ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΞΗʹ Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς

Παρασκευή 28 Οκτωβρίου 2016

ΞΗʹ Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΞΗʹ Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς λέγεις σὺ, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν ὁ Υἱὸς τοῦ  ἀνθρώπου; 

αʹ. Εὐφώρατον  ἡ  πλάνη  καὶ  ἀσθενὲς, κἂν  μυρίοις  ἔξωθεν ἀλείφηται  χρώμασι. Καὶ καθάπερ οἱ τὰ σαθρὰ τῶν τοίχων  κονιῶντες, οὐκ ἰσχύουσι διὰ τῆς ἀλοιφῆς  διορθοῦν· οὕτω καὶ οἱ ψευδόμενοι  ῥᾳδίως ἐλέγχονται·  ὃ δὴ καὶ ἐνταῦθα  πεπόνθασιν  οἱ Ἰουδαῖοι. Τοῦ γὰρ Χριστοῦ πρὸς αὐτοὺς  εἰπόντος·  Ὅταν ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἡμεῖς ἠκούσαμεν, φησὶν, ἀπὸ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι ὑψωθῆναι  δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Ἄρα ᾔδεσαν ὅτι ὁ Χριστὸς ἀθάνατός  τίς  ἐστι, καὶ ζωὴν  ἔχει  πέρας οὐκ ἔχουσαν. Οὐκοῦν κἀκεῖνοι ᾔδεσαν  ὅπερ  ἔλεγε.  Καὶ γὰρ  πολλαχοῦ  τῶν  Γραφῶν  ὁμοῦ  καὶ  τὸ  πάθος  καὶ  ἡ ἀνάστασις κεῖται


. Καὶ γὰρ Ἡσαΐας ἅμα ταῦτα τίθησιν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, λέγων,  καὶ  τὰ  ἑξῆς  ἅπαντα.  Καὶ ὁ ∆αυῒδ  ἐν  τῷ  δευτέρῳ  ψαλμῷ,  καὶ  ἀλλαχοῦ πολλαχοῦ   συνάπτει  ταῦτα  ἀμφότερα.  Καὶ ὁ  πατριάρχης  δὲ  εἰπὼν,  Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, ἐπήγαγε· Καὶ ὡς σκύμνος λέοντος, τίς ἐγερεῖ αὐτόν; Ὁμοῦ καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐνδείκνυται. Ἀλλ' οὗτοι νομίζοντες ἐπιστομίζειν αὐτὸν καὶ δεικνύναι  οὐκ ὄντα Χριστὸν ἐκ τούτου, ὁμολογοῦσιν ὅτι ὁ Χριστὸς εἰς τὸν αἰῶνα μένει. Καὶ ὅρα πῶς κακούργως. Οὐ γὰρ εἶπον, ὅτι Ἡμεῖς ἠκούσαμεν ὅτι ὁ Χριστὸς οὐδὲν πάσχει, οὐδὲ σταυροῦται, ἀλλ', Ὅτι μένει εἰς τὸν αἰῶνα· καίτοι οὐδὲ τοῦτο τὸ εἰρημένον ἐναντίον  ἦν. Τῇ γὰρ ἀθανασίᾳ τὸ πάθος οὐκ ἐγένετο κώλυμα. Ἐντεῦθεν ἔστιν ἰδεῖν, . ὅτι πολλὰ τῶν ἀμφιβόλων  συνίεσαν, καὶ ἑκόντες ἐκακούργουν. Ἐπειδὴ γὰρ ἔφθη περὶ θανάτου διαλεχθεὶς ἀνωτέρω, ἀκούσαντες τὸ ὑψωθῆναι ἐνταῦθα, τοῦτο ὑπώπτευσαν. Εἶτα λέγουσι· Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Καὶ τοῦτο κακούργως. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ὅτι περὶ σοῦ τοῦτο λέγομεν, καὶ εἴπῃς ὅτι δι' ἀπέχθειαν ἐναντιούμεθα. Ἰδοὺ γὰρ οὐκ οἴδαμεν περὶ τίνος λέγεις, καὶ ὅμως ἀποφαινόμεθα.  Τί οὖν ὁ Χριστός; Ἐπιστομίζων αὐτοὺς, καὶ δεικνὺς, ὅτι τὸ πάθος οὐδὲν κώλυμα πρὸς τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, Ἔτι, φησὶ, μικρὸν χρόνον τὸ φῶς μεθ' ὑμῶν ἐστι· δηλῶν,  ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι. Καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν οὐκ ἀναιρεῖται, ἀλλὰ μικρὸν ὑποχωρῆσαν πάλιν φαίνεται. Περιπατεῖτε, ἕως τὸ φῶς ἔχετε. Ποῖον ἐνταῦθα λέγει καιρόν; ἆρα τὴν παροῦσαν ζωὴν ἅπασαν, ἢ τὸν πρὸ τοῦ σταυροῦ χρόνον;  Ἔγωγε οἶμαι ἀμφοτέρους. ∆ιὰ γὰρ τὴν  ἄφατον  αὐτοῦ φιλανθρωπίαν  πολλοὶ καὶ μετὰ τὸν σταυρὸν ἐπίστευσαν. Λέγει δὲ ταῦτα κατεπείγων αὐτοὺς  εἰς  τὴν  πίστιν,  ὅπερ καὶ  ἀνωτέρω  πεποίηκεν,  οὕτω  λέγων,  Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι. Ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδε ποῦ ὑπάγει. Πόσα γοῦν οἱ Ἰουδαῖοι νῦν πράττουσιν, καὶ οὐκ ἴσασι τί πράττουσιν! ἀλλ' ὡς ἐν σκότῳ, οὕτω βαδίζοντες,  δοκοῦσι  μὲν  τὴν  ὀρθὴν  ὁδεύειν  ὁδὸν,  τὴν  δὲ  ἐναντίαν   βαδίζουσι, σάββατα τηροῦντες, καὶ νόμον φυλάττοντες,  καὶ βρωμάτων παρατηρήσεις· καὶ οὐκ ἴσασι ποῦ περιπατοῦσι. ∆ιὰ τοῦτο ἔλεγε· Περιπατεῖτε εἰς τὸ φῶς,  ἵνα υἱοὶ φωτὸς γένησθε· τουτέστιν, ἐμοὶ υἱοί. Καίτοι ἐν προ . οιμίοις φησὶν ὁ εὐαγγελιστὴς, ὅτι Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν, τουτέστι, τοῦ Πατρός· ἐνταῦθα δὲ αὐτὸς λέγεται τούτους γεννᾷν, ἵνα μάθῃς, ὅτι μία ἐνέργεια Πατρὸς καὶ Υἱοῦ. Ταῦτα εἰπὼν  ὁ Ἰησοῦς, καὶ ἀπελθὼν  ἀπ' αὐτῶν, ἐκρύβη. Νῦν τί κρύπτεται; Οὐδὲ γὰρ λίθους ἦραν κατ' αὐτοῦ, οὐδὲ ἐβλασφήμησάν τι τοιοῦτον οἶον ἔμπροσθεν. Τίνος οὖν ἕνεκεν ἐκρύβη; Τὰς καρδίας ἐμβατεύων ᾔδει τὸν θυμὸν αὐτοῖς ἀγριαίνοντα, εἰ καὶ μηδὲν ἐφθέγγοντο· ᾔδει ζέοντα καὶ φονῶντα, καὶ οὐ περιέμενεν ὥστε εἰς ἔργον ἐξελθεῖν, ἀλλὰ κρύπτεται, παραμυθούμενος αὐτῶν τὸν φθόνον. Ὅρα γοῦν πῶς αὐτὸν ᾐνίξατο ὁ εὐαγγελιστής. Εὐθέως γοῦν ἐπήγαγε· Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος,  οὐκ  ἐπίστευον  εἰς  αὐτόν.  Ποῖα τοσαῦτα; Ὅσα παρέλιπεν  ὁ εὐαγγελιστής.  Καὶ ἐκ τῶν  μετὰ ταῦτα  δὲ τοῦτο δῆλον.  Καὶ γὰρ ὑποχωρήσας καὶ ἐνδοὺς,  καὶ  ἐπανελθὼν   πάλιν   ὑφειμένως   αὐτοῖς  διαλέγεται,   οὕτω  λέγων·  Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με. Ὅρα γὰρ τί ποιεῖ· Ἄρχεται ἀπὸ ταπεινῶν  καὶ συνεσταλμένων,  καὶ καταφεύγει  εἰς τὸν Πατέρα· εἶτα πάλιν  ἀνάγει  τὸν  λόγον.  Καὶ ὅταν  ἴδῃ  ἐκθηριουμένους,  ὑποχωρεῖ,  καὶ  πάλιν ἐφίσταται, καὶ ἀπὸ ταπεινῶν  προοιμιάζεται πάλιν. Καὶ ποῦ τοῦτο ἐποίησε; Ποῦ γὰρ οὐκ ἐποίησεν; Ὅρα γοῦν ἐν ἀρχῇ τί φησι· Καθὼς ἀκούω, κρίνω· εἶτα ὑψηλότερον, Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· πάλιν, Ἐγὼ οὐ κρίνω ὑμᾶς, ἄλλος ἐστὶν ὁ κρίνων. Εἶτα ἀναχωρεῖ πάλιν· εἶτα ἐπιστὰς τῇ Γαλιλαία, Ἐργάζεσθε, φησὶ, μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην.  Καὶ εἰπὼν  περὶ  αὐτοῦ  μεγάλα,  ὅτι  ἐκ τοῦ  οὐρανοῦ  καταβέβηκεν,  ὅτι  ζωὴν  αἰώνιον δίδωσι, πάλιν ἀναχωρεῖ. Καὶ τῇ Σκηνοπηγίᾳ πάλιν ἐπιστὰς, τὸ αὐτὸ τοῦτο ποιεῖ.

 βʹ. Καὶ διηνεκῶς  ἴδοι τις ἂν οὕτω ποικίλλοντα  τὴν διδασκαλίαν, παρουσίᾳ, ἀπουσίᾳ, ταπεινοῖς,  ὑψηλοῖς  λόγοις.  Ὃ καὶ  ἐνταῦθα  πεποίηκε.  Τοσαῦτα δὲ αὐτοῦ  σημεῖα πεποιηκότος, οὐκ ἐπίστευον εἰς αὐτὸν, φησὶν, ἵνα πληρωθῇ ὁ λόγος Ἡσαΐου ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων  Κυρίου τίνι  ἀπεκαλύφθη;  Καὶ πάλιν, Οὐκ ἠδύναντο, φησὶ, πιστεύειν, ὅτι εἶπεν Ἡσαΐας· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ἰδοὺ πάλιν  τὸ, Ὅτι, καὶ Εἶπεν, οὐχὶ αἰτιολογίας, ἀλλ' ἐκβάσεως. Οὐδὲ γὰρ ἐπειδὴ εἶπεν Ἡσαΐας, οὐκ ἐπίστευον· ἀλλ' ἐπειδὴ οὐκ ἔμελλον πιστεύειν, διὰ τοῦτο εἶπεν Ἡσαΐας. Τί οὖν οὐχ οὕτως ὁ εὐαγγελιστὴς λέγει, ἀλλὰ τὴν ἀπιστίαν ἀπὸ τῆς προφητείας, οὐ τὴν προφητείαν ἀπὸ τῆς ἀπιστίας εἶναί φησι· καὶ προϊὼν, σφοδρότερον τοῦτο αὐτὸ τίθησιν,  οὕτω  λέγων·  ∆ιὰ  τοῦτο  οὐκ  ἠδύναντο   πιστεύειν,  ὅτι  εἶπεν  Ἡσαΐας; Ἐντεῦθεν παραστῆσαι διὰ πολλῶν  βούλεται τὸ τῆς Γραφῆς ἀψευδές· καὶ ὅτι ἅπερ προεφήτευσεν, οὐχ ἑτέρως ἐξέβη, ἀλλ' ὡς εἶπεν. Ἵνα γὰρ μή τις λέγῃ. Καὶ τίνος ἕνεκεν  ἦλθεν  ὁ  Χριστός; οὐκ  ᾔδει  ὅτι  οὐκ  ἔμελλον  αὐτῷ  προσέχειν;  καὶ  τοὺς προφήτας εἰσάγει τοῦτο εἰδότας. Ἦλθε δὲ, ἵνα πρόφασιν μὴ ἔχωσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἃ γὰρ προεῖπεν ὁ προφήτης, ὡς πάντως ἐσόμενα προεῖπεν. Εἰ γὰρ μὴ πάντως ἔμελλεν ἔσεσθαι, οὐκ ἂν προεῖπε· πάντως δὲ ἔμελλεν ἔσεσθαι, ἐπειδὴ ἀνιάτως εἶχον ἐκεῖνοι. Εἰ δὲ κεῖται τὸ, Οὐκ ἠδύναντο, ἀντὶ τοῦ, Οὐκ ἤθε . λον, κεῖται. Καὶ μὴ θαυμάσῃς. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Οὕτως οἶδε πολλαχοῦ  δύναμιν  τὴν προαίρεσιν λέγειν. Καὶ πάλιν· Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ. Τοῦτο δὲ καὶ ἐν τῇ κοινῇ συνηθείᾳ φυλαττόμενον  ἴδοι τις ἄν· ὡς ὅταν λέγῃ τις· Οὐ δύναμαι ἀγαπῆσαι τὸν δεῖνα· τὸ σφοδρὸν τῆς βουλήσεως, δύναμιν λέγων. Καὶ πάλιν· Οὐ δύναται ὁ δεῖνα γενέσθαι χρηστός. Καὶ ὁ προφήτης δὲ τί φησιν; Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὁ λαὸς οὗτος δυνήσεται εὖ ποιῆσαι μεμαθηκὼς κακά. Οὐ τοῦτό φησιν, ὅτι ἀδύνατος αὐτοῖς ἡ τῆς ἀρετῆς ἐργασία· ἀλλ' ὅτι οὐ βούλονται, διὰ τοῦτο οὐ δύνανται. Καὶ ὃ λέγει ὁ εὐαγγελιστὴς, τοῦτό φησιν, ὅτι ἀδύνατον ἦν ψεύσασθαι τὸν προφήτην. Οὐ μὴν διὰ τοῦτο ἀδύνατον ἦν αὐτοὺς πιστεῦσαι. Ἐνῆν γὰρ, καὶ πιστευσάντων αὐτῶν, ἀψευδῆ μένειν. Οὐ γὰρ ἂν ταῦτα προεῖπεν, εἰ πιστεύειν ἔμελλον. Τί οὖν, φησὶν, οὐχ οὕτως εἶπεν,  Ὅτι  ἰδιώματά  τινα  ἡ  Γραφὴ  τοιαῦτα  ἔχει,  καὶ  δεῖ  τοῖς  νόμοις  αὐτῆς παραχωρεῖν. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Τίνος; Τοῦ Πατρός. Πῶς οὖν ὁ  Ἰωάννης   περὶ  τοῦ  Υἱοῦ λέγει,  ὁ  δὲ  Παῦλος  περὶ  τοῦ  Πνεύματος;  Οὐχ  ὡς συναλείφοντες  τὰς ὑποστάσεις, ἀλλὰ μίαν ἀξίαν δηλοῦντες εἶναι, φησί. Καὶ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστι. Καίτοι πολλὰ δι' ἀγγέλων εἶπε, καὶ οὐδεὶς λέγει, καθὼς εἶπεν ὁ ἄγγελος· ἀλλὰ τί; Ὁ Θεὸς εἶπεν. Τὰ μὲν γὰρ ὑπὸ τοῦ Θεοῦ δι' ἀγγέλων  εἰρημένα, τοῦ Θεοῦ ἂν εἴη· οὐκ ἔτι δὲ καὶ τὰ τοῦ Θεοῦ, τῶν ἀγγέλων.  Ἐνταῦθα  δὲ τοῦ Πνεύματός φησιν  εἶναι  τὰ ῥήματα. Καὶ ἐλάλησε περὶ αὐτοῦ. Τί ἐλάλησεν; Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τὰ ἑξῆς.
∆όξαν οὖν ἐνταῦθά  φησι, τὴν ὄψιν  ἐκείνην,  τὸν  καπνὸν,  τὸ ἀκοῦσαι μυστηρίων ἀποῤῥήτων, τὸ ἰδεῖν  τὰ Σεραφὶμ, τὴν ἀστραπὴν τὴν ἀπὸ τοῦ θρόνου πηδῶσαν, ᾗ ἀντιβλέψαι  αἱ δυνάμεις οὐκ εἶχον ἐκεῖναι. Καὶ ἐλάλησε περὶ αὐτοῦ. Τί ἐλάλησεν; Ὅτι ἤκουσε φωνὴν  λέγουσαν· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται; Καὶ εἶπον· Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπεν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐτύφλωσε γὰρ αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν  τὴν καρδίαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς,  καὶ τῇ καρδίᾳ συνῶσιν. Ἰδοὺ πάλιν ἕτερον ζήτημα· ἀλλ' οὐκ ἔστιν, ἐὰν ὀρθῶς προσέχωμεν. Ὥσπερ γὰρ ὁ ἥλιος τῶν ἀσθενῶν πλήττει τὰς ὄψεις οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὕτω καὶ ἐπὶ τῶν μὴ προσεχόντων  τοῖς τοῦ Θεοῦ λόγοις γίνεται. Οὕτω καὶ ἐπὶ τοῦ Φαραὼ τὴν καρδίαν σκληρῦναι  λέγεται,  οὕτω  καὶ ἐπὶ  τῶν  φιλονεικούντων τι  τοῖς  τοῦ Θεοῦ λόγοις γίνεται. Ἰδίωμα δὲ καὶ τοῦτο τῆς Γραφῆς, ὡς καὶ τὸ, Παρέδωκεν εἰς ἀδόκιμον νοῦν, καὶ τὸ, Ἀπένειμε τοῖς ἔθνεσι, τουτέστι, Συνεχώρησεν, ἀφῆκεν. Οὐχὶ γὰρ ἐνεργοῦντα αὐτὸν  ἐνταῦθα  εἰσάγει, ἀλλ' ἐκ τῆς ἑτέρων  πονηρίας  ταῦτα  γινόμενα  δείκνυσιν. Ὅταν γὰρ ἐγκαταλειφθῶμεν  ὑπὸ τοῦ Θεοῦ, παραδιδόμεθα τῷ διαβόλῳ· τῷ διαβόλῳ δὲ  παραδοθέντες,  μυρία  πάσχομεν  δεινά.  Φοβῶν  τοίνυν  τὸν  ἀκροατὴν,  φησὶν,Ἐσκλήρυνε, καὶ Παρέδωκεν. Ὅτι γὰρ αὐτὸς οὐ μόνον οὐ παραδίδωσιν, ἀλλ' οὐδὲ ἐγκαταλιμπάνει,  ἐὰν μὴ βουληθῶμεν,  ἄκουσον τί . φησιν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν; καὶ πάλιν· Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται.  Ὁ δὲ Ὠσηέ φησιν· Ἐπελάθου νόμου Θεοῦ σου, ἐπιλήσομαί σου κἀγώ· καὶ αὐτὸς δὲ ἐν τοῖς Εὐαγγελίοις· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν  τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε! καὶ ὁ Ἡσαΐας δὲ πάλιν· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος·ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ταῦτα δὲ λέγει, δεικνὺς ἡμᾶς ἀρχομένους τῆς ἐγκαταλείψεως,  καὶ αἰτίους  γινομένους  τῆς ἀπωλείας.  Ὁ γὰρ Θεὸς οὐ μόνον  οὐ καταλιπεῖν οὐδὲ κολάσαι βούλεται, ἀλλὰ καὶ ὅτε κολάζει, μὴ θέλων αὐτὸ ποιεῖ. Οὐ βούλομαι γὰρ, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὁ δὲ Χριστὸς καὶ ἐπὶ τῇ καταστροφῇ Ἱερουσαλὴμ δακρύει· ὃ καὶ ἡμεῖς ἐπὶ φίλων ποιοῦμεν.

γʹ. Ταῦτ'  οὖν εἰδότες, πάντα πράττωμεν  ὥστε μὴ ἀφίστασθαι τοῦ Θεοῦ, ἀλλ' ἐχώμεθα τῆς κατὰ ψυχὴν . ἐπιμελείας καὶ τῆς πρὸς ἀλλήλους ἀγάπης, καὶ μὴ σπαράττωμεν ἡμῶν  τὰ μέλη (τοῦτο γὰρ μαινομένων  καὶ ἐξεστηκότων  ἐστίν)·ἀλλ' ὅσῳ ἂν κακῶς διακειμένους ἴδωμεν, θεραπεύσωμεν μᾶλλον. Καὶ γὰρ καὶ ἐν τοῖς σώμασι πολλοὺς πολλάκις ὁρῶμεν δυστράπελα ἔχοντας καὶ ἀνίατα νοσήματα, καὶ οὐ παυόμεθα ἐπιτιθέντες  φάρμακα. Τί γὰρ ποδαλγίας χεῖρον; τί δὲ χειράγρας; ἆρ' οὖν περικόπτωμεν  τὰ κῶλα; Οὐδαμῶς· ἀλλὰ  πάντα  ποιοῦμεν  ὥστε παραμυθίας τινὸς ἀπολαῦσαι,  ἐπειδὴ  λῦσαι  τὸ  κακὸν  οὐ  δυνάμεθα.  Τοῦτο καὶ  ἐπὶ  τῶν  ἀδελφῶν ποιῶμεν· καὶ, ἂν ἀνίατα νοσῶσι, μένωμεν θεραπεύοντες, καὶ βαστάζωμεν ἀλλήλων τὰ βάρη. Οὕτω γὰρ πληρώσομεν καὶ τὸν νόμον  τοῦ Χριστοῦ, καὶ τευξόμεθα τῶν ἐπηγγελμένων  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |