ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 06/01/16

Τετάρτη 1 Ιουνίου 2016

Α΄ Εἰς Νεωτέραν Χηρεύσασαν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48

Α΄ Εἰς Νεωτέραν Χηρεύσασαν


α’. Ὅτι μὲν χαλεπὴν ἔλαβες τὴν πληγήν, καὶ ἐν καιρῷ τὸ πεμφθὲν καὶ ἄνωθεν ἐδέξω τὸ βέλος, ἅπαντες ἂν σοι συνομολογήσαιεν, καὶ οὐδὲ τῶν σφόδρα φιλοσοφούντων οὐδεὶς ἀντερεῖ· ἐπεὶ δὲ τοὺς πληττομένους οὐκ εἰς πένθος καὶ δάκρυα τὸν ἅπαντα χρόνον ἀναλίσκειν δεῖ, ἀλλὰ καὶ τῆς θεραπείας τῶν τραυμάτων πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὥστε μὴ παροφθέντα μείζονα τοῖς δάκρυσι παρασχεῖν τὴν πληγήν, καὶ τῆς ὀδύνης σφοδροτέραν τὴν φλόγα ἐργάσασθαι, καλὸν καὶ τῆς διὰ τῶν λόγων ἀνασχέσθαι παρακλήσεως, καὶ τοὺς κρουνοὺς μικρὸν ἀνασχοῦσαν τῶν δακρύων χρόνον γοῦν βραχὺν καὶ τοῖς παραμυθεῖσθαι σε ἐπιχειροῦσι παρασχεῖν σεαυτήν. Διὰ γὰρ τοι τοῦτο καὶ ἡμεῖς οὐ παρ’ αὐτὴν τοῦ πένθους τὴν ἀκμήν, οὐδ’ ἅμα τῷ κατενεχθῆναι τὸν σκηπτὸν ἠνωχλήσαμεν· ἀλλ’ ἀναμείναντες τὸν ἐν μέσῳ τουτονὶ χρόνον, καὶ συγχωρήσαντες ἐμπλησθῆναι σε τῶν ὀδυρμῶν, ὅτε λοιπὸν καὶ διαβλέψαι μικρὸν ἀπὸ τῆς ἀχλύος ἐκείνης, καὶ τὰς ἀκοὰς παρανοῖξαι δεδύνησαι τοῖς σε παρακαλεῖν πειρωμένοις, τότε καὶ αὐτοὶ μετὰ τοὺς τῶν θεραπαινίδων λόγους καὶ τὰ παρ’ ἑαυτῶν προστεθείκαμεν.

Read More ->>

Β΄ Πρός αυτήν Περί μονανδρίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48

Β΄ Πρός αυτήν Περί μονανδρίας


α’. Τὸ μὲν τὰς ἀπείρους ὁμιλίας ἀνδρῶν καὶ ὠδίνων καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ἐπισυρόμενος ὁ γάμος εἰς τὰς ἀνθρώπων εἰσέρχεται οἰκίας, ἄνδρας ἐπιζητεῖν θαυμαστὸν οὐδέν· καὶ γὰρ τὸν πόλεμον πρᾶγμα οὕτως ἐπίπονον τοῖς ἀπείροις γλυκὺν ἡ παροιμία εἶναί φησι· τὸ δὲ τὰς μυρία ἀνασχομένας κακά, πολλάκις δὲ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ἀναπεισθείσας, μακαρίσαι μὲν τὰς ἀπηλλαγμένας τῶν τοῦ κόσμου πραγμάτων, ἐπαρᾶσθαι δὲ μυριάκις ἑαυταῖς, καὶ ταῖς προμνηστευτρίαις, καὶ τῇ ἡμέρᾳ καθ’ ἣν αἱ παστάδες ἐπλέκοντο, ταύτας δὲ μετὰ τοσαύτην ἀποδυσπέτησιν πάλιν τῶν αὐτῶν πραγμάτων ἐπιθυμεῖν, τοῦτό ἐστι τὸ μάλιστά με ἐκπλῆττον καὶ ποιοῦν ἀπορεῖν, καὶ τὴν αἰτίαν ἐπιζητεῖν, δι’ ἣν τὰ πράγματα, ἃ πρότερον ἐνόμιζον εἶναι φευκτά, ὅτε ἦσαν ἐν αὐτοῖς, ταῦτα νῦν, ὅτε αὐτῶν ἀπηλλάγησαν, ὡς ποθεινὰ πάλιν διώκειν.

Read More ->>

Περί Ιερωσύνης Λόγος Πρῶτος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης  Λόγος Πρῶτος

Τάδε ἔνεστιν ἐν τῷ Πρώτῳ Λόγῳ.

α. Βασίλειος ὁ πάντας τοὺς τοῦ Χρυσοστόμου φίλους ὑπερβαλλόμενος.
β. Ἡ ὁμόνοια Βασιλείου καὶ Χρυσοστόμου, καὶ συζήτησις πὲρ πάντων.
γ. Ὁ ζυγὸς ἄνισος ἐν τῇ τοῦ μοναστικοῦ βίου μεταδιώξει.
δ. Ἡ πρόθεσις περὶ κοινῆς οἰκήσεως ἀμφοτέρων.
ε. Αἱ τῆς μητρὸς ἐπῳδαί.
ς. Η ἀπάτη Χρυσοστόμου, ᾗ ἐχρήσατο ἐν τῇ χειροτονίᾳ.
ζ. Βασιλείου κατηγορίᾳ ἐπιεικὴς καὶ ἀφέλῃς.
η. Χρυσοστόμου ἀπολογία ἀντιληπτική.
θ. Ἀπάτης εὐκαίρου μέγα κέρδος. Θέσις καὶ κοινὸς τόπος.

Read More ->>

Περί Ιερωσύνης Λόγος Δεύτερος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Περί Ιερωσύνης  Λόγος Δεύτερος

Τάδε ἔνεστιν ἐν τῷ Δευτέρῳ Λόγῳ.

α. Ὅτι μέγιστον ἡ ἱερωσύνη τεκμήριον τῆς εἰς τὸν Χριστὸν ἀγάπης.
β. Ὅτι ἡ ταύτης ὑπηρεσία μείζων ἄλλων.
γ. Ὅτι μεγάλης δεῖται ψυχῆς καὶ θαυμαστῆς.
δ. Ὅτι πολλῆς τὸ πρᾶγμα δυσκολίας γέμει καὶ κίνδυνον.
ε. Ὅτι τῆς εἰς τὸν Χριστὸν ἀγάπης, ἕνεκεν τὸ πρᾶγμα ἐφύγομεν.
ς. Ἀπόδειξις τῆς ἀρετῆς τοῦ Βασιλείου, καὶ τῆς ἀγάπης τῆς σφοδρᾶς.
ζ. Ὅτι οὐχ ὑβρίσει ἑλόμενοι τοὺς ψηφισαμένους ἐφύγομεν τὴν χειροτονίαν.
η. Ὅτι κεῖ μέμψεως αὐτοὺς ἀπηλλάξαμεν διὰ τῆς φυγῆς.

Ὅτι μὲν οὖν ἔστι καὶ ἐπὶ καλῷ τῇ τῆς ἀπάτης κεχρῆσθαι δυνάμει, μᾶλλον δὲ ὅτι μηδὲ ἀπάτην δεῖ τὸ τοιοῦτον καλεῖν, ἀλλ’ οἰκονομίαν τινὰ θαυμαστήν, ἐνῆν μὲν καὶ πλείονα λέγειν· ἐπειδὴ δὲ καὶ τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἱκανὰ γέγονε, φορτικὸν καὶ ἐπαχθὲς περιττὸν τῷ λόγῳ προστιθέναι μῆκος. Σὸν δὲ ἂν εἴη δείκνυται λοιπὸν εἰ μὴ τῷ πράγματι τούτῳ πρὸς τὸ κέρδος ἐχρησάμεθα τὸ σόν.

Read More ->>

Περί Ιερωσύνης Λόγος Τρίτος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης  Λόγος Τρίτος

Τάδε ἔνεστιν ἐν τῷ Τρίτῳ Λόγῳ.
α. Ὅτι οἱ ὑπονοήσαντες δι’ ἀπόνοιαν παρῃτῆσθαι ἡμᾶς τὴν ἑαυτῶν ὑπόληψιν ἔβλαψεν.
β. Ὅτι οὐδὲ διὰ κενοδοξίαν ἐφύγομεν.
γ. Ὅτι εἰ δόξης ἐπεθυμοῦμεν, ἑλέσθαι μᾶλλον τὸ πρᾶγμα ἐχρῆν.
δ. Ὅτι φρικτὸν ἡ ἱερωσύνη, καὶ πολὺ τῆς παλαιᾶς λατρείας ἡ καινὴ φρικωδεστερα
ε. Ὅτι πολλοὶ τῶν ἱερέων ἡ ἐξουσία καὶ ἡ τιμή.
ς. Ὅτι τῶν παρὰ τοῦ Θεοῦ μεγίστων δωρεῶν εἰσιν αἱ διακονίαι.
ζ. Ὅτι καὶ ὁ Παῦλος περιδεὴς ἦν, πρὸς τὸ μέγεθος τῆς ἀρχῆς ὁρῶν.
η. Ὅτι πολλάκις ἁμαρτάνειν προάγεται, εἰς τὸ μέσον ἐλθών, ἂν μὴ σφόδρα γενναῖος ἦ.
θ. Ὅτι κενοδοξία καὶ τοῖς ταύτης ἁλίσκεται δεινοῖς.
ι. Ὅτι οὐχ ἡ ἱερωσύνη τούτων αἰτία, ἀλλ’ ἡ ἡμέτερα ῥαθυμίᾳ.
ια. Ὅτι τὴν ἐπιθυμίαν τῆς φιλαρχίας ἐκβεβλῆσθαι δεῖ ἀπὸ τῆς τοῦ ἱερέως ψυχῆς.

Read More ->>

Περί Ιερωσύνης Λόγος Τέταρτος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης Λόγος Τέταρτος


Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ Λόγῳ.

α. Ὅτι οὐ μόνον οἱ σπουδάζοντες ἐπὶ κλῆρον ἐλθεῖν, ἀλλὰ καὶ οἱ ἀνάγκην ὑπομένοντες, ἐν οἷς ἂν ἁμάρτωσι σφόδρα κολάζονται.
β. Ὅτι οἱ χειροτονοῦντες ἀναξίους τῆς αὐτῆς αὐτοῖς εἰσιν ὑπεύθυνοι τιμωρίας, κἂν ἀγνοῶσι τοὺς χειροτονουμένους.
γ. Ὅτι πολλῆς τῆς ἐν τῷ λέγειν δυνάμεως χρεία τῷ ἱερεῖ.
δ. Ὅτι πρὸς τὰς ἁπάντων μάχας καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ αἱρετικῶν παρασκευάσασθαι χρή.
ε. Ὅτι σφόδρα ἔμπειρον εἶναι δεῖ τῆς διαλεκτικῆς.
ς. Ὅτι τῷ μακαρίῳ Παύλῳ μάλιστα τοῦτο κατωρθῶτο.
ζ. Ὅτι οὐκ ἀπὸ τῶν σημείων μόνον λαμπρὸς ἐγένετο, ἀλλὰ καὶ ἀπὸ τοῦ λέγειν.
η. Ὅτι καὶ ἡμᾶς τοῦτο βούλεται κατορθοῦν.
θ. Ὅτι τούτου μὴ παρόντος τῷ ἱερεῖ, πολλὴν ἀνάγκη τοὺς ἀρχομένους ζημίαν ὑφίστασθαι.

Read More ->>

Περί Ιερωσύνης Λόγος Πέμπτος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης

Λόγος Πέμπτος

Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ Λόγῳ.

α. Ὅτι πολλοῦ πόνου καὶ σπουδῆς αἱ ἐν τῷ κοινῷ ὁμιλίαι δέονται.
β. Ὅτι τὸν εἰς τοῦτο τεταγμένον καὶ ἐγκωμίων ὑπερορᾶν χρή, καὶ δύνασθαι λέγειν.
γ. Ὅτι ἂν μὴ ἀμφότερα ἔχῃ, ἄχρηστος ἔσται τῷ πλήθει.
δ. Ὅτι μάλιστα βασκανίας τοῦτον δεῖ καταφρονεῖν.
ε. Ὅτι ὁ λόγους εἰδὼς πλείονος δεῖται σπουδῆς, ἢ ὁ ἀμαθής.
ς. Ὅτι τῆς ἀλόγου τῶν πολλῶν ψήφου οὔτε πάντη καταφρονεῖν, οὔτε πάντη φροντίζει δεῖ.
ζ. Ὅτι πρὸς τὸ τῷ Θεῷ ἀρέσκον μόνον δεῖ τοὺς λόγους ῥυθμίζειν.
η. Ὅτι ὁ μὴ καταφρονῶν ἐπαίνων πολλὰ ὑποστήσεται δεινά.

Read More ->>

Περί Ιερωσύνης Λόγος Έκτος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Περί Ιερωσύνης
Λόγος Ἕκτος

Τάδε ἔνεστιν ἐν τῷ Ἕκτῳ Λόγῳ.
α. Ὅτι καὶ ταῖς εὐθύναις τῶν ἑτέροις ἁμαρτανομένων ὑπόκεινται οἱ ἱερεῖς.
β. Ὅτι τῶν μοναζόντων ἀκριβείας δέον αἱ πλείονος.
γ. Ὅτε πλείονος εὐκολίας ἀπολαύει ὁ μονάζων παρὰ τὸν ἐκκλησίας προεστῶτα.
δ. Ὅτι τῆς οἰκουμένης τὴν προστασίαν ἐμπεπίστευται ὁ ἱερεὺς ἕτερα πράγματα φρικτά.
ε. Ὅτι πρὸς πάντα ἐπιτήδειον εἶναι χρὴ τὸν ἱερέα.
ς. Ὅτι οὐχ οὕτω τὸ μονάζειν, ὡς τὸ πλήθους προεστάναι καλῶς, καρτερίας σημεῖον.
ζ. Ὅτι οὐχ ὑπὲρ τῶν αὐτῶν, τῷ τε καθ’ ἑαυτὸν ὄντι, καὶ τῷ ἐν μέσῳ στρεφομένῳ ἡ ἄσκησις ἐστιν.
η. Ὅτι εὐκολώτερον τὴν ἀρετὴν οἱ καθ’ ἑαυτοὺς ὄντες, ἢ οἱ πολλῶν φροντίζοντες κατορθοῦσιν.
θ. Ὅτι οὐ χρὴ καταφρονεῖ τῆς τῶν πολλῶν ὑπολήψεως, κἂν ψευδὴς οὖσα τύχῃ.
ι. Ὅτι οὐ μέγα σῶσαι ἑαυτόν. ια. Ὅτι πολλῷ χαλεπωτέρα μένει τιμωρία τὰ τῶν ἱερέων ἁμαρτήματα, ἢ τὰ τῶν ἰδιωτῶν.
ιβ. Ἐκ παραδειγμάτων παράστασις καὶ τῆς ὀδύνης τῆς διὰ τὴν προσδοκίαν τῆς ἱερωσύνης γενομένης, καὶ τοῦ φόβου.
ιγ. Ὅτι παντὸς πολέμου χαλεπώτερος ὁ τοῦ διαβόλου πειρασμός.

Read More ->>

Ὁμιλίᾳ Πρώτη Ὅτε πρεσβύτερος προεχειρίσθη, εἰς ἑαυτὸν καὶ εἰς τὸν ἐπίσκοπον,

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Ὁμιλίᾳ Πρώτη  Ὅτε πρεσβύτερος προεχειρίσθη, εἰς ἑαυτὸν καὶ εἰς τὸν ἐπίσκοπον, καὶ εἰς τὸ πλῆθος τοῦ λαοῦ

α’. Ἆρα ἀληθῆ τὰ συμβάντα περὶ ἡμᾶς; Καὶ γέγονεν ὄντως τὰ γεγενημένα, καὶ οὐκ ἐξηπατήμεθα; Οὐδὲ νὺξ τὰ παρόντα καὶ ὄναρ, ἀλλ’ ἡμέρᾳ ὄντως ἐστί, καὶ ἐγρηγοροῦμεν ἅπαντες; Καὶ τὶς ἂν ταῦτα πιστεύσειεν, ὅτι ἡμέρας οὔσης, νηφόντων ἀνθρώπων καὶ ἐγρηγορότων, μειρακίσκος εὐτελὴς καὶ ἀπεῤῥιμμένος πρὸς ὕψος ἀρχῆς ἀνηνέχθη τοσοῦτον; Ἐν νυκτὶ μὲν γὰρ οὐδὲν ἀπεικὸς τὰ τοιαῦτα συμβαίνειν. Ἤδη γοῦν τινες τὸ σῶμα ἀνάπηροι, καὶ μηδὲ τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, καθευδήσαντες εἶδον ἑαυτοὺς ἀρτίους γεγενημένους καὶ καλοὺς καὶ τραπέζης ἀπολαύοντας βασιλικῆς· ἀλλ’ ἦν ὕπνος καὶ ὀνείρων ἀπάτη τὰ φαινόμενα. Καὶ γὰρ τοιαύτη τῶν ὀνειράτων ἡ φύσις· πανοῦργός τὶς ἐστι καὶ θαυμαστή, καὶ τοῖς παραδόξοις ἐντρυφῶσα χαίρει.

Read More ->>

Περὶ Ἀκαταλήπτου, ἀπόντος τοῦ Ἐπισκόπου, πρὸς ἀνομοίους

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

.Περὶ Ἀκαταλήπτου, ἀπόντος τοῦ Ἐπισκόπου, πρὸς ἀνομοίους
Λόγος Πρῶτος

α’. Τὶ τοῦτο; Ὁ ποιμὴν οὐ πάρεστι, καὶ τὰ πρόβατα μετὰ πολλῆς εὐταξίας ἕστηκε. Καὶ τοῦτο τοῦ ποιμένος τὸ κατόρθωμα, τὸ μὴ μόνον παρόντος, ἀλλὰ καὶ ἀπόντος πᾶσαν ἐνδείκνυσθαι σπουδὴν τὰ ποίμνια. Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων, ὅταν ὁ πρὸς τὴν νομὴν ἐξάγων μὴ παρῇ, μένειν εἴσω τὴν σηκῶν ἀνάγκη τὰ πρόβατα, ἢ χωρὶς τοῦ ποιμαίνοντος τῆς μάνδρας προκύψαντα πολλὴν ὑπομένειν τὴν πλάνην· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ μὴ παρόντος τοῦ ποιμαίνοντος πρὸς τὰς συνήθεις νομὰς μετὰ πολλῆς ἀπηντήκατε τῆς εὐταξίας. Μᾶλλον δὲ καὶ ὁ ποιμὴν πάρεστιν, εἰ καὶ μὴ τῇ σαρκί, ἀλλὰ τῇ διαθέσει, εἰ καὶ μὴ τῇ παρουσίᾳ τοῦ σώματος, ἀλλὰ τῇ εὐταξίᾳ τοῦ ποιμνίου. Διὰ τοῦτο μᾶλλον αὐτὸν ἐκπλήττομαι καὶ μακαρίζω, ὅτι τοσαύτην ὑμῖν σπουδὴν ἐναποθέσθαι ἴσχυσεν.

Read More ->>

Λόγος Δεύτερος Πρὸς Ἀνομοίους πρὸ πολλῶν ἡμερῶν, εἶτα πρὸς Ἰουδαίους,

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Δεύτερος  Πρὸς Ἀνομοίους πρὸ πολλῶν ἡμερῶν, εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου

α’. Φέρε δὴ πάλιν πρὸς τοὺς ἀπίστους Ἀνομοίους ἀποδυσώμεθα· εἰ δὲ ἀγανακτοῦσιν ἄπιστοι καλούμενοι, φευγέτωσαν τὸ πρᾶγμα, κἀγὼ κρύπτων τὸ ὄνομα· ἀποστήτωσαν τῆς ἀπίστου διανοίας, καὶ ἀφίσταμαι τῆς ἐπονειδίστου προσηγορίας. Εἰ δὲ αὐτοὶ διὰ τῶν ἔργῳ ἀτιμάζοντες τὴν πίστιν, καὶ ἑαυτοὺς καταισχύνοντες οὐ καταδύονται, τίνος ἕνεκεν πρὸς ἡμᾶς δυσχεραίνουσιν διὰ τῶν ῥημάτων ἐγκαλοῦντας αὐτοῖς ἃ διὰ τῶν ἔργων αὐτοὶ ἐπιδείκνυνται; Πρώην μὲν ἡνίκα εἰς τὸ στάδιον τῶν λόγον τούτων καθήκαμεν ἑαυτούς, καθάπερ δὴ μέμνησθε, καὶ τῶν αὐτῶν ἡψάμεθα παλαισμάτων, οἱ πρὸς Ἰουδαίους ἡμᾶς εὐθέως διεδέξαντο ἀγῶνες, καὶ οὐκ ἦν ἀσφαλὲς τὸ οἰκεῖα μέλη νενοσηκότα παρατρέχειν, οἱ μὲν γὰρ πρὸς Ἀνομοίους λόγοι ἄιε καιρὸν ἔχουσι·

Read More ->>

Λόγος Τέταρτος Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Τέταρτος  Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους

α’. Ἤρκει μὲν οὖν δείξαντα πρώην ἀνθρώποις ἀκατάληπτον ὄντα τὸν Θεόν, ἔτι δὲ καὶ τοῖς Χερουβίμ, καὶ τοῖς Σεραφίμ, ἀπηλλάχθαι πραγμάτων, καὶ μηδὲν περαιτέρω κινεῖν· ἀλλ’ ἐπειδὴ προθυμίᾳ καὶ σπουδὴ πᾶσα ἡμῖν, οὐχὶ τῶν ἐναντίων ἀποῤῥάψαι τὰ στόματα μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην, ἐπὶ πλεῖον σοφίσαι, πάλιν τῆς αὐτῆς ὑποθέσεως ἁπτόμεθα, καὶ περαιτέρω τὸν λόγον προάγομεν. Ἡ γὰρ ἐν τούτοις διατριβὴ καὶ ὑμᾶς εἰδέναι ποιήσει πλείονα, καὶ ἡμῖν λαμπρότερα ἐργάζεται τὰ νικητήρια, εἰ καὶ τι λείψανον ὑπολέλειπται ἐκκαθαίρουσα. Ἐπεὶ καὶ τὰς πονηρᾶς βοτάνας οὐκ ἄνωθεν ἀποκείρειν χρὴ μόνον (πάλιν γὰρ βλαστάνουσι τῶν ῥιζῶν κάτω κειμένων), ἀλλ’ ἐξ αὐτῶν τῶν λαγόνων τῆς τῆς καὶ τῶν κόλπων ἀνασπᾶν καὶ γυμνὰς προτιθέναι τῇ θέρμῃ τῆς ἀκτῖνος, ὥστε καταμαρανθῆναι ῥᾳδίως· φέρε οὖν ἐπὶ τὸν οὐρανὸν ὑμᾶς ἐπαναγάγωμεν τῷ λόγῳ πάλιν, οὐχὶ περιεργαζόμενοι οὐδὲ πολυπραγμονοῦντες,

Read More ->>

Λόγος Ἕκτος Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον,

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Ἕκτος
 Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥαθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς Χριστοῦ γεννήσεως
.
α’. Ἐγὼ μὲν καὶ τήμερον παρεσκευαζόμην πρὸς τὰ τῶν αἱρετικῶν παλαίσματα ἀποδύσασθαι, καὶ τὸ λειπόμενον ὑμῖν ἀποδοῦναι τοῦ χρέους· ἀλλ’, ἡ τοῦ μακαρίου Φιλογονίου ἡμέρα, οὗ τὴν ἑορτὴν ἄγομεν νῦν, πρὸς τὴν τῶν ἐκείνου κατορθωμάτων διήγησιν τὴν γλῶτταν ἡμῶν ἐκάλεσε. Καὶ δεῖ πείθεσθαι πάντως. Εἰ γὰρ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτᾷν, εὔδηλον ὅτι ὁ εὐλογῶν ζωῆς ἀπολαύσεται πάντως, καὶ εἰ τοὺς φυσικοὺς γονεῖς τοσαύτης παρ’ ἡμῶν ἀπολαύειν εὐνοίας χρή, πολλῷ μᾶλλον τοὺς πνευματικούς, καὶ μάλιστα ὅταν τοὺς μὲν κατοιχομένους ὁ ἔπαινος μηδὲν ποιῇ λαμπροτέρους, τοὺς δὲ συνιόντας ὑμᾶς καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας βελτίους ἐργάζηται. Ὁ μὲν γὰρ εἰς τὸν οὐρανὸν ἀναβάς,

Read More ->>

Λόγος Ὄγδοος Εἰς τὰ ὑπόλοιπα κατὰ αἱρετικῶν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Ὄγδοος  Εἰς τὰ ὑπόλοιπα κατὰ αἱρετικῶν, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης, καὶ εἰς τὴν αἴτησιν τῆς μητρὸς τῶν υἱῶν Ζεβεδαιου

α’. Ἐκ πολέμου χθὲς ἐπανήλθομεν, ἐκ πολέμου καὶ μάχης αἱρετικῆς, ᾑμαγμένα τὰ ὅπλα ἔχοντες, τὸ ξίφος τοῦ λόγου πεφοινιγμένον, οὐ σώματα καταβαλόντες, ἀλλὰ λογισμοὺς ἀνελόντες καὶ «Πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». Τοιοῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος· διὸ καὶ τοιαύτη τῶν ὅπλων ἡ φύσις· ἅπερ ἀμφότερα διδάσκων ὁ μακάριος Παῦλος ἔλεγε· «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». Ἔδει μὲν οὖν τοῖς ἀπολειφθεῖσιν εἰπεῖν τὰ πτώματα τὰ χθὲς γενόμενα, καὶ διηγήσασθαι τὴν παράταξιν, τὴν συμβολήν, τὴν νίκην, τὰ τρόπαια· ἀλλ’ ἵνα μὴ ῥᾳθυμοτέρους ὑμᾶς ποιήσωμεν, ταῦτα παραδραμόντες, ὥστε τῇ ζημία τοὺς ἀπολειφθέντας ὑμᾶς δηχθέντας σπουδαιοτέρους γενέσθαι, πάλιν τῶν ἑξῆς ἁψόμεθα σήμερον· εἰ δὲ τις σπουδαῖος καὶ διεγηγερμένος ᾗ παρὰ τῶν παραγενομένων εἴσεται τὰ λεχθέντα ἡμῖν τῇ χθὲς ἡμέρᾳ.

Read More ->>

Λόγος Δέκατος Ὅτι τὸ μὴ λέγειν, ἅπερ ἴσμεν, καὶ εἰς ἑτέρους ἐκφέρειν,

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Δέκατος  Ὅτι τὸ μὴ λέγειν, ἅπερ ἴσμεν, καὶ εἰς ἑτέρους ἐκφέρειν, πενέστερον ποιεῖ, καὶ τὴν χάριν σβέννυσι· καὶ εἰς τὰς εὐχάς, ἃς ὁ Χριστὸς ηὔξατο, καὶ τὴν ἐξουσίαν, μεθ’ ἧς ἅπαντα ἐποίει· καὶ εἰς τὴν τοῦ παλαιοῦ νόμου διόρθωσιν· καὶ ὅτι τὸ σαρκωθῆναι τὴν ἰσότητα αὐτοῦ τὴν πρὸς τὸν Πατέρα οὐκ ἐλαττοῖ, ἀλλὰ καὶ συνίστησι μᾶλλον.

α’. Ἱκανῶς ἐν ταῖς ἔμπροσθεν ἐπανηγυρίσαμεν ἡμέραις, τῶν ἄθλων ἐπιλαβόμενοι τῶν ἀποστολικῶν, καὶ τῇ διηγήσει τῶν πνευματικῶν ἐντρυφῶντες κατορθωμάτων· ὥρα δὴ λοιπὸν ἀποδοῦναι τὸ χρέος ὑμῖν· καὶ γὰρ τὸ κωλῦον οὐδέν. Καὶ οἶδα μὲν ὅτι ἐπιλέλησθε τῶν ὀφλημάτων ὑμεῖς τῶν ἐμῶν διὰ τὸ τῶν ἡμερῶν πλῆθος· οὐ μὴν διὰ τοῦτο αὐτὰ ἐγὼ ἀποκρύψομαι, ἀλλὰ μετὰ πάσης ὑμῖν ταῦτα ἀποδώσω τῆς προθυμίας. Ποιῶ δὲ τοῦτο, οὐ δι’ εὐγνωμοσύνην μόνον, ἀλλὰ καὶ δι’ ὠφελεῖν ἐμήν. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν συναλλαγμάτων κέρδος τῷ δεδανεισμένῳ τὸ τὸν δεδανεικότα ἐπιλαθέσθαι· ἐπὶ δὲ τῶν πνευματικῶν συμβολαίων κέρδος τῷ μέλλοντι καταβάλλειν τὸ χρέος μέγιστον, τὸ τοὺς ὑποδέχεσθαι μέλλοντας διηνεκῶς μεμνῆσθαι τῶν ὀφλημάτων. Ἐκεῖ μὲν γὰρ τὸ δάνεισμα ἀποδοθὲν τὸν μὲν καταβαλόντα ἀφίησι, μεθίσταται δὲ πρὸς τὸν ὑποδεξόμενον, καὶ τοῦ μὲν ἠλάττωσε, τοῦ δὲ ἐπλεόνασε τὴν οὐσία· ἐπὶ δὲ τῶν πνευματικῶν οὐχ οὕτως, ἀλλὰ δυνατὸν αὐτὸ καὶ καταβαλεῖν, καὶ ἔχειν· καὶ τὸ δὴ θαυμαστόν, ὅτι τότε μάλιστα αὐτὸ ἔχομεν, ὅταν καταβάλωμεν ἑτέροις.

Read More ->>

Λόγος Δωδέκατος Εἰς τὸν παραλυτικόν, τὸν τὰ τριάκοντα ὀκτὼ ἔτη

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Δωδέκατος  Εἰς τὸν παραλυτικόν, τὸν τὰ τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, καὶ εἰς τὸ ὅτι ὁ Πατὴρ μοὺ ἕως ἄρτι ἐργάζεται, κἀγὼ εργαζομαι

α’. Εὐλογητὸς ὁ Θεὸς καθ’ ἑκάστην σύναξιν αὐξανομένην ὁρῶ τὴν ἄρουραν, κομῶντα τὰ λήϊα, πεπληρωμένην τὴν ἅλωνα, πληθύνοντα τὰ δράγματα. Καίτοι γε οὐ πολλὰς ἡμέρας ἔχομεν, ἐξ οὗ τὸν σπόρον τοῦτον κατεβάλομεν, καὶ ἰδοὺ πλούσιος ἡμῖν εὐθέως ὁ στάχυς τῆς ὑπακοῆς ἐβλάστησεν. Ὅθεν δῆλον, ὅτι οὐκ ἀνθρωπίνη δύναμις, ἀλλὰ θεῖα χάρις ταύτην γεωργεῖ τὴν ἐκκλησίαν. Καὶ γὰρ τοιαύτη ἡ φύσις τοῦ σπόρου τοῦ πνευματικοῦ· οὐκ ἀναμένει χρόνον, οὐ περιμένει πλῆθος ἡμερῶν, οὐκ ἐκδέχεται περιόδους μηνῶν, οὐδὲ ὥρας καὶ καιροὺς καὶ ἐνιαυτούς· ἀλλ’ ἔστιν ἐν ἡμέρα μιᾷ καταβαλόντα τὰ σπέρματα μεστῷ καὶ πεπληρωμένῳ τῷ βραχίονι τοῦτον ἀμῆσαι τὸν ἀμητόν

Read More ->>

Πρὸς τε Ἰουδαίους καὶ Ἕλληνας ἀπόδειξις, ὅτι ἐστὶ Θεός, ὁ Χριστός

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Πρὸς τε Ἰουδαίους καὶ Ἕλληνας ἀπόδειξις, ὅτι ἐστὶ Θεός, ὁ Χριστός, ἐκ τῶν παρὰ τοῖς προφήταις πολλαχοῦ περὶ αὐτοῦ εἰρημένων.

α’. Ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων, οἱ μὲν οἴκοθεν ὄντες ῥᾴθυμοι, οἱ δὲ τοῖς βιωτικοῖς ἑαυτοὺς μετὰ πολλῆς ἐκδεδωκότες τῆς σπουδῆς, ἕτεροι δὲ καὶ ὑπὸ ἀμαθίας πολλῆς κατεχόμενοι, οὐκ ἂν ῥᾳδίως μακρῶν ἀνασχοῖντο λόγων, ἀναγκαῖον εἶναι ἐνόμισα τὸν ἐκ τῆς μακρηγορίας ὑποτεμέσθαι πόνον· ὥστε καὶ τὸν ὄκνον ἀνελεῖν τῇ βραχυλογίᾳ τῶν ῥαθυμῶν, καὶ τοὺς σφόδρα αὐτῶν ἀναπεπτωκότας πρὸς τὴν ἀνάγνωσιν, πεῖσαι τῆς προκειμένης ἡμῖν πραγματείας μετὰ πολλῆς ἀκροάσασθαι τῆς προθυμίας. Διὰ τοι τοῦτο οὐδὲ καλλωπίζων ῥήμασί τε καὶ ὀνόμασι καὶ τὴν ἑρμηνείαν, ἀλλ’ αὐτὰ τιθεὶς τὰ ὀνόματα οὕτως, ὡς καὶ οἰκέτῃ, καὶ θεραπαινίδι, καὶ χήρᾳ γυναικί, καὶ καπήλῳ, καὶ ναύτῃ, καὶ γηπόνῳ ῥᾳδία εἶναι καὶ εὔληπτα, πανταχοῦ πειράσομαι συστεῖλαι τὸ μῆκος,

Read More ->>

Λόγος Πρῶτος Ἐλέχθη πρὸς τοὺς Ἰουδαΐζοντας καὶ μετ’ ἐκείνων νηστεύονας

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48
Λόγος Πρῶτος

Ἐλέχθη πρὸς τοὺς Ἰουδαΐζοντας καὶ μετ’ ἐκείνων νηστευονας

α’. Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ δεῖξαι σαφέστερον, πῶς «ἀκατάληπτος ἐστιν ὁ Θεός». Περὶ γὰρ τούτου τῇ παρελθούσῃ Κυριακῇ τοὺς πολλοῦ ἐκείνους καὶ Μάρκους ἐποιησάμεθα λόγους, ὅτε καὶ μάρτυρας παρηγάγομεν τὸν τε Ἠσαΐαν καὶ τὸν Δαυῒδ καὶ τὸν Παῦλον. Ὁ μὲν γὰρ ἐβόα, «Τὴν γενεὰν αὐτοῦ τὶς διηγήσεται»; Ὁ δὲ ηὐχαρίστει αὐτῷ ὑπὲρ τῇ ἀκαταληψίας λέγων· «Ἐξομολογήσομαί τοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου»· καὶ πάλιν, «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸ αὐτήν».

Read More ->>

Λόγος Δεύτερος Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48
Λόγος Δεύτερος

Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν, καὶ πρὸς αὐτοὺς τοὺς Ἰουδαίους. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς νηστείας αὐτῶν, καὶ ἄλλης ἤδη λεχθείσης

α’. Ἡ μὲν παράνομος καὶ ἀκάθαρτος τῶν Ἰουδαίων νηστεία λοιπὸν ἐπὶ θύραις. Μὴ θαυμάσητε δὲ εἰ ἀκάθαρτον αὐτὴν ἐκάλεσα νηστείαν οὖσαν· τὸ γὰρ παρὰ γνώμην Θεοῦ γινόμενον, κἂν θυσία, κἂν νηστεία ᾗ, πάντων ἐστὶν ἐναργέστερον. Ἡ μὲν οὖν παράνομος αὐτῶν νηστεία μετὰ πέντε λοιπὸν ἡμέρας ἐφίσταται· ἐγὼ δὲ πρὸ δέκα ἡμερῶν, ἢ καὶ πλειόνων, προλαβὼν ἐποιησάμην πρὸς ὑμᾶς τὴν παραίνεσιν, ὥστε ἀσφαλίσασθαι τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους. Ἀλλὰ μηδεὶς ἀκαιρίαν καταγινωσκέτω τοῦ λόγου, ὅτι πρὸ τοσούτων ἡμερῶν αὐτὸν προεβαλόμεθα. Καὶ γὰρ πυρετοῦ προσδοκωμένου, ἢ καὶ ἑτέρου τινὸς νοσήματος, προλαμβάνοντες τὸ τοῦ μέλλοντος ἁλώσεσθαι σῶμα πολλαῖς ἀσφαλίζονται θεραπείαις, ἐπειγόμενοι πρὸ τῆς πείρας τῆς ἐφόδου τῶν μελλόντων αὐτὸ ἐξαρπάσαι δεινῶν.

Read More ->>

Λόγος Τρίτος Εἰς τοὺς τὰ Πρῶτα Πάσχα Νηστεύοντας

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Τρίτος  Εἰς τοὺς τὰ Πρῶτα Πάσχα Νηστεύοντας

α’. Πάλιν χρεία τις ἀναγκαῖα καὶ κατεπείγουσα, τῶν πρώην εἰρημένων τὴν ἀκολουθίαν διακόψασα, πρὸς ἑαυτὴν ἐπισπᾶται τὸν λόγον, καὶ τῶν πρὸς τοὺς αἱρετικοὺς ἡμᾶς ἀπάγει παλαισμάτων τήμερον. Ἡμεῖς μὲν γὰρ πάλιν περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην παρεσκευαζόμεθα· ἡ δὲ τῶν τὰ πρῶτα πάσχα νηστεύειν βουλομένων ἄκαιρος φιλονεικία πρὸς τὴν αὐτῶν θεραπείαν πᾶσαν ἡμῖν ἀσχοληθῆναι καταναγκάζει τὴν διδασκαλίαν τήμερον. Καὶ γὰρ ὁ ποιμὴν ὁ καλὸς οὐχὶ τοὺς λύκους ἀπελαύνει μόνον, ἀλλὰ καὶ τὰ πρόβατα νενοσηκότα θεραπεύει μετ’ ἐπιμελείας ἁπάσης· ἐπεὶ τὶ τὸ κέρδος;

Read More ->>

Λόγος Τέταρτος Κατὰ Ἰουδαίων, εἰς τὰς σάλπιγγας τοῦ Πάσχα αὐτῶν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Τέταρτος  Κατὰ Ἰουδαίων, εἰς τὰς σάλπιγγας τοῦ Πάσχα αὐτῶν. Ἐλέχθη δὲ ἐν Ἀντιοχείᾳ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ

α’. Πάλιν οἱ δείλαιοι καὶ πάντων ἀνθρώπων ἀθλιώτεροι νηστεύειν μέλλουσιν Ἰουδαῖοι, καὶ πάλιν ἀσφαλίσασθαι τὴν τοῦ Χριστοῦ ποίμνην ἀναγκαῖον. Ἐπεὶ καὶ ποιμένες, ἕως μὲν ἂν μηδὲν ἐνοχλῇ θηρίον, ὑπὸ δρῦν ἢ πεύκην ἑαυτοὺς ῥίψαντες τῷ καλάμῳ συρίζουσιν, ἀφέντες ἐπ’ ἐξουσίας ἁπάσης τὰ πρόβατα νέμεσθαι· ἐπειδὰν δὲ λύκων καταδρομὴν αἴσθωνται γινομένην, ταχέως τὸν κάλαμον ῥίψαντες, τὴν σφενδόνην μεταχειρίζονται, καὶ τὴν σύριγγα ἀφέντες, ῥοπάλοις καὶ λίθοις ἑαυτοὺς καθοπλίζουσι, καὶ πρὸ τῆς ποίμνην στάντες, καὶ μετὰ καὶ διωλύγιον ὀλολύξαντες, τῆς φωνῇ πολλάκις πρὸ τῆς βολῆς τὸ θηρίον ἀπήλασαν. Οὕτω δὴ καὶ ἡμεῖς ἐν μὲν τάσι ἔμπροσθεν ἡμέραις, ὥσπερ ἐν λειμῶνί τινι, τῇ τῶν Γραφῶν διηγήσει σκιρτῶντες,

Read More ->>

Λόγος Πέμπτος Κατὰ Ἰουδαίων

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48


Λόγος Πέμπτος  Κατὰ Ἰουδαίων


α’. Πόθεν ἡμῖν ἄρα πλείων ὁ σύλλογος γέγονε σήμερον; Πρὸς τὴν ἀπαίτησιν τῆς ὑποσχέσεως ἀπηντήκατε πάντως, καὶ τὸ ἀργύριον τὸ πεπυρωμένον, ὅπερ ὑπεσχόμην καταβαλεῖν, ὑποδέξασθαι παραγένεσθε. «Τὰ λόγια γάρ, φησί, Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ». Εὐλογητὸς ὁ Θεός, ὁ τοσαύτην ὑμῖν περὶ τὴν πνευματικὴν ἀκρόασιν ἐπιθυμίαν ἐνθείς. Καθάπερ γὰρ οἱ φίλοινοι καὶ φιλοπόται, ἀνιστάμενοι καθ’ ἑκάστην ἡμέραν περιεργάζονται καὶ πολυπραγμονοῦσι ποῦ πότοι, καὶ συμπόσια, καὶ δεῖπνα, καὶ κῶμοι, καὶ μέθαι, καὶ φιάλαι, καὶ κρατῆρες, καὶ ποτήρια· οὕτω δὴ καὶ ὑμεῖς καθ’ ἑκάστην ἡμέραν ἀνιστάμενοι περιεργάζεσθε, ποῦ παραίνεσις, καὶ συμβουλῇ, καὶ παράκλησις, καὶ διδασκαλία, καὶ λόγος εἰς δόξαν Χριστοῦ συντείνων. Διὰ ταῦτα καὶ ἡμεῖς αὐτοὶ προθυμότερον ταύτης ἁπτόμεθα τῆς ὑποθέσεως,καί,ἅπερ ὑπεσχόμεθα, μετὰ πάσης κατατίθεμεν τῆς εὐγνωμοσύνης

Read More ->>

Λόγος Ἐκτὸς Τῇ προτεραίᾳ μακρὰν ὁμιλίαν εἰπὼν κατὰ Ἰουδαίων καὶ βράγχῳ κατασχεθεὶς

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Ἐκτὸς  Τῇ προτεραίᾳ μακρὰν ὁμιλίαν εἰπὼν κατὰ Ἰουδαίων καὶ βράγχῳ κατασχεθεὶς ἀπὸ τοῦ μήκους τῶν εἰρημένων, νῦν ταύτην εἶπεν



α’. Τὰ θηρία ἕως μὲν ἂν τὰς ὕλας νέμηται, καὶ τῆς πρὸς ἀνθρώπους μάχης ἀμελέτητα ὄντα τυγχάνῃ, ἡμερώτερά πὼς ἐστι καὶ πραότερα· ἐπειδὰν δὲ αὐτὰ λαβόντες οἱ κυνηγέται εἰς τὰς πόλεις ἀγάγωσι, καὶ κατακλείσαντες πρὸς τὸν τῶν θηριομαχῶν διεγείρωσι πόλεμον, εἶτα ἐπιπηδήσαντες σαρκὸς ἀπογεύσηται καὶ αἷμα ἀνθρώπινον πίῃ, οὐκ ἂν ῥᾳδίως ταύτης ἀποσταίη λοιπὸν τῆς θοίνης, ἀλλὰ μετὰ πολλῆς ἐπὶ ταύτην τρέχει τὴν τράπεζαν τῆς ἐπιθυμίας. Τοῦτο τῇ καὶ ἡμεῖς πεπόνθαμεν. Ἐπειδὴ γὰρ τῆς πρὸς Ἰουδαίους ἡψάμεθα μάχης, καὶ ἐπιπηδήσαντες αὐτῶν ταῖς ἀναισχύντοις ἀντιῤῥήσεσι, τοὺς λογισμοὺς αὐτῶν καθείλομεν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τὰ νοήματα ἐξῃχμαλωτίσαμεν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἐπιθυμίαν πλείονά πως ἐσχήκαμεν τῶν πρὸς ἐκείνους πολέμων

Read More ->>

Λόγος Ἕβδομος Κατὰ Ἰουδαίων

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Ἕβδομος  Κατὰ Ἰουδαίων



α’. Ἆρα κόρον ἐλάβετε τῆς πρὸς Ἰουδαίους μάχης; Ἢ βούλεσθε καὶ σήμερον τῆς αὐτῆς ὑποθέσεως ἁψώμεθα πάλιν; Εἰ γὰρ καὶ πολλὰ τὰ ἔμπροσθεν εἰρημένα, ἀλλ’ ὅμως ὑμᾶς ἐπιθυμεῖν οἶμαι τῆς αὐτῆς ἀκροάσεως πάλιν. Ὁ γὰρ τῆς εἰς τὸν Χριστὸν ἀγάπης, οὐκ ἔχων κόρον, οὐδὲ τῆς πρὸς τοὺς μισοῦντας αὐτὸν μάχης λήψεται κόρον ποτέ. Χωρὶς δὲ τούτων, καὶ ἄλλως ἡμῖν ἀναγκαῖος οὗτος ὁ λόγος· ἔτι γὰρ λείψανα τῶν ἑορτῶν αὐτῶν ὑπολέλειπται. Ἀλλ’ ὥσπερ αὐτῶν αἱ σάλπιγγες τῶν ἐν τοῖς θεάτροις ἦσαν παρανομώτεραι, καὶ αἱ νηστείαι μέθης καὶ κώμου παντὸς ἦσαν αἰσχρότεραι, οὕτω καὶ αἱ σκηναὶ αἱ νῦν παρ’ αὐτῶν πηγνύμεναι, τῶν πανδοχείων τῶν πόρνας ἐχόντων καὶ αὐλητρίδας οὐδὲν ἄμεινον διάκεινται. Καὶ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· τόλμα γὰρ ἐσχάτη καὶ παρανομία τὸ μὴ οὕτως ὑποπτεύειν περὶ ἐκείνων.

Read More ->>

Λόγος Ὄγδοος Κατὰ Ἰουδαίων

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48


Λόγος Ὄγδοος Κατὰ Ἰουδαίων



α’. Παρῆλθεν ἡ νηστεία τῶν Ἰουδαίων, μᾶλλον δὲ ἡ μέθη τῶν Ἰουδαίων. Ἔστι γὰρ καὶ χωρὶς οἴνου μεθύειν, ἔστιν καὶ νήφοντα παροινεῖν καὶ ἐν ἀσωτία κωμάζειν. Εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ προφήτης, «Οὐαὶ οἱ μεθύοντες οὐκ ἀπὸ οἶνοι»· εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ πάλος, «Μὴ μεθύσκεσθε οἴνῳ». Ὡς γὰρ ἐνὸν καὶ ἄλλως μεθύειν, εἶπε· «Μὴ μεθύσκεσθε οἴνῳ». Ἔστι γάρ, ἔστι καὶ ὀργῇ μεθύειν, καὶ ἐπιθυμίᾳ ἀτόπῳ, καὶ φιλαργυρίᾳ, καὶ κενοδοξίᾳ, καὶ μυρίοις ἑτέροις πάθεσι. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ ἔκστασις τῶν ὀρθῶν λογισμῶν, καὶ παραφροσύνη, καὶ τῆς κατὰ ψυχὴν ὑγιείας ἀναίρεσις.

Read More ->>

Περὶ τοῦ μὴ δεῖν ἀναθεματίζειν ζῶντας ἢ τεθνηκότας

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48


Περὶ τοῦ μὴ δεῖν ἀναθεματίζειν ζῶντας ἢ τεθνηκότας


α’. Πρώην μὲν περὶ ἀκαταλήπτου γνώσεως Θεοῦ διαλεγόμενος πρὸς ὑμᾶς, καὶ πολλοὺς λόγους κινήσας, ἀπεδείκνυον ἀπὸ τε γραφικῶν φωνῶν, καὶ ἀπὸ φυσικῶν λογισμῶν, ὅπως καὶ αὐταῖς ταῖς ἀοράτοις δυνάμεσιν ἀνέφικτός ἐστι παντελῶς ἡ τοῦ θείου κατάληψις, ἐκείναις ταῖς ἄϋλον καὶ μακαρίαν πολιτευομέναις διαγωγήν, καὶ ὅτι ἐν πάσῃ χαυνώσει καὶ ῥύσει βίου ζῶντες ἡμεῖς, καὶ πρὸς πᾶσαν ἐξενεχθέντες κακίαν, τὸ καὶ τοῖς ἀοράτοις οὐσίαις παντελῶς ἀγνοούμενον ἐπιχειροῦμεν λαβεῖν· τῶν τοιούτων λόγων ὑπόθεσιν ἔχοντες τὴν κρίσιν τῶν ἑαυτῶν λογισμῶν, καὶ ταύτην τὴν παρὰ τῶν ἀκουόντων κενὴν δόξαν, μήτε τὸ μέτρον τῆς ἑαυτῶν φύσεως τῷ λογισμῷ περιγράφοντες, μήτε τῇ θεία Γραφῇ

Read More ->>

Λόγος ἐν τάσι Καλάνδαις, μὴ προελθόντος τοῦ ἐπισκόπου Ἀντιοχείας Φλαβιανοῦ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος ἐν τάσι Καλάνδαις, μὴ προελθόντος τοῦ ἐπισκόπου Ἀντιοχείας Φλαβιανοῦ. Ἐλέχθη δὲ κατὰ τῶν παρατηρούντων τὰς νεομηνίας, καὶ κατὰ τὴν πόλιν χορείας τελούντων, καὶ εἰς τὸ ρητὸν τοῦ Ἀποστόλου, Τὰ πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε


α’. Καθάπερ χορὸς τὸν κορυφαῖον ἐπιζητεῖ, καὶ ναυτῶν πλήρωμα τὸν κυβερνήτην, οὕτω καὶ ὁ τῶν ἱερέων τούτων σύλλογος τὸν ἀρχιερέα καὶ κοινὸν πατέρα τήμερον. Ἀλλ’ ἐπὶ μὲν τοῦ χοροῦ καὶ τοῦ πλοίου πολὺ καὶ τοῦ κόσμου καὶ τῆς ἀσφαλείας ἡ τῶν προεστώτων ἀπουσία παρασπᾶται πολλάκις· ἐνταῦθα δὲ οὐχ οὕτως. Εἰ γὰρ καὶ μὴ τῇ σαρκὶ πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστι, καὶ νῦν μεθ’ ἡμῶν ἐστιν οἶκοι καθήμενος, ὥσπερ καὶ ἡμεῖς μετ’ ἐκείνου ἑστῶτες ἐνταῦθα. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοὺς ἐκ πολλοῦ διαστήματος ὄντας συναγαγεῖν εἴωθε καὶ συνδεῖν. Τὸν γοῦν ἐν ἀλλοτρίᾳ διατρίβοντα καὶ μακροῖς διειργόμενον ἡμῶν πελάγεσιν ἂν φιλῶμεν, καθ’ ἑκάστην φανταζόμεθα τὴν ἡμέραν, ὥσπερ οὖν ὅταν πρὸς τινα ἀηδὼν ἔχωμεν, οὐδ’ ἐγγὺς ἑστῶτα βλέπειν δοκοῦμεν πολλάκις. Οὕτω παρούσης μὲν ἀγάπης οὐδὲν βλάβος ἐκ τοῦ κατὰ τὸν τόπον διαστήματος, ἀπούσης δὲ οὐδὲν ὄφελος ἐκ τῆς τῶν τόπων ἐγγύτητος.

Read More ->>

Μετὰ τὰς Καλάνδας τὰ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48


Μετὰ τὰς Καλάνδας τὰ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων, καὶ περὶ τῶν εἰς καπηλεῖα εἰσιόντων καὶ εἰς τὴν πόλιν χορείας τελούντων, καὶ ὅτι τὸν διδάσκαλον οὐ χρὴ ἀπογινώσκειν τῶν μαθητῶν, κἂν πρὸς τὸ παρὸν πείθωνται, καὶ εἰς τὸν πτωχὸν Λάζαρον καὶ τὸν πλούσιον


1.Λόγος Πρῶτος


α’. Τὴν ἐχθὲς ἡμέραν, ἑορτὴν οὖσαν Σατανικήν, ἐποιήσατε ὑμεῖς ἑορτὴν πνευματικήν, μετὰ πολλῆς τῆς εὐνοίας τοὺς παρ’ ἡμῶν δεξάμενοι λόγους, καὶ τὸ πλέον ἐνταῦθα τῆς ἡμέρας διατρίψαντες, καὶ μέθην μεθυσθέντες σωφροσύνης γέμουσαν, καὶ μετὰ τοῦ Παύλου χορεύσαντες. Διπλοῦν τοίνυν οὕτω τὸ κέρδος ὑμῖν γέγονεν, ὅτι καὶ τῆς ἀτάκτου τῶν μεθυόντων ἀπηλλάγητε χορείας, καὶ σκιρτήματα ἐσκιρτήσατε πνευματικά, πολλὴν εὐταξίαν ἔχοντα· καὶ μετέσχετε κρατῆρος, οὐκ ἄκρατον ἐκχέοντος, ἀλλὰ διδασκαλίας πεπληρωμένου πνευματικῆς· καὶ αὐλὸς ἐγίνεσθε καὶ κιθάρα τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ τῶν ἄλλων τῷ διαβόλῳ χορευόντων, ἡμεῖς ὄργανα καὶ σκεύη πνευματικὰ κατασκευάσαντες ἑαυτούς, διὰ τῆς ἐνταῦθα διατριβῆς, ἐδώκατε τῷ Πνεύματι κροῦσαι τὰς ὑμετέρας ψυχάς, καὶ τὴν παρ’ ἑαυτοῦ χάριν ἐμπνεύσαι ταῖς ὑμετέραις καρδίαις· ὅθεν καὶ παναρμόνιον ἠχήσατε μέλος, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰς ἄνω δυνάμεις εὐφραῖνον.

Read More ->>

Λόγος Δεύτερος Εἰς τὸν Λάζαρον, καὶ ὅτι αἱ ψυχαὶ τῶν βιοθανάτων οὐ γίνονται δαίμονες

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48


Λόγος Δεύτερος  Εἰς τὸν Λάζαρον, καὶ ὅτι αἱ ψυχαὶ τῶν βιοθανάτων οὐ γίνονται δαίμονες, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης


α’. Ἐθαύμασα τὴν ἀγάπην ὑμῶν, ὅτε τὸν περὶ τοῦ Λαζάρου πρώην ἐκίνησα λόγον, ὅτι καὶ τὴν ὑπομονὴν τοῦ πένητος ἀπεδέξασθε, καὶ τὴν ὠμότητα καὶ ἀπανθρωπίαν τοῦ πλουτοῦντος ἀπεστράφητε· οὐ μικρὰ δὲ ταῦτα καλοκαγαθίας δείγματα. Κἂν γὰρ μὴ μετίωμεν ἀρετήν, ἐπαινῶμεν δὲ ἀρετήν, δυνησόμεθα πάντως αὐτὴν μετελθεῖν· κἂν μὴ φεύγωμεν κακίαν, ἀλλὰ ψέγωμεν κακίαν, δυνησόμεθα πάντως αὐτὴν ἐκφυγεῖν. Ἐπεὶ οὖν μετὰ πολλῆς εὐνοίας ἐκείνους ὑποδέξασθε τοὺς λόγους, φέρε, καὶ τὰ λειπομένα ὑμῖν ἀποδώσωμεν. Εἴδετε αὐτὸν ἐν τῷ πυλῶνι τοῦ πλουσίου τότε, βλέπετε αὐτὸν σήμερον ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ· εἴδετε αὐτὸν ὑπὸ κυνῶν περιλειχόμενον· βλέπετε αὐτὸν ὑπὸ τῶν ἀγγέλων δορυφορούμενον

Read More ->>

Λόγος Τρίτος Εἰς τὸν Λάζαρον, καὶ τινὸς ἕνεκεν οὐκ εἶπεν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48


Λόγος Τρίτος Εἰς τὸν Λάζαρον, καὶ τινὸς ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθὰ σου ἐν τῇ ζωῇ σοῦ, ἀλλ’ Ἀπέλαβες· καὶ διὰ τὶ οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπατοῦσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.


α’. Οὐ τὰ τυχόντα ἡμᾶς ὤνησεν ἡ κατὰ τὸν Λάζαρον παραβολή, καὶ πλουσίους καὶ πένητας, τοὺς μὲν εὐκόλως φέρειν τὴν πενίαν παιδεύσασα, τοὺς δὲ οὐκ ἀφιεῖσα μέγα φρονεῖν εἰ τῷ πλούτῳ, ἀλλὰ δι’ αὐτῶν τῶν ἔργων διδάξασα, ὅτι πάντων ἐλεεινότερος ὁ τρυφῇ συζῶν, καὶ μηδενὶ τῶν ὄντων μεταδιδούς. Φέρε οὖν καὶ σήμερον τῆς αὐτῆς πάλιν ἁψώμεθα ὑποθέσεως· ἐπεὶ καὶ οἱ τὰ μέταλλα ἐργαζόμενοι, ἔνθα ἂν ἴδωσι πολλὰς τοῦ χρυσίου τὰς ἵνα, ἐκεῖ διασκάπτουσι πάλιν, καὶ οὐκ ἀφίστανται πρότερον, ἕως ἂν ἅπαν τὸν φαινόμενον ἐξαντλήσωσιν. Ἐπανιῶμεν τοίνυν, ἔνθα πρώην κατελίπομεν τὸν λόγον ἵνα ἐκεῖθεν αὐτὸν ἀνελώμεθα. Ἐνῆν μὲν γὰρ καὶ ἐν ἡμέρᾳ μιᾷ πᾶσαν ὑμῖν ταύτην ἐξαπλῶσαι τὴν παραβολήν· ἀλλ’ οὐχ ὅπως πολλὰ εἰπόντες ἀπέλθομεν, τοῦτο ἐσπουδάκαμεν, ἀλλ’ ὅπως μετὰ ἀκριβείας τὰ λεχθέντα δεξάμενοι καὶ κατασχόντες, λάβοιτέ τινα ἀπὸ τῆς φυλακῆς ταύτης αἴσθησιν ὠφελείας πνευματικῆς.

Read More ->>

Λόγος Τέταρτος Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Τέταρτος Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.



α’. Τῆς τοῦ Λαζάρου παραβολῆς τὸ τέλος ἀνάγκη τήμερον ἀποδοῦναι. Ὑμεῖς μὲν γὰρ ἴσως τὸ πᾶν ἡμῖν ἀπηρτίσθαι νομίζετε· οὐ μὴν ἔγωγε χρήσομαι ὑμῶν εἰς ἀπάτην τῇ ἀγνοίᾳ, οὐδὲ ἀποστήσομαι πρότερον ἕως ἂν τὸ φαινόμενον ἅπαν ἀπέλθω λαβών· ἐπεὶ καὶ γεωργὸς τῆς ἀμπέλου τρυγηθείσης ἁπάσης, οὐ πρότερον ἀφίσταται, ἕως ἂν καὶ τὰς ρᾶγας ἐκτέμῃ. Ἐπεὶ οὖν καὶ νῦν ἐνορῶ, ὥσπερ ὑπὸ φύλλοις τοῖς γράμμασιν ἐναποκεκρυμμένα νοήματα ἔτι, φέρε δὴ καὶ ταῦτα, ἀντὶ δρεπάνης τῷ λόγῳ χρησάμενοι, πάλιν μετ’ ἀκριβείας ἀποτρυγήσωμεν. Ἄμπελος μὲν γὰρ τρυγηθεῖσα καθάπαξ, ἕστηκε γυμνὴ τοῦ καρποῦ, φύλλα ἔχουσα μόνον· ἡ δὲ ἄμπελος ἡ πνευματικὴ τῶν θείων γραφῶν οὐχ οὕτως, ἀλλ’ ἂν τὸ φαινόμενον ἅπαν ἀνελώμεθα, τὸ πλέον ἐναπομένει πάλιν. Πολλοὶ γοῦν μὲν καὶ πρὸ ἡμῶν εἰς ταύτην εἰρήκασι τὴν ὑπόθεσιν, πολλοὶ καὶ μεθ’ ἡμᾶς ἴσως ἐροῦσιν· ἀλλ’ οὐδεὶς τὸν ἅπαντα πλοῦτον κενώσαι δυνήσεται. Τοιαύτη γὰρ τῆς περιουσίας ταύτης ἡ φύσις· ὅσῳπερ ἂν διασκάψῃς ἐν τῷ βάθει, τοσούτῳ πλέον ἀναβλύσει τὰ θεῖα νοήματα· πηγὴ γὰρ ἐστιν οὐδέποτε ἐπιλείπουσα.

Read More ->>

Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία εγενετο

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία εγενετο

α’. Εἴδετε Θεοῦ δύναμιν, εἴδετε Θεοῦ φιλανθρωπίαν; Δύναμιν ὅτι ἐτίναξε τὴν οἰκουμένην· φιλανθρωπίαν, ὅτι πίπτουσαν αὐτὴν ἔστησε· μᾶλλον δὲ ἐν ἑκατέρῳ καὶ δύναμιν καὶ φιλανθρωπίαν. Καὶ γὰρ τὸ σεῖσαι δυνάμεως, καὶ τὸ στῆσαι φιλανθρωπίας· ὅτι ἔσεισε τὴν γῆν καὶ ἐστήριξε τὴν οἰκουμένην, ὅτι σαλευομένην καὶ μέλλουσαν αὐτὴν πίπτειν ἤγειρεν. Ἀλλ’ ὁ μὲν σεισμὸς παρῆλθεν, ὁ δὲ φόβος μενέτω· ὁ σάλος ἐκεῖνος παρέδραμεν, ἡ δὲ εὐλαβείᾳ μὴ παραδραμέτω· ἐλιτανεύσαμεν τρεῖς ἡμέρας, ἀλλὰ μὴ καταλύσωμεν τὴν σπουδήν. Διὰ γὰρ τοῦτο ὁ σεισμός, διὰ τὴν ῥαθυμίαν τὴν ἡμετέραν· ἐῤῥᾳθυμήσαμεν, καὶ ἐκαλέσαμεν τὸν σεισμόν· ἐσπουδάσαμεν, καὶ ἀπεκρουσάμεθα τὴν ὀργήν· μὴ πάλιν ῥαθυμήσωμεν, ἵνα μὴ πάλιν καλέσωμεν τὴν ὀργὴν καὶ τὴν τιμωρίαν. Οὐ γὰρ βούλεται ὁ Θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.

Read More ->>

Πρὸς τοὺς εἰς τὰς ἱπποδρομίας ἀπελθόντας, καὶ εἰς τὸ ρητὸν τοῦ Εὐαγγελίου·

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Πρὸς τοὺς εἰς τὰς ἱπποδρομίας ἀπελθόντας, καὶ εἰς τὸ ρητὸν τοῦ Εὐαγγελίου· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς· καὶ πρὸς τῷ τέλει εἰς Πλούσιον καὶ εἰς τὸν Λάζαρον



α’. Βούλομαι τῆς συνήθους ἅψασθαι πάλιν διδασκαλίας, καὶ τὴν πνευματικὴν ὑμῖν παραθεῖναι τράπεζαν· καὶ ὀκνῶ καὶ ἀναδύομαι, ὁρῶν οὐδὲν καρπουμένους ὑμᾶς ἐκ τῆς συνεχοῦς διδασκαλίας· ἐπεὶ καὶ γηπόνοσ ἐπειδὰν δαψιλῶς τῇ χειρὶ τὰ σπέρματα τοῖς κόλποις τῆς γῆς παρακάθηται, καὶ μὴ ἀξίαν τῶν πόνων ἴδῃ τὴν βλάστην γινομένην, οὐ μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας ἅπτεται· ἡ γὰρ ἐλπὶς ἀεὶ τῆς τῶν καρπῶν φορᾶς ὑποτέμνεται τὸ βαρὺ τῶν πόνων. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς τὸν πολὺν τοῦτον πόνον τῆς διδασκαλίας κούφως ἂν ἠνέγκαμεν, εἰ ἐμάθομεν πλέον τι γινόμενον ἐκ τῆς παραινέσεως τῆς ἡμέρας εἰς ὠφέλειαν τὴν ὑμετέραν.

Read More ->>

Ὅτι οὐ χρὴ εὐτραπελίζειν τὸν ἀσκητήν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48


Ὅτι οὐ χρὴ εὐτραπελίζειν τὸν ἀσκητήν

Παναγίαι αἱ παραινέσεις τοῦ μακαρίου Παύλου, μετὰ φόβου κελεύουσαι τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι. Ὁ γὰρ μὴ μετὰ φόβου καὶ πολλῆς ἐπιμελείας τὴν ἄσκησιν τῆς ἀρετῆς ἐργαζόμενος, πολλὰς ὑφίσταται τὰς εἰς τὸ κακὸν ἐκτροπάς, καὶ ὥσπερ ἐξ εὐθείας καὶ βασιλικῆς ὁδοῦ πλανώμενος εἰς τὰς δι’ ἀκανθῶν καὶ σκολόπων πλαγίας καὶ ἀνοδίας· διὸ καὶ πρὸς τὸν Θεὸν εὐχαὶ ἀδιάλειπτοι ὁδηγοὶ εἰς τὸ ἀγαθὸν γίνονται, «Ὁδήγησόν με, λεγόντων, ἐπὶ τὴν ἀλήθειάν σου»· καί, «Κατάρτισον τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου». Ἀγαθὸν οὖν ἡ χρηστότης, καὶ ἡ ἀγάπη κεφάλαιόν ἐστι τῶν ἀγαθῶν· τούτοις δὲ ἀκολουθεῖ φαιδρότης πολλή, καὶ γέλως ὑπερβάλλων τὸ μέτρον, καὶ ἡ τὴν σεμνότητα ταπεινοῦσα εὐτραπελία. Δεινὸν δὴ τὸ διαχυθῆναι τῇ εὐτραπελίᾳ

Read More ->>

Λόγος περὶ Νηστείας καὶ Ἐλεημοσύνης

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος περὶ Νηστείας καὶ Ἐλεημοσύνης


Καλὴ ἡ νηστεία, καλὴ καὶ ἡ τῷ γράφων ἀνάγνωσις· καλὴ δὲ ἐστιν, ὅταν καὶ ἡ ἐκ ταύτης πρᾶξις ἕπηται, ἐπεί, ἂν ἀναγινώσκεις μέν, μὴ ποιῇς δέ, γίνεταί σοι εἰς κρίμα ἡ ἀνάγνωσις, καὶ εἰς ἐφόδιον κολάσεως. «Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, φησί, δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται»· καὶ πάλιν ὁ Χριστός· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν». Μακριὸς δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὅταν μάλιστα τὸν τόκον καταβάλωσι· τόκος δὲ ἐστιν ἡ ὑπακοή, καὶ ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐργασία, καθὼς φησιν ὁ Κύριος· «Κἀγὼ ἐλθὼν ἀπῄτησα ἂν τὸ ἐμὸν σὺν τόκῳ». Τὶ οὖν συνήγαγες, ἀδελφέ, ἀπὸ τῆς νηστείας; Ἐπεὶ καὶ γεωργὸς διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολλὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων ἐμπλήσῃ. Μὴ μοι εἴπῃς, ὅτι Τόσας ἡμέρας ἐνήστευσα, τὸ καὶ τὸ οὐκ ἔφαγον, οἶνον οὐκ ἔπιον, ἀλουσίαν ὑπέμεινα, ἀλλὰ δεῖξόν μοι, εἰ θυμώδης ὥν, πρᾶος ἐγένου, καὶ εἰ ὠμὸς ὤν, ἐγένου φιλάνθρωπος. Ἐπεὶ ἂν μεθύῃς τῷ θυμῷ, τὶ τὴν σάρκα καταθλίβεις; Ἐὰν φθόνος ᾗ ἔνδον καὶ πλεονεξία, τὶς ἡ ὠφέλεια τῆς ὑδροποσίας; Οὐ ζητῶ νῦν ποταπὴ ἡ τράπεζα, ἀλλ’ εἰ γνώμης κακῆς ἐγένετο μεταβολή. Ἐὰν ἡ δέσποινα, ἡ ψυχὴ λέγω, πορνεύῃ, Τὶ τὴν θεράπαιναν, τὴν γαστέρα φημί, μαστίζεις; Εἰ ἡ ψυχὴ παρασύρεται, τὶ τὸ σῶμα τήκεις;

Read More ->>

Θεοδώρου τοῦ ἐκπεπτωκότος ἀντίγραμμα πρὸς τὸν ἐν ἁγίοις Πατέρα ἡμῶν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48


Θεοδώρου τοῦ ἐκπεπτωκότος ἀντίγραμμα πρὸς τὸν ἐν ἁγίοις Πατέρα ἡμῶν καὶ οἰκουμενικὸν διδάσκαλον Ἰωάννην τὸν Χρυσόστομον



Πάντοτε οἱ ἐν εὐδίοις λιμέσιν ὀρμιζόμενοι τοῖς ἐν μέσῳ θαλάσσης χειμαζομένοις βοηθεῖν σπουδάζουσιν, ὡς ἂν ᾗ δυνατόν, κατὰ δύο τρόπου· ἢ ὡς παρελθόντες τοὺς χειμῶνας, καὶ μεμνημένοι τῶν φοβερῶν κυμάτων, καὶ ὅσα αὐτοῖς κατὰ θάλατταν δεινὰ συνέβαινεν, οἰκτείρουσι τοὺς πάσχοντας· ἢ μήπω χειμασθέντες, ὡσαύτως οἰκειοῦνται τοὺς κινδύνους, διὰ τὸ δεῖν τὴν αὐτὴν θάλατταν τέμνοντας, καὶ τὰ αὐτὰ τῶν κυμάτων δεινὰ πειραθέντας, οὕτως ἐπὶ τῶν λιμένα τῆς ἀναπαύσεως καταντῆσαι σπουδάζουσι, καὶ μυρίαις μηχαναῖς χρώμενοι, εἰ δυνατόν, ὅλην τὴν ναῦν περιποιήσασθαι· εἰ δὲ μὴ γε, κἂν τοὺς ναυαγήσαντας γυμνοὺς περισῶσαι σπουδάζουσι, καὶ τῆς παρὰ τοῦ Θεοῦ δικαίας μισθαποδοσίας τυχεῖν ἐλπίζουσιν. Ἀλλ’ ἐμοὶ τῷ τάλανι, ναυαγίῳ περιπεσόντι χαλεπωτάτω, καὶ χειμαζομένῳ, οὐ λέγω ἐν μέσῳ θαλάσσης, ἀλλ’ ἐν πυθμένι βυθοῦ,


Read More ->>

Περὶ Ἱερωσύνης λόγος Ἕβδομος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48


Περὶ Ἱερωσύνης λόγος Ἕβδομος


Ὦ θαῦμα παράδοξον! Ὦ δύναμις ἄῤῥητος! ᾯ φρικτὸν μυστήριον τὸ τῆς ἱερωσύνης· νοερὰ καὶ ἁγία, σεμνὴ καὶ ἀμώμητος, ἤν Χριστὸς τοῖς ἀξίοις ἐλθὼν ἐδωρήσατο. Προσπίπτω καὶ δέομαι δάκρυσι καὶ στεναγμοῖς, ἵνα ἐσοπτρίσωμαι εἰς τοῦτον τὸν θησαυρὸν τῆς ἱερωσύνης, τοῖς αὐτὸν φυλάττουσιν ἀξίως καὶ ὁσίως. Θέρεος γὰρ ἐστι λαμπρὸς καὶ ἀνείκαστος, καὶ πύργος ἀσάλευτος, τεῖχος ἀδιαίρετον· θεμέλιος γὰρ ἐστιν ἑδραῖος ἀπὸ γῆς μέχρι τῆς οὐρανίου ἀψῖδος ἐγγίζουσα. Καὶ τὶ λέγω, ἀδελφοί; Ὅτι τὰ τῶν ὑψίστων ἀψίδων καθάπτεται, εἰς αὐτοὺς τοὺς οὐρανοὺς τῶν οὐρανῶν ἔρχεται ἀκωλύτως, ἐν μέσῳ τῶν ἀγγέλων ἅμα τῶν ἀσωμάτων λαμπρῶς καὶ ῥᾳδίως ἰχνοβατεῖ. Καὶ τὶ λέγω ἐν μέσῳ τῶν ἄνω δυνάμεων; Αὐτοῦ τοῦ Δεσπότου τῶν ἀγγέλων καὶ κτίστου καὶ φωτοδότου συνόμιλος γίνεται, καὶ καθ’ ὅσον βούλεται παραυτίκα λαμβάνει τὰ αὐτοῦ αἰτήματα ἐν πολλῇ παῤῥησίᾳ.

Read More ->>

Ὅτι χρὴ τὸν Χριστοῦ μαθητήν, ἤπιον εἶναι, καὶ μὴ ταχέως ὀργίζεσθαι

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48


Ὅτι χρὴ τὸν Χριστοῦ μαθητήν, ἤπιον εἶναι, καὶ μὴ ταχέως ὀργίζεσθαι



Ἡ θεῖα φωνὴ τοῦ Κυρίου ἐν τοῖς εὐαγγελίοις διδάσκει ἡμᾶς, ἡ ἀναπληροῦσα τὸν νόμον, οὐ καταργοῦσα, μὴ ὀργίζεσθαι τῷ ἀδελφῷ, καὶ διὰ τῆς προσθήκης ταύτης τοῦ λόγου ἀνεπλήρωσε τό, «Οὐ φονεύσεις», αὐτὴν τῇ ῥίζαν ἐξαίρων τοῦ φόνου, καὶ τὴν καρδίαν ἔσωθεν καθαρίζων, καὶ οὐχὶ τὰς χεῖρας ἔξωθεν. Τιμωρίαν γὰρ ἐπέθηκεν οὐχὶ τοιαύτην, ἥνπερ ὁ νόμος, τὴν παρ’ εὐθύ, ἀλλὰ τὴν ἐπὶ τῆς κρίσεως, λέγων· «Ὁ γὰρ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει». Οὐ γὰρ ὀξεῖαι αἱ παρὰ Χριστοῦ τιμωρίαι, καθάπερ ἐν τῷ νόμῳ· ἀλλὰ πολλὴ μὲν ἀναβολῇ τῶν κατὰ τὸ δίκαιον ἀνταποδόσεως, φοβερὰ δὲ ὕστερον ἡ δίκη. Ὥσπερ ἐπιτάττει τὰ μείζων, οὕτω καὶ μείζονος μακροθυμεῖ, κάθαρσιν καρδίας ἐπιζητῶν, ἤν δυσκόλως ἔστιν ἐξεργάζεσθαι.

Read More ->>

Ὅτι ἐπίπλαστον σχῆμα καὶ μὴ ἀληθὲς φεύγειν χρὴ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48


Ὅτι ἐπίπλαστον σχῆμα καὶ μὴ ἀληθὲς φεύγειν χρὴ


Πάλιν χρὴ μεταχειρίσασθαι ἡμᾶς τὴν εὐαγγελικὴν σάλπιγγα, καὶ τὴν τοῦ Κυρίου παραίνεσιν πρὸς ὑμᾶς ἐκφᾶναι· «Προσέχετε γάρ, φησίν, ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δὲ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς». Ἐλέγχεται γάρ, φησίν, ἐπίπλαστον σχῆμα πανταχοῦ διὰ τῶν καθ’ ἑκάστην πραττομένων· ἀπὸ γὰρ τῆς προαιρέσεως αἱ πράξεις· τὸ σεμνὸν σχῆμα τὴν προαίρεσιν οὐκ ἀλλάττει. Ματαιοπόνος οὖν παρὰ τοῖς σοφοῖς ὁ δολερός, τοῖς δυναμένοις αὐτὸν θηρᾶσαι διὰ τῶν καρπῶν, καὶ καταμαθεῖν ὅστις ὥν ὁποῖος φαίνεται. Τὶ οὖν κρύπτεις ἐν ἀλλοτρίῳ σχήματι σαυτόν; Τὶ κατακρύπτεις τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον; Ἐκφαίνει γὰρ σε μικρὸν ὕστερον ἡ ἀλήθεια, καὶ φεύγων ἀλήθειαν ἁλώσῃ διὰ τῆς ἀληθείας

Read More ->>

Πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικοὺς καὶ εἰς τό, Ἐκλήθη Ἰησοῦς εἰς γάμον

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48


Πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικοὺς καὶ εἰς τό, Ἐκλήθη Ἰησοῦς εἰς γάμον


Οἱ νεοττοὶ τῶν χελιδόνων καθέζονται ἐν τῇ καλιᾷ προσδεχόμενοι τὴν τῶν γονέων παρουσίαν, φερόντων αὐτοῖς τῆς τροφήν· ἐπὰν δὲ ἴδωσιν αὐτοὺς ἐρχομένους, κούφῳ τῷ πτερῷ τῆς διανοίας πτεροῦνται. Ὁμοίως δὲ κἀγὼ μέλλων ἐγγίζειν τῇ καλιὰ ταύτῃ τῇ πνευματικῇ προαναφωνῶν δοξάζω τὸν Θεόν, ὅτι τοιαῦτά μοι τέκνα δέδωκε φιλόστοργα. Ἀλλὰ μὴν ἐπὶ τῶν χελιδόνων ἀπὸ στόματος εἰς στόμα δίδοται ἡ τροφή, ἐπὶ δὲ ἡμῶν οὐκ ἔστιν οὕτως, ἀλλ’ ἀπὸ στόματος εἰς ἀκοήν. Ἐκεῖνα γὰρ εἰς φθορὰν προχωροῦσι, ταῦτα δὲ εἰς ἀφθαρσίαν· ἐκεῖνα σώματα τρέφει, ταῦτα δὲ ψυχὴν πιαίνει. Ταῦτα δὲ μοι πάντα οὐχ ἁπλῶς οὔτε εἰκῆ εἴρηται· ἀλλ’ ἐπειδὴ τοῦ Εὐαγγελίου τοῦ σήμερον ἀναγνωσθέντος ἡ περιοχὴ εἰς ταύτην ἡμᾶς τὴν διδασκαλίαν χειραγωγεῖ, ἀναγκαῖον ὑμᾶς παιδεῦσαι. «Ἐκλήθη, φησίν, ὁ Ἰησοῦς εἰς γάμον».

Read More ->>

Λόγος πάνυ ὠφέλιμος περὶ πίστεως, καὶ εἰς τὸν περὶ φύσεως νόμον, καὶ πὲρ τοῦ ἁγίου Πνεύματος.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48


Λόγος πάνυ ὠφέλιμος περὶ πίστεως, καὶ εἰς τὸν περὶ φύσεως νόμον, καὶ πὲρ τοῦ ἁγίου Πνεύματος.

α’. Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας τὸ πνεῦμα τῆς ἀληθείας. Ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ Πνεύματος, ὥσπερ ἀπὸ τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς, πάντα πηγάζει τὰ θείαν νάματα. Καὶ ὅσα ὁ νόμος διαγορεύει, ὅσα προφῆται θεσπίζουσιν, ὅσα ἀπόστολοι κηρύττουσι, πάντα ταῦτα τῷ ἁγίῳ Πνεύματι ἀληθινῷ ἀπεικάζεται καὶ ἐπιγράφεται. «Πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται». Διὰ τοῦτο πάντα ἀπαστράπτει τὰ κάλλη τῆς εὐσεβείας, καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας, καὶ βρύουσι θησαυροὶ τῆς ἐνθέου σοφίας· θησαυροὶ οὐκ ἐν γῇ κατακρυπτόμενοι, ἀλλ’ ἐν τῷ βάθει τῆς εὐσεβείας θεωρούμενοι· θησαυροὶ ψυχὰς εὐφραίνοντες, ἐννοίας φωτίζοντες, τὴν οἰκουμένην ἐπιστρέφοντες, πᾶσαν τοῦ Ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες.

Read More ->>

Ὅτι ἐπίπλαστον σχῆμα καὶ μὴ ἀληθὲς φεύγειν χρὴ

0 σχόλια


Ὅτι ἐπίπλαστον σχῆμα καὶ μὴ ἀληθὲς φεύγειν χρὴ


Πάλιν χρὴ μεταχειρίσασθαι ἡμᾶς τὴν εὐαγγελικὴν σάλπιγγα, καὶ τὴν τοῦ Κυρίου παραίνεσιν πρὸς ὑμᾶς ἐκφᾶναι· «Προσέχετε γάρ, φησίν, ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δὲ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς». Ἐλέγχεται γάρ, φησίν, ἐπίπλαστον σχῆμα πανταχοῦ διὰ τῶν καθ’ ἑκάστην πραττομένων· ἀπὸ γὰρ τῆς προαιρέσεως αἱ πράξεις· τὸ σεμνὸν σχῆμα τὴν προαίρεσιν οὐκ ἀλλάττει. Ματαιοπόνος οὖν παρὰ τοῖς σοφοῖς ὁ δολερός, τοῖς δυναμένοις αὐτὸν θηρᾶσαι διὰ τῶν καρπῶν, καὶ καταμαθεῖν ὅστις ὥν ὁποῖος φαίνεται. Τὶ οὖν κρύπτεις ἐν ἀλλοτρίῳ σχήματι σαυτόν;

Read More ->>

Πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικοὺς καὶ εἰς τό, Ἐκλήθη Ἰησοῦς εἰς γάμον

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48

Πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικοὺς καὶ εἰς τό, Ἐκλήθη Ἰησοῦς εἰς γάμον

Οἱ νεοττοὶ τῶν χελιδόνων καθέζονται ἐν τῇ καλιᾷ προσδεχόμενοι τὴν τῶν γονέων παρουσίαν, φερόντων αὐτοῖς τῆς τροφήν· ἐπὰν δὲ ἴδωσιν αὐτοὺς ἐρχομένους, κούφῳ τῷ πτερῷ τῆς διανοίας πτεροῦνται. Ὁμοίως δὲ κἀγὼ μέλλων ἐγγίζειν τῇ καλιὰ ταύτῃ τῇ πνευματικῇ προαναφωνῶν δοξάζω τὸν Θεόν, ὅτι τοιαῦτά μοι τέκνα δέδωκε φιλόστοργα. Ἀλλὰ μὴν ἐπὶ τῶν χελιδόνων ἀπὸ στόματος εἰς στόμα δίδοται ἡ τροφή, ἐπὶ δὲ ἡμῶν οὐκ ἔστιν οὕτως, ἀλλ’ ἀπὸ στόματος εἰς ἀκοήν. Ἐκεῖνα γὰρ εἰς φθορὰν προχωροῦσι, ταῦτα δὲ εἰς ἀφθαρσίαν· ἐκεῖνα σώματα τρέφει, ταῦτα δὲ ψυχὴν πιαίνει. Ταῦτα δὲ μοι πάντα οὐχ ἁπλῶς οὔτε εἰκῆ εἴρηται· ἀλλ’ ἐπειδὴ τοῦ Εὐαγγελίου τοῦ σήμερον ἀναγνωσθέντος ἡ περιοχὴ εἰς ταύτην ἡμᾶς τὴν διδασκαλίαν χειραγωγεῖ, ἀναγκαῖον ὑμᾶς παιδεῦσαι. «Ἐκλήθη, φησίν, ὁ Ἰησοῦς εἰς γάμον». Ἀλλὰ συντείνατε ἑαυτούς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις. Ἐπειδὴ τινες προφασίζονται γάμον, ἄλλοι τέκνα, ἄλλοι στρατείαν, ἄλλοι ἐμπορίαν, ἄλλοι τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πλοῦτον, ἄλλοι πενίαν, καὶ ἀλλὰ τινὰ ὅσα ἔστι· βούλομαι οὖν ὑμῖν δεῖξαι, ὅτι οὔτε πλοῦτος ἐμποδίζει, οὔτε πενίαν, οὔτε στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε δουλεία, οὔτε τέχνη, οὔτε τι τῶν τοιούτων οὐδέν. «Ἐκλήθη ὁ Ἰησοῦς εἰς γάμον»· ἀπῆλθεν, ἢ οὐκ ἀπῆλθεν;

Read More ->>

Περὶ τῆς Ἁγίας καὶ ὁμοουσίου Τριάδος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48
Περὶ τῆς Ἁγίας καὶ ὁμοουσίου Τριάδος


α’. Οἱ κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τὰς γλώσσας ἀκονῶντες, καὶ λυττῶντες, καὶ τὸ τοῦ μονογενοῦς Υἱοῦ καὶ τὸ τοῦ ἁγίου Πνεύματος ἀξίωμα καθαίρειν ἐπιχειροῦντες, ἐλέγχονται μὲν ὑπ’ αὐτοῦ τοῦ ἁγίου Πνεύματος τοῦ λαλήσαντος διὰ τῶν ἁγίων προφητῶν, καὶ ὑπὸ τοῦ Λόγου τοῦ κηρύξαντος τὴν ἑαυτοῦ ἔνσαρκον παρουσίαν, τὴν δι’ ἡμᾶς ἐκ Παρθένου ἁγίας γενομένην, ἄφραστόν τε καὶ ἀναλλοίωτον, διὰ τῶν ἑαυτοῦ ἀξίων· ἐλεγχθήσονται δὲ ἐν ἡμέρᾳ τῆς δικαιοκρισίας αὐτοῦ τελειότατον, ὅταν πάλιν ἔρχηται ἐξ οὐρανοῦ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν τοῖς φυλάξασιν ἄτρεπτον αὐτοῦ τὴν πίστιν. Ἐτόλμησαν δέ, ἀγαπητοί, Ἀρειανῶν παῖδες, καὶ Μακεδονιανῶν μανίαν κατεχόμενοι, λέγειν Θεὸν μέγαν καὶ μικρόν, καὶ κτιστὸν Θεόν, Ἑλληνισμὸν παρεισφέροντες ἡμῖν. Ἐκείνων γὰρ ἐστι κτίσματι προσκυνεῖν, καὶ τὸν μὲν τῶν θεῶν αὐτῶν μεγαλυνεῖν, τὸν δὲ σμικρύνειν.

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |