ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΜΖʹ Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν,

Παρασκευή 28 Οκτωβρίου 2016

ΜΖʹ Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν,



Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΜΖʹ Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον  ἐν ἑαυτοῖς. Ὁ δὲ τρώ γων  μου τὴν σάρκα, καὶ πίνων  μου τὸ αἷμα, ἔχει ζωὴν ἐν ἑαυτῷ.»


αʹ. Ὅταν περὶ πνευματικῶν  διαλεγώμεθα, μηδὲν . ἔστω βιωτικὸν ἐν ταῖς ἡμετέραις ψυχαῖς, μηδὲν  γήϊνον·  ἀλλὰ  πάντα  ἀναχωρείτω,  πάντα  ἐξοριζέσθω τὰ τοιαῦτα,  καὶ ὅλοι γινώμεθα   τῆς  τῶν   θείων   λογίων   . ἀκροάσεως  μόνης.  Εἰ  γὰρ  βασιλέως ἐπιβαίνοντος πόλει, ἅπας ἀπελαύνεται θόρυβος· πολλῷ μᾶλλον τοῦ Πνεύματος ἡμῖν διαλεγομένου, μετὰ πολλῆς μὲν ἡσυχίας, μετὰ πολλῆς δὲ τῆς φρίκης ἀκούειν ἡμᾶς δεῖ. Καὶ γὰρ φρίκης ἄξια τὰ λεγόμενα  σήμερον. Καὶ πῶς, ἄκουε. Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μή τίς μου φάγῃ τὴν σάρκα, καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ.  Ἐπειδὴ ἔμπροσθεν ἔλεγον,  ὅτι  ἀδύνατον  τοῦτό  ἐστι, δείκνυσιν  αὐτὸς  οὐ μόνον οὐκ ἀδύνατον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον.


∆ιὸ καὶ ἐπάγει· Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου οὐκ ἀποθανεῖται  εἰς  τὸν  αἰῶνα·  εἰκὸς  δὲ  ἦν  αὐτοῖς  προσστῆναι  τοῦτο,  καθὼς  καὶ πρότερον ἔλεγον, Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ πῶς σὺ λέγεις, οὐ μὴ γεύσεται θανάτου; τὴν ἀνάστασιν ἔθηκε, λύων τὸ ζητούμενον, καὶ δηλῶν ὅτι οὐκ ἀποθανεῖται εἰς τέλος. Συνεχῶς δὲ στρέφει τὸν περὶ τῶν μυστηρίων λόγον, δεικνὺς τοῦ πράγματος τὸ ἀναγκαῖον, καὶ ὅτι αὐτὸ πάντως  γενέσθαι δεῖ. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Τί ἐστιν ὃ λέγει; Ἢ τοῦτο βούλεται εἰπεῖν, ὅτι ἀληθὴς βρῶσις αὕτη ἐστὶν ἡ ψυχὴν  σώζουσα· ἢ πιστώσασθαι αὐτοὺς  περὶ  τῶν  εἰρημένων,  ὥστε μὴ  νομίζειν  αἴνιγμα  εἶναι  τὸ  εἰρημένον  καὶ παραβολὴν, ἀλλ' εἰδέναι ὅτι πάντως δεῖ φαγεῖν τὸ σῶμα. Εἶτά φησιν· Ὁ τρώγων μου τὴν σάρκα, ἐν ἐμοὶ μένει. Τοῦτο δὲ ἔλεγε δηλῶν, ὅτι ἐν αὐτῷ ἀνακιρνᾶται. Τὸ δὲ ἑξῆς δοκεῖ μὲν ἀσυνάρτητον εἶναί τι, ἂν μὴ τὸν νοῦν ἐξετάσωμεν. Ποία γὰρ, φησὶν, ἀκολουθία,  μετὰ τὸ εἰπεῖν,  Ὁ τρώγων  μου τὴν  σάρκα ἐν  ἐμοὶ μένει,  ἐπαγαγεῖν, Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα; Ἔχει δὲ πολλὴν  τὴν ἁρμονίαν   τὸ   λεγόμενον.   Ἐπειδὴ   γὰρ   ἄνω   καὶ   κάτω   ἔλεγε   ζωὴν   αἰώνιον, κατασκευάζων αὐτὸ ἐπήγαγε τὸ, Ἐν ἐμοὶ μένει. Εἰ γὰρ ἐν ἐμοὶ μένει, ζῶ δὲ ἐγὼ, δῆλον ὅτι κἀκεῖνος ζήσεται. Εἶτά φησι· Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ. Τοῦτο δέ ἐστι συγκριτικὸν καὶ ὁμοιωματικόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ζῶ ἐγὼ οὕτως, ὡς ὁ Πατήρ. Καὶ ἵνα μὴ ἀγέννητον  νομίσῃς, προσέθηκεν εὐθὺς τὸ, ∆ιὰ τὸν Πατέρα, οὐ τοῦτο δεικνὺς, ὅτι ἐνεργείας τινὸς  χρείαν  ἔχει πρὸς τὸ ζῇν. Ἀνωτέρω γὰρ τοῦτο ἀναιρῶν ἔλεγεν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ἔχειν ζωὴν ἐν ἑαυτῷ. Εἰ δὲ δεῖται ἐνεργείας, εὑρεθήσεται ἢ ὁ Πατὴρ μὴ δεδωκὼς οὕτω, καὶ ψευδὴς ὁ λόγος· ἢ εἰ οὕτως ἔδωκεν, οὐδενὸς αὐτὸς λοιπὸν  δεηθήσεται ἑτέρου  τοῦ  συγκροτοῦντος.  Τί  οὖν  ἐστι,  ∆ιὰ  τὸν  Πατέρα; Τὴν  αἰτίαν  ἐνταῦθα αἰνίττεται  μόνον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Καθώς ἐστι ζῶν ὁ Πατὴρ, οὕτω κἀγὼ ζῶ. Καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει δι' ἐμέ. Ζωὴν δὲ ἐνταῦθα λέγει, οὐ τὴν ἁπλῶς, ἀλλὰ τὴν εὐδόκιμον. Καὶ ὅτι οὐ περὶ τῆς ἁπλῶς ζωῆς εἶπεν, ἀλλὰ περὶ τῆς ἐνδόξου καὶ ἀποῤῥήτου ἐκείνης, δῆλον ἐκεῖθεν. Καὶ γὰρ πάντες, καὶ οἱ ἄπιστοι ζῶσι καὶ οἱ ἀμύητοι, μὴ φαγόντες ἀπὸ τῆς σαρκὸς ἐκείνης. Ὁρᾷς ὅτι οὐ περὶ ταύτης ὁ λόγος ἐστὶ τῆς ζωῆς, ἀλλὰ περὶ ἐκείνης; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὁ τρώγων μου τὴν σάρκα, οὐκ ἀπολεῖται τελευτήσας, οὐδὲ κολασθήσεται. Ἀλλ' οὐδὲ περὶ τῆς ἀναστάσεως τῆς κοινῆς  φησι·  καὶ  γὰρ  ὁμοίως  πάντες  ἀνίστανται·  ἀλλὰ  περὶ  τῆς  ἐξαιρέτου,  τῆς ἐνδόξου, καὶ μισθὸν ἐχούσης. . Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα, καὶ ἀπέθανον. Ὁ τρώγων τοῦτον τὸν ἄρτον, ζήσει εἰς τὸν αἰῶνα. Συνεχῶς τὸ αὐτὸ περιστρέφει, ὥστε αὐτὸ ἐντυπῶσαι τῇ τῶν ἀκουόντων διανοίᾳ (ἐσχάτη γάρ τις ἦν διδασκαλία ἡ περὶ τούτων), καὶ τὸ περὶ ἀναστάσεως δόγμα πιστῶσαι, καὶ τὸ περὶ ζωῆς  αἰωνίου.  ∆ιὸ καὶ τὴν  ἀνάστασιν προστίθησιν, ὁμοῦ μὲν ἐπειδὴ εἶπε, ζωῆς αἰωνίου, ὁμοῦ δὲ δεικνὺς ὅτι οὐ νῦν ἐστὶν αὕτη, ἀλλὰ μετὰ τὴν ἀνάστασιν. Καὶ πόθεν ταῦτα δῆλα, φησίν; Ἀπὸ τῶν Γραφῶν. Πανταχοῦ γὰρ αὐτοὺς ἐκεῖ παραπέμπει, παρ' αὐτῶν κελεύων ταῦτα μαθεῖν. Εἰπὼν δὲ, Ζωὴν διδοὺς τῷ κόσμῳ, καὶ εἰς ζῆλον αὐτοὺς ἐνάγει, ὥστε κἂν ἀλγήσαντας ἐπὶ τῷ ἄλλους ἀπολαύειν  τῆς δωρεᾶς, μὴ μεῖναι  ἔξω. Συνεχῶς  δὲ ἀναμιμνήσκει  τοῦ μάννα, καὶ τὸ διάφορον  παριστὰς, καὶ αὐτοὺς εἰς πίστιν ἐνάγων.  Εἰ γὰρ δυνατὸν ἐγένετο  τεσσαράκοντα ἔτεσιν ἀμητοῦ χωρὶς  καὶ σίτου καὶ τῆς ἄλλης  ἀκολουθίας διακρατῆσαι τὴν ἐκείνων ζωήν· πολλῷ μᾶλλον νῦν, ἅτε ἐπὶ μείζοσι παραγενόμενος, δυνήσεται τοῦτο. Ἄλλως δὲ, καὶ εἰ ἐκεῖνα τύποι τινὲς ἦσαν, καὶ χωρὶς ἱδρώτων καὶ πόνων  συνέλεγον  τὸ φερόμενον·  πολλῷ  μᾶλλον  νῦν  τοῦτο ἔσται, ἔνθα πολλὴ  ἡ διαφορὰ, καὶ τὸ μηδέποτε τελευτᾷν, καὶ τὸ ζωῆς ἀπολαύειν τῆς ἀληθοῦς. Καλῶς δὲ ζωῆς πολλάκις μέμνηται, ἐπειδὴ τοῦτο ποθεινὸν ἀνθρώποις, καὶ οὐδὲν οὕτως ἡδὺ, ὡς τὸ μὴ ἀποθανεῖν. Ἐπεὶ καὶ ἐν τῇ Παλαιᾷ τοῦτο ἦν ἡ ὑπόσχεσις, μῆκος βίου, καὶ πολλαὶ ἡμέραι· ἀλλὰ νῦν οὐκ ἔστι μῆκος ἁπλῶς, ἀλλὰ ζωὴ τέλος οὐκ ἔχουσα. Ἅμα δὲ καὶ δεῖξαι βούλεται, ὅτι τὴν ἐκ τῆς ἁμαρτίας γενομένην κόλασιν ἀνακαλεῖται νῦν, τὴν  ψῆφον  λύων  ἐκείνην  τὴν  θανατοῦσαν· καὶ ζωὴν  οὐχ  ἁπλῶς,  ἀλλ' αἰώνιον εἰσάγων, ἀπεναντίας τοῖς προτέροις. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναοὺμ, ἔνθα αἱ πλεῖσται γεγένηνται  δυνάμεις, ὥστε ἐχρῆν αὐτὸν ἀκουσθῆναι μάλιστα.

 βʹ. Τίνος δὲ ἕνεκεν ἐν συναγωγῇ ἐδίδασκε, καὶ ἐν ἱερῷ; Ὁμοῦ μὲν τὸ πλῆθος αὐτῶν θηρεῦσαι θέλων, ὁμοῦ δὲ δεῖξαι βουλόμενος, ὅτι οὐκ ἐναντίος ἐστὶ τῷ Πατρί. Πολλοὶ δὲ ἐκ τῶν  μαθητῶν  ἀκούσαντες ἔλεγον· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Τί ἐστι, Σκληρός ἐστι; Τραχὺς, ἐπίπονος, μόχθον ἔχων. Καὶ μὴν οὐδὲν τοιοῦτον ἔλεγεν· οὐδὲ γὰρ περὶ πολιτείας διελέγετο, ἀλλὰ περὶ δογμάτων, ἄνω καὶ κάτω στρέφων τὴν πίστιν τὴν εἰς ἑαυτόν. Τί οὖν ἐστι, Σκληρός ἐστιν ὁ λόγος; Ὅτι ζωὴν ἐπαγγέλλεται καὶ ἀνάστασιν; ὅτι ἐκ τοῦ οὐρανοῦ ἔφη καταβεβηκέναι; ἀλλ' ὅτι σωθῆναι ἀδύνατον τὸν μὴ φαγόντα  αὐτοῦ τὴν σάρκα; Ταῦτα οὖν, εἰπέ μοι, σκληρά; Καὶ τίς ἂν ταῦτα εἴποι;  Τί οὖν  ἐστὶ, Σκληρός; ∆υσπαράδεκτος, ὑπερβαίνων  αὐτῶν  τὴν  ἀσθένειαν, πολὺν  ἔχων  τὸν  φόβον.  Ἐνόμιζον γὰρ μείζονα τῆς οἰκείας φθέγγεσθαι  καὶ ὑπὲρ αὐτόν. ∆ιὸ καὶ ἔλεγον· Τίς δύναται  αὐτοῦ ἀκούειν; ὑπὲρ ἑαυτῶν  ἀπολογούμενοι τάχα, ἐπειδὴ ἔμελλον ἀποπηδᾷν. Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσιν οἱ μαθηταὶ περὶ τούτου (καὶ γὰρ τοῦτο τῆς αὐτοῦ θεότητος, τὸ τὰ ἀπόῤῥητα φέρειν εἰς μέσον), εἶτα λέγει· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἂν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα,  ὅπου ἦν τὸ πρότερον. Τοῦτο καὶ ἐπὶ τοῦ Ναθαναὴλ ἐποίησε, λέγων, Ὅτι εἶπόν σοι ὅτι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει· καὶ ἐπὶ Νικοδήμου, ὅτι Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Τί οὖν; ἀπορίας ἀπορίαις συνάπτει; Οὐχί· μὴ γένοιτο· ἀλλὰ τῷ μεγέθει  τῶν  δογμάτων  καὶ τῷ πλήθει  αὐτοὺς ἐπαγαγέσθαι  βούλεται. Ὁ μὲν γὰρ εἰπὼν ἁπλῶς, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, καὶ μηδὲν πλέον προσθεὶς, μᾶλλον ἂν ἐσκανδάλισεν. ὁ δὲ . εἰπὼν, ὅτι Τὸ σῶμά μου ζωὴ τοῦ κόσμου, καὶ ὁ εἰπὼν, ὅτι Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ εἰπὼν, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, τὴν  ἀπορίαν  λύει. Ὁ μὲν  γὰρ ἕν τι μέγα περὶ ἑαυτοῦ φθεγγόμενος,  κἂν ὕποπτος γένοιτο, ὡς πλάττων·  ὁ δὲ τοσαῦτα συνείρων ἐφεξῆς, πᾶσαν ἀναιρεῖ τὴν ὑποψίαν. Πάντα δὲ ποιεῖ καὶ λέγει, ὥστε αὐτοὺς ἀπαγαγεῖν τοῦ νομίζειν αὐτοῦ πατέρα τὸν Ἰωσήφ. Οὐ τοίνυν τὸ σκάνδαλον ἐπιτεῖναι θέλων, τοῦτο ἔλεγεν, ἀλλὰ λῦσαι μᾶλλον. Ὁ μὲν γὰρ ἀπὸ τοῦ Ἰωσὴφ αὐτὸν εἶναι νομίζων, οὐκ ἂν παρεδέξατο τὰ λεγόμενα· ὁ δὲ πεισθεὶς, ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ ἐκεῖ ἀναβήσεται, εὐκολώτερον ἂν προσέσχε τοῖς λεγομένοις. Μετὰ δὲ τούτων καὶ ἑτέραν λύσιν ἐπάγει, λέγων· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Ὃ δὲ λέγει,  τοιοῦτόν  ἐστι· Πνευματικῶς  δεῖ  τὰ  περὶ  ἐμοῦ  ἀκούειν·  ὁ  γὰρ  σαρκικῶς ἀκούσας, οὐδὲν ἀπώνατο, οὔτε χρηστόν τι ἀπέλαυσε. Σαρκικὸν δὲ ἦν τὸ ἀμφισβητεῖν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ τὸ νομίζειν, ὅτι υἱός ἐστιν Ἰωσὴφ, καὶ τὸ, Πῶς δύναται ἡμῖν τὴν σάρκα δοῦναι φαγεῖν; Ταῦτα πάντα σαρκικά· ἅπερ ἔδει μυστικῶς νοεῖν καὶ πνευματικῶς. Καὶ πόθεν, φησὶν, ἠδύναντο νοῆσαι τί ποτέ ἐστιν τὸ σάρκα φαγεῖν  ἐκεῖνοι; Οὐκοῦν ἔδει τὸν προσήκοντα ἀναμεῖναι  καιρὸν, καὶ πυνθάνεσθαι, καὶ  μὴ  ἀπαγορεύειν.  Τὰ ῥήματα, ἃ  ἐγὼ  λελάληκα  ὑμῖν,  πνεῦμά  ἐστι, καὶ  ζωή· τουτέστιν,  θεῖα καὶ πνευματικά  ἐστιν, οὐδὲν  ἔχοντα  σαρκικὸν, οὐδὲ ἀκολουθίαν φυσικήν· ἃ καὶ ἀπήλλακται  πάσης μὲν τοιαύτης ἀνάγκης, καὶ ὑπέρκειται καὶ τῶν νόμων  τῶν  ἐνταῦθα  κειμένων·  ἕτερον  δὲ  ἔχει  νοῦν  ἐξηλλαγμένον.  Ὥσπερ οὖν ἐνταῦθα τὸ πνεῦμα εἶπεν ἀντὶ τοῦ πνευματικὰ, οὕτω σάρκα εἰπὼν, οὐ σαρκικὰ εἶπεν, ἀλλὰ τὸ σαρκικῶς ἀκοῦσαι, ἅμα καὶ αὐτοὺς αἰνιττόμενος, ὅτι ἀεὶ σαρκικῶν ἐπεθύμουν, δέον πνευματικῶν ἐφίεσθαι. Ἐὰν γὰρ αὐτὸ σαρκικῶς τις ἐκλάβοι, οὐδὲν ἀπώνατο. Τί οὖν; οὐκ ἔστι ἡ σὰρξ αὐτοῦ σάρξ; Καὶ σφόδρα μὲν οὖν. Καὶ πῶς εἶπεν, Ἡ σὰρξ οὐκ ὠφελεῖ  οὐδέν; Οὐ περὶ τῆς ἑαυτοῦ σαρκὸς λέγων· μὴ γένοιτο· ἀλλὰ περὶ τῶν  σαρκικῶς ἐκλαμβανόντων  τὰ λεγόμενα.  Τί δέ ἐστι τὸ σαρκικῶς νοῆσαι; Τὸ ἁπλῶς  εἰς  τὰ  προκείμενα  ὁρᾷν,  καὶ  μὴ  πλέον  τι  φαντάζεσθαι.  Τοῦτο γάρ  ἐστι σαρκικῶς. Χρὴ δὲ μὴ οὕτω κρίνειν  τοῖς ὁρωμένοις, ἀλλὰ πάντα τὰ μυστήρια τοῖς ἔνδον  ὀφθαλμοῖς  κατοπτεύειν.  Τοῦτο γάρ ἐστι πνευματικῶς.  Ἄρα ὁ μὴ τρώγων αὐτοῦ τὴν σάρκα, καὶ πίνων αὐτοῦ τὸ αἷμα. οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ· πῶς οὖν οὐδὲν ὠφελεῖ ἡ σὰρξ, ἧς ἄνευ ζῇν οὐκ ἔνι; Ὁρᾷς ὅτι τὸ, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, οὐ περὶ τῆς σαρκὸς αὐτοῦ εἴρηται, ἀλλὰ περὶ τῆς σαρκικῆς ἀκροάσεως; Ἀλλ' εἰσί τινες ἐξ ὑμῶν,  οἳ  οὐ  πιστεύουσι.  Πάλιν  κατὰ  τὸ  σύνηθες  αὐτοῦ  τοῖς  λόγοις  ἀξίωμα περιτίθησι,  τά  τε  μέλλοντα  προλέγων,  καὶ  δεικνὺς  ὡς  οὐ  τῆς  ἐκείνων  δόξης ἐφιέμενος  ταῦτα  ἔλεγεν,  ἀλλ' αὐτῶν  κηδόμενος. Εἰπὼν δὲ, Τινὲς, τοὺς μαθητὰς ὑπεξήγαγε.  Παρὰ γὰρ τὴν  ἀρχὴν  ἔλεγε· Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ  μοι· ἐνταῦθα δὲ, Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγε, ∆ιὰ τοῦτο εἴρηκα, Οὐδεὶς δύναται ἐλθεῖν  πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν  ἐκ τοῦ Πατρός μου. Τὸ ἑκούσιον ἐνταῦθα τῆς οἰκονομίας ὁ εὐαγγελιστὴς ἡμῖν αἰνίττεται,  καὶ τὸ ἀνεξίκακον. Καὶ τὸ Ἐξ ἀρχῆς δὲ οὐχ ἁπλῶς ἐνταῦθα κεῖται, ἀλλ' ἵνα μάθῃς αὐτοῦ τὴν . ἄνωθεν  πρόγνωσιν, καὶ ὅτι πρὸ τῶν ῥημάτων τούτων, καὶ οὐ μετὰ τὸ γογγύσαι, οὐδὲ μετὰ τὸ σκανδαλισθῆναι τὸν προδότην ᾔδει, ἀλλὰ καὶ πρὸ τούτου, ὅπερ ἦν θεότητος. Εἶτα καὶ ἐπήγαγεν,  Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν  ἐκ τοῦ Πατρός μου, πείθων αὐτοὺς Πατέρα αὐτοῦ νομίζειν τὸν Θεὸν, ἀλλὰ μὴ τὸν Ἰωσὴφ, καὶ δεικνὺς  ὅτι οὐκ ἔστι τὸ τυχὸν  τὸ πιστεῦσαι εἰς αὐτόν. Μονονουχὶ γὰρ τοῦτό φησιν, Οὐ θορυβοῦσιν, οὐδὲ ταράττουσιν, οὐδὲ ξενίζουσί με οἱ μὴ πιστεύοντες· οἶδα τοῦτο ἄνωθεν πρὶν ἢ γενέσθαι· οἶδα τίσιν ἔδωκεν ὁ Πατήρ.

γʹ. Ὅταν δὲ ἀκούσῃς, ὅτι ∆έδωκε,  μὴ  ἀποκλήρωσιν  ἁπλῶς  νόμιζε,  ἀλλ'  ἐκεῖνο  πίστευε,  ὅτι  ὁ  παρασχὼν ἑαυτὸν  ἄξιον τοῦ λαβεῖν,  αὐτὸς ἔλαβεν. Ἐκ τούτου πολλοὶ  τῶν  μαθητῶν  αὐτοῦ ἀπῆλθον   εἰς  τὰ  ὀπίσω,  καὶ  οὐκ  ἔτι  μετ'  αὐτοῦ  περιεπάτουν.  Καλῶς  καὶ  ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ἀνεχώρησαν, ἀλλὰ, Ἀπῆλθον εἰς τὰ ὀπίσω, δηλῶν ὅτι τῆς κατὰ ἀρετὴν ἐπιδόσεως ὑπετέμοντο, καὶ ὅτι ἣν εἶχον πάλαι πίστιν ἀπώλεσαν, ἀποσχίσαντες ἑαυτούς. Ἀλλ' οὐχ οἱ δώδεκα τοῦτο ἔπαθον. ∆ιὸ καί φησι πρὸς αὐτούς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; δεικνὺς πάλιν ὅτι οὐ δεῖται τῆς διακονίας αὐτῶν καὶ τῆς  θεραπείας, οὐδὲ διὰ  τοῦτο  αὐτοὺς  περιῆγεν  ἐπιδεικνύμενος.  Πῶς γὰρ ὁ καὶ τούτοις ταῦτα λέγων; ∆ιατί οὖν αὐτοὺς μὴ ἐπῄνεσε; διατί μὴ ἐθαύμασεν; Ὁμοῦ μὲν τὸ τοῦ διδασκάλου πρέπον ἀξίωμα τηρῶν, ὁμοῦ δὲ δεικνὺς, ὅτι διὰ τούτου μᾶλλον ἐφέλκεσθαι ἔδει τοῦ τρόπου. Εἰ μὲν γὰρ ἐπῄνεσε, νομίζοντες  αὐτῷ χάριν διδόναι, κἂν ἔπαθόν τι ἀνθρώπινον· τῷ δὲ δεικνύναι μὴ δεόμενον αὐτὸν τῆς ἀκολουθήσεως αὐτῶν, κατεῖχε μᾶλλον. Καὶ ὅρα πῶς αὐτὸ συνετῶς εἴρηκεν. Οὐ γὰρ εἶπεν, Ἀπέλθετε· τοῦτο γὰρ ἀπωθουμένου ἦν· ἀλλ' ἐρωτᾷ λέγων, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ὅπερ πᾶσαν   ἦν   ἀφαιροῦντος   βίαν   καὶ   ἀνάγκην,   καὶ   οὐ   βουλομένου   αἰδοῖ   τινι προσηρτῆσθαι, ἀλλὰ  μετὰ  τοῦ  χάριν  εἰδέναι.  Τῷ δὲ  μήτε  ἐκείνων  κατηγορῆσαι φανερῶς, ἀλλ' ἠρέμα καθάψασθαι, ἔδειξεν ὅπως δεῖ φιλοσοφεῖν  ἐν τοῖς τοιούτοις. Ἡμεῖς δὲ τἀναντία  πάσχομεν· εἰκότως, ἐπειδὴ τῆς οἰκείας ἐχόμενοι δόξης, ἅπαντα πράττομεν. ∆ιὸ καὶ ἐλαττοῦσθαι νομίζομεν τὰ ἡμέτερα διὰ τῆς ἀναχωρήσεως τῶν θεραπευόντων. Οὕτως δὲ οὔτε ἐκολάκευσεν, οὔτε διεκρούσατο, ἀλλ' ἠρώτησεν. Οὐκ ἄρα καταφρονοῦντος  ἦν, ἀλλὰ μὴ βουλομένου βίᾳ καὶ ἀνάγκῃ κατέχεσθαι. Τὸ γὰρ οὕτω μένειν  ἴσον ἐστὶ τοῦ ἀπελθεῖν.  Τί οὖν ὁ Πέτρος; Πρὸς τίνα  ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου  ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν,  ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁρᾷς ὅτι οὐ τὰ ῥήματα ἦν τὰ σκανδαλίζοντα, ἀλλ' ἡ ἀπροσεξία καὶ ἡ ῥᾳθυμία καὶ ἀγνωμοσύνη τῶν ἀκουόντων; Καὶ γὰρ καὶ εἰ μὴ εἶπεν,   ἐσκανδαλίσθησαν  ἂν,  καὶ  οὐκ  ἂν  ἐπαύσαντο,  τροφῇ   προσέχοντες  ἀεὶ σωματικῇ, καὶ τῇ γῇ προσηλωμένοι. Ἄλλως δὲ, καὶ οὗτοι μετ' ἐκείνων ἤκουον· ἀλλ' ὅμως τἀναντία ἐκείνων ἀπεφήναντο, λέγοντες· Πρὸς τίνα ἀπελευσόμεθα; Πολλῆς τὸ ῥῆμα φιλοστοργίας ἐμφαντικόν. ∆είκνυσι γὰρ ὅτι παντὸς αὐτοῖς ἐστιν ὁ ∆ιδάσκαλος τιμιώτερος, καὶ πατέρων, καὶ μητέρων, καὶ τῶν  ὄντων  ἁπάντων,  καὶ ἀποστάντας αὐτοῦ   οὐκ  ἔνι   λοιπὸν   ποῦ  καταφυγεῖν.   Εἶτα,  ἵνα   μὴ  δοκῇ  τὸ,  Πρὸς  τίνα ἀπελευσόμεθα;  διὰ  τοῦτο  εἰρηκέναι  αὐτὸν,  ὡς  οὐκ  ὄντων  τῶν  ὑποδεξαμένων αὐτοὺς, εὐθέως ἐπήγαγε· Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Οἱ μὲν γὰρ σαρκικῶς καὶ μετὰ λογισμῶν ἀνθρωπίνων  ἤκουον, οὗτοι δὲ πνευματικῶς,  . καὶ τῇ πίστει τὸ πᾶν ἐπιτρέποντες.  ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγε· Πνεῦμά ἐστι τὰ ῥήματα, ἃ λελάληκα ὑμῖν· τουτέστι,  μὴ  ὑπολάβῃς  τῇ  τῶν  πραγμάτων  ἀκολουθίᾳ,  καὶ  τῇ  τῶν  γινομένων ἀνάγκῃ  τῶν  ῥημάτων  τῶν  ἐμῶν  τὴν  διδασκαλίαν  ὑποκεῖσθαι.  Οὐ τοιαῦτα  τὰ πνευματικά· οὐκ ἀνέχεται δουλεύειν νόμοις τοῖς ἐπὶ γῆς. Τοῦτο καὶ Παῦλος δηλοῖ, λέγων·  Μὴ εἴπῃς  ἐν  τῇ  καρδίᾳ σου, Τίς ἀναβήσεται  εἰς  τὸν  οὐρανόν;  τουτέστι, Χριστὸν καταγαγεῖν·  ἢ  τίς  καταβήσεται  εἰς  τὴν  ἄβυσσον; τουτέστι,  Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Ἤδη τὴν ἀνάστασιν οὗτοι παρεδέξαντο καὶ τὴν ἐκεῖ λῆξιν ἅπασαν. Ὅρα δὲ τὸν φιλάδελφον,  τὸν φιλόστοργον, πῶς ὑπὲρ παντὸς ἀπολογεῖται  τοῦ χοροῦ· οὐ γὰρ εἶπεν Ἔγνωκα, ἀλλ' Ἐγνώκαμεν· μᾶλλον δὲ σκόπει πῶς ἐπ' αὐτῶν ἔρχεται τῶν ῥημάτων τοῦ διδασκάλου, οὐ τὰ αὐτὰ τοῖς Ἰουδαίοις φθεγγόμενος. Οἱ μὲν γὰρ ἔλεγον· Οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ· οὗτος δὲ, ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ, ὅτι Ῥήματα ζωῆς αἰωνίου ἔχεις· τάχα πολλάκις ἀκούσας αὐτοῦ λέγοντος, ὅτι Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. Ἔδειξε γὰρ ὅτι πάντα κατέχει τὰ εἰρημένα, αὐτῶν ἀναμνήσας τῶν ῥημάτων. Τί οὖν ὁ Χριστός; Οὐκ ἐπῄνεσε τὸν Πέτρον, οὐδὲ ἐθαύμασε, καίτοι ἀλλαχοῦ τοῦτο ποιήσας· ἀλλὰ τί φησιν; Οὐχὶ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν; Ἐπειδὴ γὰρ εἶπε, Καὶ ἡμεῖς πεπιστεύκαμεν, ἐξαιρεῖ τοῦ χοροῦ τὸν Ἰούδαν. Ἐκεῖ μὲν  γὰρ οὐδὲν  περὶ τῶν  μαθητῶν  αὐτὸς εἶπε, ἀλλὰ  τοῦ Χριστοῦ εἰπόντος· Ὑμεῖς δὲ τίνα με λέγετε; φησί· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ἐνταῦθα δὲ ἐπειδὴ εἶπε, Καὶ ἡμεῖς πεπιστεύκαμεν, εἰκότως οὐκ ἀφίησι τὸν Ἰούδαν εἰς τὸν ἐκείνων  χορόν. Τοῦτο δὲ ἐποίει, πόῤῥωθεν καὶ ἄνωθεν  τοῦ προδότου τὴν κακίαν ἀνακρουόμενος, εἰδὼς μὲν ὅτι οὐδὲν ὀνήσει, τὸ δὲ ἑαυτοῦ πράττων.

δʹ. Καὶ θέα τὴν σοφίαν· οὔτε αὐτὸν φανερὸν ἐποίησεν, οὔτε λαθεῖν εἴασεν ἐκεῖνο μὲν, ἵνα μὴ ἀναισχυνθῇ  καὶ  φιλονεικότερος  γένηται·  τοῦτο  δὲ,  ἵνα  μὴ  νομίζων  λανθάνειν, ἀδεῶς ἐργάσηται τὸ τόλμημα. ∆ιὸ καὶ προϊὼν φανερωτέρους ἐπάγει τοὺς ἐλέγχους. Πρότερον μὲν γὰρ καὶ αὐτὸν μετὰ τῶν ἄλλων  ἠρίθμησεν, εἰπὼν, ὅτι Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν (ὅτι δὲ καὶ τὸν προδότην ἠρίθμησεν, ἐδήλωσεν εἰπὼν  ὁ εὐαγγελιστής·  Ἤδει γὰρ ἐξ ἀρχῆς τίνες  εἰσὶν οἱ μὴ πιστεύοντες,  καὶ τίς  ἐστιν ὁ παραδώσων αὐτόν)· ἐπειδὴ δὲ ἐνέμεινε,  σφοδρότερον ἐπάγει  τὸν  ἔλεγχον,  Εἷς ἐξ ὑμῶν  διάβολός ἐστιν, καὶ κοινὸν  πᾶσι τὸν φόβον  καθίστησιν, ἐκεῖνον  συσκιάσαι βουλόμενος. Ἄξιον δὲ ἐνταῦθα διαπορῆσαι, τί δήποτε νῦν μὲν οὐδὲν λέγουσιν οἱ μαθηταὶ, ὕστερον δὲ δεδοίκασι καὶ διαποροῦνται πρὸς ἀλλήλους ὁρῶντες καὶ πυνθανόμενοι, Μή τι ἐγώ εἰμι, Κύριε; Καὶ τῷ Ἰωάννῃ  ὁ Πέτρος ἐννεύει μαθεῖν τὸν προδότην, καὶ πυθέσθαι τοῦ ∆ιδασκάλου τίς ἐστιν. Τί ποτε οὖν ἐστι τὸ αἴτιον; Οὔπω ἦν ὁ Πέτρος ἀκούσας, Ὕπαγε ὀπίσω μου, σατανᾶ. ∆ιὰ τοῦτο οὐδέ τι δέος εἶχεν· ἐπειδὴ δὲ ἐπετιμήθη, καὶ ἀπὸ πολλῆς διαθέσεως εἰπὼν, οὐκ εὐδοκίμησεν, ἀλλὰ καὶ σατανᾶς ἤκουσεν· ἀκούων ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με, εἰκότως λοιπὸν  ἔδεισε. Ἄλλως δὲ, οὐδὲ νῦν φησιν, Εἷς ἐξ ὑμῶν παραδώσει με, ἀλλ', Εἷς ἐξ ὑμῶν διάβολός ἐστι. ∆ιόπερ οὐδὲ ᾔδεσαν τὸ λεγόμενον, ἀλλὰ πονηρίας ᾤοντο σκώπτεσθαι μόνον. Τί δήποτε δὲ τὸ Οὐχὶ ἐγὼ ὑμᾶς, εἶπεν, τοὺς δώδεκα ἐξελεξάμην, καὶ . εἷς ἐξ ὑμῶν διάβολός ἐστι; Κολακείας ἀπηλλαγμένην  αὐτοῦ τὴν διδασκαλίαν  δεικνύς. Ἐπειδὴ γὰρ πάντων  αὐτὸν ἐγκαταλειψάντων αὐτοὶ παρέμειναν μόνοι, καὶ διὰ τοῦ Πέτρου ὡμολόγουν   εἶναι  Χριστὸν,  ἵνα  μὴ  νομίσωσιν  ὅτι  διὰ  τοῦτο  ἔμελλεν   αὐτοὺς κολακεύειν,  ἀπάγει  ταύτης  τῆς  ὑποψίας.  Ὃ δὲ λέγει,  τοιοῦτόν  ἐστιν· Οὐδέν με δυσωπεῖ  πρὸς τὸ  τοὺς  κακοὺς  μὴ ἐλέγχειν·  μὴ νομίσητε  ὅτι  ἐπειδὴ  ἐπεμείνατε, κολακεῦσαι ὑμᾶς αἱρήσομαι· ἢ ἐπειδὴ ἠκολουθήσατε, οὐκ ἐλέγχω τοὺς πονηρούς. Ὃ γὰρ πολὺ τούτου μεῖζόν ἐστιν εἰς τὸ δυσωπῆσαι τὸν  διδάσκαλον, οὐδὲ τοῦτό με δυσωπεῖ. Ὁ μὲν γὰρ παραμένων, τῆς αὐτοῦ φιλοστοργίας παρέχεται τεκμήριον· ὁ δὲ ἐκλεγεὶς παρὰ τοῦ διδασκάλου, περιάπτει δόξαν ἀνοίας, ἐκριπτούμενος  παρὰ τοῖς ἀνοήτοις.  Ἀλλ' ὅμως  οὐδὲ  τοῦτό  με ἀπάγει  τῶν  ἐλέγχων.  Τοῦτο γοῦν  καὶ  νῦν ἐγκαλοῦσι τῷ Χριστῷ Ἕλληνες ψυχρῶς καὶ ἀνοήτως. Οὐ γὰρ ἀνάγκῃ καὶ βίᾳ ποιεῖν ἀγαθοὺς  εἴωθεν   ὁ  Θεὸς,  οὐδὲ  ἡ  ἐκλογὴ  αὐτοῦ  καὶ  ἡ  αἵρεσις  βιαστικὴ  τῶν καλουμένων  ἐστὶν, ἀλλὰ  προτρεπτική. Καὶ ἵνα  μάθῃς. ὅτι οὐ βιάζεται ἡ κλῆσις, σκόπει πόσους συνέβη τῶν  κληθέντων  ἀπολέσθαι. Ὅθεν φανερὸν,  ὅτι καὶ ἐν τῇ γνώμῃ  κεῖται  τῇ ἡμετέρᾳ, τὸ σωθῆναι  καὶ ἀπολέσθαι.

εʹ. Ταῦτα οὖν  ἀκούοντες, παιδευώμεθα  νήφειν  ἀεὶ καὶ ἐγρηγορέναι.  Εἰ γὰρ ὁ εἰς τὸν  ἅγιον  ἐκεῖνον  χορὸν τελῶν,  ὁ τοσαύτης ἀπολελαυκὼς  δωρεᾶς, ὁ σημεῖα πεποιηκώς (καὶ γὰρ καὶ αὐτὸς μετὰ τῶν  ἄλλων  ἦν  τῶν  πεμφθέντων  νεκροὺς  ἐγεῖραι  καὶ  λεπροὺς  καθαρίσαι), ἐπειδὴ  ἑάλω  νοσήματι  δεινῷ  τῷ  τῆς  φιλαργυρίας  κακῷ, καὶ  τὸν  ∆εσπότην τὸν ἑαυτοῦ προὔδωκεν, οὐδὲν αὐτὸν ὠφέλησαν, οὔτε αἱ εὐεργεσίαι, οὐχ αἱ δωρεαὶ, οὐ τὸ μετ'  αὐτοῦ  εἶναι,  οὐ  θεραπεία,  οὐ  τὸ  τοὺς  πόδας  νίψαι,  οὐ  τὸ  τῆς  τραπέζης κοινωνῆσαι, οὐ τὸ γλωσσόκομον κατέχειν, ἀλλὰ καὶ ἐφόδια αὐτῷ ταῦτα κολάσεως γέγονε· φοβηθῶμεν καὶ ἡμεῖς, μή ποτε τὸν Ἰούδαν μιμησώμεθα διὰ τῆς φιλαργυρίας. Οὐ προδίδως  τὸν  Χριστόν; Ἀλλ'  ὅταν  περιίδῃς  πένητα  λιμῷ  τηκόμενον,  ἢ  ὑπὸ ψύχους διαφθειρόμενον, τὴν αὐτὴν καὶ αὐτὸς ἐφέλκῃ καταδίκην. Καὶ ὅταν ἀναξίως μετέχωμεν  τῶν μυστηρίων, ὁμοίως ἀπολλύμεθα τοῖς χριστοκτόνοις. Ὅταν ἁρπάζωμεν, ὅταν ἄγχωμεν τοὺς καταδεεστέρους, μεγίστην ἐπισπασόμεθα τὴν τιμωρίαν·  καὶ  μάλα  εἰκότως.  Μέχρι γὰρ  τίνος  ὁ  ἔρως  ἡμᾶς  οὕτω  κατέχει  τῶν παρόντων   πραγμάτων   τῶν   περιττῶν   καὶ  ἀνονήτων;  Ὁ  γὰρ  πλοῦτος  ἐν  τοῖς περιττοῖς,  ἐν οἷς οὐδὲν ὄφελος  γίνεται.  Μέχρι τίνος  προσηλώμεθα τοῖς ματαίοις; μέχρι τίνος οὐ διαποβλέπομεν ἐν τοῖς οὐρανοῖς, οὐ νήφομεν, οὐ λαμβάνομεν κόρον τῶν γηΐνων  τούτων καὶ παραῤῥεόντων; οὐ παιδευόμεθα διὰ τῆς πείρας αὐτῶν τὴν εὐτέλειαν;  Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν  πλουτήσαντας.  Οὐχὶ ὄναρ πάντα  ἐκεῖνα; οὐχὶ σκιὰ καὶ ἄνθος, οὐ ῥεῦμα παραῤῥέον; οὐχὶ διήγημα καὶ μῦθος; Ὁ δεῖνα πεπλούτηκε· καὶ ποῦ νῦν ὁ πλοῦτος; Ἀπώλετο καὶ διέφθαρται· ἀλλὰ τὰ δι' αὐτὸν ἁμαρτήματα διαμένει, καὶ ἡ διὰ τὰ ἁμαρτήματα κόλασις. Μᾶλλον δὲ, εἰ μὴ κόλασις ἦν, μηδὲ βασιλεία προὔκειτο, τὸ ὁμόφυλον  καὶ τὸ ὁμογενὲς αἰδεσθῆναι ἐχρῆν, τὸ ὁμοιοπαθὲς δυσωπηθῆναι. Νῦν δὲ κύνας μὲν τρέφομεν· πολλοὶ δὲ καὶ ὀνάγρους καὶ ἄρκτους, καὶ διάφορα θηρία· ἄνθρωπον δὲ περιορῶμεν λιμῷ τηκόμενον, καὶ τιμιώτερον ἡμῖν τὸ ἀλλότριον τοῦ συγγενοῦς, καὶ ἀτιμότερον ἡμῖν τὸ οἰκεῖον τοῦ μὴ ὄντος  οὐδὲ προσήκοντος. Ἀλλ' οἰκοδομεῖσθαι λαμπρὰς οἰκίας καὶ πολλοὺς  ἔχειν οἰκέτας, καὶ εἰς χρυσοῦν ὄροφον κατακειμένους ὁρᾷν καλόν; Περιττὸν μὲν οὖν καὶ ἀνόνητον.  Ἔστιν ἄλλα  οἰκοδομήματα,  λαμπρότερα  πολλῷ  καὶ σεμνότερα . τούτων· ἐπὶ τοῖς τοιούτοις εὐφραίνειν τοὺς ὀφθαλμοὺς ἀναγκαῖον· ὁ γὰρ κωλύσων οὐδείς.  Βούλει  κάλλιστον   ὄροφον  ἰδεῖν;  Ἑσπέρας  καταλαβούσης,  ἴδε κατηστερισμένον τὸν οὐρανόν. Ἀλλ' οὐκ ἔστιν ἔμος ὄροφος, φησί. Καὶ μὴν οὗτος μᾶλλον σὸς, ἢ ἐκεῖνος. Καὶ γὰρ διὰ σὲ γέγονε, καὶ κοινός σοι μετὰ τῶν  ἀδελφῶν ἐστιν· οὗτος δὲ οὐ σὸς, ἀλλὰ τῶν μετὰ τὴν τελευτὴν κληρονομούντων. Καὶ ὁ μὲν τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, διὰ τοῦ κάλλους πρὸς τὸν ∆ημιουργὸν παραπέμπων· οὗτος  δὲ  τὰ  μέγιστά  σε καταβλάψει,  κατήγορός  σου μέγιστος  ἐν  τῇ  ἡμέρᾳ τῆς κρίσεως γινόμενος,  ὅταν αὐτὸς μὲν χρυσῷ περιβεβλημένος  ᾖ, ὁ δὲ Χριστὸς μηδὲ ἀναγκαῖον ἔχων ἱμάτιον. Μὴ δὴ τοσαύτην ἄνοιαν ὑπομένωμεν· μηδὲ διώκωμεν τὰ φεύγοντα,  καὶ φεύγωμεν  τὰ μένοντα· μηδὲ προδῶμεν ἡμῶν τὴν . σωτηρίαν, ἀλλ' ἀντεχώμεθα τῆς μελλούσης ἐλπίδος· οἱ μὲν γεγηρακότες, ἅτε εἰδότες φανερῶς, ὅτι ὀλίγος ἡμῖν ὑπολείπεται τῆς ζωῆς χρόνος· οἱ δὲ νέοι, ἅτε πεπεισμένοι σαφῶς, ὅτι οὐ πολὺ τὸ λειπόμενον.  Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται. Ταῦτ' οὖν εἰδότες, καὶ γυναῖκες ἄνδρας παρακαλῶμεν, καὶ ἄνδρες γυναῖκας νουθετῶμεν, καὶ νεωτέρους καὶ παρθένους διδάσκωμεν, καὶ πάντες ἀλλήλους παιδεύωμεν,  τῶν  μὲν παρόντων  ὑπερορᾷν, τῶν  δὲ μελλόντων  ἐφίεσθαι, ἵνα  καὶ τυχεῖν αὐτῶν δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

















Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |