ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΞΓʹ Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ

Παρασκευή 28 Οκτωβρίου 2016

ΞΓʹ Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΞΓʹ Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ, ὅπου ἀπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ δὲ Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς, καὶ τὰ ἑξῆς.

αʹ. Μέγα ἀγαθὸν φιλοσοφία· φιλοσοφίαν δὲ λέγω τὴν παρ' ἡμῖν. Τὰ γὰρ τῶν ἔξωθεν, ῥήματα καὶ μῦθοι μόνον εἰσί· καὶ οὐδὲ αὐτοὶ οἱ μῦθοι φιλόσοφόν τι ἔχοντες. ∆όξης  γὰρ  ἕνεκεν  ἅπαντα  γίνονται   τὰ  παρ'  ἐκείνοις.  Μέγα  τοίνυν  ἀγαθὸν  ἡ φιλοσοφία,  καὶ  τὰς  ἀμοιβὰς  ἐντεῦθεν  ἡμῖν  ἀποδίδωσιν.  Ὅ  τε  γὰρ  χρημάτων καταφρονῶν, ἐντεῦθεν ἤδη καρποῦται τὸ ὄφελος, φροντίδων ἀπαλλαττόμενος περιττῶν καὶ ἀνονήτων· ὅ τε δόξαν καταπατῶν, ἐντεῦθεν ἤδη λαμβάνει τὸν μισθὸν, οὐδενὸς δοῦλος ὢν, ἀλλὰ τὴν ὄντως ἐλευθερίαν ἐλεύθερος. Ὁ τῶν οὐρανίων ἐπιθυμῶν, ἐντεῦθεν λαμβάνει τὴν ἀντίδοσιν, οὐδὲν τὰ παρόντα εἶναι νομίζων πράγματα,  καὶ  λύπης   ἁπάσης  κρατῶν   ῥᾳδίως.  Ἰδοὺ  γοῦν   καὶ  ἡ  γυνὴ   αὕτη φιλοσοφοῦσα  τὸν  μισθὸν  ἐντεῦθεν  ἀπέλαβε.


  Καὶ γὰρ  πάντων   παρακαθημένων πενθούσῃ καὶ κοπτομένῃ, οὐ περιέμενεν  ἐλθεῖν  πρὸς αὐτὴν τὸν διδάσκαλον, οὔτε τὴν  ἀξίαν  ἐτήρησεν, οὔτε ὑπὸ τοῦ πένθους  κατεσχέθη. Καὶ γὰρ μετὰ τῆς  ἄλλης ταλαιπωρίας  αἱ  πενθοῦσαι  καὶ  τοῦτο  τὸ  νόσημα  ἔχουσι, φιλοτιμεῖσθαι  ἐπὶ  τῶν παρόντων  βουλόμεναι.  Ἀλλ' οὐδὲν  τούτων  αὕτη  ἔπαθεν,  ἀλλ' ἅμα ἤκουσε, καὶ ἔρχεται ταχὺ πρὸς αὐτόν. Ὁ δὲ Ἰησοῦς οὔπω ἐληλύθει εἰς τὴν κώμην. Σχολαιότερον γὰρ ἐβάδιζεν, ἵνα μὴ δόξῃ ἐπιῤῥίπτειν  ἑαυτὸν τῷ σημείῳ, ἀλλὰ ἀξιούμενος  παρ'ἐκείνων. Ἢ τοῦτο γοῦν βουλόμενος αἰνίξασθαι ὁ εὐαγγελιστὴς τὸ, Ἐγείρεται ταχὺ, εἶπεν· ἢ δείκνυσιν ὅτι οὕτως ἔδραμεν, ὡς προφθάσαι αὐτὸν ἐρχόμενον. Ἔρχεται δὲ οὐ μόνη, ἀλλὰ καὶ τοὺς ἐν τῇ οἰκίᾳ ἐπισυρομένη Ἰουδαίους. Σφόδρα συνετῶς διὰ τοῦτο καὶ λάθρα ἐφώνησεν αὐτὴν ἡ ἀδελφὴ, ὥστε μὴ διαταράξαι τοὺς συνελθόντας· καὶ οὐδὲ τὴν αἰτίαν  εἶπεν· ἦ γὰρ ἂν πολλοὶ καὶ ἀνεχώρησαν. Νῦν δὲ ὡς κλαῦσαι ἀπερχομένῃ  πάντες  ἠκολούθουν·  τάχα  δὲ  καὶ  διὰ  τούτων  πάλιν,  ὅτι  τέθνηκε Λάζαρος πιστοῦται. Καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ. Θερμοτέρα αὕτη τῆς ἀδελφῆς. Οὐ τὸν ὄχλον ᾐδέσθη, οὐ τὴν ὑποψίαν ἣν εἶχον περὶ αὐτοῦ· (ἦσαν γὰρ πολλοὶ καὶ τῶν ἐχθρῶν, οἵ γε καὶ ἔλεγον· Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,  ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;) ἀλλὰ πάντα ἐξέβαλε τὰ ἀνθρώπινα, παρόντος τοῦ ∆ιδασκάλου, καὶ ἑνὸς ἐγένετο μόνου, τῆς εἰς τὸν ∆ιδάσκαλον τιμῆς. Καὶ τί φησι; Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Τί δὲ ὁ Χριστός; Οὐδὲν αὐτῇ διαλέγεται τέως, οὐδὲ λέγει ταῦτα, ἃ καὶ πρὸς τὴν ἀδελφὴν αὐτῆς (ὄχλος γὰρ παρῆν πολὺς, καὶ οὐκ ἦν τῶν ῥημάτων καιρὸς ἐκείνων)· ἀλλὰ μόνον μετριάζει τε καὶ συγκαταβαίνει, καὶ τὴν ἀνθρωπίνην  φύσιν πιστούμενος δακρύει ἠρέμα, καὶ τὸ σημεῖον πρὸς τὸ παρὸν ἀναβάλλεται. Ἐπειδὴ γὰρ τὸ θαῦμα μέγα ἦν, καὶ τοσοῦτον οἷον  ὀλιγάκις  ἐποίησε, καὶ ἔμελλον  πολλοὶ  πιστεύειν  δι' αὐτοῦ, ἵνα  μὴ τὸ ἄνευ αὐτῶν  ποιῆσαι  προστῇ  τοῖς  ὄχλοις,  καὶ  μηδὲν  κερδάνωσιν  ὑπὸ  τοῦ  μεγέθους, πολλοὺς ἐπισπᾶται μάρτυρας τῇ συγκαταβάσει, ἵνα . μὴ τὴν θήραν ἀπολέσῃ, καὶ δείκνυσιν  ὅπερ ἦν ἀνθρωπίνης  φύσεως· δακρύει γὰρ καὶ συγχεῖται. Οἶδε γὰρ πάθος ἀναῤῥιπίζειν  πένθος. Εἶτα ἐπιτιμήσας τῷ πάθει (τὸ γὰρ, Ἐνεβριμήσατο τῷ πνεύματι, τοῦτό ἐστιν) ἐπέσχε τὴν σύγχυσιν, καὶ οὕτως ἐρωτᾷ, Ποῦ τεθείκατε αὐτόν; ὥστε  μὴ  μετὰ  ὀλοφυρμοῦ  γενέσθαι  τὴν  ἐρώτησιν.  Τί  δήποτε  δὲ  ἐρωτᾷ;  Οὐ βουλόμενος ἑαυτὸν ἐπιῤῥίπτειν, ἀλλὰ πάντα παρ' ἐκείνων μανθάνειν καὶ παρακαλούμενος  ποιεῖν,  ὥστε  πάσης  ὑποψίας  ἀπαλλάξαι  τὸ  σημεῖον.  Λέγουσιν αὐτῷ·  Ἔρχου  καὶ  ἴδε.  Ἐδάκρυσεν  ὁ  Ἰησοῦς.  Ὁρᾷς  ὅτοὐδὲν  οὔπω  ἀναστάσεως σημεῖον ἐπεδέδεικτο, οὐδὲ οὕτως ἄπεισιν ὡς ἀναστήσων, ἀλλ'  ὡς δακρύσων; Ὅτι γὰρ  οὕτως  ἀπιέναι  ἐδόκει,  ὡς  θρηνήσων,  ἀλλ'  οὐχ  ὡς  ἀναστήσων,  δηλοῦσιν Ἰουδαῖοι, οἳ δὴ καὶ ἔλεγον· Ἴδε πῶς ἐφίλει  αὐτόν. Τινὲς δὲ ἐξ αὐτῶν  εἶπον· Οὐκ ἠδύνατο οὗτος ὁ ποιήσας ἀνοιγῆναι  τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος  μὴ ἀποθάνῃ; Οὐδὲ ἐν  ταῖς  συμφοραῖς τῆς  πονηρίας  καθυφίεσαν.  Καίτοι ὃ μέλλει ποιεῖν, πολὺ θαυμαστότερον. Τοῦ γὰρ στῆσαι τὸν θάνατον ἐπιόντα, παραγενόμενον  καὶ κρατήσαντα  ἀπελάσαι, πολλῷ  μεῖζόν  ἐστιν. Ἐξ ὧν  οὖν  ἔδει θαυμάζειν αὐτοῦ τὴν δύναμιν, ἐκ τούτων αὐτὸν διαβάλλουσι. Τέως ὁμολογοῦσιν ὅτι ἀνέῳξε τοῦ τυφλοῦ τοὺς ὀφθαλμούς· καὶ δέον ὑπὲρ ἐκείνου θαυμάζειν, ἀπὸ τούτου καὶ ἐκεῖνο  ἐνδιαβάλλουσιν  ὡς οὐδὲ γεγονός.  Οὐκ ἐντεῦθεν  δὲ μόνον  δείκνυνται πάντες διεφθαρμένοι· ἀλλὰ καὶ ἐκ τοῦ μήπω ἐλθόντος, μηδὲ ἐπιδειξαμένου, προλαμβάνειν αὐτοὺς ταῖς κατηγορίαις, οὐκ ἀναμείναντας  τοῦ πράγματος τὸ τέλος. Εἶδες πῶς διεφθαρμένη  αὐτῶν  ἡ κρίσις ἦν; 

βʹ. Ἔρχεται τοίνυν  εἰς τὸ μνῆμα, καὶ πάλιν ἐπιτιμᾷ τῷ πάθει. Τί δήποτε δὲ περισπουδάστως ὁ εὐαγγελιστὴς ἄνω καὶ κάτω φησὶν, ὅτι ἐδάκρυσε, καὶ ὅτι ἐνεβρίμησεν; Ἵνα μάθῃς ὅτι ἀληθῶς  τὴν φύσιν τὴν ἡμετέραν περιεβάλετο. Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτοῦ δῆλός ἐστι λέγων τῶν ἄλλων μᾶλλον οὗτος, καὶ ἐν τοῖς σωματικοῖς πολὺ ταπεινότερον ἐνταῦθα φθέγγεται. Οὐδὲν γοῦν περὶ τοῦ θανάτου τοιοῦτον  εἶπεν, οἷον οἱ λοιποὶ, ὅτι περίλυπος γέγονεν, ὅτι ἐναγώνιος·  ἀλλὰ πᾶν τοὐναντίον,  ὅτι καὶ ὑπτίους ἔῤῥιψε. Τὸ γοῦν ἐλλειφθὲν  ἐκεῖ ἀνεπλήρωσεν ἐνταῦθα διὰ τοῦ πένθους. Περὶ γὰρ τοῦ θανάτου διαλεγόμενος, λέγει· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ οὐδὲν ταπεινὸν ἐκεῖ φθέγγεται. ∆ιὰ τοῦτο δὲ καὶ ἐν τῷ πάθει πολὺ τὸ ἀνθρώπινον  αὐτῷ προσάπτουσιν, ἀπὸ τούτου δηλοῦντες ὅτι  ἀλήθεια  τὰ  τῆς  οἰκονομίας.  Καὶ ὁ μὲν  Ματθαῖος  ἀπὸ  τῆς  ἀγωνίας  καὶ  τοῦ θορύβου καὶ ἀπὸ τοῦ ἱδρῶτος· οὗτος δὲ ἀπὸ τοῦ πένθους πιστοῦται. Οὐκ ἂν δὲ, εἰ μὴ τῆς φύσεως ἦν τῆς ἡμετέρας, ὑπὸ τοῦ πένθους ἐκρατήθη καὶ ἅπαξ καὶ δεύτερον. Τί δὲ ὁ Ἰησοῦς; Τῶν μὲν ἐγκλημάτων ἕνεκεν οὐδὲν αὐτοῖς ἀπολογεῖται· τί γὰρ ἔδει διὰ ῥημάτων ἐπιστομίζειν μέλλοντας αὐτίκα διὰ τῶν ἔργων τοῦτο πάσχειν, ὅπερ ἀνεπαχθέστερον  ἦν, καὶ μᾶλλον  καταισχῦναι  αὐτοὺς ἱκανόν· Φησὶ δὲ, Ἄρατε τὸν λίθον. Τί δήποτε δὲ οὐχὶ ἀπὼν ἐκάλεσε καὶ παρέστησεν αὐτόν; μᾶλλον δὲ διατί οὐχὶ τοῦ  λίθου  ἐπικειμένου  ἐποίησεν  ἀναστῆναι;  Καὶ γὰρ  ὁ  δυνάμενος  σῶμα . κινῆσαι  νεκρὸν  τῇ  φωνῇ,  καὶ  ἐψυχωμένον  πάλιν  δεῖξαι,  πολλῷ  μᾶλλον  λίθον κινῆσαι ἴσχυσεν ἂν τῇ αὐτῇ φωνῇ· ὁ τὸν δεδεμένον κειρίαις καὶ ταύταις συμπεποδισμένον  διὰ  τῆς  φωνῆς  βαδίζειν  παρασκευάσας, πολλῷ  μᾶλλον  λίθον ἐκίνησεν ἄν. Τί λέγω; Καὶ ἀπὼν τοῦτο ἔπραξεν ἄν. Τί δήποτε οὖν οὐκ ἐποίησεν; Ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος· ἵνα μὴ τοῦτο λέγωσιν, ὃ καὶ ἐπὶ τοῦ τυφλοῦ, ὅτι Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Αἱ γὰρ χεῖρες, καὶ τὸ παραγενέσθαι εἰς τὸ μνημεῖον, ἐμαρτύρουν ὅτι αὐτός ἐστιν. Ὥστε εἰ μὴ παρεγένοντο, καὶ φάντασμα ἂν ἐνόμισαν, ἢ ἕτερον ἀνθ' ἑτέρου ὁρᾷν. Νῦν δὲ τὸ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸν λίθον ἆραι, καὶ τὸ ἐσπαργανωμένον τὸν τεθνηκότα ἐπιτραπῆναι λῦσαι τῶν δεσμῶν, καὶ τὸ τοὺς φίλους τοὺς ἐξενεγκόντας τοῦ τάφου, ὡς αὐτός ἐστιν, ἀπὸ τῶν σπαργάνων ἐπιγινώσκειν, καὶ τὸ τὰς ἀδελφὰς μὴ ἀπολειφθῆναι, καὶ τὸ ταύτην εἰπεῖν· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι· πάντα ἤδη ταῦτα ἱκανὰ ἐπιστομίσαι ἀγνωμονοῦντας  μάρτυρας γενομένους τοῦ σημείου. ∆ιὰ τοῦτο αὐτοὺς κελεύει τὸν λίθον ἆραι ἀπὸ τοῦ τάφου, δεικνὺς  ὅτι  αὐτὸν  ἐγείρει·  διὰ  τοῦτο  καὶ  ἐρωτᾷ·  Ποῦ τεθείκατε  αὐτόν;  ἵνα  οἱ εἰπόντες, Ἔρχου καὶ ἴδε, καὶ ἀγαγόντες αὐτὸν, μὴ ἔχωσι λέγειν ὅτι ἕτερον ἤγειρεν· ἵνα καὶ ἡ φωνὴ, καὶ αἱ χεῖρες μαρτυρῶσιν (ἡ μὲν φωνὴ, λέγουσα, Ἔρχου καὶ ἴδε· αἱ δὲ χεῖρες, τὸν λίθον ἄρασαι, τὰ σπάργανα λύσασαι)· καὶ ἡ ὄψις καὶ ἡ ἀκοή (ἐκείνη, τῆς φωνῆς  ἀκούσασα· αὕτη, ἰδοῦσα ἐξελθόντα)·  καὶ ἡ ὄσφρησις δὲ, τῆς δυσωδίας ἀντιλαμβανομένη·  φησὶ γάρ· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Εἰκότως ἄρα ἔλεγον, ὅτι οὐδὲν οὐ συνίει τὸ γύναιον ὧν εἶπεν ὁ Χριστὸς, ὅτι Κἂν ἀποθάνῃ, ζήσεται. Ὅρα γοῦν ἐνταῦθα τί φησιν, ὡς ἀδυνάτου τοῦ πράγματος ὄντος λοιπὸν διὰ χρόνον. Καὶ γὰρ  ἦν  ξένον,  τὸ  τεταρταῖον  καὶ  διεφθορότα  ἀναστῆσαι  νεκρόν.  Καὶ τοῖς  μὲν μαθηταῖς εἶπεν· Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ, περὶ ἑαυτοῦ δηλῶν· τῇ γυναικὶ  δὲ, Ὄψει  τὴν  δόξαν  τοῦ  Θεοῦ, περὶ  τοῦ  Πατρὸς λέγων.  Ὁρᾷς ὅτι  ἡ  ἀσθένεια  τῶν ἀκουόντων, τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἐστίν; Ἀναμιμνήσκει δὲ ὧν διελέχθη πρὸς αὐτὴν, σχεδὸν ἐπιτιμῶν  ὡς ἂν ἀμνημονούσῃ. Ἢ καὶ ἐπεὶ οὐκ ἠβούλετο τέως ἐκπλῆξαι τοὺς παρόντας, ἠρέμα φησίν· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;

γʹ. Μέγα ἄρα πίστις ἀγαθὸν, μέγα, καὶ πολλῶν ἀγαθῶν αἴτιον· ὥστε τὰ τοῦ Θεοῦ δύνασθαι τοὺς ἀνθρώπους ποιεῖν ἐν τῷ ὀνόματι τῷ ἐκείνου. Ἐὰν γὰρ πιστεύσητε, φησὶν, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ποῖα, φησὶ, μείζονα; Ἃ οἱ μαθηταὶ φαίνονται μετὰ ταῦτα ποιοῦντες. Καὶ γὰρ ἡ σκιὰ Πέτρου νεκρὸν ἤγειρεν. Οὕτως ἐκηρύττετο καὶ ἡ τοῦ Χριστοῦ μᾶλλον δύναμις. Καὶ γὰρ οὐχ οὕτω θαυμαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν, ὡς θανόντος  αὐτοῦ ἑτέρους ἐν τῷ ὀνόματι ἐκείνου μείζονα αὐτοῦ δυνηθῆναι. Ἀναμφισβήτητος γὰρ ἦν τοῦτο τῆς ἀναστάσεως  ἀπόδειξις·  οὐκ  ἂν,  οὐδὲ  εἰ  πᾶσιν  ὤφθη,  οὕ  . τως  ἐπιστεύθη. Ἐκεῖνοι μὲν γὰρ εἶχον ἂν καὶ εἰπεῖν, ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνου πολλῷ  μείζονα γινόμενα  σημεῖα, ἢ ὅτε αὐτὸς συνανεστρέφετο μετὰ ἀνθρώπων,  οὐκ ἂν ἠπίστησεν, εἰ μὴ σφόδρα ἀναίσθητος ἦν. Μέγα τοίνυν  ἀγαθὸν πίστις, ὅταν ἀπὸ θερμῆς γίνηται διανοίας, ἀπὸ φίλτρου πολλοῦ καὶ ζεούσης ψυχῆς. Αὕτη φιλοσόφους ἡμᾶς δείκνυσιν, αὕτη τὴν εὐτέλειαν τὴν ἀνθρωπίνην  ἀποκρύπτει, καὶ τοὺς  λογισμοὺς  ἀφεῖσα κάτω,  περὶ τῶν  ἐν  οὐρανοῖς  φιλοσοφεῖ  πραγμάτων· μᾶλλον δὲ, ὅπερ ἡ τῶν ἀνθρώπων  σοφία εὑρεῖν οὐ δύναται, ἐκ περιουσίας τοῦτο αὕτη καταλαμβάνει καὶ κατορθοῖ. Ἐχώμεθα τοίνυν ταύτης, καὶ μὴ λογισμοῖς τὰ καθ' ἑαυτοὺς ἐπιτρέπωμεν. ∆ιατί γὰρ Ἕλληνες, εἰπέ μοι, οὐδὲν εὑρεῖν ἠδυνήθησαν; οὐχὶ σοφίαν πᾶσαν τὴν ἔξωθεν  ἔγνωσαν; πόθεν  οὖν ἁλιέων  καὶ σκηνοποιῶν  καὶ τῶν ἀσυνέτων  περιγενέσθαι οὐκ ἴσχυσαν; ἆρ' οὐχ ὅτι ἐκεῖνοι μὲν λογισμοῖς, οὗτοι δὲ πίστει τὸ πᾶν ἐπέτρεψαν; ∆ιὰ τοῦτο Πλάτωνος καὶ Πυθαγόρου, καὶ πάντων  ἁπλῶς τῶν  πλανηθέντων οὗτοι περιεγένοντο· καὶ τοὺς ἀστρολογίᾳ, καὶ μαθηματικῇ, καὶ γεωμετρίᾳ, καὶ ἀριθμητικῇ κατατριβέντας, καὶ πᾶσαν παίδευσιν ἐκμαθόντας ὑπερέβησαν, καὶ τοσοῦτον ἐγένοντο βελτίους, ὅσον οἱ ἀληθῶς φιλόσοφοι καὶ ὄντως τῶν φύσει μωρῶν καὶ παραπαιόντων.  Ὅρα γάρ· Ἀθάνατον εἶπον τὴν ψυχὴν οὗτοι· μᾶλλον δὲ οὐκ εἶπαν μόνον, ἀλλὰ καὶ ἔπεισαν. Ἐκεῖνοι δὲ πρότερον μὲν οὐδὲ ᾔδεσαν ὅ τί ποτέ ἐστι ψυχή· ἐπειδὴ δὲ εὗρον, καὶ διέστησαν ἀπὸ τοῦ σώματος αὐτὴν, πάλιν τὸ αὐτὸ ἔπαθον, οἱ μὲν ἀσώματον εἰπόντες εἶναι αὐτὴν, οἱ δὲ σῶμα, καὶ αὐτῷ τῷ σώματι συνδιαλύεσθαι. Περὶ οὐρανοῦ πάλιν οἱ μὲν εἶπον, ὅτι ἔμψυχος καὶ θεός· οἱ δὲ ἁλιεῖς, ὅτι ἔργον Θεοῦ καὶ τέχνημα, καὶ ἐδίδαξαν καὶ ἔπεισαν. Ἀλλὰ τὸ μὲν Ἕλληνας λογισμοῖς κεχρῆσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ τοὺς δοκοῦντας εἶναι πιστοὺς, τούτους εὑρίσκεσθαι  ψυχικοὺς,   τοῦτό   ἐστι   τὸ   θρήνων   ἄξιον.   ∆ιὰ   τοῦτο   καὶ   οὗτοι ἐπλανήθησαν, ὅτι οἱ μὲν οὕτως ἔλεγον εἰδέναι Θεὸν ὡς αὐτὸς ἑαυτὸν οἶδεν, ὅπερ οὐδεὶς οὐδὲ ἐκείνων ἐτόλμησεν εἰπεῖν· οἱ δὲ ἔλεγον μὴ δύνασθαι τὸν Θεὸν ἀπαθῶς γεννᾷν, μηδὲ συγχωροῦντες αὐτῷ πλέον τι τῶν ἀνθρώπων ἔχειν· οἱ δὲ λέγοντες ὅτι οὔτε δὴ βίος ὀρθὸς οὐδὲν ὠφελεῖ,  οὔτε πολιτεία  ἀκριβής. Ἀλλ' οὐ καιρὸς ταῦτα ἐλέγχειν  νῦν.

δʹ. Ὅτι μὲν γὰρ οὐδὲν ὠφελεῖ πίστις ὀρθὴ, βίου ὄντος διεφθαρμένου, καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος δηλοῦσι, τὸ πλεῖον τούτου τοῦ μέρους φροντίσαντες· ὁ μὲν Χριστὸς, ὅταν διδάσκῃ· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε  ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν  ἀνομίαν.  Οἱ γὰρ μὴ προσέχοντες ἑαυτοῖς,  εὐκόλως  εἰς  πονηρίαν  ἐξολισθαίνουσι,  κἂν  πίστιν  ἔχωσιν  ὀρθήν.  Ὁ δὲ Παῦλος, ὅταν Ἑβραίοις ἐπιστέλλων  οὕτω λέγῃ καὶ παραινῇ· Εἰρήνην μετὰ πάντων διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἁγιασμὸν καλῶν τὴν σω  . φροσύνην,  ὥστε  ἕκαστον  ἀρκεῖσθαι  τῇ  ἰδίᾳ  γυναικὶ   χρὴ,  καὶ  μὴ περιπίπτειν   ἑτέρᾳ.  Τὸν  γὰρ  μὴ  ἀρκούμενον,  ἀμήχανον  σωθῆναι·  ἀλλ'  ἀνάγκη πάντως  ἀπολέσθαι,  κἂν  μυρία ἔχῃ  κατορθώματα.  Μετὰ γὰρ  πορνείας  ἀδύνατον εἰσελθεῖν  εἰς τὴν  βασιλείαν  τῶν  οὐρανῶν· μᾶλλον  δὲ οὐ πορνεία τοῦτο λοιπὸν, ἀλλὰ μοιχεία. Ὥσπερ γὰρ ἡ δεδεμένη ἀνδρὶ, ἂν ἑτέρῳ συνέλθῃ, λοιπὸν μεμοίχευται· οὕτως ὁ δεδεμένος γυναικὶ, ἂν ἑτέραν ἔχῃ, ἐμοίχευσεν. Ὁ δὲ τοιοῦτος οὐ κληρονομήσει  βασιλείαν,  ἀλλ' εἰς  γέενναν  ἐμπεσεῖται.  Ἄκουσον  ἃ περὶ  τούτων φησὶν  ὁ Χριστός· Ὁ σκώληξ  αὐτῶν  οὐ τελευτήσει,  καὶ  τὸ  πῦρ οὐ σβεσθήσεται. Οὐδεμίαν γὰρ ἔχει συγγνώμην ὁ μετὰ γυναῖκα καὶ παραμυθίαν τοσαύτην ἐξυβρίζων εἰς ἑτέραν· τοῦτο γὰρ ἀκρασία λοιπόν. Εἰ δὲ καὶ αὐτῆς ἀπέχονται  οἱ πολλοὶ, ὅταν νηστείας  καιρὸς ᾖ, ὅταν  προσευχῆς· ὁ μηδὲ ταύτῃ  ἀρκούμενος,  ἀλλὰ  καὶ  ἑτέρᾳ μιγνύμενος,  πόσον οὗτος σωρεύει πῦρ ἑαυτῷ; Εἰ τὸν ἀπολύσαντα τὴν ἑαυτοῦ καὶ ἐκβαλόντα, ἑτέρᾳ μίγνυσθαι οὐκ ἔνι· μοιχεία γὰρ τοῦτό ἐστιν· ὁ ἔνδον αὐτῆς ἑτέραν ἐπεισάγων, πόσον ἐργάζεται κακόν; Μηδεὶς τοίνυν  τοῦτο τὸ νόσημα συγχωρείτω μένειν ἐν τῇ ψυχῇ, ἀλλὰ πρόῤῥιζον ἀνασπάτω. Οὐχ οὕτως ἀδικεῖ τὴν γυναῖκα, ὡς ἑαυτόν.  Οὕτω γὰρ  τὸ  ἁμάρτημα  τοῦτο  χαλεπὸν  καὶ  ἀσύγγνωστον,  ὅτι,  ἂν  μὲν εἰδωλολάτρου  χωρισθῇ,  μὴ  βουλομένου  ἐκείνου,  κολάζει  τὴν  γυναῖκα  ὁ  Θεός· πόρνου δὲ ἐὰν χωρισθῇ, οὐκέτι Ὁρᾷς ὅσον ἐστὶ τοῦτο κακόν; Ἐὰν γάρ τις, φησὶ, πιστὴ ἄνδρα ἔχῃ ἄπιστον, καὶ αὐτὸς εὐδοκῇ οἰκεῖν μετ'  αὐτῆς, μὴ ἀφιέτω  αὐτόν. Περὶ δὲ πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἐάν τις ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν  μοιχευθῆναι.  Εἰ γὰρ ἡ συνουσία σῶμα ἓν ποιεῖ, τὸν συγγινόμενον  πόρνῃ ἀνάγκη ἓν σῶμα γίνεσθαι. Πῶς οὖν δέξεται ἡ κοσμία τοῦτον, Χριστοῦ μέλος  οὖσα; ἢ  πῶς  ἑαυτῇ  συνάψει  τὸ  μέλος  τῆς  πόρνης; Καὶ ὅρα τὴν ὑπερβολήν· Ἡ μὲν  τῷ  ἀπίστῳ  συνοικοῦσα, οὐκ ἔστιν ἀκάθαρτος (Ἡγίασται γὰρ, φησὶν ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί)· ἐπὶ δὲ τῆς πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἄρας οὖν . τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω μέλη πόρνης; Ἐκεῖ μὲν γὰρ ὁ ἁγιασμὸς μένει κἀκείνου συνοικοῦντος, καὶ οὐκ ἐξίσταται· ἐνταῦθα δὲ ἀναχωρεῖ. ∆εινὸν γὰρ ἡ πορνεία, δεινὸν, καὶ ἀθάνατον προξενοῦσα κόλασιν. Καὶ ἐνταῦθα δὲ μυρία ἐπισπᾶται κακά. Βίον γὰρ ταλαίπωρον  καὶ μοχθηρὸν  ἀναγκάζεται  ζῇν ὁ τοιοῦτος, καὶ τῶν κολαζομένων  οὐδὲν  ἄμεινον  διάκειται,  εἰς τὴν  ἀλλοτρίαν  οἰκίαν  ὑπεισιὼν  μετὰ δέους καὶ τρόμου πολλοῦ, καὶ πάντας ὁμοῦ ὑποπτεύων, καὶ οἰκέτας, καὶ ἐλευθέρους.
∆ιὸ, παρακαλῶ, σπουδάσατε ἀπηλλάχθαι  τοῦ νοσήματος τούτου. Εἰ δὲ μὴ πείθεσθε, τῶν προθύρων μὴ ἐπιβαίνετε τῶν ἱερῶν. Καὶ γὰρ τὰ ψώρας ἐμπεπλησμένα πρόβατα, καὶ νόσου γέμοντα, οὐ δεῖ μετὰ τῶν ὑγιαινόντων ἀγελάζεσθαι, ἀλλ' ἀπελαύνειν τῆς ποίμνης, ἕως ἂν τὴν νόσον ἀποθῶνται. Μέλη γὰρ Χριστοῦ γεγόναμεν· μὴ δὴ μέλη πόρνης γενώμεθα.  Οὐκ ἔστι τὰ ἐνταῦθα πορνεῖον, ἀλλ' ἐκκλησία. Τὰ δὲ μέλη τῆς πόρνης ἂν ἔχῃς, μὴ στῇς ἐν ἐκκλησίᾳ, ἵνα μὴ ἐξυβρίσῃς τὸν τόπον. Εἰ γὰρ μὴ γέεννα ἦν, εἰ γὰρ μὴ κόλασις ἦν, μετὰ τὰς συνθήκας ἐκείνας καὶ τὰς γαμηλίους λαμπάδας, μετὰ τὴν εὐνὴν τὴν δικαίαν, μετὰ τὴν παιδοποιίαν, μετὰ τὴν κοινωνίαν,  πῶς ἀνέξῃ προσκολλᾶσθαι ἑτέρᾳ; πῶς οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς; Οὐκ οἶδας ὅτι οἱ μετὰ τὴν τελευτὴν τῆς ἑαυτῶν ἑτέραν ἐπεισαγόμενοι, παρὰ πολλῶν καταγινώσκονται, καίτοι οὐ κόλασιν ἔχει τὸ πρᾶγμα; Σὺ δὲ καὶ ζώσης ἑτέραν ἐπεισάγεις. Καὶ πόσης οὐχὶ ταῦτα λαγνείας,   Μάθε  τί  περὶ  τῶν  τοιούτων   εἴρηται·  Ὁ  σκώληξ,  φησὶν,  αὐτῶν  οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Φρίξον τὴν ἀπειλὴν, φοβήθητι τὴν κόλασιν. Οὐκ ἔστιν  ἐνταῦθα  τοσαύτη ἡ ἡδονὴ,  ὅση ἐκεῖ  τιμωρία.  Ἀλλὰ  μὴ γένοιτό  τινα ὑπεύθυνον  γενέσθαι τῆς κολάσεως ἐκείνης· ἀλλὰ τὴν ἁγιωσύνην  ἀσκοῦντας ἰδεῖν τὸν  Χριστὸν, καὶ  τῶν  ἐπηγγελμένων   τυχεῖν  ἀγαθῶν·  ὧν  γένοιτο  πάντας  ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ'  οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |