Χαιρετισμοί στον Άγιο Γρηγόριο τον Παλαμά
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα, ἀνυμνοῦμέν σε Γρηγόριε Θεολόγε,
ἀλλ’ ὡς νοῦς νοΐ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν·
Χαῖρε, μύστα τῆς χάριτος.
Ἄγγελος τῶν ἀῤῥήτων ἐπὶ γῆς ἀνεφάνης, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλων (γ΄). Ταῖς τῶν Ἀσωμάτων φωναῖς, νοΐ ἐν ἀνθρωπίνῳ
καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς καὶ βοᾶν σοι θεοῤῥῆμον ἔπεισας ταῦτα·
Χαῖρε, δι’ οὗ τὸ σκότος ἠλάθη·
χαῖρε, δι’ οὗ τὸ φῶς ἀντεισῆλθε.
Χαῖρε, τῆς ἀκτίστου θεότητος ἄγγελε·
χαῖρε, τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε.
Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ δόξαν εἰπών·
χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν δηλῶν.
Χαῖρε, ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας·
χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.
Χαῖρε, φωστήρ, ὁ δείξας τὸν ἥλιον·
χαῖρε, κρατήρ, τοῦ νέκταρος πάροχε.
Χαῖρε, δι’ οὗ ἡ ἀλήθεια λάμπει·
χαῖρε, δι’ οὗ ἐσκοτίσθη τὸ ψεῦδος.
Χαίροις Πάτερ Γρηγόριε.
Βλέπων ἐπαιρομένους καὶ λαλοῦντας εἰς ὕψος, κατὰ Θεοῦ βλασφημίαν Βαρλαάμ, καὶ τοὺς περὶ αὐτόν, ζηλῶν ἐζήλωσας ζῆλον
τὸν ἅγιον, ἐγερθεὶς οὖν πάντας ἀπέκτεινας, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ψάλλων·
Ἀλληλούϊα
Read More ->>