ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ν∆ʹ Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους·

Παρασκευή 28 Οκτωβρίου 2016

Ν∆ʹ Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους·




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Ν∆ʹ Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.»

αʹ. Πολλῆς ὑπομονῆς δεῖται τὰ ἡμέτερα, ἀγαπητοί. Ἡ δὲ ὑπομονὴ γίνεται, ὅταν κατὰ βάθους ἐῤῥιζωμένα τὰ δόγματα ᾖ. Καθάπερ γὰρ τὴν δρῦν τὴν εἰς τοὺς κάτω  κόλπους  ἀφιεῖσαν  τὰς  ῥίζας  καὶ  περισφιγγομένην  μετὰ  ἀκριβείας,  οὐδεὶς ἄνεμος προσπεσὼν ἀνασπάσαι δυνήσεται· οὕτω δὴ καὶ τὴν ψυχὴν τὴν καθηλωμένην τῷ   τοῦ   Θεοῦ  φόβῳ,   οὐδεὶς   περιτρέψαι   δυνήσεται·  τοῦ   γὰρ  ἐῤῥιζῶσθαι,  τὸ καθηλῶσθαι πλέον ἐστί. Τοῦτο γοῦν ὁ Προφήτης εὔχεται, λέγων· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Οὕτω καὶ σὺ καθήλωσον  καὶ σύναψον, ὡσανεὶ ἥλῳ προσπεπερονημένῳ.  Ὥσπερ γὰρ  οὗτοι  δυσάλωτοι,  οὕτως  οἱ  ἐναντίοι  εὐάλωτοι γίνονται   καὶ   καταῤῥιπτοῦνται   ῥᾳδίως·  ὅπερ  καὶ   τότε   ἔπασχον   οἱ  Ἰουδαῖοι. Ἀκούσαντες  γὰρ  καὶ  πιστεύσαντες,  πάλιν  ἐξετράπησαν.


  . Βουλόμενος  οὖν ἐμβαθῦναι τὴν πίστιν αὐτῶν ὁ Χριστὸς, ὥστε μὴ ἐπιπολαίαν  εἶναι, διασκάπτει τὴν ψυχὴν πληκτικωτέροις λόγοις. Τῶν γὰρ πιστευόντων ἦν καὶ ἐλέγχων ἀνέχεσθαι· οἱ δὲ εὐθέως ἠγρίαινον. Πῶς δὲ τοῦτο ποιεῖ; Πρῶτον παραγγέλλει· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ  τῷ ἐμῷ, ὄντως  μαθηταί μού ἐστε, καὶ ἡ ἀλήθεια  ἐλευθερώσει ὑμᾶς· μονονουχὶ λέγων, Μέλλω βαθεῖαν διδόναι τομὴν, ἀλλὰ μὴ σαλεύεσθε. Μᾶλλον δὲ καὶ   διὰ   τούτων   αὐτῶν   τὸν   τύφον   αὐτῶν   τῆς   διανοίας   κατέστειλε.   Τίνος ἐλευθερώσει, εἰπέ μοι; Ἁμαρτημάτων. Τί οὖν οἱ ἀλαζόνες ἐκεῖνοι; Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ  οὐδενὶ  δεδουλεύκαμεν  πώποτε.  Κατέπεσεν εὐθέως  αὐτῶν  ἡ  διάνοια· τοῦτο δὲ γέγονεν, ἀπὸ τοῦ πρὸς τὰ κοσμικὰ ἐπτοῆσθαι. Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, δηλοῦντος  ἦν τὰ ἐν τῇ καρδίᾳ αὐτῶν,  καὶ εἰδότος ὅτι ἐπίστευσαν μὲν, οὐκ ἔμειναν  δέ. Καὶ μέγα ἐπαγγέλλεται,  τὸ μαθητὰς αὐτοῦ ἐκείνους γενέσθαι. Ἐπειδὴ γάρ  τινες  ἀνεχώρησαν  πρώην,  αἰνιττόμενος   αὐτούς  φησιν,  Ἐὰν  μείνητε·  ἐπεὶ κἀκεῖνοι ἤκουσαν καὶ ἐπίστευσαν, καὶ ἀνεχώρησαν, ἐπειδὴ οὐκ ἔμειναν. Πολλοὶ γὰρ τῶν . μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ' αὐτοῦ παῤῥησίᾳ περιεπάτουν. Γνώσεσθε τὴν ἀλήθειαν· τουτέστιν, Ἐμέ· Ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια. Τὰ μὲν Ἰουδαϊκὰ πάντα τύπος ἦν· τὴν δὲ ἀλήθειαν παρ' ἐμοῦ εἴσεσθε, καὶ ἐλευθερώσει ὑμᾶς  τῶν  ἁμαρτημάτων.  Ὥσπερ γὰρ  ἐκείνοις  ἔλεγεν·  Ἐν  ταῖς  ἁμαρτίαις  ὑμῶν ἀποθανεῖσθε· οὕτω καὶ τούτοις ἔλεγεν, Ἐλευθερώσει ὑμᾶς. Καὶ οὐκ εἶπεν, Ἀπαλλάξω ὑμᾶς δουλείας· ἀλλὰ τοῦτο αὐτοῖς εἴασε συνιδεῖν. Τί οὖν ἐκεῖνοι; Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ  δεδουλεύκαμεν  πώποτε.  Καίτοι εἰ ἐχρῆν  ἀγανακτῆσαι,  ἐπὶ  τῷ προτέρῳ εἰκὸς ἦν, τῷ εἰρηκέναι, Γνώσεσθε τὴν ἀλήθειαν, καὶ εἰπεῖν· Τί οὖν; νῦν τὴν ἀλήθειαν  οὐκ ἴσμεν; ὁ νόμος οὖν ψεῦδος καὶ ἡ γνῶσις ἡ ἡμετέρα; Ἀλλ' οὐδενὸς τούτων αὐτοῖς ἔμελεν, ἀλλ' ἐπὶ κοσμικοῖς πράγμασιν ἀλγοῦσι, καὶ ταῦτα δουλείαν ὑποπτεύσαντες.   Εἰσὶ  γὰρ,  εἰσὶ  καὶ  νῦν   πολλοὶ   οἳ  ἐπὶ   μὲν   τοῖς   ἀδιαφόροις αἰσχύνονται, καὶ ἐπὶ τῇ δουλείᾳ ταύτῃ· ἐπὶ δὲ τῆς δουλείας τῆς ἁμαρτίας οὐκέτι, καὶ ἕλοιντο  ἂν  μυριάκις  ἐκείνην  κληθῆναι  δοῦλοι  τὴν  δουλείαν,  ἢ  ταύτην  ἅπαξ. Τοιοῦτοί τινες ἦσαν κἀκεῖνοι, καὶ οὐδὲ ᾔδεσαν ἄλλην δουλείαν, καί φασι· ∆ούλους ἐκάλεσας τοὺς ἀπὸ τοῦ γένους τοῦ Ἀβραὰμ, τοὺς εὐγενεῖς; οὓς οὐκ ἐχρῆν διὰ τοῦτο καλέσαι δούλους. Οὐδέποτε γὰρ, φησὶν, ἐδουλεύσαμεν. Τοιαῦτα γὰρ τῶν Ἰουδαίων τὰ  αὐχήματα·  Σπέρμα Ἀβραάμ ἐσμεν, Ἰσραηλῖταί  ἐσμεν. Οὐδαμοῦ τῶν  οἰκείων κατορθωμάτων μέμνηνται. ∆ιὰ τοῦτο πρὸς αὐτοὺς ἀνέκραγεν Ἰωάννης, λέγων· Μὴ δόξητε  λέγειν,  ὅτι  πατέρα  ἔχομεν  τὸν  Ἀβραάμ. ∆ιατί  δὲ  μὴ  ἤλεγξεν  αὐτοὺς  ὁ Χριστός; καὶ γὰρ πολλάκις ἐδούλευσαν, καὶ Αἰγυπτίοις, καὶ Βαβυλωνίοις, καὶ ἑτέροις πολλοῖς. Ὅτι οὐ πρὸς φιλοτιμίαν  αὐτῷ τὰ λεγόμενα ἦν, ἀλλὰ πρὸς σωτηρίαν, καὶ πρὸς εὐεργεσίαν, καὶ πρὸς τοῦτο ἠπείγετο. Ἐπεὶ εἶπεν ἂν τὰ τετρακόσια ἔτη· εἶπεν ἂν τὰ ἑβδομήκοντα· εἶπεν ἂν τὰ ἐπὶ τῶν κριτῶν, τὰ ποτὲ μὲν εἴκοσι, ποτὲ δὲ δύο, ποτὲ δὲ ἑπτά· εἶπεν ἂν, πῶς οὐδέποτε διέλιπον  δουλεύοντες.  Ἀλλ' οὐ τοῦτο ἐσπούδαζε δεῖξαι,   δούλους   ἀνθρώπων   γενομένους,   ἀλλὰ   τῆς   ἁμαρτίας,   ἥπερ   ἐστὶ  καὶ χαλεπωτάτη  δουλεία, ἧς Θεὸς μόνος ἀπαλλάξαι δύναται. Τὸ γὰρ ἀφεῖναι ἁμαρτίας, οὐδενὸς ἑτέρου ἐστί· καὶ τοῦτο καὶ αὐτοὶ ὡμολόγουν. Ἐπεὶ οὖν τοῦτο ὡμολόγουν Θεοῦ ἔργον εἶναι, εἰς τοῦτο αὐτοὺς ἐνάγει, καί φησι· Πᾶς ὁ ποιῶν  τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, δεικνὺς  ὅτι περὶ ταύτης λέγει τῆς ἐλευθερίας, τῆς ἀπὸ ταύτης τῆς δουλείας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἠρέμα  καὶ  ἐντεῦθεν  τὰ  τοῦ  νόμου  καταβάλλει,  αἰνιττόμενος   τοὺς  προτέρους χρόνους. Ἵνα γὰρ μὴ ἀνατρέχωσι καὶ λέγωσι· Θυσίας ἔχομεν ἃς ἐπέταξε Μωϋσῆς· ἐκεῖναι   ἡμᾶς   ἀπαλλάξαι   δύνανται·   διὰ   τοῦτο   ταῦτα   ἐπήγαγεν.   Ἐπεὶ  ποίαν ἀκολουθίαν εἶχε τὰ εἰρημένα; Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι  δωρεὰν  τῇ  αὐτοῦ  χάριτι,  καὶ οἱ ἱερεῖς  αὐτοί.  ∆ιὰ τοῦτο  καὶ Παῦλός φησι περὶ τοῦ ἱερέως· ὅτι Ὀφείλει, φησὶ, προσφέρειν ὑπὲρ ἑαυτοῦ, καθὼς ὑπὲρ τοῦ λαοῦ, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν. Καὶ τοῦτο δηλοῦται  διὰ τοῦ εἰπεῖν, Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ. Ἐνταῦθα . δὲ καὶ τὸ ὁμότιμον αὐτοῦ δείκνυσι  τὸ  πρὸς  τὸν  Πατέρα, καὶ  τὸ  διάφορον  δούλου  καὶ  ἐλευθέρου·  ἡ  γὰρ παραβολὴ τοῦτο βούλεται, τουτέστιν, οὐκ ἔχει ἐξουσίαν ὁ δοῦλος· τοῦτο γάρ ἐστι τὸ, Οὐ μένει.

βʹ. ∆ιατί δὲ περὶ ἁμαρτημάτων διαλεγόμενος, οἰκίας ἐμνημόνευσε; ∆εικνὺς ὅτι ὥσπερ ἐπὶ οἰκίας ὁ δεσπότης, οὕτω πάντων  αὐτὸς ἐξουσιάζει. Τὸ δὲ, Οὐ μένει, τοῦτό  ἐστιν· Οὐκ ἔχει  ἐξουσίαν χαρίζεσθαι, ἅτε  μὴ ὢν  οἰκοδεσπότης· ὁ δὲ υἱὸς οἰκοδεσπότης  ἐστί. Τοῦτο  γάρ  ἐστι, Μένει  εἰς  τὸν  αἰῶνα,  ἀπὸ  μεταφορᾶς  τῶν ἀνθρωπίνων,  ἵνα μὴ λέγωσι, Σὺ τίς εἶ; Ἐμά ἐστι πάντα· Υἱὸς γάρ εἰμι, καὶ ἐν τῇ οἰκίᾳ μένω τοῦ Πατρός· οἰκίαν τὴν ἐξουσίαν καλῶν. Καὶ γὰρ καὶ ἀλλαχοῦ οἰκίαν καλεῖ τοῦ Πατρὸς τὴν ἀρχήν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ἐπειδὴ γὰρ περὶ ἐλευθερίας καὶ δουλείας ὁ λόγος, εἰκότως ταύτῃ κέχρηται τῇ μεταφορᾷ, λέγων ὅτι οὐκ εἶχον  ἐξουσίαν ἐκεῖνοι  ἀφιέναι.  Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ. Εἶδες τὸ ὁμοούσιον τὸ πρὸς τὸν Πατέρα, καὶ πῶς δείκνυσι τὴν αὐτὴν ἔχοντα αὐτὸν ἐξουσίαν ἐκείνῳ; Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, οὐδεὶς ἀντιλέγει  λοιπὸν, ἀλλὰ βεβαίαν ἔχετε τὴν  ἐλευθερίαν.  Θεὸς γὰρ  ὁ δικαιῶν·  τίς  ὁ κατακρίνων;  Ἐνταῦθα  δείκνυσι  καὶ ἁμαρτίας ἑαυτὸν καθαρὸν, καὶ τὴν μέχρι προσηγορίας ἐλευθερίαν αἰνίττεται· ταύτην γὰρ καὶ ἄνθρωποι διδόασιν, ἐκείνην δὲ μόνος ὁ Θεός. Καὶ διὰ τούτου πείθει αὐτοὺς μὴ αἰσχύνεσθαι ἐπὶ τῇ δουλείᾳ ταύτῃ, ἀλλ' ἐπὶ τῇ τῆς ἁμαρτίας. Καὶ βουλόμενος δεῖξαι, ὅτι εἰ καὶ δοῦλοι οὐκ ἦσαν, διὰ τοῦ ἐκείνην ἀποκρούσασθαι μᾶλλον γεγόνασι δοῦλοι,  ἐπήγαγεν  εὐθέως,  Ὄντως  ἐλεύθεροι  ἔσεσθε. ∆ιὰ  δὲ  τῆς  ἐπαγωγῆς  καὶ ἐμφαίνει, ὅτι αὕτη ἡ ἐλευθερία οὐκ ἀληθής. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν (εἰκὸς γὰρ τοῦτο ἦν εἰπεῖν), ὅρα πῶς αὐτοὺς εἰς τὴν κατηγορίαν  ἐνέβαλε ταύτην.  Ἀφεὶς γὰρ πάντα  αὐτῶν  ἐλέγξαι  τὸν  βίον, τοῦτο  τὸ μετὰ χεῖρας, ὃ ἔτι πράττειν ἐβούλοντο, ἄγει εἰς μέσον, καί φησιν· Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ  με ἀποκτεῖναι.  Ἠρέμα καὶ κατὰ μικρὸν  ἐκβάλλει  τῆς  συγγενείας  αὐτοὺς ἐκείνης, παιδεύων  μὴ μέγα φρονεῖν  ἐπὶ τούτῳ. Ὥσπερ γὰρ ἐλευθερία καὶ δουλεία ἀπὸ τῶν ἔργων, οὕτω καὶ συγγένεια. Καὶ οὐκ εἶπεν εὐθέως, Οὐκ ἐστὲ τοῦ Ἀβραὰμ, οἱ ἀνδροφόνοι  τοῦ δικαίου· ἀλλὰ  καὶ συντρέχει  τέως,  καί φησιν· Οἶδα ὅτι  σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ  οὐ  τοῦτό  ἐστι τὸ  ζητούμενον,  καὶ  λοιπὸν  καταφορικωτέρᾳ κέχρηται τῇ δημηγορίᾳ ταύτῃ. Καὶ γὰρ ἔστιν ὡς τὰ πολλὰ παρατηρῆσαι, ὅτι μέλλων μέγα  ἐργάζεσθαί τι, μετὰ τὸ ἐργάσασθαι, πλείονι  κέχρηται  τῇ  παῤῥησία, ὡς  τῆς μαρτυρίας τῆς ἀπὸ τῶν ἔργων ἐπιστομιζούσης αὐτούς. Ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι. Τί οὖν, εἰ δικαίως, φησίν; Ἀλλ' οὐδὲ τοῦτο· διὸ καὶ τὴν αἰτίαν τίθησιν, ὅτι Ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Πῶς οὖν φησιν, ὅτι ἐπίστευον εἰς αὐτόν; Ἀλλ' ὅπερ ἔφην, μετετίθεντο πάλιν. ∆ιὸ καὶ σφόδρα αὐτῶν καθήψατο. Εἰ γὰρ τὴν συγγένειαν αὐχεῖτε ἐκείνου, καὶ τὸν βίον ἐπιδείξασθαι χρή. Καὶ οὐκ εἶπεν, Οὐ χωρεῖτε τὸν λόγον, ἀλλ', Οὐ χωρεῖ ὁ ἐμὸς λόγος ἐν ὑμῖν, τὸ ὑψηλὸν αὐτοῦ τῶν δογμάτων  ἐπιδεικνύμενος. Καίτοι οὐδὲ ὑπὲρ τούτου ἀναιρεῖν ἐχρῆν, ἀλλὰ μᾶλλον τιμᾷν καὶ θεραπεύειν, ὥστε μαθεῖν. Τί οὖν, φησὶν, ἂν ἀπὸ σαυτοῦ ταῦτα λαλῇς; ∆ιὰ τοῦτο ἐπ . ήγαγεν· Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ· καὶ ὑμεῖς ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν,  ποιεῖτε.  Ὥσπερ, φησὶν, ἐγὼ  καὶ ἀπὸ τῶν  ῥημάτων,  καὶ ἀπὸ τῆς ἀληθείας ἐμφαίνω τὸν Πατέρα, οὕτω καὶ ὑμεῖς ἀπὸ τῶν πραγμάτων. Οὐ γὰρ τὴν αὐτὴν οὐσίαν μόνον, ἀλλὰ καὶ τὴν αὐτὴν ἀλήθειαν ἔχω τῷ Πατρί. Λέγουσιν αὐτῷ· Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ πατέρα ἔχετε τὸν Ἀβραὰμ, τὰ ἔργα αὐτοῦ ἐποιεῖτε. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι. Συνεχῶς ἐνταῦθα τὴν φονικὴν αὐτῶν στρέφει προαίρεσιν, καὶ τοῦ Ἀβραὰμ μέμνηται. Ποιεῖ δὲ τοῦτο, καὶ ταύτης αὐτοὺς ἀπαγαγεῖν βουλόμενος τῆς συγγενείας, καὶ τὸ περιττὸν καύχημα ἐξελεῖν, καὶ πεῖσαι μηκέτι ἐν ἐκείνῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδὲ ἐν τῇ κατὰ φύσιν συγγενείᾳ, ἀλλ' ἐν τῇ κατὰ προαίρεσιν. Τοῦτο γὰρ ἦν τὸ κωλύον αὐτοὺς προσελθεῖν τῷ Χριστῷ, τὸ νομίζειν ἀρκεῖν αὐτοῖς τὴν συγγένειαν ἐκείνην εἰς σωτηρίαν. Ποίαν δὲ ἀλήθειαν λέγει; Ὅτι ἴσος ἐστὶ τῷ Πατρί. ∆ιὰ γὰρ τοῦτο ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, καί φησι· Ζητεῖτέ με ἀποκτεῖναι, ὅτι τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός μου. ∆εικνὺς, ὅτι οὐκ ἐναντία  τῷ Πατρὶ ταῦτά ἐστι, πάλιν  ἐπ' αὐτὸν καταφεύγει. Λέγουσιν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν. Τί λέγεις; ὑμεῖς Πατέρα τὸν Θεὸν ἔχετε, καὶ τῷ Χριστῷ ἐγκαλεῖτε τοῦτο λέγοντι; Ὁρᾷς ὅτι ἐξαιρέτως ἔλεγεν αὐτοῦ Πατέρα εἶναι τὸν Θεόν;

γʹ. Ἐπειδὴ τοίνυν τῆς συγγενείας αὐτοὺς ἐξέβαλε τοῦ Ἀβραὰμ, οὐδὲν ἔχοντες εἰπεῖν, ἕτερόν τι μεῖζον τολμῶσιν εἰς τὸν Θεὸν ἀνατρέχοντες. Ἀλλὰ καὶ ταύτης αὐτοὺς ἐκβάλλει τῆς τιμῆς, λέγων· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμὲ, ὅτι ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλε. ∆ιατί οὐκ οἴδατε τὴν λαλιὰν τὴν ἐμήν; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ  τῶν  ἰδίων  λαλεῖ.  Ἐξέβαλεν  αὐτοὺς  τῆς  συγγενείας  τοῦ  Ἀβραάμ·  καὶ  ἐπειδὴ μείζονα  ἐτόλμησαν,  τότε  λοιπὸν  ἐπάγει  τὴν  πληγὴν,  λέγων,  ὅτι  οὐ  μόνον  τοῦ Ἀβραὰμ οὐκ εἰσὶν, ἀλλ' ὅτι καὶ τοῦ διαβόλου εἰσὶν, ἀντίῤῥοπον  τῆς ἀναισχυντίας διδοὺς τὴν τομήν· καὶ οὐδὲ ἀμάρτυρον αὐτὴν ἀφίησιν, ἀλλ' ἐλέγχοις αὐτὴν κατασκευάζει. Τὸ γὰρ φονεύειν, φησὶ, τῆς ἐκείνου κακίας ἐστί. Καὶ οὐκ εἶπεν ἁπλῶς, τὰ ἔργα, ἀλλὰ, Τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖτε, δεικνὺς ὅτι σφοδρῶς κἀκεῖνος καὶ οὗτοι φόνων ἔχονται, καὶ ὅτι φθόνος ἦν ἡ αἰτία. Οὐδὲ γὰρ ἔχων τι τῷ Ἀδὰμ ἐγκαλεῖν, ἀλλ' ἢ βασκαίνων μόνον, ἀνεῖλε. Τοῦτο οὖν καὶ ἐνταῦθα αἰνίττεται.  Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε· τουτέστιν, ἐν τῷ ὀρθῷ βίῳ. Ἐπειδὴ γὰρ συνεχῶς αὐτοῦ κατηγόρουν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἔστι, λέγει ὅτι καὶ τοῦτο ἐκεῖθέν ἐστιν. Ἐκεῖνος γὰρ ἔτεκε τὸ ψεῦδος πρῶτος, λέγων· Ἧ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί. Καὶ αὐτὸς αὐτῷ πρῶτος ἐχρήσατο. Ἄνθρωποι  μὲν γὰρ οὐχ ὡς ἰδίῳ αὐτῷ χρῶνται,  ἀλλ' ὡς ἀλλοτρίῳ· οὗτος δὲ ὡς ἰδίῳ. Ἐγὼ δὲ ὅτι ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. Ποία αὕτη ἀκολουθία; Οὐδὲν ἐγκαλοῦντες,  ἀνελεῖν  με θέλετε.  Ἐπειδὴ γὰρ ἐχθροί  ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε. . Ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγε· Τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρτίας; Εἶτα ἐκεῖνοι· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα.  Καὶ μὴν ἐκ πορνείας ἐγεννήθησαν  πολλοί· καὶ γὰρ οὐ προσηκούσας ἐπιμιξίας  ἐποιοῦντο·  ἀλλ'  οὐδὲ  τοῦτο  ἐλέγχει,  ἀλλὰ  πρὸς  ἐκεῖνο ἵσταται. Ἐπειδὴ γὰρ ἔδειξεν οὐκ ὄντας ἐκ τοῦ Θεοῦ, ἀλλ' ἐκ τοῦ διαβόλου, ἐκ τούτων ἁπάντων  (καὶ γὰρ τὸ  φονεύειν  διαβολικὸν,  καὶ  τὸ  ψεύδεσθαι  διαβολικόν·  ἅπερ ἀμφότερα ὑμεῖς ποιεῖτε) δείκνυσιν  ὅτι τὸ ἀγαπᾷν, τοῦτο σημεῖον τὸ ἐκ τοῦ Θεοῦ εἶναι. ∆ιατί οὐκ οἴδατε τὴν λαλιὰν τὴν ἐμήν; Ἐπειδὴ γὰρ ἀεὶ ἠπόρουν λέγοντες· Τί ἐστιν ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; διὰ τοῦτό φησιν· Οὐκ οἴδατε τὴν ἐμὴν λαλιὰν, ὅτι τὸν λόγον τοῦ Θεοῦ οὐκ ἔχετε. Τοῦτο δὲ ὑμῖν γίνεται διὰ τὸ χαμαίζηλον τῆς διανοίας, καὶ διὰ τὸ πολὺ μείζονα εἶναι τὰ ἐμά. Τί οὖν, εἰ μὴ δύναιντο συνιδεῖν; Ἐνταῦθα τὸ μὴ δύνασθαι, τὸ μὴ βούλεσθαί ἐστιν, ὅτι ταπεινοὺς ἑαυτοὺς εἶναι ἐπαιδεύσατε, ὅτι οὐδὲν μέγα φαντάζεσθε. Ἐπειδὴ γὰρ ἔλεγον διώκειν αὐτὸν  ὡς ὑπὲρ τοῦ Θεοῦ ζηλοῦντες,  διὰ τοῦτο πανταχοῦ  πειρᾶται  δεῖξαι, ὅτι τὸ διώκειν αὐτὸν, τοῦτο μισούντων ἐστὶ τὸν Θεόν· τοὐναντίον  δὲ τὸ ἀγαπᾷν εἰδότων τὸν  Θεὸν, φησίν.  Ἕνα Πατέρα ἔχομεν,  τὸν  Θεόν. Ἀπὸτούτων  σεμνύνονται,  ἀπὸ τιμῆς, οὐκ ἀπὸ κατορθωμάτων.  Οὐκ ἄρα τοῦ ἀλλότριόν  με εἶναι, τὸ μὴ πιστεύειν ὑμᾶς τεκμήριον· ἀλλὰ τοῦ ὑμᾶς μὴ εἰδέναι τὸν Θεὸν, ἡ ἀπιστία σημεῖον. Τὸ δὲ αἴτιον, ἐκ τοῦ θέλειν ψεύδεσθαι καὶ τὰ τοῦ διαβόλου ποιεῖν. Τοῦτο δὲ ποιεῖ ψυχῆς εὐτέλεια, καθάπερ ὁ Ἀπόστολός φησιν· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος, οὐχὶ σαρκικοί ἐστε;
∆ιατί δὲ οὐ δύνασθε; Ὅτι τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν, σπουδάζετε, φιλονεικεῖτε.  Ὁρᾷς ὅτι τὸ, Οὐ δύνασθε, τὸ μὴ θέλειν λέγει; Ὅτι Ἀβραὰμ τοῦτο οὐκ ἐποίησεν. Ἀλλὰ τίνα  ἐστὶναὐτοῦ  τὰ ἔργα; Τὸ ἥμερον, τὸ ἐπιεικὲς,  τὸ πειθήνιον. Ὑμεῖς δὲ ἐξ ἐναντίας ἵστασθε, ἀπηνεῖς ὄντες καὶ ὠμοί. Πόθεν δὲ αὐτοῖς ἐπῆλθεν ἐπὶ τὸν Θεὸν καταφυγεῖν; Ἀναξίους αὐτοὺς ἔδειξε τοῦ Ἀβραάμ. Βουλόμενοι οὖν τοῦτο διαφυγεῖν, ἐπὶ τὸ μεῖζον ἀνέβησαν. Ἐπειδὴ γὰρ ὠνείδισε φόνον, ὥσπερ ἀπολογίαν τινὰ ποιούμενοι  ὅτι τὸν Θεὸν ἐκδικοῦσι, τοῦτο λέγουσι. ∆είκνυσιν οὖν ὅτι τοῦτο αὐτὸ ἐναντιουμένων ἐστὶ τῷ Θεῷ. Τὸ δὲ, Ἐξῆλθον, δείκνυσιν αὐτὸν ἐκεῖθεν ὄντα. Ἐξῆλθον δὲ λέγει, τὴν πρὸς ἡμᾶς ἄφιξιν αἰνιττόμενος.  Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς εἰπεῖν, ὅτι Ξένα τινὰ λέγεις καὶ καινὰ, παρὰ τοῦ Θεοῦ φησιν ἥκειν. Εἰκότως οὖν οὐκ ἀκούετε  αὐτῶν,  φησὶν,  ἐκ  τοῦ  διαβόλου  ὄντες.  Τίνος  γὰρ  ἕνεκεν  ἀναιρεῖτε;  τί ἔχοντες ἐγκαλέσαι; Εἰ μὴ τοῦτό ἐστι, διατί οὐ πιστεύετέ μοι; Οὕτως οὖν αὐτοὺς ὄντας ἐκ τοῦ διαβόλου  ἀπὸ τοῦ ψεύδους  καὶ τοῦ φόνου  δείξας, ἔδειξε καὶ ἀλλοτρίους ὄντας τοῦ Ἀβραὰμ καὶ τοῦ Θεοῦ, ἀπό τε τοῦ μισεῖν τὸν οὐδὲν ἠδικηκότα, ἀπό τε τοῦ μὴ ἀκούειν τὸν λόγον αὐτοῦ. Καὶ δείκνυσιν ἄνω καὶ κάτω, ὅτι οὔτε ἀντίθεος  ἦν, οὔτε διὰ τοῦτο οὐκ ἐπίστευον, ἀλλ' ὅτι ἀλλότριοι ἦσαν τοῦ Θεοῦ. Ὁ γὰρ ἁμαρτίαν μὴ πεποιηκὼς,  ὁ λέγων  ἑαυτὸν  ἥκειν  ἀπὸ τοῦ Θεοῦ, καὶ ἐκεῖθεν  ἀπεστάλθαι, ὁ τὴν ἀλήθειαν λαλῶν, καὶ οὕτω τὴν ἀλήθειαν λαλῶν, ὡς πάντας πρὸς ἔλεγχον προσκαλεῖσθαι, εἶτα μὴ πιστευόμενος, εὔδηλον ὅτι διὰ τὸ σαρκικοὺς ἐκείνους εἶναι οὐ πιστεύεται. Οἶδε γὰρ, οἶδε ταπεινὴν ψυχὴν ποιεῖν ἁμαρτήματα. ∆ιὰ τοῦτό φησιν, Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς ὑμῶν. Ὅταν γὰρ τῶν ἐν τῇ γῇ καταφρονεῖν  μὴ δύνηταί  τις, πῶς ὑπὲρ τῶν  ἐν οὐρανοῖς  φιλοσοφήσει  ποτέ; .

δʹ. ∆ιὰ τοῦτο, παρακαλῶ, πάντα πράττωμεν, ὥστε τὸν βίον ἡμῶν κατορθωθῆναι, ὥστε καθαρθῆναι τὴν διάνοιαν, ὥστε μηδὲν ἡμῖν ῥυπαρὸν γενέσθαι κώλυμα. Φωτίσατε γὰρ ἑαυτοῖς φῶς γνώσεως, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις. Ὁ γὰρ μὴ εἰδὼς ὅτι τὸ πλεονεκτεῖν κακὸν, πότε εἴσεται τὸ μεῖζον; ὁ μὴ ἀπεχόμενος τούτων, πότε ἐκείνων  ἀνθέξεται; Καλὸν τὸ ἁρπάζειν, ἀλλ' οὐχὶ τὰ ἀπολλύμενα, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Βιασταὶ γὰρ, φησὶν,  ἁρπάζουσιν αὐτήν.  Οὐκ ἄρα μετὰ  ῥᾳθυμίας  ἔστιν  ἐπιτυχεῖν αὐτῆς, ἀλλὰ μετὰ σπουδῆς. Τί δέ ἐστι, Βιασταί; Βίας χρεία πολλῆς (στενὴ γὰρ ἡ ὁδὸς), καὶ νεανικῆς δεῖ ψυχῆς καὶ γενναίας. Οἱ ἁρπάζοντες πάντας βούλονται προλαβεῖν· πρὸς οὐδὲν ὁρῶσιν, οὐ πρὸς κατάγνωσιν, οὐ πρὸς κατηγορίαν, οὐ πρὸς τιμωρίαν· ἀλλ' ἑνὸς γίνονται  μόνου, τοῦ λαβεῖν  ἅπερ βούλονται  ἁρπάσαι, καὶ πάντας  τοὺς ἔμπροσθεν παρατρέχουσιν. Ἁρπάσωμεν τοίνυν τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐ γὰρ ἔστιν  ἐνταῦθα  ἔγκλημα  τὸ  ἁρπάσαι, ἀλλ'  ἔπαινος·  ἔγκλημα  δὲ, τὸ  μὴ  ἁρπάσαι. Ἐνταῦθα οὐ τῆς ἑτέρου ζημίας ὁ ἡμέτερος γίνεται πλοῦτος. Σπουδάσωμεν οὖν αὐτὴν ἁρπάσαι·  κἂν   ἐνοχλῇ   θυμὸς,   κἂν   ἐνοχλῇ   ἐπιθυμία,   βιασώμεθα   τὴν   φύσιν· ἡμερώτεροι γενώμεθα· κάμωμεν ὀλίγον, ἵνα ἀναπαυσώμεθα διηνεκῶς. Μὴ ἁρπάσῃς χρυσὸν, ἀλλὰ ἅρπασον πλοῦτον, τὸν βόρβορον δεικνύντα τὸν χρυσόν. Εἰπὲ γάρ μοι· εἰ προύκειτο  μόλυβδος  καὶ χρυσὸς, τί  ἂν  ἥρπασας; . οὐκ εὔδηλον  ὅτι  τὸν χρυσόν; Εἶτα ἔνθα μὲν ὁ ἁρπάζων κολάζεται, τὸ μεῖζον τιμᾷς· ἔνθα δὲ ὁ ἁρπάζων τιμᾶται, προδίδως  τὸ μεῖζον; Εἰ γὰρ ἀμφοτέρωθεν  κόλασις ἦν, οὐκ ἂν ἐπὶ τοῦτο μᾶλλον  ἦλθες; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν  ἐστιν, ἀλλὰ καὶ μακαρισμός. Καὶ πῶς ἔστιν ἁρπάσαι, φησί; Ῥίψον τὰ ὄντα ἐν χερσίν. Ἕως γὰρ ἂν αὐτὰ κατέχῃς, ἐκεῖνα ἁρπάσαι οὐ δυνήσῃ. Ἐννόησον γάρ μοι ἄνδρα ἀργυρίου τὰς χεῖρας πεπληρωμένας ἔχοντα· μὴ δυνήσεται, ἕως ἂν κατέχῃ τοῦτο, ἁρπάσαι χρυσίον, ἐὰν μὴ ῥίψῃ αὐτὸ καὶ εὔλυτος γένηται; Τὸν γὰρ ἁρπάζοντα εὔζωνον εἶναι δεῖ, ὥστε μὴ κατασχεθῆναι. Καὶ γὰρ καὶ νῦν  εἰσιν ἐναντίαι  δυνάμεις  κατατρέχουσαι ἡμῶν, ἵνα ἀφέλωνται.  Ἀλλὰ φεύγωμεν αὐτὰς, φεύγωμεν, μηδεμίαν ἐπισυρόμενοι λαβὴν ἔξωθεν. ∆ιατέμωμεν τὰ σχοινία, γυμνοὶ  γενώμεθα  τῶν  βιωτικῶν.  Τίς χρεία τῶν  σηρικῶν ἱματίων;  μέχρι πότε τὸν γέλωτα τοῦτον ἀνελίττομεν; μέχρι πότε τὸ χρυσίον κατορύττομεν; Ἐβουλόμην παύσασθαι ταῦτα λέγων  ἀεί· ἀλλ' ὑμεῖς οὐκ ἐᾶτε, ἀεί μοι παρέχοντες ἀφορμὰς καὶ ὑποθέσεις. Ἀλλὰ νῦν γοῦν ἀποστῶμεν, ἵνα καὶ ἑτέρους διὰ τοῦ βίου παιδεύσαντες,  τύχωμεν  τῶν  ἐπηγγελμένων  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, δι'  οὗ καὶ μεθ'  οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |