ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΞΘʹ Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν

Παρασκευή 28 Οκτωβρίου 2016

ΞΘʹ Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

 ΞΘʹ  Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπί στευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλ λον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.

αʹ. Πάντα μὲν φεύγειν  ὁμοίως ἡμῖν ἀναγκαῖον  τὰ τὴν ψυχὴν διαφθείροντα πάθη· πολλῷ δὲ πλέον ἐκεῖνα τὰ πολλὰ καὶ ἐξ ἑαυτῶν τίκτοντα ἁμαρτήματα· οἷόν τι λέγω, ἡ φιλαργυρία. Ἔστι μὲν οὖν καθ' ἑαυτὸ δεινὸν τὸ νόσημα· πολλῷ δὲ γίνεται χαλεπώτερον,   ὅτι  ῥίζα  καὶ  μήτηρ  ἐστὶ  πάντων   τῶν   κακῶν.  Τοιοῦτον  καὶ  ἡ κενοδοξία. Ἰδοὺ γοῦν καὶ οὗτοι τῆς πίστεως διὰ τὸν τῆς δόξης ἀπεῤῥάγησαν ἔρωτα. Πολλοὶ  γὰρ,  φησὶν,  καὶ  ἐκ  τῶν  ἀρχόντων   ἐπίστευσαν  εἰς  αὐτόν·  διὰ  δὲ  τοὺς Ἰουδαίους οὐχ ὡμολόγουν,  ἵνα μὴ ἀποσυνάγωγοι  γένωνται.  Ὅπερ οὖν καὶ αὐτοῖς ἄνωθεν ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων  λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Οὐκ ἄρα ἄρχοντες ἦσαν, ἀλλὰ δοῦλοι δουλείαν τὴν ἐσχάτην. Πλὴν ἀλλὰ καὶ οὗτος ὕστερον ἐλύθη ὁ φόβος. Οὐδαμοῦ γὰρ ἐπὶ τῶν  ἀποστόλων ὁρῶμεν τούτῳ κατεχομένους τῷ πάθει. Καὶ γὰρ ἄρχοντες ἐπ' ἐκείνων ἐπίστευσαν καὶ ἱερεῖς.


Ἡ γὰρ τοῦ Πνεύματος χάρις ἐλθοῦσα, πάντας αὐτοὺς ἀδάμαντος ἐποίησε στεῤῥοτέρους. Ἐπεὶ οὖν τοῦτο ἦν τὸ κωλύον αὐτοὺς πιστεῦσαι τότε,  ἄκουσον τί  φησιν·  Ὁ πιστεύων  εἰς  ἐμὲ, οὐ πιστεύει  εἰς  ἐμὲ, ἀλλ' εἰς  τὸν πέμψαντά με· ὡσανεὶ ἔλεγε· Τί δεδοίκατε πιστεῦσαι εἰς ἐμέ; εἰς τὸν Θεὸν ἡ πίστις διαβαίνει δι' ἐμοῦ, ὥσπερ οὖν καὶ ἡ ἀπιστία. Ὅρα πῶς διὰ πάντων τὸ ἀπαράλλακτον δείκνυσι  τῆς  οὐσίας. Καὶ οὐκ εἶπεν,  Ὁ πιστεύων  ἐμοὶ, ἵνα  μή τις  εἴπῃ, ὅτι  τῶν ῥημάτων  ἕνεκεν  ἔλεγεν,  ὃ  καὶ  ἐπ'  ἀνθρώπων   δυνατὸν  ἦν  εἰπεῖν.  Ὁ  γὰρ  τοῖς ἀποστόλοις πιστεύων, οὐκ αὐτοῖς πιστεύει, ἀλλὰ τῷ Θεῷ. Ἀλλ' ἵνα μάθῃς, ὅτι περὶ τῆς εἰς τὴν οὐσίαν πίστεως αὐτοῦ φησιν, οὐκ εἶπεν, Ὁ πιστεύων μου τοῖς ῥήμασιν, ἀλλ', Ὁ πιστεύων εἰς ἐμέ. Καὶ διατί μηδαμοῦ, φησὶν, εἶπεν ἀντιστρόφως· Ὁ πιστεύων εἰς τὸν Πατέρα, οὐκ εἰς τὸν Πατέρα πιστεύει, ἀλλ' εἰς ἐμέ; Ὅτι εἶπον ἂν, ..
Ἰδοὺ ἡμεῖς πιστεύομεν εἰς τὸν Πατέρα, καὶ εἰς σὲ οὐ πιστεύομεν. Καὶ γὰρ ἀσθενέστερον  ἔτι   διέκειντο.   Τοῖς  γοῦν   μαθηταῖς   διαλεγόμενος   οὕτως   εἶπεν·Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε. Τούτους δὲ ἀσθενεστέρους ὁρῶν τοῦ τοιαῦτα ἀκοῦσαι ῥήματα, ἄλλως  ἐνάγει. ∆είκνυσιν οὖν ὅτι οὐκ ἔστι πιστεῦσαι τῷ Πατρὶ, μὴ πιστεύσαντας εἰς αὐτόν. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι ὡς ἐπ' ἀνθρώπου εἴρηται, ἐπάγει·  Ὁ θεωρῶν  ἐμὲ,  θεωρεῖ  τὸν  πέμψαντά  με.  Τί οὖν;  σῶμά  ἐστιν  ὁ  Θεός; Οὐδαμῶς. Θεωρίαν γὰρ τὴν  τοῦ νοῦ φησιν  ἐνταῦθα,  καὶ ἐντεῦθεν  τὸ ὁμοούσιονδηλῶν.  Καὶ τί  ἐστιν,  Ὁ πιστεύων  εἰς  ἐμέ; Ὡς ἂν  εἴποι  τις·  Ὁ τὸ  τοῦ  ποταμοῦ ἀναιρούμενος ὕδωρ, οὐ τὸ τοῦ ποταμοῦ, ἀλλὰ τὸ τῆς πηγῆς λαμβάνει. Μᾶλλον δὲ καὶ αὕτη ἔτι ἀσθενεστέρα ἡ εἰκὼν πρὸς τὸ προκείμενον. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. Ἐπειδὴ γὰρ ὁ Πατὴρ τούτῳ καλεῖται πανταχοῦ  ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ, καὶ αὐτῷ  κέχρηται  τῷ  ὀνόματι.  ∆ιὰ τοῦτο καὶ Παῦλος ἀπαύγασμα αὐτὸν καλεῖ,  ἐντεῦθεν  μαθών.  Καὶ πολλὴν  δείκνυσιν  ἐνταῦθα  τὴν  πρὸς  τὸν  Πατέρα συγγένειαν, καὶ οὐδὲν τὸ μέσον, εἴ γε τὴν εἰς αὐτὸν πίστιν μὴ εἰς αὐτὸν, ἀλλ' εἰς ἐκεῖνον διαβαίνειν φησίν. Φῶς δὲ ἑαυτὸν ἐκάλεσε, διὰ τὸ τῆς πλάνης ἀπαλλάττειν, καὶ τὸ νοητὸν λύειν σκότος. Ἐάν τίς μου μὴ ἀκούσῃ, ἐγὼ οὐ κρίνω αὐτόν. Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Ἵνα γὰρ μὴ νομίσωσιν ὅτι δι' ἀσθένειαν τοὺς καταφρονοῦντας  παρέδραμε, διὰ τοῦτο εἶπε τὸ, Οὐκ ἦλθον ἵνα κρίνω  τὸν κόσμον.

βʹ. Εἶτα, ἵνα μὴ ῥᾳθυμότεροι ταύτῃ γένωνται,  μαθόντες  ὅτι ὁ πιστεύων σώζεται, ὁ δὲ ἀπιστῶν κολάζεται, ὅρα πῶς αὐτοῖς καὶ φοβερὸν ἐπέστησε δικαστήριον, ἐπάγων καὶ λέγων· Ὁ ἐμὲ ἀθετῶν, καὶ μὴ λαμβάνων  τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν. Εἰ ὁ Πατὴρ οὐδένα κρίνει, καὶ σὺ οὐκ ἦλθες ἵνα κρίνῃς τὸν κόσμον, τίς αὐτὸν κρίνει; Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτόν. Ἐπειδὴ γὰρ ἔλεγον,  ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὕτως  εἶπε· δεικνὺς,  ὅτι οὐ τότε δυνήσονται ταῦτα  λέγειν,  ἀλλὰ,  Τὰ ῥήματα, ἃ  ἐλάλησα  νῦν,  ἐν  τάξει  στήσεται κατηγόρου, ἐλέγχοντα  αὐτοὺς  καὶ πᾶσαν διακόπτοντα  ἀπολογίαν.  Καὶ ὁ λόγος  ὃν  ἐλάλησα. Ποῖος λό . γος; Ὅτι ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ὅτι ὁ πέμψας με Πατὴρ, ἐκεῖνός μοι ἔδωκεν ἐντολὴν, τί εἴπω καὶ τί λαλήσω· καὶ ὅσα τοιαῦτα ἕτερα. Ἄρα ταῦτα δι' αὐτοὺς οὕτως ἐλέγετο, ἵνα μηδεμίαν ἔχωσιν ἀπολογίας πρόφασιν. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τι Ἡσαΐου πλέον ἕξει; Καὶ γὰρ ἐκεῖνος τὸ αὐτὸ τοῦτό φησι· Κύριος δίδωσί μοι γλῶσσαν  παιδείας,  τοῦ γνῶναι  ἡνίκα  δεῖ εἰπεῖν  λόγον.  Τί δὲ Ἱερεμίου; καὶ γὰρ ἐκεῖνος ὅτε ἐπέμπετο ἐνεπνεῖτο.  Τί δὲ Ἰεζεκιήλ; καὶ γὰρ καὶ οὗτος τὴν κεφαλίδα καταφαγὼν, οὕτως ἐφθέγγετο. Ἄλλως δὲ, εὑρεθήσονται οἱ μέλλοντες ἀκούειν ὅπερ ἔλεγεν, αἴτιοι τῆς γνώσεως ὄντες αὐτῷ. Εἰ γὰρ ὅτε ἐπέμπετο, ἐντολὴν τότε ἔλαβε, τί εἴπῃ, λοιπὸν ἐρεῖς, ὅτι καὶ πρὶν ἢ πεμφθῆναι  οὐκ ᾔδει. Καὶ τί τούτων ἀσεβέστερον τῶν  ῥημάτων, εἰ οὕτως αὐτά τις δέχοιτο, καὶ μὴ καταμανθάνοι  τῆς ταπεινότητος αὐτῶν τὴν αἰτίαν; Ἀλλ' ὁ μὲν Παῦλός φησι καὶ αὐτὸς εἰδέναι καὶ τοὺς μαθητευομένους, Τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· ὁ δὲ Υἱὸς οὐκ ἠπίστατο ἕως ἐντολὴν  ἔλαβε; καὶ πῶς ἂν ἔχοι λόγον τοῦτο; Ὁρᾷς ὅτι διὰ τοῦτο εἰς ὑπερβολὴν ταπεινότητος  τὰ λεγόμενα  ἄγει, ἵνα κἀκείνους ἐπισπάσηται, καὶ τοὺς μετὰ ταῦτα ἐπιστομίσῃ; ∆ιὰ γοῦν τοῦτο ἀνθρώπινα φθέγγεται  ῥήματα, ἵνα κἂν  οὕτως  ἀναγκάσῃ φυγεῖν  τὸ εὐτελὲς  τῶν  λεχθέντων,  συνειδότας  ὅτι  οὐ τῆς φύσεώς  ἐστι τὰ λεγόμενα,  ἀλλὰ  τῆς  τῶν  ἀκουόντων  ἀσθενείας. Καὶ οἶδα ὅτι  ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. Ἃ οὖν λαλῶ, καθὼς ἐνετείλατό μοι ὁ Πατήρ μου, οὕτω λαλῶ. Ὁρᾷς τὸ ταπεινὸν  τῶν  εἰρημένων; Ὁ γὰρ ἐντολὴν  λαβὼν, οὐκ ἔστιν ἑαυτοῦ κύριος. Καίτοι γε αὐτός φησιν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἶτα ἐγεῖραι μὲν οὓς θέλει ἐξουσίαν ἔχει, εἰπεῖν δὲ ὃ βούλεται οὐκ ἔχει; Ὃ οὖν θέλει εἰπεῖν διὰ τοῦ εἰρημένου, τοῦτό ἐστιν· ὅτι οὐκ ἔχει φύσιν τὸ πρᾶγμα ἕτερα μὲν ἐκεῖνον λέγειν, ἕτερα δὲ ἐμὲ φθέγγεσθαι. Καὶ οἶδα ὅτι ἡ ἐντολὴ  αὐτοῦ ζωὴ αἰώνιός  ἐστι. Πρὸς ἐκείνους  τοὺς πλάνον  αὐτὸν λέγοντας, καὶ ἐπὶ λύμῃ παραγεγονέναι, τοῦτο εἶπεν. Ὅταν δὲ λέγῃ, Ἐγὼ οὐ κρίνω, μὴ εἶναι τῆς ἀπωλείας τῶν τοιούτων  ἑαυτὸν δείκνυσιν αἴτιον. ∆ιὰ γὰρ τούτων μονονουχὶ διαμαρτύρεται, μέλλων ἀφίστασθαι αὐτῶν καὶ μηκέτι συγγίνεσθαι, ὅτι Οὐδὲν ἐγὼ ὡς ἴδιον φθεγγόμενος διελέχθην  ὑμῖν, ἀλλὰ πάντα ὡς παρὰ τοῦ Πατρός. Καὶ διὰ τοῦτο εἰς τὰ ταπεινὰ τὸν λόγον πρὸς αὐτοὺς κατέκλεισεν, ἵνα εἴπῃ, ὅτι Ἕως τέλους ταύτην  πρὸς αὐτοὺς ὑστέραν ἀφῆκα φωνήν.  Ποίαν δὴ ταύτην; Καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ. Εἰ δὲ ἀντίθεος ἤμην, τοὐναντίον ἂν εἶπον· ὅτι οὐδὲν τῶν τῷ Θεῷ δοκούντων  λέγω, ὥστε εἰς ἐμαυτὸν περιστῆσαι τὴν δόξαν. Νυνὶ δὲ τοσοῦτον εἰς αὐτὸν πάντα ἀνήγαγον, ὡς μηδὲν ἐμὸν φῆσαι. Τίνος οὖν ἕνεκεν οὐ πιστεύετέ μοι λέγοντι, ὅτι ἐντολὴν ἔλαβον, καὶ οὕτω σφοδρῶς ἀναιροῦντι  τὴν  πονηρὰν  ὑμῶν  ὑπόνοιαν  τὴν  τῆς  ἀντιστάσεως; Ὥσπερ γὰρ τοὺς ἐντολὴν   δεχομένους  ἀδύνατον  ἄλλο  τι  ποιεῖν  ἢ  λέγειν,  ἢ  ὅσα  οἱ  πέμψαντες βούλονται, ἕως ἂν ἐντολὴν πληρῶσι καὶ μὴ παραχαράττωσιν· οὕτως οὐδὲ ἐμὲ ἄλλο τι πρᾶξαι ἢ εἰπεῖν δυνατὸν, ἀλλ' ἢ ἅπερ ὁ Πατὴρ βούλεται. Ἃ γὰρ ἐγὼ ποιῶ, ἐκεῖνος ποιεῖ, ὅτι μετ' ἐμοῦ ἐστι, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ. Ὁρᾷς πῶς πανταχοῦ δείκνυσι  συνημμένον  τῷ γεγεννηκότι,  καὶ οὐδὲν  . μέσον ὄν;  Καὶ γὰρ ὅταν λέγῃ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα,  οὐ τὴν  ἐξουσίαν ἀφαιρούμενος  λέγει,  ἀλλὰ  τὸ ἀλλότριον καὶ ἐναντίον ἀναιρῶν. Εἰ γὰρ ἄνθρωποι κύριοι ἑαυτῶν, πολλῷ μᾶλλον ὁ μονογενὴς Υἱός. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἐκένωσεν ἑαυτὸν, καὶ παρέδωκεν ὑπὲρ ἡμῶν. Ἀλλ'  ὅπερ ἔφην, δεινὸν  ἡ κενοδοξία, δεινόν. Αὕτη γὰρ καὶ ἐκείνους μὴ πιστεύειν, καὶ ἑτέρους κακῶς πιστεύειν παρεσκεύασε, καὶ ἃ  δι'  ἐκείνους  ἐλέγετο  φιλανθρωπίας   ἕνεκεν,  ταῦτα  εἰς  ἀσέβειαν  ἐκλαβεῖν.

 γʹ. Φεύγωμεν τοίνυν τὸ θηρίον τοῦτο διὰ πάντων. Ποικίλον γάρ ἐστι καὶ παντοδαπὸν, καὶ πανταχοῦ διασπείρει τὸν οἰκεῖον ἰὸν, καὶ ἐν χρήμασι, καὶ ἐν τρυφῇ, καὶ ἐν κάλλει σωμάτων. ∆ιὰ τοῦτο πανταχοῦ τὴν χρείαν ὑπερβαίνομεν· διὰ τοῦτο ἡ περὶ τὰ ἱμάτια πλεονεξία, ὁ πολὺς τῶν οἰκετῶν ἐσμός· διὰ τοῦτο πανταχοῦ  μὲν ἡ χρεία καταπεφρόνηται,  καὶ ἐν οἰκίαις, καὶ ἐν ἱματίοις, καὶ ἐν τραπέζῃ· ἡ δὲ πλεονεξία κρατεῖ. Βούλει δόξης ἀπολαύειν; Ἔργασαι ἐλεημοσύνην· τότε σε ἐπαινέσονται  οἱ ἄγγελοι· τότε σε ὁ Θεὸς ἀποδέξεται. Νῦν μὲν γὰρ τὸ θαῦμα μέχρι τῶν χρυσοχόων ἕστηκε καὶ τῶν ὑφαντῶν·  σὺ δὲ ἀστεφάνωτος ἀναχωρεῖς, κατάρας ὁρῶσα σεαυτὴν δεχομένην πολλάκις. Ἂν δὲ ταῦτα μὴ τῷ σώματι περιθῇς, ἀλλ' εἰς τὰς γαστέρας τῶν πενομένων κενώσῃς, πολὺς ὁ κρότος πανταχόθεν ἔσται, πολὺς ὁ ἔπαινος. Τότε αὐτὰ ἕξεις, ὅταν ἑτέροις δῷς· ἕως δ' ἂν μόνη κατέχῃς, οὐκ ἔχεις. Θησαυρὸς γὰρ ἄπιστος ἡ οἰκία· θησαυρὸς δὲ βέβαιος αἱ τῶν πενήτων  χεῖρες. Τί τὸ σῶμα κοσμεῖς, τῆς ψυχῆς ἠμελημένης, ἀκαθαρσίᾳ κατεχομένης; τί μὴ τοσαύτην ἀπονέμεις τῇ ψυχῇ πρόνοιαν, ὅσην τῷ σώματι; Καίτοι γε πλείονα ἔδει· ἀλλ' ὅμως, ἀγαπητοὶ, κἂν τὴν ἴσην αὐτῇ παρέχειν ἔδει πρόνοιαν. Εἰπὲ γάρ μοι· εἴ τίς σε ἤρετο, τί βούλει, τὸ σῶμά σου εἶναι λαμπρὸν  καὶ  εὐεκτοῦν,  καὶ  ὥρᾳ νικᾷν,  καὶ  ἱμάτια  φορεῖν  εὐτελῆ·  ἢ τοῦτο  μὲν ἀνάπηρον ἔχειν καὶ νόσων ἐμπεπλησμένον, καὶ χρυσοφορεῖν καὶ καλλωπίζεσθαι; οὐ πολλῷ μᾶλλον εἵλου ἐν τῇ φύσει τοῦ σώματος ἔχειν τὴν εὐμορφίαν, ἢ τῇ περιβολῇ τῶν ἱματίων; εἶτα ἐπὶ μὲν τοῦ σώματος τοῦτο αἱρήσῃ, ἐπὶ δὲ τῆς ψυχῆς τοὐναντίον, καὶ αἰσχρὰν αὐτὴν ἔχουσα καὶ δυσειδῆ καὶ μέλαιναν· οἴει τι καρποῦσθαι ἀπὸ τῶν χρυσίων;  Καὶ πόσης  ταῦτα  ἀνοίας;  Στρέψον  τὸν  κόσμον  τοῦτον  ἔνδον,  καὶ  τὰ περιδέραια ταῦτα τῇ ψυχῇ περίθες. Τὰ μὲν γὰρ σώματι περικείμενα οὔτε εἰς ὑγίειαν, οὔτε εἰς εὐμορφίαν  αὐτοῦ τοῦτο ὀνίνησιν·  οὔτε γὰρ τὸ μέλαν  λευκὸν  ἐργάσεται, οὔτε  τὸ  αἰσχρὸν  καλὸν  ἢ  εὐειδές·  τῇ  δὲ  ψυχῇ  ἂν  περιθῇς,  ταχέως  αὐτὴν  ἀντὶ μελαίνης λευκὴν ἐργάσῃ, ἀντὶ αἰσχρᾶς καὶ δυσειδοῦς καλὴν καὶ εὐειδῆ. Καὶ οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ Κυρίου οὕτω λέγοντος· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν  ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· καὶ, ∆ότε ἐλεημοσύνην, καὶ πάντα ὑμῖν ἔσται καθαρά. Οὐ σαυτὴν δὲ μόνην, ἀλλὰ καὶ τὸν ἄνδρα οὕτω διακειμένη καλὸν ποιήσεις. Ἂν γὰρ ἴδωσι τὸν  κόσμον τοῦτον  ἀποθεμένας,  οὐ πολλὴν  ἕξουσι δαπάνης  ἀνάγκην·  οὐκ ἔχοντες δὲ, πλεονεξίας ἀποστήσονται πάσης, καὶ εἰς ἐλεημοσύνην ἔσονται εὐκολώτεροι,  καὶ  ὑμεῖς  δὲ  αὐτοῖς  δυνήσεσθε  μετὰ  παῤῥησίας  συμβουλεύειν  τὰ δέοντα. Νῦν μὲν γὰρ πᾶσαν παρῄρησθε τὴν τοιαύτην  ἐξουσίαν. Ποίῳ γὰρ στόματι ταῦτα διαλέξεσθε; ποίοις δὲ ὀφθαλμοῖς . ἀντιβλέψετε ἐλεημοσύνην ἀπαιτοῦσαι τοὺς ἄνδρας, ὅταν τὰ πλείονα  εἰς τὴν  τοῦ σώματος περιβολὴν  ἀναλίσκητε; Τότε δυνήσῃ μετὰ παῤῥησίας διαλέγεσθαι τῷ ἀνδρὶ περὶ ἐλεημοσύνης, ὅταν τὸν κόσμον τῶν  χρυσίων ἀποθῇ. Κἂν μηδὲν ἀνύσῃς, τὸ σαυτῆς ἐπλήρωσας ἅπαν· μᾶλλον  δὲ ἀμήχανον μὴ καὶ ἐκεῖνον κερδᾶναι, διὰ τῶν πραγμάτων αὐτῶν διαλεγομένη. .
Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ὥσπερ οὖν νῦν καὶ ὑπὲρ ἑαυτῆς καὶ ὑπὲρ ἐκείνου  δώσεις  τὸν  λόγον,  οὕτως,  ἐὰν  τὴν  φαντασίαν  ταύτην  ἀποδύσῃ πᾶσαν,διπλοῦν  τὸν  στέφανον  ἕξεις, μετὰ τοῦ ἀνδρὸς στεφανηφοροῦσα καὶ πομπεύουσα κατὰ τοὺς ἀκηράτους αἰῶνας ἐκείνους, καὶ τῶν αἰωνίων  ἀπολαύουσα ἀγαθῶν· ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  ἸησοῦΧριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. .. 

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/











Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |