ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΞΒʹ Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης

Παρασκευή 28 Οκτωβρίου 2016

ΞΒʹ Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΞΒʹ Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ.

αʹ. Πολλοὶ τῶν ἀνθρώπων ὅταν ἴδωσί τινας τῶν ἀρεσκόντων Θεῷ πάσχοντάς τι δεινὸν, οἷον ἢ ἀῤῥωστίᾳ περιπεσόντας, ἢ πενίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ, σκανδαλίζονται·  οὐκ εἰδότες, ὅτι τῶν  μάλιστα τῷ  Θεῷ φίλων  τὸ ταῦτα  πάσχειν ἐστίν· ἐπεὶ καὶ ὁ Λάζαρος τῶν φίλων ἦν τοῦ Χριστοῦ, καὶ ἠσθένει· Τοῦτο γοῦν καὶ οἱ πέμψαντες ἔλεγον· Ἴδε ὃν φιλεῖς ἀσθενεῖ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὴν περικοπήν. Ἦν τις, φησὶν, ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας. Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν εἶπε πόθεν ἦν ὁ Λάζαρος, ἀλλὰ διά τινα αἰτίαν ἣν μετὰ ταῦτα ἐρεῖ. Τέως δὲ τοῦ προκειμένου. ἐχώμεθα. Καὶ τὰς ἀδελφὰς δὲ αὐτοῦ ἡμᾶς διδάσκει χρησίμως· καὶ ἔτι ὃ πλέον εἶχε Μαρία, ἐπάγων καὶ λέγων· Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ. Ἐνταῦθά τινες  διαποροῦντες, Πῶς, φησὶν, ἠνέσχετο ὁ Χριστὸς γυναικὸς  τοιαῦτα  ποιούσης;


Πρῶτον μὲν οὖν ἐκεῖνο ἀναγκαῖον  μαθεῖν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ, οὐδὲ ἡ ἐν τῷ Λουκᾷ· ἄλλη γὰρ αὕτη. Ἐκεῖναι μὲν γὰρ πόρναι δή τινες ἦσαν καὶ πολλῶν  γέμουσαι κακῶν· αὕτη δὲ καὶ σεμνὴ καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν  ὑποδοχὴν  ἐσπούδαζε τοῦ  Χριστοῦ. ∆είκνυσι  δὲ  ὁ  εὐαγγελιστὴς,  ὅτι  καὶ  αἱ ἀδελφαὶ  ἐφίλουν  αὐτὸν, καὶ ὅμως συνεχώρησε τὸν Λάζαρον ἀποθανεῖν.  Τίνος δὲ ἕνεκεν οὐκ ἐάσασαι τὸν . ἀδελφὸν κάμνοντα, ὅπερ ἐποίησεν ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικὸς, ἀπῆλθον πρὸς αὐτὸν, ἀλλὰ πέμπουσι; Σφόδρα ἐθάῤῥουν τῷ Χριστῷ, καὶ πολλὴν  πρὸς αὐτὸν  εἶχον  οἰκείωσιν.  Ἄλλως  δὲ, καὶ γυναῖκες  ἦσαν ἀσθενεῖς, καὶ τῷ  πένθει  κατείχοντο·  ἐπεὶ  ὅτι  οὐ καταφρονοῦσαι  τοῦτο  ἐποίουν, ὕστερον ἐδήλωσαν. Ὅτι μὲν οὖν οὐκ ἦν αὕτη ἐκείνη, δῆλον. Ἀλλὰ καὶ ἐκείνην τίνος ἕνεκεν   ἐδέξατο   ὁ   Χριστὸς,  φησίν;   Ἵνα   λύσῃ   τὴν   κακίαν·   ἵνα   δείξῃ   τὴν φιλανθρωπίαν·  ἵνα μάθῃς, ὅτι οὐκ ἔστι νόσημα νικῶν  αὐτοῦ τὴν ἀγαθότητα. Μὴ τοίνυν τοῦτο μόνον ἴδῃς, ὅτι ἐδέξατο, ἀλλὰ κἀκεῖνο σκόπει, πῶς μετέβαλε. Καὶ τίνος ἕνεκεν ἀναμιμνήσκει τῆς ἱστορίας ταύτης ἡμᾶς ὁ εὐαγγελιστής; μᾶλλον δὲ τί διδάξαι βούλεται τῷ λέγειν, Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν  αὐτῆς, καὶ τὸν Λάζαρον; Μηδέποτε ἀγανακτεῖν μηδὲ δυσχεραίνειν, εἴ τις ἀσθένεια γένοιτο περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους.  Ἴδε ὃν φιλεῖς,  ἀσθενεῖ. Εἰς οἶκτον ἐπισπάσασθαι ἐβούλοντο τὸν Χριστόν. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον· καὶ δῆλον ἐξ ὧν λέγουσιν· Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανε· καὶ ἐκ τοῦ μὴ εἰπεῖν, Ἴδε Λάζαρος ἀσθενεῖ, ἀλλ',  Ἴδε ὃν φιλεῖς,  ἀσθενεῖ. Τί οὖν  ὁ Χριστός; Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ δι' αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα πῶς πάλιν μίαν τὴν δόξαν φησὶν αὐτοῦ καὶ τοῦ Πατρός. Εἰπὼν γὰρ, Θεοῦ, ἐπήγαγεν, Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκεῖ ἡμέρας δύο μένειν, τέως αὐτοὺς ἀποπέμπεται τοῦτο ἀπαγγέλλοντας. Ἐφ' ᾧ καὶ θαυμάσαι ἔστι τὰς ἀδελφὰς  αὐτοῦ, πῶς ἀκούσασαι, ὅτι Οὐκ ἔστι πρὸς θάνατον,  καὶ ἰδοῦσαι αὐτὸν  ἀποθανόντα,  οὐκ ἐσκανδαλίσθησαν, ἀπεναντίας  τοῦ πράγματος γενομένου· ἀλλὰ προσῆλθον καὶ οὕτω, καὶ οὐκ ἐνόμισαν αὐτὸν διαψεύσασθαι. Τὸ δὲ, Ἵνα, ἐνταῦθα οὐκ αἰτιολογίας, ἀλλ' ἐκβάσεώς ἐστι. Συνέβη μὲν γὰρ ἑτέρωθεν  ἡ ἀῤῥωστία· ἐχρήσατο δὲ αὐτῇ εἰς δόξαν  Θεοῦ. Καὶ ταῦτα  εἰπὼν, ἔμεινεν ἡμέρας δύο. Τίνος ἕνεκεν ἔμεινεν; Ἵνα ἀποπνεύσῃ, καὶ ταφῇ, ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν· ὅτι κάρος ἦν, ὅτι ἔκλυσις ἦν, ὅτι καταγωγὴ ἦν, καὶ οὐ θάνατος. ∆ιὰ τοῦτο καὶ χρόνον τοσοῦτον μένει, ὡς καὶ φθορὰν γενέσθαι, καὶ εἰπεῖν, Ἤδη ὄζει. Εἶτα λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν. Τί δήποτε οὐδαμοῦ προειπὼν ἀλλαχοῦ, ἐνταῦθα προλέγει; Ἐδεδοίκεισαν σφόδρα· καὶ ἐπεὶ ταύτῃ διέκειντο, προλέγει, ἵνα μὴ τὸ ἀθρόον ταράξῃ αὐτούς. Τί δὲ οἱ μαθηταί; Νῦν ἐζήτουν σε Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἐδεδοίκεισαν μὲν οὖν καὶ ὑπὲρ αὐτοῦ· τὸ δὲ πλέον, μᾶλλον ὑπὲρ ἑαυτῶν· οὔπω γὰρ ἦσαν ἀπηρτισμένοι. ∆ιὸ καὶ  τῷ  δέει  κατασειόμενος  λέγει  Θωμᾶς· Ἄγωμεν,  ἵνα  καὶ  ἡμεῖς  ἀποθάνωμεν. Ἀσθενέστερος γὰρ τῶν ἄλλων ἦν καὶ ἀπιστότερος. Ἀλλ' ὅρα πῶς αὐτοὺς δι' ὧν φησι παραθαῤῥύνει ὁ Ἰησοῦς. Οὐχὶ δώδεκα ὧραί εἰσι τῆς ἡμέρας; Ἢ τοῦτο τοίνυν φησὶν, ὅτι  ὁ  μηδὲν  ἑαυτῷ  συνειδὼς  πονηρὸν,  οὐδὲν  πείσεται  δεινόν·  ὁ  δὲ  τὰ  φαῦλα πράσσων πείσεται (ὥστε ἡμᾶς οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἐπράξαμεν)· ἢ ὅτι ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, ἐν ἀσφαλείᾳ ἐστίν. Εἰ δὲ ὁ τὸ φῶς  τοῦ κόσμου τούτου  βλέπων,  πολλῷ  μᾶλλον  ὁ μετ' ἐμοῦ, ἐὰν  μὴ ἀποστήσῃ ἑαυτὸν . ἐμοῦ. Τούτοις παραθαῤῥύνας, ἐπάγει καὶ τὴν αἰτίαν ἀναγκαίαν  τῆς ἀφίξεως τῆς ἐκεῖσε· καὶ δεικνὺς, ὅτι οὐκ εἰς τὰ Ἱεροσόλυμα μέλλουσιν ἀπιέναι, ἀλλ' εἰς  Βηθανίαν, Λάζαρος ὁ φίλος,  φησὶ, κεκοίμηται,  καὶ  πορεύομαι  ἵνα  ἐξυπνίσω αὐτόν·  τουτέστιν,  Οὐκ  ἐπὶ  τοῖς  αὐτοῖς  ἄπειμι  πάλιν   διαλεξόμενος  καὶ  ὁμόσε χωρήσων  τοῖς Ἰουδαίοις, ἀλλὰ  τὸν  φίλον  ἐξυπνίσων  τὸν  ἡμέτερον. Λέγουσιν οἱ μαθηταί· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Τοῦτο δὲ οὐχ ἁπλῶς εἶπον, ἀλλ' ἐγκόψαι βουλόμενοι τὴν ἐκεῖ παρουσίαν. Λέγεις, φησὶν, ὅτι καθεύδει; οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελθεῖν. Καίτοι αὐτὸς διὰ τοῦτο εἶπεν, ὅτι Ὁ φίλος ἡμῶν, ἵνα δείξῃ ἀναγκαίαν τὴν παρουσίαν.

 βʹ. Ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο. τότε λέγει, Ἀπέθανε. Τὸ μὲν οὖν πρότερον, τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος, ἔλεγεν· ἐπειδὴ δὲ οὐ συνῆκαν, ἐπάγει· Ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς. Τί δήποτε, ∆ι' ὑμᾶς; Ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, καὶ  ὅτι  ἐπειδὰν  ἀναστήσω,  οὐδεμία  ἔσται  ὑποψία.  Ὁρᾷς  πῶς  ἔτι  ἀτελέστερον διέκειντο οἱ μαθηταὶ, καὶ οὐκ ᾔδεσαν αὐτοῦ τὴν δύναμιν ὡς ἐχρῆν; Τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι, ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες. Καὶ ὅτε μὲν ἔλεγε, Κεκοίμηται, λέγει· Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· ὅτε δὲ εἶπεν, Ἀπέθανεν, οὐκέτι προσέθηκε,  Πορεύομαι  ἵνα   ἀναστήσω  αὐτόν.   Οὐ  γὰρ  ἠβούλετο   τοῖς   ῥήμασι προλέγειν, ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι, τὸ ἀκενόδοξον πανταχοῦ διδάσκων ἡμᾶς, καὶ τὸ μὴ δεῖν ἁπλῶς ὑπισχνεῖσθαι. Εἰ δὲ ἐπὶ τοῦ ἑκατοντάρχου τοῦτο ἐποίησε παρακληθεὶς (εἶπε γὰρ, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν), ἵνα δείξῃ τὴν ἐκείνου πίστιν, τοῦτο εἶπεν. Εἰ δὲ λέγοι τις, Πόθεν ὕπνον ὑπέλαβον οἱ μαθηταὶ, καὶ οὐδὲ ἀπὸ τούτου συνέγνωσαν θάνατον εἶναι, λέγω δὲ τοῦ εἰπεῖν, Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν; (καὶ γὰρ ἀνοίας ἦν εἴ γε προσεδόκων στάδια πέντε  καὶ δέκα αὐτὸν  πορεύεσθαι, ὥστε ἐξυπνίσαι·)  ἐκεῖνο  ἂν  εἴποιμεν,  ὅτι  ἐνόμιζον  τοῦτο  αἴνιγμα  εἶναι,  οἷα  πολλὰ διελέγετο. Πάντες μὲν οὖν ἐδεδοίκεισαν τὴν τῶν  Ἰουδαίων  ἔφοδον, ὑπὲρ δὲ τοὺς ἄλλους ὁ Θωμᾶς· διὸ καὶ ἔλεγεν· Ἄγωμεν, ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν μετ' αὐτοῦ. Καί τινες μέν φασιν, ὅτι ἐπεθύμει καὶ αὐτὸς ἀποθανεῖν· οὐκ ἔστι δέ· δειλίας γὰρ μᾶλλον τὸ ῥῆμα. Ἀλλ' οὐκ ἐπετιμήθη.  ∆ιεβάσταζε γὰρ αὐτοῦ τὴν ἀσθένειαν ἔτι· ὕστερον μέντοι πάντων ἰσχυρότερος γέγονε καὶ ἄληπτος. Τὸ γοῦν θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τὸν οὕτως ἀσθενῆ πρὸ τοῦ σταυροῦ μετὰ τὸν σταυρὸν καὶ τὸ πιστεῦσαι τῇ ἀναστάσει θερμότερον πάντων αὐτὸν ὁρῶμεν· τοσαύτη ἡ τοῦ Χριστοῦ δύναμις. Ὁ γὰρ μετὰ τοῦ Χριστοῦ εἰς Βηθανίαν μὴ τολμῶν ἀπελθεῖν, οὗτος τὸν Χριστὸν οὐχ ὁρῶν, σχεδὸν τὴν οἰκουμένην  διέδραμε, καὶ  ἐν  μέσοις δήμοις  ἐστρέφετο φονῶσι  καὶ  βουλομένοις αὐτὸν ἀνελεῖν. Εἰ δὲ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία, ὅπερ ἐστὶ μίλια δύο, πῶς τεταρταῖος ὁ Λάζαρος; Ἔμεινε δύο, καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων  καθ' ἣν καὶ ἐτελεύτησεν· εἶτα κατ' αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. ∆ιὰ τοῦτο καὶ κληθῆναι  ἀνέμεινε,  καὶ  οὐχὶ  αὐτεπάγγελτος   ἦλθεν,  ἵνα  μή  τις  ὑποπτεύσῃ  τὸ γεγονός. Καὶ οὐδὲ αὐταὶ παρεγένοντο αἱ φιλούμεναι, ἀλλὰ ἄλλοι πέμπονται. Ἦν δὲ ἡ Βηθανία ὡς ἀπὸ σταδίων δεκαπέντε. Ἐντεῦθεν δηλοῦται ὅτι πολλοὺς ἀπὸ Ἱεροσολύμων εἰκὸς παρεῖναι. Εὐθέως γοῦν  ἐπήγαγεν,  ὅτι Ἰουδαίων  ἦσαν πολλοὶ παραμυθούμενοι. Πόθεν παρεμυθοῦντο αὐ . τὰς φιλουμένας  ὑπὸ τοῦ Χριστοῦ; καίτοι συνέθεντο, ἐάν τις ὁμολογήσῃ Χριστὸν, ἵνα ἀποσυνάγωγος γένηται; Ἢ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἢ ὡς εὐγενεστέρας αἰδούμενοι, ἢ οἱ μὴ πονηροὶ, οὗτοι παρῆσαν· πολλοὶ  γοῦν καὶ ἐξ αὐτῶν  ἐπίστευσαν. Ταῦτα δὲ λέγει  ὁ εὐαγγελιστὴς, πιστούμενος ὅτι τέθνηκε Λάζαρος. Τί δήποτε δὲ οὐ παραλαμβάνει τὴν ἀδελφὴν εἰς ἀπάντησιν  ἐρχομένη  τοῦ  Χριστοῦ; Βούλεται κατ'  ἰδίαν  αὐτῷ  συντυχεῖν,  καὶ  τὸ γεγονὸς  ἀπαγγεῖλαι.  Ἐπειδὴ δὲ αὐτὴν εἰς ἐλπίδας χρηστὰς ἤγαγε, τότε ἄπεισι καὶ καλεῖ τὴν Μαρίαν, καὶ ἀπήντησεν αὐτῷ, τοῦ πένθους  ἀκμάζοντος ἔτι. Ὁρᾷς πῶς ζέον τὸ φίλτρον ἦν; Αὕτη ἐστὶ περὶ ἧς ἔλεγε· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Πῶς οὖν  αὕτη θερμοτέρα ἐφαίνετο,  φησίν; Οὐ θερμοτέρα αὕτη· οὐ γὰρ ἤκουσεν ἐκείνη· ἐπεὶ αὕτη ἀσθενεστέρα ἦν. Ἡ γὰρ ἀκούσασα τοσαῦτα, αὕτη φησὶ πάλιν, Ἤδη ὄζει· τεταρταῖος  γάρ  ἐστιν.  Ἐκείνη  δὲ, καίτοι  μηδὲν  ἀκούσασα, τοιοῦτον  οὐδὲν ἐφθέγξατο, ἀλλ' εὐθὺς πιστεύσασα λέγει· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἀπέθανεν. 

γʹ. Ὁρᾶτε ὅση φιλοσοφία  γυναικῶν,  εἰ καὶ ἀσθενὴς  αὐτῶν  ἡ γνώμη; Ἰδοῦσαι  γὰρ  τὸν  Χριστὸν, οὐκ  εὐθέως  εἰς  θρήνους,  οὐδὲ  εἰς  κωκυτοὺς,  οὐδὲ ὀλολυγμοὺς  ἐκπίπτουσιν· ὅπερ πάσχομεν ἡμεῖς, ἐπειδάν  τινας  γνωρίμους ἐπεισιόντας   ἴδωμεν   τῷ   πένθει·   ἀλλ'   εὐθέως   τὸν   διδάσκαλον   θαυμάζουσιν. Ἐπίστευον μὲν οὖν καὶ ἀμφότεραι εἰς τὸν Χριστὸν, ἀλλ' οὐχ ὡς προσῆκεν. Οὔπω γὰρ ἀκριβῶς ἠπίσταντο, οὔτε ὅτι Θεὸς ἦν, οὔτε ὅτι οἰκείᾳ δυνάμει καὶ αὐθεντίᾳ ταῦτα ποιεῖ· ἅπερ ἀμφότερα αὐτὰς ἐδίδαξεν. Ὅτι δὲ οὐκ ᾔδεσαν, δῆλον καὶ ἐκ τοῦ εἰπεῖν, Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφὸς ἡμῶν· καὶ ἐκ τοῦ ἐπαγαγεῖν, Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι, ὡς περὶ ἐναρέτου τινὸς καὶ εὐδοκίμου διαλεγόμεναι. Ὅρα δὲ καὶ τί φησιν ὁ Χριστός· Ἀναστήσεται ὁ ἀδελφός σου. Ἐκεῖνο τέως ἀνατρέπει τὸ, Ὅσα ἂν αἰτήσῃ. Οὐ γὰρ εἶπεν, Αἰτῶ· ἀλλὰ τί; Ἀναστήσεται ὁ ἀδελφός σου. Τὸ μὲν οὖν εἰπεῖν, Ὦ γύναι, ἔτι κάτω βλέπεις; οὐ δέομαι βοηθείας ἑτέρας, ἀπ' ἐμαυτοῦ πάντα ποιῶ, σφόδρα ἦν φορτικὰ, καὶ προσέστη ἂν τῇ γυναικί· νῦν δὲ εἰπὼν, Ἀναστήσεται, μέσον ἐποίησεν ἀναγκαίως  τὸν  λόγον,  καὶ διὰ τῶν  ἑξῆς δὲ ταῦτα  ἅπερ εἶπον  ᾐνίξατο. Εἰπούσης γὰρ, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, σαφέστερον δεικνὺς αὐτοῦ τὴν αὐθεντίαν, λέγει, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· δηλῶν, ὅτι οὐ δεῖται ἑτέρου βοηθοῦντος,  εἴ γε  αὐτός  ἐστιν  ἡ ζωή. Εἰ δὲ δεῖται  ἑτέρου, πῶς  ἂν  εἴη  αὐτὸς  ἡ ἀνάστασις καὶ ἡ ζωή; Ἀλλ' οὕτω φανερῶς  οὐκ εἶπεν, ᾐνίξατο  δὲ αὐτό. Πάλιν δὲ ἐκείνης  εἰπούσης, Ὅσα ἂν  αἰτήσῃ, αὐτὸς  πάλιν  λέγει·  Ὁ πιστεύων  εἰς  ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ χορηγὸς τῶν ἀγαθῶν, καὶ παρ' αὐτοῦ δεῖ αἰτεῖν. Καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Ὅρα πῶς αὐτῆς ἀνάγει  τὸν  νοῦν.  Οὐ γὰρ τοῦτο ἦν τὸ ζητού . μενον  μόνον,  τὸ Λάζαρον ἀναστῆσαι,  ἀλλ'  ἔδει  καὶ  ταύτην  καὶ  τοὺς  παρόντας  μετ'  αὐτῆς  τὴν ἀνάστασιν μαθεῖν. ∆ιὰ τοῦτο πρὸ τῆς ἀναστάσεως φιλοσοφεῖ διὰ τῶν ῥημάτων. Εἰ δὲ ἡ ἀνάστασις αὐτός ἐστι, καὶ ἡ ζωὴ, οὐ τόπῳ περικλείεται, ἀλλὰ πανταχοῦ  παρὼν οἶδεν ἰᾶσθαι. Εἰ μὲν οὖν εἶπαν ὡς ὁ ἑκατοντάρχης, Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου, τοῦτο ἂν ἐποίησεν· ἐπειδὴ δὲ ἐκάλεσαν αὐτὸν πρὸς ἑαυτὰς, καὶ παραγενέσθαι ἠξίωσαν, τούτου ἕνεκεν συγκάτεισιν, ὥστε αὐτὰς ἀναστῆσαι ἀπὸ τῆς ταπεινότητος τῆς περὶ αὐτὸν, καὶ παραγίνεται κατὰ τὸν τόπον. Ὅμως καὶ συγκατιὼν δείκνυσι καὶ οὕτως, ὅτι καὶ ἀπὼν  δύναται  θεραπεύειν· διὰ τοῦτο δὴ καὶ βραδύνει. Οὐ γὰρ ἂν ἐφάνη ἡ χάρις εὐθέως δοθεῖσα, εἰ μὴ καὶ ἡ δυσωδία προεχώρησε. Καὶ πόθεν ᾔδει ἡ γυνὴ  τὴν  μέλλουσαν  ἀνάστασιν; Ἤκουσε πολλὰ  τοῦ  Χριστοῦ περὶ  ἀναστάσεως λέγοντος, ἀλλ' ὅμως ἐκείνη ἄρτι ἐπεθύμει ἰδεῖν· καὶ ὅρα πῶς κάτω στρέφεται ἔτι. Ἀκούσασα γὰρ, ὅτι Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ, οὐδὲ οὕτως εἶπεν, Ἀνάστησον αὐτόν· ἀλλὰ τί; Πιστεύω ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτήν; Πᾶς ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται (τοῦτον τὸν θάνατον λέγων)· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ· τὸν θάνατον ἐκεῖνον δηλῶν. Ἐπεὶ οὖν ἐγώ εἰμι ἡ ἀνάστασις, μὴ θορυβηθῇς εἰ καὶ τέθνηκεν ἤδη, ἀλλὰ πίστευε. Οὐ γάρ ἐστι τοῦτο θάνατος. Τέως αὐτὴν ἐπὶ τῷ συμβεβηκότι παρεμυθήσατο, καὶ ἐλπίδας ὑπέφηνε, καὶ τῷ εἰπεῖν, ὅτι Ἀναστήσεται, καὶ τῷ εἰπεῖν, Ἐγώ εἰμι ἡ ἀνάστασις· καὶ ὅτι ἀναστὰς, κἂν πάλιν ἀποθάνῃ, οὐδὲν πείσεται. Ὥστε οὐ χρὴ φρίττειν τοῦτον τὸν θάνατον.  Ὃ  δὲ  λέγει,  τοιοῦτόν   ἐστιν,  ὅτι  Οὔτε  οὗτος  τέθνηκεν,   οὔτε  ὑμεῖς τεθνήξεσθε. Πιστεύεις τοῦτο; Λέγει ἐκείνη· Πιστεύω ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος. ∆οκεῖ μοι μὴ συνιέναι τὸ γύναιον τὸ λεχθέν. Ἀλλ' ὅτι  μὲν  μέγα  τι  ἦν,  συνεῖδεν·  οὐ  μὴν  κατενόησε  τὸ  πᾶν.  ∆ιὰ  τοῦτο  ἕτερον ἐρωτηθεῖσα, ἕτερον  ἀποκρίνεται.  Τέως μέντοι  ἐκεῖνο  ἐκέρδανε, τὸ καταλῦσαι τὸ πένθος.  Τοιαύτη γὰρ  τῶν  τοῦ  Χριστοῦ λόγων  ἡ δύναμις.  ∆ιὰ τοῦτο  καὶ  ἐκείνη προέφθασε, καὶ αὕτη ἠκολούθησεν. Ἡ γὰρ εἰς τὸν διδάσκαλον εὔνοια τοῦ παρόντος οὐ  σφόδρα  αἰσθάνεσθαι  συνεχώρει.  Ὥστε μετὰ  τῆς  χάριτος,  καὶ  ἡ  γνώμη  τῶν γυναικῶν  φιλόσοφος  ἦν. 

δʹ. Ἀλλὰ  νῦν  μετὰ τῶν  ἄλλων  κακῶν  καὶ  τοῦτο  τῶν γυναικῶν  τὸ  νόσημα κρατεῖ.  Ἐπίδειξιν  γὰρ  ἐν  τοῖς  θρήνοις  ποιοῦνται  καὶ  τοῖς κωκυτοῖς, γυμνοῦσαι βραχίονας, σπαράττουσαι τρίχας, χαράδρας ποιοῦσαι κατὰ τῶν παρειῶν.  Καὶ τοῦτο  ποιοῦσιν,  αἱ  μὲν  ὑπὸ  πένθους,  αἱ  δὲ  ὑπὸ  ἐπιδείξεως  καὶ φιλοτιμίας,  αἱ δὲ ὑπὸ ἀσωτίας· καὶ τοὺς βραχίονας γυμνοῦσιν, ἐν ὄψεσι καὶ ταῦτα ἀνδρῶν. Τί ποιεῖς, ὦ γύναι; γυμνοῖς  σεαυτὴν ἀσχημόνως, εἰπέ μοι, ἐπὶ μέσης τῆς ἀγορᾶς, τοῦ Χριστοῦ μέλος οὖσα, ἀνδρῶν παρόντων  κατὰ τὴν ἀγοράν; καὶ τρίχας τίλλεις, καὶ διασχίζεις ἐσθῆτα, καὶ μέγα κωκύεις, καὶ χορὸν περιιστᾷς, καὶ μαινάδων γυναικῶν  εἰκόνα διασώζεις, καὶ οὐχ ἡγῇ τῷ Θεῷ προσκρούειν; Πόσης ταῦτα μανίας; ἆρ'  οὐ γελάσονται Ἕλληνες; ἆρ'  οὐ μύθους τὰ ἡμέτερα εἶναι νομίσουσιν; Ἐροῦσι γάρ· Οὐκ ἔστιν ἀνάστασις, ἀλλὰ χλεύη τὰ τῶν Χριστιανῶν, ἀπάτη καὶ συσκευή. Καθά. περ γὰρ οὐδενὸς ὄντος μετὰ ταῦτα, οὕτω κωκύουσιν αἱ παρ' αὐτοῖς γυναῖκες· οὐ προσέχουσι τοῖς ῥήμασι τοῖς ἐν τοῖς βιβλίοις αὐτῶν  κεχαραγμένοις. Πλάσματα ἐκεῖνα  πάντα,  καὶ  δηλοῦσιν  αὐταί.  Εἰ γὰρ  ἐπίστευον,  ὅτι  ὁ  τετελευτηκὼς   οὐ τετελεύτηκεν,  ἀλλ' ἐπὶ  βελτίονα  ζωὴν  μετέστη, οὐκ ἂν  αὐτὸν  ὡς  οὐκ ἔτι  ὄντα ἐθρήνησαν, οὐκ ἂν οὕτω κατεκόπτοντο, οὐκ ἂν τοιαύτας ἀφῆκαν φωνὰς  ἀπιστίας γεμούσας· Οὐκ ἔτι σε ὄψομαι, οὐκ ἔτι σε ἀπολήψομαι. Μῦθος ἅπαντα τὰ παρ' αὐτοῖς. Εἰ δὲ τὸ κεφάλαιον τῶν ἀγαθῶν οὕτω διαπιστεῖται, πολλῷ μᾶλλον καὶ τὰ ἄλλα τὰ παρ' αὐτοῖς σεμνά. Οὐχ οὕτως Ἕλληνες γυναικίζονται·  πολλοὶ παρ' αὐτοῖς ἐφιλοσόφησαν. Καὶ ἀκούσασα Ἕλλην γυνὴ περὶ παιδὸς ἐν πολέμῳ πεσόντος, εὐθέως ἤρετο· Τὰ δὲ τῆς πόλεως πῶς διάκειται πράγματα; καὶ ἄλλος φιλόσοφος ἐστεφανωμένος, ἐπειδὴ ἤκουσεν ὅτι ὑπὲρ τῆς πατρίδος ὁ παῖς ἔπεσεν, ἀφελόμενος τὸν στέφανον, καὶ ἐρόμενος ὁπότερος τοῖν δυοῖν, ἐπειδὴ ἔμαθε τὸν πεσόντα, τὸν στέφανον  εὐθὺς πάλιν  ἐπέθηκε. Πολλοὶ δὲ καὶ υἱεῖς καὶ θυγατέρας ἐπέδωκαν  εἰς σφαγὴν, δαίμονας τιμῶντες. Αἱ δὲ Λακωνικαὶ γυναῖκες καὶ παραινοῦσι τοῖς παισὶν, ἢ τὴν  ἀσπίδα διασῶσαι ἐκ τοῦ πολέμου, ἢ ἐπ' αὐτῆς ἐνεχθῆναι  νεκρόν. ∆ιὰ ταῦτα αἰσχύνομαι  ὅτι Ἕλληνες τοιαῦτα  φιλοσοφοῦσιν,  ἡμεῖς δὲ ἀσχημονοῦμεν. Οἱ περὶ ἀναστάσεως οὐδὲν εἰδότες, τὰ τῶν εἰδότων πράττουσιν· οἱ δὲ εἰδότες, τὰ τῶν ἀγνοούντων. Πολλοὶ καὶ ὃ διὰ Θεὸν οὐ ποιοῦσι, τοῦτο δι' ἀνθρώπων αἰδῶ πράττουσι πολλάκις.  Αἱ γὰρ εὐπορώτεραι τῶν  γυναικῶν  τρίχας οὐ τίλλουσιν,  οὐ βραχίονας γυμνοῦσιν· ὃ καὶ αὐτὸ κατηγορίας ἐσχάτης, οὐκ ἐπειδὴ οὐ γυμνοῦσιν, ἀλλ' ἐπειδὴ οὐ δι' εὐλάβειαν  αὐτὸ πράττουσιν, ἀλλὰ  διὰ τὸ μὴ δόξαι καταισχύνειν  ἑαυτάς. Εἶτα αἰδὼς μὲν πένθους κρατεῖ, ὁ δὲ τοῦ Θεοῦ φόβος οὐ κρατεῖ; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα κατηγορίας ἄξια; Ἐχρῆν οὖν ὃ ποιοῦσιν αἱ πλουτοῦσαι διὰ τὸν πλοῦτον, τὰς πενομένας διὰ τὸν τοῦ Θεοῦ φόβον ποιεῖν. Νῦν δὲ πάντα ἀπεναντίας, κἀκεῖναι διὰ κενοδοξίαν  φιλοσοφοῦσι, καὶ αὗται διὰ μικροψυχίαν  ἀσχημονοῦσι. Τί ταύτης τῆς ἀνωμαλίας  χεῖρον; Πάντα δι' ἀνθρώπους,  πάντα  διὰ τὰ ἐνταῦθα  πράττομεν.  Καὶ ῥήματα παραφροσύνης γέμοντα φθέγγονται  καὶ πολλοῦ γέλωτος. Καὶ ὁ μὲν Κύριός φησι· Μακάριοι οἱ πενθοῦντες,  τοὺς τὰ ἁμαρτήματα πενθοῦντας  λέγων· καὶ οὐδεὶς ἐκεῖνο πενθεῖ τὸ πένθος, οὐδὲ φροντίζει τῆς ψυχῆς ἀπολωλυίας· τοῦτο δὲ οὐκ ἐκελεύσθημεν πράττειν,  καὶ πράττομεν. Τί οὖν; φησί· καὶ ἄνθρωπον  ὄντα ἔνι μὴ δακρύειν; Οὐδὲ ἐγὼ τοῦτο κωλύω,  ἀλλὰ κωλύω  τὸ κόπτεσθαι, τὸ ἀμέτρως τοῦτο ποιεῖν. Οὐκ εἰμὶ θηριώδης, οὐδὲ ἀπηνής· οἶδα ὅτι ἡ φύσις ἐλέγχεται, καὶ ἐπιζητεῖ τὴν συνήθειαν καὶ τὴν ὁμιλίαν τὴν καθημερινήν. Οὐκ ἔνεστι μὴ λυπεῖσθαι. Τοῦτο καὶ ὁ Χριστὸς ἔδειξεν· ἐδάκρυσε γὰρ ἐπὶ τοῦ Λαζάρου. Τοῦτο καὶ σὺ ποίησον· δάκρυσον, ἀλλ' ἠρέμα, ἀλλὰ μετὰ εὐσχημοσύνης, ἀλλὰ μετὰ τοῦ φόβου τοῦ Θεοῦ. Ἂν δακρύσῃς οὕτως,  οὐχ  ὡς  τῇ  ἀναστάσει  διαπιστῶν  τοῦτο  ποιεῖς,  ἀλλ'  ὡς  οὐ  φέρων  τὸν χωρισμόν.

 εʹ. Ἐπεὶ καὶ τοὺς ἀποδημοῦντας καὶ ἀναχωροῦντας  δακρύομεν· ἀλλ' οὐ ποιοῦμεν  τοῦτο  ὡς  ἀπογινώσκοντες.  Οὕτω καὶ  σὺ δάκρυσον,  ὡς  ἀποδημοῦντα προπέμπων.  Ταῦτα  οὐ  νομοθετῶν   λέγω,  ἀλλὰ  συγκατιών.  . Εἰ  μὲν  γὰρ ἁμαρτωλὸς ὁ τεθνηκὼς, καὶ πολλὰ τῷ Θεῷ προσκεκρουκὼς, δεῖ δακρύειν· μᾶλλον δὲ οὐδὲ δακρύειν μόνον (τοῦτο γὰρ οὐδὲν ὄφελος ἐκείνῳ), ἀλλὰ ποιεῖν τὰ δυνάμενα τινὰ  παραμυθίαν  αὐτῷ  περιποιῆσαι, ἐλεημοσύνας  καὶ προσφοράς. ∆εῖ δὲ καὶ ἐπὶ τούτῳ χαίρειν, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Εἰ δὲ δίκαιος, ἀγάλλεσθαι πλέον ὅτι ἐν ἀσφαλείᾳ τὰ ἐκείνου κεῖται, καὶ ἀπήλλακται τῆς τοῦ μέλλοντος ἀδηλίας· ἂν μὲν νέος, ὅτι ταχέως ἀπηλλάγη  τῶν ἐν τῷ μέσῳ κακῶν· ἂν δὲ πρεσβύτης, ὅτι ὃ δοκεῖ ποθεινὸν εἶναι, τοῦτο μετὰ κόρου λαβὼν ἀπῆλθε. Σὺ δὲ ταῦτα ἀφεὶς λογίζεσθαι, τὰς θεραπαινίδας  κατακόπτεσθαι  παρορμᾷς, ὡς  δῆθεν  τιμῶσα  τὸν  ἀπελθόντα,  ὅπερ ἐσχάτης ἐστὶν ἀτιμίας. Ἡ γὰρ τιμὴ τῷ τετελευτηκότι, οὐ θρῆνοι καὶ οἰμωγαὶ, ἀλλ' ὕμνοι καὶ ψαλμῳδίαι,  καὶ βίος ἄριστος. Ἐκεῖνος μὲν γὰρ ἀπελθὼν,  μετ' ἀγγέλων ἀπελεύσεται, κἂν μηδεὶς παρατύχῃ τῷ λειψάνῳ· ὁ δὲ διεφθαρμένος, κἂν τὴν πόλιν ἔχῃ  προπέμπουσαν,  οὐδὲν  καρπώσεται.  Βούλει τιμῆσαι  τὸν  ἀπελθόντα;  Ἑτέρως τίμησον,  ἐλεημοσύνας  ποιῶν,  εὐεργεσίας,  λειτουργίας.  Τί  τὸ  ὄφελος  ἀπὸ  τῶν πολλῶν  ὀδυρμῶν; Ἐγὼ δὲ καὶ ἕτερον ἤκουσα χαλεπόν· ὅτι δὴ πολλαὶ καὶ ἐραστὰς ἐπισπῶνται διὰ τῶν θρήνων, τῇ θερμότητι τῶν κοπετῶν φιλανδρίας δόξαν ἑαυταῖς κατασκευάζουσαι. Ὢ διαβολικῆς ἐπινοίας! ὢ σατανικῆς ἐφευρέσεως! μέχρι πότε γῆ καὶ σποδὸς ἡμεῖς, μέχρι πότε αἷμα καὶ σάρκες; Ἀναβλέψωμεν  εἰς τοὺς οὐρανοὺς, λάβωμεν  ἔννοιαν  τῶν  πνευματικῶν.  Πῶς Ἕλλησιν ἐπιτιμῆσαι  δυνησόμεθα; πῶς παραμυθήσασθαι τοιαῦτα ποιοῦντες; πῶς αὐτοῖς περὶ ἀναστάσεως διαλεξόμεθα; πῶς περὶ τῆς ἄλλης φιλοσοφίας; πῶς αὐτοὶ βιωσόμεθα μετ' ἀδείας; οὐκ οἶδας, ὅτι ἀπὸ λύπης ἐκβαίνει θάνατος; Σκοτίζουσα γὰρ τὸ διορατικὸν τῆς ψυχῆς, οὐ μόνον οὐδὲν ἀφίησιν ἰδεῖν τῶν δεόντων, ἀλλὰ καὶ πολὺ τὸ βλάβος ἐργάζεται. Ἐκείνως μὲν οὖν καὶ τῷ Θεῷ προσκρούομεν, καὶ οὔτε ἑαυτοὺς, οὔτε τὸν ἀπελθόντα ὠφελοῦμεν· οὕτω δὲ  καὶ  τῷ  Θεῷ εὐαρεστοῦμεν, καὶ  παρὰ  ἀνθρώποις  εὐδοκιμοῦμεν.  Ἐὰν γὰρ  μὴ καταπέσωμεν καὶ αὐτοὶ, ταχέως ἀναιρεῖ τὸ λείψανον τῆς ἀθυμίας· ἐὰν δὲ ἀγανακτῶμεν,  ἀφίησιν ἡμᾶς ἐκδότους τῇ λύπη γενέσθαι. Ἐὰν εὐχαριστῶμεν, οὐκ ἀθυμήσομεν. Καὶ πῶς δύναται,  φησὶ, μὴ λυπεῖσθαι ὁ υἱὸν ἢ θυγατέρα ἢ γυναῖκα ἀποβαλών;  Οὐ λέγω,  μὴ  λυπεῖσθαι,  ἀλλὰ  μὴ  ἀμέτρως  τοῦτο  ποιεῖν.  Ἐὰν  γὰρ ἐννοήσωμεν  ὅτι  ὁ Θεὸς ἀφείλετο,  ὅτι  θνητὸν  ἔσχομεν  ἄνδρα  καὶ  υἱὸν,  ταχέως ληψόμεθα  παραμυθίαν.  Τὸ γὰρ ἀγανακτεῖν,  μεῖζόν  τι  τῆς  φύσεως  ἐπιζητούντων ἐστίν. Ἄνθρωπος ἐγεννήθης, καὶ θνητός· τί οὖν ἀλγεῖς, ὅτι τὸ κατὰ φύσιν ἐγένετο; Μὴ ἀλγεῖς ὅτι ἐσθίων τρέφῃ; μὴ ζητεῖς χωρὶς τούτου ζῇν; Οὕτω ποίει καὶ ἐπὶ τοῦ θανάτου, καὶ μὴ ζήτει τέως ἀθανασίαν θνητὸς γενόμενος. Ἅπαξ τοῦτο ὡρίσθη. Μὴ τοίνυν ἄλγει, μηδὲ κατακόπτου, ἀλλὰ στέργε τὰ κοινῇ πᾶσι νομοθετηθέντα· ἄλγει δὲ ὑπὲρ  τῶν  ἁμαρτημάτων.  Τοῦτο  γὰρ  πένθος  καλὸν,  τοῦτο  φιλοσοφία  μεγίστη. Οὐκοῦν τοῦτο  πενθῶμεν  διηνεκῶς,  ἵνα  τῆς  ἐκεῖ  χαρᾶς  ἐπιτύχωμεν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ  ἡ δόξα εἰς  τοὺς  αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |