ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Νʹ Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν

Παρασκευή 28 Οκτωβρίου 2016

Νʹ Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


Νʹ Ἔλεγον οὖν τινες  ἐκ τῶν  Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μή τι ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; Ἀλλὰ τοῦτον οἴδα μεν πόθεν ἐστίν.»
.

αʹ. Οὐδὲν ἁπλῶς ἐν ταῖς θείαις Γραφαῖς κεῖται· Πνεύματι γὰρ εἰρημέναι εἰσὶν ἁγίῳ.  ∆ιὸ πάντα  μετὰ  ἀκριβείας  ἐξετάζωμεν.  Καὶ γὰρ  ἀπὸ  μιᾶς  λέξεως  ἔνεστιν ὁλόκληρον εὑρεῖν νοῦν, οἷον δὴ καὶ νῦν ἡμῖν ἐστι προκείμενον. Πολλοὶ γὰρ ἐκ τῶν Ἱεροσολυμιτῶν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ,  καὶ  οὐδὲν  αὐτῷ  λέγουσι.  Τί  δήποτε  πρόσκειται,  Τῶν  Ἱεροσολυμιτῶν;∆είκνυσιν ὁ εὐαγγελιστὴς, ὅτι οἱ μάλιστα τῶν  μεγάλων  ἀπολελαυκότες  σημείων, οὗτοι πάντων ἦσαν . ἐλεεινότεροι, οἳ τῆς θεότητος αὐτοῦ σημεῖον ἑωρακότες μέγιστον, τὸ πᾶν τῇ κρίσει τῶν ἀρχόντων ἐπέτρεπον τῶν διεφθαρμένων. Ἢ γὰρ οὐ μέγα σημεῖον, μαινομένους, καὶ φονῶντας,  καὶ περιιόντας, καὶ ζητοῦντας ἀνελεῖν, καὶ  κατέχοντας  ἐν  χερσὶν,  ἡσυχάζειν  ἐξαίφνης;  τίς  γὰρ  ἂν  τοῦτο  ἐποίησε; τίς ὁλόκληρον μανίαν οὕτως ἔσβεσεν; Ἀλλ' ὅμως μετὰ τοσαῦτα σημεῖα, ὅρα τὴν ἄνοιαν καὶ τὴν μανίαν.


 Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Ὅρα πῶς ἑαυτῶν κατηγοροῦσι. Ὃν ζητοῦσι, φησὶν,  ἀποκτεῖναι,  καὶ οὐδὲν  αὐτῷ  λέγουσι. Καὶ οὐχ ἁπλῶς οὐδὲν αὐτῷ λέγουσιν, ἀλλὰ καὶ παῤῥησιαζομένῳ· ὁ γὰρ παῤῥησίᾳ λαλῶν, καὶ μετ' ἐλευθερίας ἁπάσης, μᾶλλον ἂν αὐτοὺς παρώξυνεν· ἀλλ' οὐδὲν ἐποίουν. Μήποτε ἀληθῶς  ἔγνωσαν, ὅτι οὗτός ἐστιν ὁ Χριστός; Ὑμῖν δὲ τί δοκεῖ; ποίαν περὶ αὐτοῦ φέρετε . ψῆφον; Τὴν ἐναντίαν, φησί. ∆ιὰ τοῦτο ἔλεγον· Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν  ἐστίν.  Ὢ τῆς  πονηρίας!  ὢ  τῆς  ἐναντιολογίας!  οὐδὲ  ταῖς  τῶν  ἀρχόντων ἕπονται ψήφοις, ἀλλ' ἑτέραν ἐκφέρουσι διεφθαρμένην, καὶ τῆς οἰκείας ἀνοίας ἀξίαν. Οἴδαμεν αὐτὸν, φησὶ, πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί. Καὶ μὴν οἱ ἄρχοντες ὑμῶν ἐρωτώμενοι ἔλεγον, ὅτι ἐν Βηθλεὲμ γεννᾶται. Καὶ πάλιν  ἄλλοι  τινὲς,  Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσῇ λελάληκεν  ὁ Θεός· τοῦτον  δὲ οὐκ οἴδαμεν  πόθεν  ἐστίν. Ὅρα μεθυόντων  ῥήματα. Καὶ πάλιν·  Μὴ ἐκ τῆς  Γαλιλαίας ἔρχεται ὁ Χριστός; οὐκ ἀπὸ Βηθλεὲμ τῆς κώμης; Εἶδες μαινομένων ψῆφον; Οἴδαμεν, καὶ οὐκ οἴδαμεν· ἀπὸ Βηθλεὲμ ἔρχεται ὁ Χριστός· Ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί. Τί ταύτης τῆς μάχης σαφέστερον; Πρὸς γὰρ ἓν μόνον ἑώρων, τὸ μὴ πεισθῆναι. Τί οὖν πρὸς ταῦτα ὁ Χριστός; Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ πάλιν·  Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν  Πατέρα μου ᾔδειτε  ἄν. Πῶς οὖν φησιν  αὐτοὺς καὶ εἰδέναι  αὐτὸν,  καὶ πόθεν  ἐστί· καὶ πάλιν,  μήτε  αὐτὸν  εἰδέναι  αὐτοὺς,  μήτε  τὸν Πατέρα; Οὐκ ἐναντιολογῶν·  ἄπαγε, ἀλλὰ καὶ σφόδρα ἑαυτῷ ἀκολουθῶν. Ἑτέραν δὲ λέγει γνῶσιν, ὅταν λέγῃ, Οὐκ οἴδατε, ὥσπερ ὅταν λέγῃ· Υἱοὶ Ἠλεὶ, υἱοὶ λοιμοὶ, καὶ οὐκ εἰδότες τὸν Κύριον· καὶ πάλιν, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ὡς καὶ Παῦλός φησι, Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ἔστιν ἄρα μὴ εἰδέναι εἰδότα. Τοῦτο οὖν φησιν· Εἰ ἐμὲ οἴδατε, οἴδατε ὅτι τοῦ Θεοῦ Υἱός εἰμι. Τὸ γὰρ, Πόθεν εἰμὶ, οὐ τὸν τόπον ἐνταῦθά φησι· καὶ δῆλον ἐκ τῆς ἐπαγωγῆς· Καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἄγνοιαν ἐνταῦθα λέγων, τὴν διὰ  τῶν  ἔργων·  καθὼς  Παῦλός φησι· Θεὸν ὁμολογοῦσιν  εἰδέναι,  τοῖς  δὲ ἔργοις ἀρνοῦνται. Οὐδὲ γὰρ ἀγνοίας ἦν τὸ ἁμάρτημα, ἀλλὰ κακίας καὶ πονηρᾶς γνώμης. Καὶ τοῦτο  εἰδότες,  ἀγνοεῖν  βούλονται.  Πλὴν  ποία  ἀκολουθία  ταῦτα;  πῶς  γὰρ ἐλέγχων  αὐτοὺς, τὰ αὐτῶν  φθέγγεται;  Εἰπόντων γὰρ ἐκείνων,  Τοῦτον δὲ οἴδαμεν πόθεν ἐστὶν, ἐπήγαγε, Καὶ ἐμὲ οἴδατε. Τί γὰρ εἶπον ἐκεῖνοι, ὅτι Οὐκ οἴδαμεν; Καὶ αὐτοὶ μὲν οὖν τοῦτο ἔλεγον, ὅτι Οἴδαμεν. Ἀλλ' ἐκεῖνοι μὲν τὸ, Οἴδαμεν πόθεν ἐστὶ, λέγοντες, οὐδὲν ἄλλο ἐνέφαινον,  ἀλλ' ἢ ὅτι ἐκ τῆς γῆς ἐστι, καὶ ὅτι τοῦ τέκτονός ἐστιν υἱός· αὐτὸς δὲ αὐτοὺς ἀνῆγεν  εἰς τὸν  οὐρανὸν, λέγων· Οἴδατε πόθεν  εἰμί· τουτέστιν, οὐκ ἐντεῦθεν ὅθεν ὑποπτεύετε, ἀλλ' ὅθεν ὁ πέμψας με. Τὸ γὰρ εἰπεῖν, ὅτι
Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, τοῦτο αἰνίττεται, ὅτι ᾔδεσαν ὅτι παρὰ τοῦ Πατρὸς ἀπέσταλτο, εἰ καὶ μὴ ἐξεκάλυπτον. ∆ιπλῇ γοῦν αὐτοὺς ἐλέγχει. Καὶ πρῶτον μὲν ἃ κατ' ἰδίαν ἐλάλουν, ταῦτα εἰς μέσον ἤγαγε κράζων, ὥστε αὐτοὺς ἐντρέψαι· ἔπειτα καὶ τὰ κατὰ διάνοιαν  ἐξεκάλυπτεν·  ὡσανεὶ ἔλεγεν·  Οὐκ εἰμὶ τῶν  ἀπεῤῥιμμένων, οὐδὲ τῶν ἁπλῶς ἐλθόντων. Ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Τί ἐστιν, Ἀληθὴς ὁ πέμψας με; Εἰ ἀληθής ἐστιν, ἐπ' ἀληθείᾳ ἔπεμψεν· εἰ ἀληθής ἐστι, καὶ τὸν ἀπεσταλμένον εἰκὸς ἀληθῆ εἶναι.

βʹ. Καὶ ἑτέρως δὲ τοῦτο κατασκευάζει, ἀπὸ τῶν  οἰκείων  αὐτοὺς  χειρούμενος  λόγων.  Ἐπειδὴ  γὰρ  ἔλεγον,  Ὁ  Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν . ἐστὶ, δείκνυσι καὶ ἐντεῦθεν ἑαυτὸν εἶναι τὸν Χριστόν. Καὶ γὰρ ἐκεῖνοι  τὸ, Οὐδεὶς γινώσκει, πρὸς ἀντιδιαστολὴν  τοπικοῦ τινος ἔλεγον διορισμοῦ· καὶ ἐντεῦθεν δείκνυσιν ἑαυτὸν ὄντα τὸν Χριστὸν, ὅτι παρὰ τοῦ Πατρὸς ἦλθε· καὶ πανταχοῦ τὴν γνῶσιν ἑαυτῷ μαρτυρεῖ μόνῳ τοῦ Πατρὸς, λέγων· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός. Καὶ παρώξυνεν αὐτοὺς τὰ  λεγόμενα.  Τὸ γὰρ  εἰπεῖν,  ὅτι  Οὐκ οἴδατε  αὐτὸν,  καὶ  τὸ  ἐλέγξαι  ὅτι  εἰδότες προσποιοῦνται ἀγνοεῖν, ἱκανὸν δακεῖν καὶ καθάψασθαι. Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει  ἡ ὥρα αὐτοῦ. Ὁρᾷς αὐτοὺς ἀοράτως κατεχομένους, καὶ τὸν θυμὸν αὐτῶν χαλινούμενον;  ∆ιὰ τί δὲ μὴ εἶπεν, ὅτι κατεῖχεν αὐτοὺς ἀοράτως, ἀλλ' Ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ; Ἀνθρωπινώτερον  ἠβουλήθη  φθέγξασθαι  καὶ  ταπεινότερον  ὁ εὐαγγελιστὴς,  ὥστε αὐτὸν  καὶ ἄνθρωπον  ὑποπτευθῆναι  Ἐπειδὴ γὰρ πανταχοῦ  ὑψηλὰ  λέγει,  τούτου ἕνεκεν  ταῦτα παρασπείρει. Ὅταν δὲ λέγῃ, ὅτι Παρ' αὐτοῦ εἰμι· οὐχ ὡς προφήτης μανθάνων λέγει, ἀλλ' ὡς ὁρῶν αὐτὸν, καὶ μετ' αὐτοῦ ὤν. Οἶδα γὰρ αὐτὸν, φησὶν, ὅτι ἐγὼ παρ' αὐτοῦ εἰμι. Ὁρᾷς πῶς ἄνω καὶ κάτω κατασκευάζει τὸ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ, Ὁ πέμψας με ἀληθής ἐστι, πρὸς ἐκεῖνο μαχόμενος, τὸ μὴ νομισθῆναι ἀλλότριον τοῦ Θεοῦ; Καὶ σκόπει πόσον τῆς ταπεινότητος  τῶν ῥημάτων τὸ κέρδος. Μετὰ γὰρ ταῦτα πολλοὶ, φησὶν, ἔλεγον· Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησε; Πόσα σημεῖα; Καὶ μὴν τρία ἦν σημεῖα, τὸ τοῦ οἴνου, καὶ τὸ τοῦ παραλυτικοῦ,  καὶ τὸ τοῦ υἱοῦ τοῦ βασιλικοῦ· καὶ οὐδὲν  διηγήσατο πλέον  ὁ εὐαγγελιστής. Ὅθεν δῆλον, ὃ πολλάκις εἶπον, ὅτι τὰ πολλὰ παρατρέχουσι, καὶ ὑπὲρ τούτων  ἡμῖν διαλέγονται,  ὑπὲρ ὧν οἱ ἄρχοντες ἐκακούργουν. Ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ ἀνελεῖν. Τίνες; Οὐ τὸ πλῆθος τὸ τῆς ἀρχῆς οὐκ ἐφιέμενον, οὐδὲ βασκανίᾳ ἁλῶναι δυνάμενον· ἀλλ' οἱ ἱερεῖς. Οἱ γὰρ τοῦ πλήθους ἔλεγον· Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει; Πλὴν ἀλλ' οὐδὲ αὕτη ἦν ὑγιὴς ἡ πίστις, ἀλλ' ὡς πλήθους χυδαίου. Τὸ γὰρ λέγειν, Ὅταν ἔλθῃ, οὐ σφόδρα πεπεισμένων  ἦν τοῦτον εἶναι τὸν Χριστόν. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι κατὰ συνδρομὴν εἴρηται παρὰ τῶν ὄχλων· ὡς γὰρ τῶν  ἀρχόντων  ἄνω  καὶ κάτω σπουδαζόντων  δεῖξαι οὐκ ὄντα  αὐτὸν  τὸν Χριστὸν, θῶμεν μηδὲ εἶναι αὐτὸν τὸν Χριστόν· μὴ τούτου βελτίων  ἔσται ἐκεῖνος; Ὅπερ ἀεὶ λέγω, ὅτι οἱ παχύτεροι, οὐκ ἀπὸ διδασκαλίας, οὐδὲ ἀπὸ δημηγορίας, ἀλλ' ἀπὸ  σημείων  ἐνάγονται.   Ἤκουσαν  οἱ  Φαρισαῖοι  τοῦ  ὄχλου  γογγύζοντος,   καὶ ἔπεμψαν ὑπηρέτας, ἵνα πιάσωσιν αὐτόν. Ὁρᾷς ὅτι τοῦ σαββάτου ἡ λύσις πρόσχημα ἦν; Ὃ δὲ μάλιστα αὐτοὺς ἔδακνε, τοῦτο ἦν. Ἐνταῦθα γὰρ οὐδὲν ἔχοντες ἐγκαλεῖν, οὔτε  τοῖς  εἰρημένοις,  οὔτε  τοῖς  πεπραγμένοις,  διὰ  τὸν  ὄχλον  ἐβούλοντο  πιάσαι αὐτόν. Καὶ αὐτοὶ μὲν οὐκ ἐτόλμων, τὸν κίνδυνον  ὑφορώμενοι, τοὺς δὲ διακόνους ἀπέστελλον ἐκδότους. Ὢ τῆς τυραννίδος καὶ τῆς μανίας! μᾶλλον δὲ ὢ τῆς ἀνοίας! Αὐτοὶ πολλάκις  ἐπιχειρήσαντες,  καὶ  οὐκ  ἰσχύσαντες,  τοῖς  ὑπηρέταις  τὸ  πρᾶγμα ἐπέτρεψαν, ἁπλῶς τὸν θυμὸν αὐτῶν διαναπαύοντες· καίτοι πολλὰ διελέχθη καὶ ἐν τῇ κολυμβήθρᾳ, καὶ οὐδὲν τοιοῦτον ἐποίησαν, ἀλλ' ἐζήτησαν μὲν, οὐκ ἐπεχείρησαν δέ. Ἐνταῦθα δὲ οὐκ ἔτι φέρουσι, τοῦ ὄχλου μέλλοντος αὐτῷ προστρέχειν. Τί οὖν ὁ Χριστός; Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι. ∆υνάμενος καὶ ἐπικάμψαι καὶ φοβῆσαι τοὺς  . ἀκούοντας,  ῥήματα  φθέγγεται   ταπεινοφροσύνης   γέμοντα,  ὡσανεὶ ἔλεγεν· Τί σπουδάζετέ με ἀνελεῖν καὶ διῶξαι; Μικρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ σπουδαζόντων με κατέχειν ἀνέξομαι. Εἶτα ἵνα μή τις θάνατον κοινὸν νομίσῃ, τὸ Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι (καὶ γὰρ τοῦτο ἐνόμισαν)· ἵν' οὖν τοῦτο μή τις νομίσῃ, καὶ ὅτι οὐδὲν ἐνήργει μετὰ τελευτὴν, ἐπήγαγε· Καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἰ δὲ ἔμελλεν ἐναπομένειν τῷ θανάτῳ, ἠδύναντο ἀπελθεῖν· ἐκεῖ γὰρ πάντες ἄπιμεν. Τὸ μὲν οὖν ἀφελέστερον πλῆθος, ἐπέκαμπτε τὰ λεγόμενα· τὸ δὲ θρασύτερον, ἐφόβει· τὸ δὲ φιλομαθέστερον, σπεύδειν ἐποίει πρὸς τὴν ἀκρόασιν, ὡς ὀλίγου λοιπὸν ὑπολειπομένου  χρόνου, καὶ οὐκ ἐνὸν ἀεὶ ταύτης ἀπολαῦσαι τῆς διδασκαλίας. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐνταῦθά εἰμι, ἀλλὰ, Μεθ' ὑμῶν εἰμι· τουτέστι, Κἂν διώκητε, κἂν ἐλαύνητε, μικρὸν χρόνον οὐ παύσομαι τὰ ὑπὲρ ὑμῶν οἰκονομῶν, καὶ τὰ πρὸς σωτηρίαν λέγων  καὶ παραινῶν  ὑμῖν. Καὶ ὑπάγω πρὸς τὸν πέμψαντά  με. Φοβῆσαι τοῦτο   ἱκανὸν   ἦν,  καὶ  εἰς  ἀγωνίαν   ἐμβαλεῖν.   Καὶ  γὰρ  ὅτι   ἐν   χρείᾳ   αὐτοῦ καταστήσονται δηλοῖ. Ζητήσετε γάρ με, φησὶν, οὐ μόνον οὐκ ἐπιλήσεσθε, ἀλλὰ καὶ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Καὶ ποῦ ἐζήτησαν αὐτὸν οἱ Ἰουδαῖοι; Λέγει ὁ Λουκᾶς, ὅτι ἐκόπτοντο γυναῖκες ἐπ' αὐτῷ. Εἰκὸς δὲ καὶ ἄλλους πολλοὺς, καὶ εὐθέως, καὶ τῆς πόλεως  ἁλισκομένης, μεμνῆσθαι τοῦ Χριστοῦ καὶ τῶν  θαυμάτων  αὐτοῦ, καὶ τὴν παρουσίαν ζητεῖν τὴν αὐτοῦ. Ταῦτα δὴ πάντα ἐπήγαγε, βουλόμενος αὐτοὺς ἐφελκύσασθαι. Καὶ γὰρ τὸ μικρὸν χρόνον  εἶναι  τὸν λειπόμενον,  καὶ τὸ μετὰ τὴν ἀναχώρησιν  ποθεινὸν  ἔσεσθαι, καὶ  τὸ μὴ δύνασθαι  λοιπὸν  αὐτὸν  εὑρεῖν,  ἱκανὰ πάντα πεῖσαι προσελθεῖν. Εἰ μὲν γὰρ μὴ ἔμελλε ποθεινὴ  εἶναι ἡ παρουσία, οὐδὲν μέγα αὐτοῖς ἐδόκει λέγειν. Πάλιν δὲ εἰ ἔμελλε ποθεινὴ εἶναι, δυνατὸν δὲ ἦν εὑρεῖν, οὐδ' ἂν οὕτως αὐτοὺς ἐθορύβησε.

δʹ. Πάλιν, εἰ πολὺν ἔμελλε χρόνον παρεῖναι, καὶ οὕτως ὕπτιοι ἂν ἐγένοντο  Νῦν δὲ πάντοθεν  αὐτοὺς συνελαύνει  καὶ φοβεῖ. Τὸ δὲ, Ὑπάγω  πρὸς  τὸν  πέμψαντά  με,  δεικνύντος  ἐστὶν  οὐδεμίαν  αὐτῷ  γενησομένην βλάβην ἀπὸ τῆς ἐπιβουλῆς τῆς αὐτῶν, καὶ τὸ πάθος ἑκούσιον. ∆ύο τοίνυν  προεῖπε προῤῥήσεις, ὅτι μετὰ μικρὸν ἀπελεύσεται χρόνον, καὶ ὅτι οὐχ ἥξουσι πρὸς αὐτόν· ὅπερ οὐκ ἦν ἀνθρωπίνης  διανοίας, τὴν ἑαυτοῦ τελευτὴν  προειπεῖν. Ὅρα γοῦν καὶ τὸν ∆αυῒδ λέγοντα Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. Καὶ ὅλως οὐδείς ἐστιν ὁ μαθὼν τοῦτο. Ἐκ δὲ τοῦ ἑνὸς καὶ τὸ ἕτερον πιστοῦται. Ἐγὼ δὲ οἶμαι, καὶ πρὸς τοὺς ὑπηρέτας τοῦτο αἰνίττεσθαι, καὶ πρὸς αὐτοὺς τὸν λόγον ἀποτείνειν, ᾧ μάλιστα αὐτοὺς ἐπεσπάσατο, δείξας ἑαυτὸν εἰδότα τῆς ἀφίξεως τὴν αἰτίαν, ὡσανεὶ ἔλεγε· περιμείνατε μικρὸν, καὶ ἀπελεύσομαι. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι; Καὶ μὴν τοὺς ἐπιθυμοῦντας ἀπαλλαγῆναι, τοὺς πάντα πράττοντας ὥστε μὴ βλέπειν αὐτὸν, οὐκ ἐχρῆν τοῦτο ζητεῖν, ἀλλ' εἰπεῖν, ὅτι Καὶ ἀσμενίζομεν, καὶ πότε γὰρ τοῦτο ἔσται; Ἀλλ' ἔπαθόν τι πρὸς τὰ λεχθέντα, καὶ ζητοῦσι πρὸς ἑαυτοὺς ἀνοήτως ὑποπτεύοντες,  ποῦ μέλλει  πορεύεσθαι. Μὴ εἰς τὴν  διασπορὰν τῶν  Ἑλλήνων;  Τί ἐστιν, Εἰς διασπορὰν τῶν  Ἑλλήνων;  Οὕτω τὰ ἔθνη  ἐκάλουν  οἱ Ἰουδαῖοι, διὰ τὸ πανταχοῦ διεσπάρθαι, καὶ ἀδεῶς ἀλλήλοις ἐπιμίγνυσθαι. Τοῦτο δὲ καὶ αὐτοὶ λοιπὸν τὸ ὄνειδος ὑπέμειναν· διασπορὰ γὰρ ἦσαν καὶ αὐτοί. Τὸ γὰρ παλαιὸν ἅπαν τὸ ἔθνος εἰς ἓν συνείλεκτο, καὶ οὐκ ἦν ἀλλαχοῦ Ἰουδαῖον . εὑρεῖν, ἀλλ' ἢ ἐν Παλαιστίνῃ μόνῃ. Πρὸς δὲ τοῦτο διασπορὰν τοὺς Ἕλληνας ἐκάλουν, ὀνειδίζοντες  καὶ μεγαλαυχοῦντες  ἐφ' ἑαυτοῖς. Τί οὖν  ἐστιν, Ὅπου ἐγὼ  ὑπάγω,  ὑμεῖς  οὐ δύνασθε ἐλθεῖν; Ἐκείνοις δὲ πάντες ἐπεμίγνυντο  τότε, καὶ πανταχοῦ  τῆς οἰκουμένης ἦσαν Ἰουδαῖοι. Οὐκ ἂν οὖν, εἰ τοὺς Ἕλληνας ἐδήλου, εἶπεν, Ὅπου οὐ δύνασθε ἐλθεῖν. Εἰπόντες δὲ, Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι; οὐκ εἶπον, Καὶ λυμαίνεσθαι  αὐτοὺς, ἀλλὰ, ∆ιδάσκειν. Οὕτως ἤδη καθυφῆκαν  τῆς ὀργῆς, καὶ τοῖς λεχθεῖσιν ἐπίστευσαν. Οὐκ ἂν δὲ, εἰ μὴ ἐπίστευσαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν ὁ λόγος. Ἀλλὰ ταῦτα μὲν εἴρητο πρὸς ἐκείνους· δέος δὲ, μὴ καὶ πρὸς ἡμᾶς καιρὸν ἔχῃ τὰ λεγόμενα, ὅτι Ὅπου ἐστὶν, οὐ δυνάμεθα ἀπελθεῖν, διὰ τὸν βίον ἡμῶν τὸν ἁμαρτημάτων γέμοντα. Περὶ μὲν γὰρ τῶν μαθητῶν φησι, Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ· περὶ δὲ ἡμῶν δέδοικα μὴ τοὐναντίον  λεχθῇ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, οὐ δύνασθε ἐλθεῖν.  Ὅταν γὰρ ἐναντία  τῶν  προσταγμάτων  πράττωμεν,  πῶς δυνησόμεθα  ἀπελθεῖν   ἐκεῖ;  Καὶ γὰρ  καὶ  κατὰ  τὸν  παρόντα  βίον,  εἴ  τις  τῶν στρατευομένων  ἀνάξια  πράττοι  τοῦ  βασιλέως,  οὐ  δυνήσεται  τὸν  βασιλέα  ἰδεῖν, ἀλλὰ, τῆς ἀρχῆς παραλυθείσης, τὴν ἐσχάτην ὑποστήσεται κόλασιν. Ὅταν οὖν ἁρπάζωμεν, πλεονεκτῶμεν· ὅταν ἀδικῶμεν, πλήττωμεν· ὅταν μὴ ἐλεημοσύνην ἐργασώμεθα, οὐ δυνησόμεθα ἀπελθεῖν  ἐκεῖσε, ἀλλὰ  καὶ πεισόμεθα ὃ γέγονε  ταῖς παρθένοις. Ὅπου γὰρ ἦν, οὐκ ἐδυνήθησαν εἰσελθεῖν, ἀλλ' ἀνεχώρησαν, σβεσθεισῶν αὐτῶν  τῶν  λαμπάδων·  τουτέστι,  τοῦ  χαρίσματος  αὐτὰς  καταλιπόντος.  Τὴν  γὰρ φλόγα ἐκείνην ἣν εὐθέως ἐδεξάμεθα τῇ τοῦ Πνεύματος χάριτι, ἂν μὲν βουλώμεθα, σφοδροτέραν ἐργασόμεθα αὐτήν· ἂν δὲ μὴ βουλώμεθα, ταχέως αὐτὴν ἀπολέσομεν. Σβεσθείσης δὲ ἐκείνης, οὐδὲν ἕτερον, ἀλλ' ἢ σκότος ἐν ταῖς ἡμετέραις ἔσται ψυχαῖς. Ὥσπερ γὰρ καιομένης τῆς λαμπάδος πολὺ τὸ φῶς· οὕτω διαλυθείσης οὐδὲν ἕτερον, ἀλλ' ἢ γνόφος ἔσται. ∆ιό φησι, Τὸ πνεῦμα μὴ σβέννυτε. Σβέννυται δὲ, ὅταν ἔλαιον μὴ ἔχῃ, ὅταν ἀνέμου σφοδροτέρα τις ἐμβολὴ γένηται, ὅταν συνέχηται καὶ στενοχωρῆται   (καὶ  γὰρ  οὕτω   σβέννυται   πῦρ)·  συνέχεται   δὲ  ὑπὸ  φροντίδων βιωτικῶν,   καὶ  σβέννυται  ὑπὸ  ἐπιθυμίας  πονηρᾶς.  Οὐδὲν  δὲ  αὐτὴν  πρὸς  τοῖς εἰρημένοις οὕτω σβέννυσιν, ὡς ἀπανθρωπία, καὶ ὠμότης, καὶ ἁρπαγή. Ὅταν γὰρ τῷ ἔλαιον  μὴ ἔχειν,  καὶ ὕδωρ ἐπεμβάλωμεν  ψυχρόν·  τοῦτο  γάρ ἐστιν  ἡ πλεονεξία, ἀποψύχουσα διὰ τῆς ἀθυμίας τῶν ἀδικουμένων τὰς ψυχάς· πόθεν δυνήσεται ἀναφθῆναι λοιπόν; Ἀπελευσόμεθα τοίνυν τέφραν τε καὶ κόνιν φέροντες, καὶ πολὺν ἔχοντες τὸν καπνὸν κατηγοροῦντα ἡμῶν, ὅτι λαμπάδας ἔχοντες ἀπεσβέσαμεν. Ἔνθα γὰρ ἂν  ᾖ καπνὸς,  ἀνάγκη  πῦρ εἶναι  τὸ σβεσθέν. Ἀλλὰ μὴ γένοιτό  τινα  ταύτην ἀκοῦσαι τὴν φωνὴν τὴν, Οὐκ οἶδα ὑμᾶς. Πόθεν δὲ ταύτην ἔστιν ἀκοῦσαι τὴν φωνὴν, ἢ ὅταν πένητα ἰδόντες, ὡς οὐκ ἰδόντες αὐτὸν διακεώμεθα; Ὅταν ἡμεῖς ἀγνοῶμεν τὸν πεινῶντα  Χριστὸν, ἀγνοήσει ἡμᾶς καὶ αὐτὸς ἐλέου δεομένους· καὶ δικαίως. Ὁ γὰρ περιιδὼν τὸν θλιβόμενον, καὶ μὴ δοὺς ἐκ τῶν αὐτοῦ, πῶς ζητήσει λαβεῖν ἐκ τῶν οὐκ αὐτοῦ; ∆ιὸ, παρακαλῶ, πάντα ποιῶμεν, καὶ πραγματευώμεθα, ὥστε μὴ ἐκλιπεῖν ἡμᾶς τὸ ἔλαιον, ἀλλὰ κοσμῆσαι τὰς λαμπάδας, καὶ συνεισελθεῖν τῷ νυμφίῳ εἰς τὸν νυμφῶνα·  οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |