας διὰ βλασφημίας ἀεὶ, καὶ δέονται διαβαστάζεσθαι. Τὰ παιδία πάλιν ὅταν ἴδωσι λῃστὴν εἰσιόντα καὶ τὰ ἔνδον ἀφαιρούμενον,  οὐ μόνον οὐκ ἀμύνει, ἀλλὰ καὶ προσγελᾷ τῷ ἐπιβούλῳ· ἂν δὲ τὸν καλαθίσκον  ἢ  τὰ  σεῖστρα ἀφέλῃς,  ἢ  ἄλλο  τι  τῶν  ἀθυρμάτων,  δεινοπαθεῖ  καὶ δυσχεραίνει, σπαράττεται καὶ λακτίζει τὸ ἔδαφος. Οὕτω δὴ καὶ οἱ Ἕλληνες, τὸν μὲν διάβολον  ὁρῶντες  πάντα ὑφαιρούμενον  αὐτῶν  τὰ πατρῷα καὶ τὸ συνέχοντα αὐτῶν τὴν ζωὴν, γελῶσιν ὥσπερ φίλῳ προστρέχοντες· ἂν δὲ κτῆμά τις ἢ πλοῦτον ἢ ὁτιοῦν τοιοῦτον τῶν παιδικῶν, ἀφέληται, ὀδύρονται, σπαράττονται· καὶ καθάπερ τὰ παιδία ἀναισθήτως γυμνοῦται  καὶ οὐκ ἐρυθριᾷ, οὕτω καὶ οἱ Ἕλληνες πόρνοις καὶ μοιχοῖς   συγκυλινδούμενοι,    καὶ   τοὺς   τῆς   φύσεως   γυμνοῦντες    νόμους,   καὶ παρανόμους εἰσάγοντες μίξεις, οὐκ ἐπιστρέφονται.  Ἐκροτήσατε σφόδρα καὶ  ἐπῃνέσατε·  ἀλλὰ  μετὰ  τοῦ  κρότου  σπουδάσατε, ὅπως  μὴ  καὶ  περὶ  ὑμῶν  ταῦτα λέγηται. ∆ιὸ παρακαλῶ πάντας γενέσθαι ἄνδρας· ἐπεὶ, ὅταν αὐτοὶ παῖδες ὦμεν, πῶς ἐκείνους  διδάξομεν  ἄνδρας  εἶναι;  πῶς  εἴρξομεν  αὐτοὺς  τῆς  παιδικῆς  ἀνοίας; Γενώμεθα τοίνυν  ἄνδρες, ἵνα φθάσωμεν εἰς τὸ μέτρον τῆς ἡλικίας τῆς ὡρισμένης παρὰ   τοῦ   Χριστοῦ,  καὶ   τῶν   μελλόντων    ἐπιτύχωμεν    ἀγαθῶν,   χάριτι   καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.



Εʹ.Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κό σμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ  τοὺς σοφούς.

 αʹ. Εἰπὼν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶν, ἔδειξεν ὅτι ἐκβέβληται ἡ σοφία ἡ ἀνθρωπίνη ἀπό τε τῆς μαρτυρίας τῶν Γραφῶν, ἀπό τε τῆς τῶν πραγμάτων ἐκβάσεως· ἀπὸ μὲν τῆς μαρτυρίας, εἰπὼν, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἀπὸ δὲ τῆς ἐκβάσεως, κατὰ ἐρώτησιν προαγαγὼν τὸν λόγον καὶ εἰπὼν, Ποῦ σοφός; ποῦ γραμματεύς; Πάλιν συναπέδειξεν, ὅτι καὶ οὐ νεώτερον  τὸ πρᾶγμα, ἀλλὰ  καὶ παλαιὸν,  ὡς  ἄνωθεν  αὐτὸ  προδιατυποῦσθαι  καὶ προλέγεσθαι· Γέγραπται γὰρ, φησίν· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν. Μετὰ τούτων ἀπέδειξεν, ὅτι καὶ χρησίμως καὶ εὐλόγως  ταῦτα οὕτω γέγονεν·  Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φησὶν, οὐκ ἔγνω  ὁ κόσμος τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας  τοῦ  κηρύγματος  σῶσαι  τοὺς  πιστεύοντας·  καὶ  ὅτι  ὁ  σταυρὸς  ἀφάτου δυνάμεως  καὶ  σοφίας  ἀπόδειξις,  καὶ  ὅτι  πολλῷ  μεῖζον  τὸ μωρὸν  τοῦ  Θεοῦ τῆς ἀνθρωπίνης σοφίας, καὶ τοῦτο πάλιν οὐχὶ διὰ τῶν διδασκάλων, ἀλλὰ καὶ δι' αὐτῶν ἀποδείκνυσι  τῶν  μαθητῶν·  Βλέπετε γὰρ, φησὶ, τὴν  κλῆσιν  ὑμῶν.  Οὐ γὰρ μόνον διδασκάλους ἰδιώτας, ἀλλὰ καὶ μαθητὰς ἐπελέξατο τοιούτους· Οὐ γὰρ πολλοὶ σοφοὶ, φησὶ, κατὰ σάρκα. Οὕτω δείκνυται τοῦτο καὶ ἰσχυρότερον καὶ σοφώτερον, ὅταν καὶ πολλοὺς πείσῃ καὶ ἀσόφους πείσῃ. Καὶ γὰρ δυσκολώτατον ἰδιώτην  πεῖσαι, μάλιστα ὅταν περὶ πραγμάτων ἀναγκαίων  καὶ μεγάλων ὁ λόγος ᾖ. Ἀλλ' ὅμως ἔπεισαν· καὶ τούτου  μάρτυρας αὐτοὺς  καλεῖ· Βλέπετε γὰρ τὴν  κλῆσιν  ὑμῶν,  ἀδελφοὶ,  φησὶν, ἐπισκέψασθε, διερευνήσασθε. Τὸ γὰρ δόγματα οὕτω σοφὰ καὶ πάντων  σοφώτερα καταδέξασθαι τοὺς ἰδιώτας, μεγίστην τῷ διδασκάλῳ μαρτυρεῖ σοφίαν. Τί δέ ἐστι, κατὰ  σάρκα;  Κατὰ τὸ  φαινόμενον,   κατὰ  τὸν  παρόντα  βίον,  κατὰ  τὴν  ἔξωθεν παίδευσιν. Εἶτα, ἵνα μὴ δόξῃ ἑαυτῷ περιπίπτειν (καὶ γὰρ τὸν ἀνθύπατον ἔπεισε καὶ τὸν Ἀρεοπαγίτην καὶ τὸν Ἀπολλὼ, καὶ ἑτέρους δὲ εἴδομεν σοφοὺς τῷ κηρύγματι προσελθόντας),  οὐκ  εἶπεν,  ὅτι  Οὐδεὶς  σοφὸς,  ἀλλ',  Οὐ πολλοὶ  σοφοί.  Οὐ γὰρ ἀποκεκληρωμένως  τοὺς ἰδιώτας  ἐκάλει καὶ τοὺς σοφοὺς ἠφίει, ἀλλὰ καὶ τούτους ἐδέχετο, πολλῷ  δὲ πλείους ἐκείνους. Τί δήποτε; Ὅτι ὁ κατὰ σάρκα σοφὸς πολλῆς γέμει τῆς ἀνοίας, καὶ οὗτος μάλιστά ἐστιν ὁ μωρὸς, ὅταν τὴν διεφθαρμένην διδασκαλίαν ἐκβαλεῖν μὴ βούληται. Καθάπερ οὖν τις ἰατρὸς, εἰ βουληθείη διδάξαι τινὰς  τὰ ἀπὸ τῆς τέχνης,  οἱ μὲν ὀλίγα εἰδότες, κακῶς καὶ ἐναντίως  χρώμενοι  τῇ τέχνῃ καὶ κατέχειν φιλονεικοῦντες,  οὐκ ἂν ἀνάσχοιντο μαθεῖν ῥᾳδίως, οἱ δὲ μηδὲν ἐπιστάμενοι  μάλιστα ἂν καταδέξαιντο  τὰ λεγόμενα· οὕτω δὴ καὶ ἐνταῦθα γέγονεν· οἱ ἰδιῶται  μᾶλλον ἐπείσθησαν· τὴν γὰρ ἐσχάτην ἀπόνοιαν  οὐκ εἶχον, τὸ νομίζειν  ἑαυτοὺς εἶναι σοφούς. Καὶ γὰρ οἱ σφόδρα μωροὶ, οὗτοι μάλιστά εἰσιν οἱ λογισμοῖς ἐπιτρέποντες ἅπερ οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ἢ διὰ πίστεως. Καὶ γὰρ εἴ τις, τοῦ χαλκευτικοῦ διὰ τῆς πυράγρας τὸν πεπυρακτωμένον ἐξέλκοντος σίδηρον, οὗτος διὰ τῆς χειρὸς φιλονεικοίη  τοῦτο ποιεῖν, τὴν ἐσχάτην αὐτοῦ καταψηφιούμεθα  ἄνοιαν· οὕτω  καὶ  οἱ  φιλόσοφοι  δι'  ἑαυτῶν  ταῦτα  εὑρεῖν  φιλονεικήσαντες,   τὴν  πίστιν ἠτίμασαν. ∆ιά τοι τοῦτο οὐχ εὗρον τῶν ζητουμένων οὐδέν. Οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς. Καὶ γὰρ καὶ οὗτοι τύφου πεπληρωμένοι εἰσίν. Οὐδὲν δὲ οὕτω πρὸς ἀκριβῆ θεογνωσίαν  ἄχρηστον, ὡς ἀπόνοια καὶ τὸ προσηλῶσθαι πλούτῳ.  Καὶ γὰρ παρασκευάζει τὰ παρόντα θαυμάζειν καὶ μηδένα τῶν μελλόντων  ποιεῖσθαι λόγον, καὶ  ἐμφράττει  τὰ  ὦτα  τῷ  πλήθει  τῶν  φροντίδων.  Ἀλλὰ  τὰ  μωρὰ  τοῦ  κόσμου ἐξελέξατο ὁ Θεός. Ὅπερ ἐστὶ μέγιστον τῆς νίκης δεῖγμα, ὅταν διὰ τῶν ἰδιωτῶν νικᾷ.

 βʹ. Οὐ γὰρ οὕτω καταισχύνονται  Ἕλληνες, ὅταν διὰ τῶν σοφῶν ἡττηθῶσιν· ἀλλὰ τότε  ἐγκαλύπτονται,  ὅταν  ἴδωσι  τὸν  χειροτέχνην  καὶ  τὸν  ἐπὶ  τῆς  ἀγορᾶς  ὑπὲρ αὐτοὺς φιλοσοφοῦντα. ∆ιὸ καὶ αὐτὸς ἔλεγεν· Ἵνα καταισχύνῃ τοὺς σοφούς. Καὶ οὐκ ἐνταῦθα μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πλεονεκτημάτων  τοῦ βίου. Καὶ γὰρ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο, φησὶ, ἵνα καταισχύνῃ τὰ ἰσχυρά. Οὐ γὰρ ἰδιώτας μόνον, ἀλλὰ καὶ πένητας καὶ εὐκαταφρονήτους καὶ ἀσήμους ἐκάλεσεν, ἵνα τοὺς ἐν δυναστείαις ὄντας ταπεινώσῃ. Καὶ τὰ ἀγεννῆ  τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Καὶ τίνα τὰ μὴ ὄντα καλεῖ; Τοὺς  μηδὲν  εἶναι  λογιζομένους  διὰ  τὴν  πολλὴν  οὐδένειαν.  Οὕτω τὴν  πολλὴν δύναμιν  ἐπεδείξατο, διὰ τῶν  μηδὲν εἶναι δοκούντων  τοὺς μεγάλους κατενεγκών· ὅπερ καὶ ἀλλαχοῦ  λέγει, ὅτι Ἡ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Μεγάλη γὰρ δύναμις  τὸ  τοὺς  ἀπεῤῥιμμένους  καὶ  μηδενὸς  μηδέποτε  μαθήματος  ἁψαμένους, τούτους ἀθρόον τὰ ὑπὲρ τὸν οὐρανὸν παιδεύειν  φιλοσοφεῖν.  Ἐπεὶ καὶ ἰατρὸν καὶ ῥήτορα καὶ  τοὺς  ἄλλους  ἅπαντας  τότε  μάλιστα  θαυμάζομεν,  ὅταν  τοὺς  σφόδρα ἰδιώτας πείθωσι καὶ παιδεύωσιν. Εἰ δὲ τοὺς περὶ τέχνης λόγους θαῦμα μέγα ἐνθεῖναι ἰδιώτῃ,  πολλῷ  μᾶλλον  τοὺς ὑπὲρ τοσαύτης φιλοσοφίας.  Οὐ θαύματος  δὲ ἕνεκεν μόνον, οὐδὲ τοῦ δεῖξαι τὴν ἑαυτοῦ δύναμιν  τοῦτο πεποίηκεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ καταστεῖλαι  τοὺς  ἀλαζόνας.  ∆ιὸ  καὶ  ἔμπροσθεν  ἔλεγεν·  Ἵνα  καταισχύνῃ  τοὺς σοφοὺς, ἵνα καταργήσῃ τὰ ὄντα,  καὶ ἐνταῦθα  πάλιν· Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Πάντα γὰρ ὁ Θεὸς διὰ τοῦτο ποιεῖ, [ἵνα τὸν τῦφον καὶ τὸ φρόνημα καταστείλῃ, ἵνα τὸ καυχᾶσθαι καθέλῃ· καὶ ὑμεῖς ἐπὶ τούτῳ, φησὶ, ἐνδιατρίβετε; πάντα ποιεῖ,] ἵνα μηδὲν ἑαυτοῖς λογιζώμεθα, ἵνα πάντα τῷ Θεῷ ἐπιγράφωμεν.  Καὶ ὑμεῖς ἐπὶ τῷ δεῖνι καὶ τῷ δεῖνι ὑμᾶς αὐτοὺς προσενείματε; Καὶ ποίας  τεύξεσθε συγγνώμης;  Καὶ γὰρ ἔδειξεν  ὁ Θεὸς, ὅτι  οὐ δυνατὸν  δι' ἑαυτῶν σωθῆναι  μόνον,  καὶ  τοῦτο  παρὰ  τὴν  ἀρχὴν  ἐποίησεν.  Οὐ γὰρ  τότε  δι'  ἑαυτῶν σωθῆναι ἐνῆν, ἀλλ' ἔδει κάλλος οὐρανοῦ καὶ γῆς μέγεθος καὶ τῆς ἄλλης κτίσεως τὸ σῶμα περιελθόντας, οὕτω χειραγωγεῖσθαι πρὸς τὸν τῶν ἔργων δημιουργόν. Ἐποίησε δὲ τοῦτο, προαναστέλλων  τὴν  μέλλουσαν  οἰησισοφίαν. Ὡς ἂν εἴ τις  διδάσκαλος κελεύσας  ἕπεσθαι  τῷ  μαθητῇ  ᾗπερ  ἂν  ἡγῆται,  ἐπειδὰν   ἴδῃ  προλαβόντα   καὶ βουλόμενον ἀφ' ἑαυτοῦ πάντα μαθεῖν, ἀφεὶς διαμαρτεῖν, καὶ δείξας ὡς οὐκ ἀρκεῖ πρὸς τὴν μάθησιν, οὕτως  αὐτῷ  τότε ἐπεισάγοι τὰ παρ' ἑαυτοῦ· οὕτω καὶ ὁ Θεὸς ἐκέλευσε παρὰ τὴν ἀρχὴν ἕπεσθαι διὰ τῆς κατὰ τὴν κτίσιν καταλήψεως· ἐπειδὴ δὲ οὐκ ἐθέλησαν, δείξας διὰ τῆς πείρας, ὅτι οὐκ ἀρκοῦσιν ἑαυτοῖς, τότε αὐτοὺς πρὸς ἑαυτὸν  ἑτέρως  πάλιν  ἄγει·  ἔδωκεν  ἀντὶ  δέλτου  τὸν  κόσμον.  Οὐδὲ ἐν  τούτοις ἐμελέτησαν οἱ φιλόσοφοι, οὐδὲ αὐτῷ πεισθῆναι ἠθέλησαν, οὐδὲ ταύτην ἐλθεῖν τὴν ὁδὸν πρὸς αὐτὸν, ἣν αὐτὸς ἐκέλευσεν. Εἰσήγαγεν ἑτέραν ὁδὸν τῆς προτέρας σαφεστέραν, πείθουσαν ὅτι οὐκ αὐτάρκης ἄνθρωπος αὐτὸς ἑαυτῷ μόνος. Τότε μὲν γὰρ καὶ λογισμοὺς ἦν ἀνακινεῖν,  καὶ τῇ ἔξωθεν κεχρῆσθαι σοφίᾳ διὰ τῆς κτίσεως χειραγωγουμένους·  νῦν  δὲ  ἂν  μή  τις  γένηται  μωρὸς,  τουτέστιν,  ἂν  μὴ  πάντα λογισμὸν καὶ πᾶσαν κενώσῃ σοφίαν, καὶ τῇ πίστει ἑαυτὸν παραδῷ, ἀμήχανον σωθῆναι.  Οὐ μικρὸν  τοίνυν   μετὰ  τοῦ  ποιῆσαι  ῥᾳδίαν  τὴν  ὁδὸν,  καὶ  νόσημα ἀνέσπασεν ἐντεῦθεν,  τὸ μὴ καυχᾶσθαι μηδὲ μέγα φρονεῖν·  Ὅπως μὴ καυχήσηται πᾶσα σάρξ. Ἀπὸ γὰρ τούτου ἡ ἁμαρτία, ὅτι σοφώτεροι τῶν τοῦ Θεοῦ νόμων  εἶναι ἐφιλονείκησαν,  οὐ θέλοντες  οὕτω μαθεῖν ὡς αὐτὸς ἐνομοθέτησε. ∆ιὰ τοῦτο οὐδὲ ὅλως ἔμαθον. Οὕτω καὶ ἐξ ἀρχῆς ἐγένετο. Εἶπε τῷ Ἀδάμ· Τόδε τι πρᾶξον, καὶ τόδε μὴ πράξῃς. Ἐκεῖνος ὡς πλέον τι νομίζων εὑρίσκειν, παρήκουσε, καὶ ὅπερ εἶχεν, ἀπώλεσεν.  Εἶπε  τοῖς  ἑξῆς·  Μὴ  ἐναπομένετε   τῇ  κτίσει,  ἀλλὰ  διὰ  ταύτης  τὸν ∆ημιουργὸν θεωρεῖτε. Ἐκεῖνοι δῆθεν, ὡς σοφώτερόν τι τῶν εἰρημένων εὑρίσκοντες, μυρίους ἐκίνησαν λαβυρίνθους. ∆ιὰ τοῦτο καὶ ἑαυτοῖς καὶ ἀλλήλοις συνεῤῥάγησαν, καὶ  οὔτε  τὸν   Θεὸν  εὗρον,  οὔτε  περὶ  τῆς  κτίσεώς  τι  σαφὲς  ἔγνωσαν,   οὐδὲ προσήκουσαν καὶ ἀληθῆ περὶ αὐτῆς δόξαν ἔσχον. ∆ιὰ τοῦτο πάλιν  ἐκ πολλοῦ τοῦ περιόντος τὴν οἴησιν αὐτῶν καθαιρῶν, τοὺς ἰδιώτας πρώτους εἰσήγαγε, δείξας ὡς πάντες τῆς ἄνωθεν δέονται σοφίας. Οὐ μόνον δὲ ἐν τῷ περὶ γνώσεως λόγῳ, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι καὶ ἀνθρώπους καὶ τὰ ἄλλα πάντα κτίσματα ἐν πολλῇ χρείᾳ αὐτοῦ κατέστησεν, ἵνα μεγίστην ἀφορμὴν ἔχῃ καὶ ταύτην ὑποταγῆς καὶ οἰκειώσεως, ἵνα μὴ ἀποπηδήσαντα ἀπόληται. ∆ιὰ τοῦτο οὐκ ἀφῆκεν αὐτάρκεις αὐτοὺς ἑαυτοῖς εἶναι. Εἰ γὰρ καὶ νῦν  ἐν χρείᾳ ὄντες  πολλοὶ  καταφρονοῦσιν,  εἰ μὴ τοῦτο ἦν, ποῦ οὐκ ἂν ἐξῆλθον  ὑπεροψίας; Ὥστε τὸ οὕτω  καυχᾶσθαι  οὐ φθονῶν  αὐτοῖς  ἀνεῖλεν,  ἀλλ' ἀφέλκων αὐτοὺς τῆς ἀπωλείας τῆς ἐντεῦθεν γινομένης. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, καὶ δικαιοσύνη  καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Τὸ, Ἐξ αὐτοῦ, ἐνταῦθα οὐ περὶ τῆς εἰς τὸ εἶναι παραγωγῆς οἶμαι λέγειν αὐτὸν, ἀλλὰ περὶ τῆς πίστεως· τουτέστι, τέκνα Θεοῦ γενέσθαι οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός. Μὴ νομίσητε τοίνυν, ὅτι ἀφελόμενος  ἡμᾶς τοῦ καυχήματος, εἴασεν οὕτω· μεῖζον γὰρ ἕτερον ἔδωκε καύχημα. Ἐκείνου γὰρ ἐνώπιον οὐ δεῖ καυχᾶσθαι. Παῖδες αὐτοῦ ἐστε, διὰ τοῦ Χριστοῦ τοῦτο γενόμενοι. Καὶ ἐπειδὴ εἶπε, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο καὶ τὰ ἀγεννῆ,  δείκνυσιν  ὅτι πάντων  εἰσὶν εὐγενέστεροι, τὸν Θεὸν ἔχοντες πατέρα. Τῆς δὲ εὐγενείας ταύτης οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα,  ἀλλ'  ὁ Χριστὸς ἡμῖν  ἐστιν αἴτιος,  σοφοὺς ἡμᾶς ποιήσας καὶ δικαίους  καὶ ἁγίους· τοῦτο γάρ ἐστιν· Ἐγενήθη ἡμῖν σοφία.

γʹ. Τίς οὖν ἡμῶν σοφώτερος τῶν οὐ τὴν Πλάτωνος ἐχόντων  σοφίαν, ἀλλ' αὐτὸν τὸν Χριστὸν, τοῦτο τοῦ Θεοῦ βουληθέντος; Τί δέ ἐστιν, Ἀπὸ Θεοῦ; Ὅτανμεγάλα εἴπῃ περὶ τοῦ Μονογενοῦς, τότε προσάπτει τὸν Πατέρα, ἵνα μὴ νομίσῃ τις ἀγέννητον  εἶναι  τὸν Υἱόν. Ἐπειδὴ οὖν εἶπεν, ὅτι τοσαῦτα ἴσχυσε, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Υἱῷ, σοφίαν αὐτὸν λέγων  ἡμῖν γεγενῆσθαι καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν. ∆ιὰ τοῦ Υἱοῦ πάλιν τὸ πᾶν ἀνατιθεὶς τῷ Πατρὶ εἶπεν· Ἀπὸ Θεοῦ. ∆ιὰ τί δὲ μὴ εἶπεν, Ἐσόφισεν ἡμᾶς, ἀλλ', Ἐγενήθη  ἡμῖν  σοφία; Τὸ δαψιλὲς  ἐνδεικνύμενος  τῆς  δωρεᾶς· ὡς  ἂν  εἰ  ἔλεγεν· Ἑαυτὸν  ἡμῖν  ἔδωκε.  Καὶ ὅρα πῶς  ὁδῷ  προβαίνει.  Πρότερον γὰρ  ἡμᾶς  σοφοὺς ἐποίησεν ἀπαλλάξας τῆς πλάνης, καὶ τότε δικαίους καὶ ἁγίους, τὸ Πνεῦμα χαρισάμενος, καὶ οὕτως ἀπήλλαξεν  ἡμᾶς ἁπάντων  τῶν κακῶν, ὥστε αὐτοῦ εἶναι. Καὶ οὐ τῆς οὐσιώσεως τοῦτο δηλωτικὸν, ἀλλὰ τῆς πίστεως. Ἀλλαχοῦ μὲν οὖν φησιν, ὅτι ἡμεῖς ἐγενόμεθα δικαιοσύνη ἐν αὐτῷ, οὕτω λέγων·  Τὸν μὴ γνόντα  ἁμαρτίαν, ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· νῦν δὲ αὐτόν φησι δικαιοσύνην ἡμῖν γεγενῆσθαι, ὥστε ἔξεστι τῷ βουλομένῳ μετέχειν δαψιλῶς.  Οὐ γὰρ ὁ δεῖνα σοφοὺς ἐποίησε καὶ ὁ δεῖνα, ἀλλ'  ὁ Χριστός. Ὁ τοίνυν καυχώμενος,  ἐν αὐτῷ καυχάσθω, μὴ ἐν τῷ δεῖνι  καὶ τῷ δεῖνι· παρὰ τοῦ Χριστοῦ γέγονεν  ἅπαντα. ∆ιὸ εἰπὼν, Ὃς ἐγενήθη ἡμῖν σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἐπήγαγεν· Ἵνα, καθὼς γέγραπται, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. ∆ιὰ τοῦτο καὶ σφοδρῶς κατηνέχθη κατὰ τῆς τῶν Ἑλλήνων σοφίας, ἵνα τούτῳ αὐτῷ πείσῃ τοὺς ἀνθρώπους, ὥσπερ οὖν καὶ ἔστι δίκαιον, ἐν Θεῷ καυχᾶσθαι. Ὅταν γὰρ παρ' ἑαυτῶν τὰ ὑπὲρ ἑαυτοὺς ζητῶμεν, οὐδὲν μωρότερον, οὐδὲν ἀσθενέστερον ἡμῶν γίνεται. Γλῶτταν μὲν γὰρ ἔχειν ἠκονημένην, δυνατὸν, δόγματα δὲ ἰσχυρὰ, ἀμήχανον· ἀλλὰ τοῖς τῶν ἀραχνίων ὑφάσμασιν ἐοίκασιν οἱ λογισμοὶ καθ' ἑαυτοὺς ὄντες. Εἰς τοῦτο γάρ τινες παρήλασαν μανίας, ὡς μηδὲν ἀληθὲς εἶναι λέγειν τῶν  ὄντων,  ἀλλὰ  πάντα  ἐναντία  διϊσχυρίζεσθαι τῶν  φαινομένων.  Μηδὲν τοίνυν εἴπῃς σαυτοῦ, ἀλλ' ἐν πᾶσιν ἐν Θεῷ καυχῶ· μηδενὶ ἀνθρώπῳ τί ποτε λογίσῃ. Εἰ γὰρ Παύλῳ οὐδὲν χρὴ λογίζεσθαι, πολλῷ  μᾶλλον ἑτέροις· Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανεν. Ὁ μαθὼν ἐν Κυρίῳ καυχᾶσθαι, οὐδέποτε ἐπαρθήσεται, ἀλλ' ἀεὶ καὶ μετριάσει, καὶ ἐν πᾶσιν ἔσται εὐχάριστος. Ἀλλ' οὐ τὰ τῶν Ἑλλήνων  τοιαῦτα, ἀλλὰ πάντα ἑαυτοῖς ἀνατι  θέασι. ∆ιὸ καὶ ἀπὸ ἀνθρώπων ποιοῦσι θεούς· οὕτως αὐτοὺς ἡ ἀπόνοια ἐξετραχήλισεν. Ὥρα δὴ λοιπόν ἐστι πρὸς τὴν τούτων ἐξελθεῖν μάχην. Ποῦ τοίνυν κατελίπομεν τὸν λόγον τῇ προτέρᾳ; Ἐλέγομεν, ὅτι οὐκ ἦν δυνατὸν  κατὰ ἀνθρωπίνην  ἀκολουθίαν  περιγενέσθαι τῶν  φιλοσόφων τοὺς ἁλιέας· ἀλλ' ὅμως γέγονε δυνατόν· ὅθεν δῆλον, ὅτι χάριτι γέγονεν. Ἐλέγομεν, ὅτι οὐκ ἦν δυνατὸν οὐδὲ ἐννοῆσαι αὐτοὺς τοσαῦτα κατορθώματα· καὶ ἐδείξαμεν, ὅτι οὐ μόνον ἐνενόησαν, ἀλλὰ καὶ εἰς τέλος ἤγαγον μετὰ πολλῆς τῆς εὐκολίας. Τὸ αὐτὸ δὴ καὶ σήμερον γυμνάσωμεν τοῦ λόγου τὸ κεφάλαιον, πόθεν αὐτοῖς ἐπῆλθε προσδοκῆσαι τῆς οἰκουμένης περιγενέσθαι, εἰ μὴ εἶδον τὸν Χριστὸν ἀναστάντα. Μὴ γὰρ ἐξεστήκεσαν, ὥστε τοιοῦτόν τι λογίσασθαι ἁπλῶς καὶ εἰκῆ; Καὶ γὰρ ὑπερβάλλει πᾶσαν   μανίαν   τὸ   προσδοκῆσαι  ἄνευ   θείας   χάριτος   τοσούτου   περιγενέσθαι πράγματος. Πῶς δ' ἂν αὐτὸ κατώρθωσαν μαινόμενοι καὶ ἐξεστηκότες; Εἰ δὲ ἐσωφρόνουν,  ὥσπερ οὖν  καὶ τὰ πράγματα ἔδειξε, πῶς  ἄνευ  τοῦ λαβεῖν  ἐνέχυρα ἀξιόπιστα ἐκ τῶν οὐρανῶν καὶ τῆς ἄνωθεν ἀπολαῦσαι ῥοπῆς, ὑπέμενον πρὸς τοσούτους ἐξελθεῖν πολέμους, καὶ γῆς καὶ θαλάττης κατατολμῆσαι, καὶ πρὸς μεταβολὴν  τῶν  τῆς οἰκουμένης  ἁπάσης ἐθῶν  τῶν  ἐν χρόνῳ  τοσούτῳ παγέντων ἄνθρωποι δώδεκα ἀποδύσασθαι, καὶ στῆναι γενναίως  οὕτω; Καὶ τὸ δὴ μεῖζον, πρὸς τὸν  οὐρανὸν  καλοῦντες  καὶ τὰς ἄνω  διατριβὰς, πόθεν  προσεδόκων πείθειν  τοὺς ἀκούοντας;  Καὶ εἰ  μὲν  ἦσαν  ἐν  δόξῃ  καὶ  πλούτῳ  καὶ  δυναστείᾳ  καὶ  παιδεύσει τραφέντες,  μάλιστα  μὲν  οὐδὲ  οὕτω  πρὸς  τοσοῦτον  ὄγκον  πραγμάτων  εἰκὸς  ἦν αὐτοὺς ἐπαρθῆναι· πλὴν ἀλλὰ μᾶλλόν τινα λόγον εἶχεν ἡ προσδοκία· νῦν δὲ οἱ μὲν πρὸς λίμνας, οἱ δὲ περὶ δέρματα ἠσχόληντο, οἱ δὲ περὶ τελωνίαν.  Οὐδὲν δὲ τούτων τῶν  ἐπιτηδευμάτων  ἀχρηστότερον  πρὸς φιλοσοφίαν  καὶ  πρὸς τὸ  πεῖσαι μεγάλα φαντάζεσθαι, καὶ μάλιστα ὅταν μὴ παράδειγμά τις ἔχῃ. Μᾶλλον δὲ οὐ μόνον παραδείγματα οὐκ εἶχον, ὅτι περιέσονται, ἀλλ' ὅτι καὶ οὐ περιέσονται, καὶ ταῦτα δὴ ἔναυλα. Πολλοὶ γὰρ ἐπιχειρήσαντες καινοτομίαις ἐσβέσθησαν (οὐχὶ τὰ παρ' Ἕλλησι λέγω· ἐκεῖνα γὰρ οὐδὲ ἦσαν, ἀλλὰ παρ' αὐτοῖς τοῖς Ἰουδαίοις ἐν αὐτῷ τῷ καιρῷ), οὐχὶ   μετὰ  δώδεκα   ἀνθρώπων,   ἀλλὰ   μετὰ  πλήθους   πολλοῦ   τοῖς   πράγμασιν ἐπιτιθέμενοι.  Καὶ γὰρ Θευδᾶς καὶ Ἰούδας  συστήματα ἔχοντες  μεγάλα  ἀνθρώπων μετὰ  τῶν  μαθητῶν  ἀπώλοντο.  Καὶ ὁ  παρ'  ἐκείνων  φόβος  ἱκανὸς  ἦν  τούτους παιδεῦσαι, εἰ μὴ σφόδρα ἦσαν πεπεισμένοι,  ὅτι  ἄνευ  θείας  δυνάμεως  ἀμήχανον περιγενέσθαι. Εἰ δὲ καὶ προσεδόκων κρατῆσαι, ποίαις ἐλπίσι τοσούτους ἀνεδέχοντο κινδύνους, εἰ μὴ πρὸς τὰ μέλλοντα ἑώρων; Θῶμεν δὲ, ὅτι καὶ ἤλπιζον κρατῆσαι· τί προσεδόκων κερδαίνειν ἐκ τοῦ προσάγειν ἅπαντας τῷ μὴ ἀναστάντι, καθώς φατε;

δʹ. Εἰ γὰρ νῦν  πιστεύσαντες ἄνθρωποι  περὶ βασιλείας οὐρανῶν  καὶ μυρίων ἀγαθῶν, δυσκόλως καταδέχονται  κινδύνους,  πῶς ἂν ἐκεῖνοι μάτην τοσαῦτα ἂν ὑπέμειναν, μᾶλλον δὲ καὶ ἐπὶ κακῷ; Εἰ γὰρ μὴ ἐγένετο τὰ γεγενημένα, μηδὲ εἰς τὸν οὐρανὸν ὁ Χριστὸς ἀνέβη,   πάντως,  ταῦτα  πλάττειν  φιλονεικοῦντες καὶ  τοὺς  ἄλλους πείθειν, τῷ Θεῷ προσκρούειν ἔμελλον καὶ μυρίους ἄνωθεν προσδοκᾷν κεραυνούς. Ἄλλως δὲ, εἰ καὶ ζῶντος τοῦ Χριστοῦ τοσαύτην εἶχον προθυμίαν, ἀποθανόντος ἂν ἔσβεσαν αὐτήν. Ἔδοξε γὰρ ἂν αὐτοῖς, εἰ μὴ ἀνέστη, ἀπατεὼν εἶναί τις καὶ εἴρων. Οὐκ ἴστε, ὅτι τὰ στρατόπεδα, τοῦ μὲν στρατηγοῦ καὶ βασιλέως ζῶντος, κἂν ἀσθενῆ ᾖ, συγκροτεῖται· ἀπελθόντων δὲ ἐκείνων, κἂν ἰσχυρὰ ᾖ, διαλύεται; Ποίοις οὖν, εἰπέ μοι, λόγοις ἐκέχρηντο πιθανοῖς, μέλλοντες ἅπτεσθαι τοῦ κηρύγματος καὶ πρὸς τὴν οἰκουμένην  ἐξιέναι  ἅπασαν; ποίοις  δὲ κωλύμασιν  οὐκ ἂν  κατεσχέθησαν; Εἰ γὰρ μαινόμενοι  ἦσαν (τὸ γὰρ αὐτὸ λέγων  οὐ παύσομαι), οὐδὲ ὅλως κατορθῶσαι ἔδει· οὐδεὶς γὰρ μαινομένοις  πείθεται· εἰ δὲ κατώρθωσαν, ὥσπερ οὖν καὶ κατώρθωσαν, καὶ δείκνυσι  τὸ τέλος, πάντων  ἦσαν σοφώτεροι. Εἰ δὲ πάντων  ἦσαν σοφώτεροι, εὔδηλον ὅτι οὐκ ἂν ἁπλῶς ἦλθον ἐπὶ τὸ κήρυγμα. Εἰ γὰρ μὴ εἶδον αὐτὸν ἀναστάντα, τί  ἦν  ἱκανὸν  αὐτοὺς  ἐξαγαγεῖν  ἐπὶ  τὸν  πόλεμον  τοῦτον;  τί  δὲ  οὐκ  ἂν  αὐτοὺς ἀπέτρεψεν; Εἶπεν αὐτοῖς, ὅτι Μετὰ τρεῖς ἡμέρας ἀναστήσομαι, καὶ περὶ βασιλείας οὐρανῶν  ἐπηγγείλατο·  εἶπεν,  ὅτι  Κρατήσουσι τῆς  οἰκουμένης  Πνεῦμα λαβόντες ἅγιον· καὶ μυρία πρὸς τούτοις  ἕτερα πᾶσαν ὑπερβαίνοντα  φύσιν. Ὥστε εἰ μηδὲν τούτων γέγονεν, εἰ καὶ ζῶντι ἐπείθοντο, τελευτήσαντος οὐκ ἂν ἐπείσθησαν, εἰ μὴ εἶδον ἀναστάντα. Εἶπον γὰρ ἄν· Μετὰ τρεῖς ἡμέρας, ἔλεγεν, ἀναστήσομαι, καὶ οὐκ ἀνέστη· Πνεῦμα ὑπέσχετο δώσειν, καὶ οὐκ ἔπεμψε· πῶς οὖν ὑπὲρ τῶν μελλόντων αὐτῷ πιστεύσομεν, τῶν  παρόντων  ἐληλεγμένων;  Τίνος δὲ ἕνεκεν μὴ ἀναστάντος, ἐκήρυττον ὅτι ἀνέστη; Ἐπειδὴ ἐφίλουν αὐτὸν, φησί. Καὶ μὴν μισεῖν λοιπὸν εἰκὸς ἦν ἀπατήσαντα καὶ προδεδωκότα, καὶ ὅτι μυρίαις αὐτοὺς ἐλπίσιν ἐπάρας, καὶ οἰκίας καὶ γονέων  καὶ  πάντων  ἀποστήσας, καὶ  ὁλόκληρον  ἔθνος  ἐκπολεμώσας  αὐτοῖς  τὸ Ἰουδαίων, προέδωκεν ὕστερον. Καὶ εἰ μὲν ἀσθενείας ἦν τὸ γενόμενον, συνέγνωσαν ἄν· νυνὶ δὲ κακουργίας πολλῆς εἶναι ἐνομίζετο. Ἔδει γὰρ τἀληθὲς εἰπεῖν, καὶ μὴ τὸν οὐρανὸν ἐπαγγείλασθαι ἄνθρωπον ὄντα θνητὸν, ὥς φατε. Ὥστε τοὐναντίον εἰκὸς ἦν αὐτοὺς ποιεῖν, κηρύττειν τὴν ἀπάτην, καὶ λέγειν αὐτὸν εἴρωνα καὶ γόητα· οὕτω γὰρ ἂν καὶ τῶν  κινδύνων  ἀπηλλάγησαν,  οὕτω καὶ τὸν  πόλεμον  ἔλυσαν. Εἰ γὰρ τοῖς στρατιώταις  ἀργύριον ἔδωκαν  οἱ Ἰουδαῖοι  ἵνα εἴπωσιν,  ὅτι ἔκλεψαν  τὸ σῶμα· εἰ παρελθόντες εἶπον οἱ μαθηταὶ ὅτι Ἐκλέψαμεν, καὶ οὐκ ἀνέστη, ποίας ἂν οὐκ ἀπέλαυσαν  τιμῆς; Ὥστε ἐξῆν  αὐτοῖς  καὶ  τιμᾶσθαι  καὶ  στεφανοῦσθαι.  Τίνος  οὖν ἕνεκεν τὸ ὑβρίζεσθαι καὶ κινδυνεύειν ἀντικατηλλάξαντο  τούτων, εἰ μὴ θεία τις ἦν ἡ πείθουσα αὐτοὺς δύναμις, ἡ τούτων ἁπάντων δυνατωτέρα; Εἰ δὲ μηδέπω πείθομεν, λογίζου κἀκεῖνο, ὅτι εἰ μὴ τοῦτο ἦν, κἂν εἰ σφόδρα παρεσκευάζοντο, οὐκ ἂν ἐπ' αὐτῷ  τὸ  κήρυγμα  ἐκήρυξαν,  ἀλλ'  ἀπεστράφησαν  αὐτόν.  Ἴστε γὰρ  ὅτι  οὐδὲ  τὰ ὀνόματα βουλόμεθα τῶν τὰ τοιαῦτα ἀπατώντων  ἡμᾶς ἀκούειν. Τίνος δὲ ἕνεκεν καὶ ἐκήρυττον  αὐτοῦ  τὸ  ὄνομα;  προσδοκῶντες  ὅτι  κρατήσουσι δι'  αὐτοῦ;  καὶ  μὴν τοὐναντίον  ἐχρῆν προσδοκᾷν, ὅτι εἰ καὶ ἔμελλον κρατήσειν, ἀπώλοντο ἀπατεῶνος ὄνομα φέροντες εἰς μέσον. Εἰ δὲ συσκιάσαι τὰ πρότερα ἐβούλοντο, ἔδει σιγῆσαι·  ὡς τό γε ἐπαγωνίζεσθαι, μειζόνως ἀνῆπτε καὶ τὸν πόλεμον καὶ τὸν γέλωτα. Πόθεν οὖν ἐπῆλθεν αὐτοῖς ἀναπλάσαι τοιαῦτα; καὶ γὰρ ἅπερ ἤκουσαν, ἀπώλεσαν. Εἰ δὲ οὐκ ὄντος   φόβου   πολλὰ   ἐπελανθάνοντο,   καί   τινα   οὐδὲ   ἐνόουν,   καθὼς   καὶ   ὁ εὐαγγελιστής φησι, τοσούτου κινδύνου  καταλαβόντος, πῶς οὐκ ἂν ἅπαντα αὐτῶν ἀπέπτη; Καὶ τί λέγω τὰ ῥήματα; ὅπου γε καὶ ὁ πρὸς αὐτὸν τὸν διδάσκαλον πόθος ἠρέμα κατεμαραίνετο τῷ φόβῳ τῶν ἐσομένων· ὅπερ αὐτοῖς καὶ ὠνείδισεν. Ἐπειδὴ γὰρ πρὸ τούτου μὲν ἐκκρεμάμενοι αὐτοῦ, συνεχῶς ἠρώτων, Ποῦ ὑπάγεις; ὕστερον δὲ, ὅτε τοὺς μακροὺς ἀπέτεινε  λόγους  τὰ δεινὰ  διηγούμενος  τὰ παρ' αὐτὸν  τὸν σταυρὸν  καταληψόμενα   αὐτοὺς,  εἶτα  τῷ  δέει  παγέντες   ἐναπέμειναν   ἀχανεῖς· ἄκουσον πῶς τοῦτο αὐτὸ προφέρει αὐτοῖς λέγων·  Οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλ' ὅτι λελάληκα ὑμῖν ταῦτα, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Εἰ τοίνυν προσδοκῶντες αὐτὸν ἀποθανεῖσθαι καὶ ἀναστήσεσθαι οὕτως ἤλγουν, ἀναστάντα αὐτὸν μὴ ἰδόντες, πῶς οὐκ ἂν ἀπώλοντο, καὶ εἰς αὐτὴν ἂν ἐσπούδασαν καταδῦναι   τὴν   γῆν,   καὶ   ἀθυμίᾳ   τῇ   τῆς   ἀπάτης   καὶ   δέει   τῶν   ἐσομένων πολιορκούμενοι;

εʹ. Πόθεν δὲ καὶ τὰ ὑψηλὰ  αὐτοῖς  δόγματα; τὰ γὰρ ὑψηλότερα ὕστερον εἶπεν  αὐτοὺς  ἀκούσεσθαι·  Πολλὰ γὰρ ἔχω  λέγειν  ὑμῖν,  φησὶν,  ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὥστε τὰ λειπόμενα  ὑψηλότερα ἦν. Εἷς δὲ τῶν  μαθητῶν οὐδὲ εἰς τὴν Ἰουδαίαν ἤθελεν ἀπελθεῖν μετ' αὐτοῦ, ἐπειδὴ κινδύνων  ἤκουσεν, ἀλλ' ἔλεγεν·  Ἀπέλθωμεν  καὶ ἡμεῖς, ἵνα  ἀποθάνωμεν  μετ' αὐτοῦ· βαρυνόμενος  ἐπειδὴ προσεδόκησεν ἀποθανεῖσθαι. Εἰ δὲ μετ' αὐτοῦ ὢν προσεδόκησεν ἀποθανεῖσθαι, καὶ ἀνεδύετο διὰ τοῦτο, χωρὶς αὐτοῦ καὶ τῶν λοιπῶν  μαθητῶν τί οὐκ ἂν ἤλπισε τότε παθεῖν; Καὶ πολὺς ὁ ἔλεγχος ἦν τῆς ἀναισχυντίας. Τί δὲ καὶ εἶχον εἰπεῖν ἐξιόντες; Τὸ μὲν γὰρ πάθος ἡ οἰκουμένη πᾶσα ᾔδει· καὶ γὰρ ἐφ' ὑψηλοῦ ἐκρέματο τοῦ ἰκρίου, καὶ ἐν ἡμέρᾳ μέσῃ, καὶ ἐν μητροπόλει, καὶ ἐν ἑορτῇ μεγίστῃ, ἐν ᾗ μάλιστα οὐκ ἐνῆν τινα ἀπολειφθῆναι·  τὴν δὲ ἀνάστασιν οὐδεὶς εἶδε τῶν  ἔξωθεν, ὅπερ οὐ μικρὸν αὐτοῖς πρὸς  τὸ  πείθειν  ἐμπόδιον  ἦν.  Καὶ ὅτι  μὲν  ἐτάφη,  πάντες  διεθρύλλουν·  καὶ  ὅτι ἔκλεψαν  τὸ σῶμα αὐτοῦ οἱ μαθηταὶ, οἱ στρατιῶται μετὰ τῶν  Ἰουδαίων  ἁπάντων ἔλεγον· ὅτι δὲ ἀνέστη, τῶν ἔξωθεν οὐδεὶς εἶδε. Πόθεν οὖν προσεδόκησαν πείθειν τὴν οἰκουμένην; Εἰ γὰρ θαυμάτων γινομένων  στρατιῶται ἐπείσθησαν τὰ ἐναντία μαρτυρῆσαι, πόθεν προσεδόκων οὗτοι χωρὶς θαυμάτων κηρύττειν, καὶ μηδὲ ὀβολὸν κεκτημένοι  πείθειν  γῆν  καὶ θάλατταν  περὶ τῆς ἀναστάσεως; εἰ δὲ δόξης ἐρῶντες τοῦτο  ἐποίουν,  πολλῷ  μᾶλλον  ἂν  ἕκαστος ἑαυτῷ  δόγματα  ἐπεφήμισεν,  οὐχὶ  τῷ ἀπελθόντι. Ἀλλ' οὐκ ἂν ἐπείσθησαν αὐτοῖς οἱ ἄνθρωποι; Καὶ περὶ τίνος ἀκούοντες μᾶλλον ἐπίστευον; περὶ ἐκείνου τοῦ συλληφθέντος καὶ σταυρωθέντος, ἢ περὶ αὐτῶν τῶν  τὰς χεῖρας ἐκφυγόντων  τὰς Ἰουδαϊκάς; Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, μέλλοντες τοῦτο ποιεῖν, οὐκ εὐθέως τὴν Ἰουδαίαν ἀφέντες, εἰς τὰς ἔξω πόλεις ἀπῆλθον, ἀλλ' ἔνδον  ἐστρέφοντο;  Πῶς δὲ, εἰ  μὴ  σημεῖα ἐποίουν,  ἔπειθον;  Καὶ εἰ  μὲν  ἐποίουν (ἐποίουν γὰρ), Θεοῦ δύναμις ἦν τὸ γινόμενον· εἰ δὲ μὴ ἐποίουν καὶ ἐκράτουν, πολὺ θαυμαστότερον ἦν τὸ συμβάν. Οὐκ ᾔδεσαν Ἰουδαίους, εἰπέ μοι, καὶ τὴν πονηρὰν αὐτῶν μελέτην  καὶ τὴν φθόνων  γέμουσαν ψυχήν; Καὶ γὰρ Μωϋσέα ἐλίθασαν μετὰ  τὸ  πέλαγος  ὅπερ  ἐπέζευσαν,  μετὰ  τὴν  νίκην  καὶ  τὸ  τρόπαιον  ἐκεῖνο  τὸ θαυμαστὸν, ὅπερ ἔστησαν ἀναιμωτὶ  διὰ τῶν  ἐκείνου χειρῶν  κατὰ τῶν δουλωσαμένων  αὐτοὺς Αἰγυπτίων, μετὰ τὸ μάννα, μετὰ τὰς πέτρας καὶ τὰς πηγὰς τῶν ποταμῶν τὰς ἐκεῖθεν ῥαγείσας, μετὰ τὰ μυρία θαύματα τὰ ἐπὶ τῆς Αἰγύπτου καὶ τῆς  Ἐρυθρᾶς καὶ  τῆς  ἐρήμου· Ἱερεμίαν  εἰς  λάκκον  ἐνέβαλον,  καὶ  πολλοὺς  τῶν προφητῶν  κατέσφαξαν. Ἄκουσον γοῦν  τί φησιν  Ἠλίας μετὰ τὸν  φοβερὸν λιμὸν ἐκεῖνον καὶ τὸν θαυμαστὸν ὑετὸν καὶ τὴν λαμπάδα, ἣν ἐκ τῶν οὐρανῶν κατήνεγκε, καὶ  τὸ παράδοξον  ὁλοκαύτωμα,  ὡς  ποῤῥωτάτω  τῆς  χώρας  αὐτῶν  ἐλαυνόμενος· Κύριε, τοὺς  προφήτας  σου ἀπέκτειναν,  τὰ  θυσιαστήριά  σου κατέσκαψαν,  κἀγὼ ὑπελείφθην  μόνος,  καὶ  ζητοῦσι  τὴν  ψυχήν  μου. Καίτοι γε  οὐδὲν  τῶν  νομίμων ἐκίνουν.  Τούτοις  οὖν  πόθεν  εἶχον  προσέχειν;  εἰπέ  μοι· καὶ  γὰρ  ἁπάντων  ἦσαν ἐκείνων εὐτελέστεροι, καὶ τοιαῦτα ἐκαινοτόμουν, δι' ἃ καὶ τὸν ∆ιδάσκαλον ἐσταύρωσαν. Καὶ ἄλλως  δὲ, οὐχ οὕτως ἐδόκει δεινὸν  εἶναι τὸ τὸν Χριστὸν ταῦτα λέγειν,  καὶ  τούτους.  Τὸν μὲν  γὰρ ἴσως  ἐνόμιζον  ἑαυτῷ  δόξαν  κτώμενον  ταῦτα ποιεῖν, τούτους δὲ καὶ μειζόνως ἂν ἐμίσησαν, ἅτε ὑπὲρ ἑτέρου πολεμοῦντας αὐτοῖς. Ἀλλ' οἱ νόμοι αὐτοῖς ἐβοήθουν οἱ Ῥωμαίων; Ἀλλ' ἀπὸ τούτων  καὶ ἐνεποδίζοντο μᾶλλον· καὶ γὰρ ἔλεγον· Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος. Ὥστε τοῦτο μόνον ἱκανὸν  ἦν ἐμποδίσαι, ὅτι τοῦ νομισθέντος εἶναι τυράννου  καὶ μαθηταὶ ἦσαν, καὶ τὰ ἐκείνου κρατύνειν ἐβούλοντο. Τί δὲ ὅλως αὐτοὺς ἐπῆρεν εἰς τοσούτους κινδύνους ἐμπεσεῖν; τί δὲ περὶ αὐτοῦ λέγοντες ἐδόκουν εἶναι πιθανοί; ὅτι ἐσταυρώθη; ὅτι ἀπὸ γυναικὸς ἐτέχθη Ἰουδαίας πτωχῆς, Ἰουδαίῳ τέκτονι μεμνηστευμένης; ὅτι ἐξ ἔθνους ἦν τῇ οἰκουμένῃ ἀπεχθανομένου; Ἀλλὰ ταῦτα πάντα οὐχὶ πείθειν μόνον καὶ ἐφέλκεσθαι τοὺς ἀκούοντας, ἀλλὰ καὶ προσίστασθαι πᾶσιν ἦν ἱκανὰ, καὶ μάλιστα τὰ παρὰ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως λεγόμενα. Οὐκ ἂν οὖν ταῦτα πάντα ἐνενόησαν οἱ μαθηταί; καὶ γὰρ αἱ δειλαὶ φύσεις πλείονα  τῶν ὄντων ἀναπλάττειν    δύνανται·   τοιαῦται   δὲ   ἦσαν   αἱ   ἐκείνων.   Πόθεν   οὖν   ἤλπιζον κατορθώσειν; μᾶλλον δὲ οὐκ ἤλπισαν, μυρίων ὄντων τῶν ἀπαγόντων  αὐτοὺς, εἴ γε μὴ ἀνέστη ὁ Χριστός.

 ςʹ. Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι εἰ μὴ δαψιλοῦς καὶ μεγάλης  ἀπέλαυσαν χάριτος, καὶ ἐνέχυρα τῆς ἀναστάσεως ἔλαβον, οὐ μόνον πρᾶξαι  καὶ  ἐπιχειρῆσαι,  ἀλλ'  οὐδὲ  ἐννοῆσαι  ταῦτα  ἠδύναντο;  Εἰ γὰρ  τοσούτων ὄντων κωλυμάτων  πρὸς τὸ βουλεύσασθαι, οὐ λέγω πρὸς τὸ κατορθῶσαι, καὶ ἐβουλεύσαντο καὶ εἰς ἔργον ἐξήγαγον καὶ μείζονα πάσης ἐλπίδος ἐποίησαν, παντί που δῆλον, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, ἀλλὰ θείᾳ χάριτι πάντα εἰργάζοντο. Τούτους τοίνυν τοὺς λόγους γυμνάζωμεν, μὴ καθ' ἑαυτοὺς μόνον, ἀλλὰ καὶ μετὰ ἀλλήλων· οὕτω  δ' ἂν  εὐκολωτέρα  γένοιτ' ἂν  ἡμῖν  καὶ  ἡ  τῶν  λοιπῶν  εὕρεσις. Μηδὲ, ὅτι χειροτέχνης  εἶ,  ἀλλοτρίαν  τὴν  μελέτην  ταύτην  εἶναι  νόμιζε.  Καὶ γὰρ  Παῦλος σκηνοποιὸς ἦν, ἀλλὰ καὶ πολλῆς ἐνεπλήσθη τότε χάριτος, φησὶ, κἀκεῖθεν ἅπαντα ἐφθέγγετο.  Ἀλλὰ καὶ πρὸ τῆς χάριτος  παρὰ τοὺς πόδας Γαμαλιήλου ἦν· καὶ τὴν χάριν δὲ διὰ τοῦτο ἔλαβεν, ἐπειδὴ γνώμην  ἀξίαν τῆς χάριτος ἐπεδείξατο, καὶ μετὰ ταῦτα  πάλιν  τὴν  τέχνην  μετεχείριζε. Μηδεὶς τοίνυν  αἰσχυνέσθω τῶν  τὴν τέχνην  ἐχόντων,  ἀλλ' οἱ εἰκῆ τρεφόμενοι καὶ ἀργοῦντες, οἱ διακόνοις κεχρημένοι πολλοῖς καὶ ἀφάτου θεραπείας ἀπολαύοντες. Τὸ γὰρ διαπαντὸς ἐργαζόμενον τρέφεσθαι,  φιλοσοφίας  εἶδός  ἐστι·  τούτων   αἱ  ψυχαὶ  καθαρώτεραι,  τούτων   αἱ διάνοιαι εὐτονώτεραι. Ὁ γὰρ ἀργῶν πολλὰ εἰκῆ μᾶλλον φθέγγεται, καὶ πολλὰ εἰκῆ πράσσει, καὶ ἐργάζεται δι' ὅλης ἡμέρας οὐδὲν, πολλῆς νάρκης ἐμπεπλησμένος· ὁ δὲ ἐν ἐργασίᾳ ὢν οὐδὲν ταχέως περιττὸν παραδέξεται οὔτε ἐν ἔργοις οὔτε ἐν λόγοις οὔτε ἐν ἐννοίαις· ὅλη γὰρ διόλου συντέταται πρὸς τὸν ἐπίπονον βίον ἡ ψυχή. Μὴ τοίνυν καταφρονῶμεν  τῶν ἀπὸ τῶν χειρῶν τρεφομένων, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς μακαρίζωμεν διὰ τοῦτο. Ποία γάρ σοι χάρις, εἰπέ μοι, ὅταν τὸν κλῆρον παρὰ τοῦ πατρὸς δεξάμενος, μηδὲν πράττων διατελῇς, ἀλλὰ ἀναλώσῃς πάντα ἐκεῖνα εἰκῆ; Οὐκ οἶδας ὅτι οὐ πάντες τὸν αὐτὸν ἀποδώσομεν λόγον, ἀλλ' οἱ μὲν πλείονος  ἐνταῦθα ἀπολαύσαντες ἀδείας, χαλεπώτερον, οἱ δὲ κακωθέντες ἢ πόνοις ἢ πενίᾳ ἣ ἑτέρῳ τινὶ τοιούτῳ, ἡμερώτερον; Καὶ ταῦτα ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου δῆλα. Σὺ μὲν γὰρ εἰς οὐδὲν  δέον  τῇ σχολῇ χρησάμενος εἰκότως  ἐγκαλῇ,  ὁ δὲ πένης  καὶ μετὰ ἀσχολίας τὸ ὑπόλοιπον τοῦ καιροῦ εἰς τὰ δέοντα ἀναλώσας, μεγάλων ἀπολαύσεται τῶν στεφάνων. Ἀλλὰ καὶ στρατείαν μοι προβάλλῃ πάντως, καὶ  τῆς ἀσχολίας αὐτὴν αἰτιάσῃ; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον ἡ σκῆψις. Καὶ γὰρ ὁ Κορνήλιος ἑκατοντάρχης ἦν, καὶ οὐδὲν ἡ ζώνη τὴν ἀκριβῆ πολιτείαν  παρέβλαψε. Σὺ δὲ ὅταν ὀρχησταῖς καὶ μίμοις σχολάζῃς, καὶ διαπαντὸς  ἐπὶ τῆς σκηνῆς ἀναλίσκῃς  τὸν βίον, οὐδαμοῦ οὐ στρατείας ἀνάγκην,  οὐκ ἀρχόντων  προβάλλῃ φόβον· ὅταν  δὲ ἐπὶ τὴν  ἐκκλησίαν καλῶμεν, τότε τὰ μυρία κωλύματα. Καὶ τί κατὰ τὴν ἡμέραν ἐκείνην ἐρεῖς, ὅταν ἴδῃς τὴν φλόγα καὶ τοὺς τοῦ πυρὸς ποταμοὺς, καὶ τὰ δεσμὰ τὰ ἄλυτα, καὶ βρυχομένων ἀκούσῃς ὀδόντων; τίς σου προστήσεται κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἴδῃς τὸν μὲν χειροτέχνην  καὶ ὀρθῶς βεβιωκότα, πάσης ἀπολαύοντα δόξης· σαυτὸν δὲ τὸν νῦν ἐν μαλακοῖς ἱματίοις ὄντα καὶ μύρων πνέοντα, ἀνήκεστα πάσχοντα; τί σοι τοῦ πλούτου καὶ τῆς περιουσίας ἔσται ὄφελος; τί δὲ τῷ χειροτέχνῃ τῆς πενίας βλάβος; Ἵν' οὖν μὴ πάθωμεν ταῦτα, φοβηθῶμεν τὰ λεγόμενα νῦν, καὶ τὴν ἀσχολίαν ἅπασαν εἰς τὴν τῶν ἀναγκαίων  πραγμάτων ἀναλώσωμεν διατριβήν. Οὕτω γὰρ ἐξιλεωσάμενοι τὸν Θεὸν ὑπὲρ τῶν παρελθόντων  ἁμαρτημάτων, καὶ τὰ μέλλοντα προσθέντες κατορθώματα, δυνησόμεθα τῆς βασιλείας ἐπιτυχεῖν τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ,  καὶ τὰ ἑξῆς.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |