ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 10/09/16

Κυριακή 9 Οκτωβρίου 2016

Πρὸς τοὺς συκοφαντοῦντας ἡμᾶς, ὅτι τρεῖς θεοὺς λέγομεν.

0 σχόλια

MEGAS

Μέγας Βασίλειος

Πρὸς τοὺς συκοφαντοῦντας ἡμᾶς, ὅτι τρεῖς θεοὺς λέγομεν.

Adversus eos qui per calumniam dicunt dici a nobis tres deos


Μεγάλη παράκλησις ψυχαῖς, διὰ τὸ μισεῖσθαι κεκακωμέναις, τὸ μετὰ Κυρίου μισεῖσθαι. «Εἰ κόσμος γὰρ ὑμᾶς μισεῖ, γινώσκετε,  φησὶν,  ὅτι ἐμὲ πρῶτον  ὑμῶν μεμίσηκε.» ∆ιὸ εἰ Ἀγαπητὸς μισεῖ ται, τί μέγα, εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρ' ἀν θρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Ἐπ έχει μου τὸν λόγον μνήμη τῶν λυπηρῶν,   ὑποτρέ  χουσα  τὴν  καρδίαν·  καὶ  προπῖπτον  τὸ  δάκρυον  τὴν  φωνὴν ἐπικόπτει,  ὅταν  ἐνθυμηθῶ,  ὅτι ἀγάπης  καὶ εἰρήνης  ἡμῖν  παρὰ Κυρίου καταλειφθείσης,  οὐ ζητοῦμεν  τὸ καταλειφθέν.   Ἀφανές  ἐστι τὸ δῶρον  ἐν  οὐδενὶ εὑρισκόμενον. Ἀγάπη κατελείφθη· καὶ μάχη ἐμπολιτεύεται. Ἕνωσις ἐδόθη· καὶ μῖσος ἐξήφθη. Με γάλην κατ' ἀλλήλων τὴν πυρκαϊὰν τοῦ μίσους ἐξ ήψαμεν· ἕκαστος καθ' ἑαυτὸν ὀδυρόμεθα, εἰς ἀλλήλους δὲ οὐ συμβιβαζόμεθα. Τίς μοι δώσει θέατρον τὴν οἰκουμένην ἅπασαν, καὶ φωνὴν σάλπιγγος εὐτονωτέ ραν, καὶ θρήνους Ἱερεμίου, καὶ δάκρυον  δαψιλὲς  κα    ταῤῥῆξαι  καρδίαν  ὀδύναις  συντετριμμένην,   κατα χέασθαι κόνιν τὴν νῦν ἐκ τῆς ἀτιμίας ἡμῖν κατακε χυμένην, πενθῆσαί τε τὴν κοινὴν συμφορὰν, ὅτι ἐπι λέλοιπεν  ἀγάπη ῥίζα τῶν ἐντολῶν;ιὰ τοῦτο ἀκορέστῳ τῇ περιπλοκῇ  τοῦ  πνεύματος  συμπερι  πτύσσομαι  τοὺς  παρόντας,  ὅτι  θέαμα  ξένον ἔδειξαν  εἷς  ἑνὶ  συγκολλώμενοι.  

Read More ->>

Ομιλία παραμυθητική ασθενούντι

0 σχόλια
 
Μέγας Βασίλειος


Ομιλία  παραμυθητική ασθενούντι

Consolatoria ad aegrotum


Πάτερ, εὐλόγησον. Ὁ βίος τῶν ἀνθρώπων  βραχὺς, καὶ ὀλιγοχρόνιος τῆς ἐπιμόχθου ζωῆς ἡ φαιδρότης,  ἱστὸς ἀρά χνης,  εὐδιάλυτος ἡ δόξα, ἡ φαντασία τοῦ βίου ὄναρ, ἀλλὰ  μακαριωτάτη  τῶν   δικαίων     ἄνεσις.  Ἀπέραν  τός  ἐστιν    ἐν  οὐρανοῖς ἀνάπαυσις, ἀμαράντου φιλο τίμου τὰ δῶρα, εἰκότως. Οὗ γὰρ ἀναλλοίωτος  ἡ φύσις, τούτου καὶ ἄπαυστος ἡ δόσις. ∆ιὸ πρόσκαι ρος μὲν αὐτῶν ἐνθάδε ἡ πάλη· ἀΐδιος δὲ ἡ μετὰ τῶν ἄθλων ἐκεῖσε νίκη. Ἱδροῦμεν γὰρ ὡς ἐν παλαίστρᾳ τῷ βίῳ, ταῖς θλίψεσι παλαίοντες,  καὶ πολλοὺς ἀνταγωνιστὰς  ἔχει ἡ φύσις. Αἱ ἡδοναὶ τὸ στεῤῥὸν ὑπεκλύουσιν, αἱ τρυφαὶ τὸ ἀνδρεῖον μεταλλάττουσιν, αἱ ἀθυμίαι τὸν τόνον ἐκνευρίζου σιν, αἱ συκοφαντίαι τὰς ὕβρεις καταχέουσιν, αἱ κο λακεῖαι τὰς ἐπιβουλὰς προσπλάττουσιν, οἱ φόβοι εἰς ἀπόγνωσιν σκελίζουσι, καὶ ἐν τοιαύτῃ ζάλῃ χειμάζεται ἀπαύστως ἡ φύσις. Οὐδὲ γὰρ μόνον τὰ λυπηρὰ τοῦ βίου φορτικὰ, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦντα  ἡδέα  τῇ  μεταβολῇ  ἀνιᾷ,   καὶ  σχεδὸν  θλίψεων   καὶ  δακρύων  μεστὸν ὁδεύομεν βίον, καὶ εἰ θέλεις γνῶναι,  μάθε τὰ λυπηρὰ τοῦ βίου. Ἐσπάρη ὁ ἄν θρωπος ἐν τῇ μήτρᾳ,  ἀλλὰ  θλῖψις  τῇ σπορᾷ ἡγήσατο. Κατεβλήθη τὸ σπέρμα εἰς τὴν  τῆς φύσεως  αὔλακα· εἰ μόνον  ἐνθυμηθῶμεν,   ἐρυθριῶμεν  τὰ προοίμια τῆς  γενέσεως. 


Read More ->>

OMIΛΙΑ θ´ Περὶ χερσαίων.

0 σχόλια

VASILEIOS

Μέγας Βασίλειος
Ομιλία εις την Εξαήμερον

Περὶ χερσαίων.

Πῶς ὑμῖν ἡ ἑωθινὴ τῶν λόγων τράπεζα κατεφάνη; Ἐμοὶ μὲν γὰρ ἐπῆλθεν εἰκάσαι τὰ ἐμαυτοῦ πένητός τινος ἑστιάτορος φιλοφροσύνῃ, ὃς τῶν εὐτραπέζων τις εἶναι φιλοτιμούμενος, ἀπορίᾳ τῶν πολυτελεστέρων ἀποκναίει τοὺς δαιτυμόνας, τὴν πενιχρὰν παρασκευὴν δαψιλῶς ἐπιφέρων τῇ τραπέζῃ· ὥστε περιίστασθαι αὐτῷ εἰς ἀπειροκαλίας ὄνειδος τὸ φιλότιμον. Τοιοῦτον δή τι καὶ τὸ ἡμέτερον, εἰ μή τι ὑμεῖς ἄλλο λέγετε. Πλὴν ὁποῖά ποτ᾿ ἂν ᾖ, οὐκ ἐξουδενωτέον ὑμῖν. Οὐδὲ γὰρ Ἐλισσαῖον ὡς φαῦλον ἑστιάτορα παρῃτοῦντο οἱ τότε, καὶ ταῦτα λαχάνοις ἀγρίοις ἑστιῶντα τοὺς φίλους. Οἶδα νόμους ἀλληγορίας, εἰ καὶ μὴ παρ᾿ ἐμαυτοῦ ἐξευρών, ἀλλὰ τοῖς παρ᾿ ἑτέρων πεπονημένοις περιτυχών. Ἃς οἱ μὴ καταδεχόμενοι τὰς κοινὰς τῶν γεγραμμένων ἐννοίας, τὸ ὕδωρ οὐχ ὕδωρ λέγουσιν, ἀλλά τινα ἄλλην φύσιν, καὶ φυτὸν καὶ ἰχθὺν πρὸς τὸ ἑαυτοῖς δοκοῦν ἑρμηνεύουσι, καὶ ἑρπετῶν γένεσιν καὶ θηρίων ἐπὶ τὰς οἰκείας ὑπονοίας παρατρέψαντες ἐξηγοῦνται, ὥσπερ οἱ ὀνειροκρίται τῶν φανέντων ἐν ταῖς καθ᾿ ὕπνον φαντασίαις πρὸς τὸν οἰκεῖον σκοπὸν τὰς ἐξηγήσεις ποιούμενοι. Ἐγὼ δὲ χόρτον ἀκούσας, χόρτον νοῶ, καὶ φυτόν, καὶ ἰχθὺν, καὶ θηρίον, καὶ κτῆνος, πάντα ὡς εἴρηται οὕτως ἐκδέχομαι. Καὶ γὰρ οὐκ ἐπαισχύνομαι τὸ εὐαγγέλιον. Οὐδὲ ἐπειδὴ οἱ τὰ περὶ κόσμου γράψαντες πολλὰ περὶ σχημάτων γῆς διελέχθησαν, εἴτε σφαῖρά ἐστιν, εἴτε κύλινδρος, εἴτε καὶ δίσκῳ ἐστὶν ἐμφερὴς ἡ γῆ, καὶ ἐξίσου πάντοθεν ἀποτετόρνευται, ἢ λικνοειδής ἐστι, καὶ μεσόκοιλος (πρὸς πάσας γὰρ ταύτας τὰς ὑπονοίας οἱ τὰ περὶ τοῦ κόσμου γράψαντες ὑπηνέχθησαν, τὰ ἀλλήλων ἕκαστος καταλύοντες), οὐ παρὰ τοῦτο προαχθήσομαι ἀτιμοτέραν εἰπεῖν τὴν ἡμετέραν κοσμοποιίαν, ἐπειδὴ οὐδὲν περὶ σχημάτων ὁ τοῦ Θεοῦ θεράπων Μωϋσῆς διελέχθη, οὐδὲ εἶπε δέκα καὶ ὀκτὼ μυριάδας σταδίων τὸ περίμετρον ἔχειν τῆς γῆς· καὶ τὸ ἀπ᾿ αὐτῆς σκίασμα, ἐν τῇ ὑπὸ γῆν τοῦ ἡλίου κινήσει, ἐπὶ πόσον χωρεῖ τοῦ ἀέρος οὐ διεμέτρησε· καὶ πῶς τοῦτο τῇ σελήνῃ προσενεχθὲν τὰς ἐκλείψεις ποιεῖ. Ἐπειδὴ τὰ μηδὲν πρὸς ἡμᾶς ὡς ἄχρηστα ἡμῖν ἀπεσιώπησεν· ἆρα τούτου ἕνεκεν ἀτιμότερα ἡγήσομαι τῆς μωρανθείσης σοφίας τὰ τοῦ Πνεύματος λόγια; ἢ μᾶλλον δοξάσω τὸν μὴ ἀπασχολήσαντα τὸν νοῦν ἡμῶν ἐπὶ τὰ μάταια, ἀλλὰ πάντα εἰς οἰκοδομὴν καὶ καταρτισμὸν τῶν ψυχῶν ἡμῶν γραφῆναι οἰκονομήσαντα; Ὅ μοι δοκοῦσι μὴ συνειδότες τινὲς, παραγωγαῖς τισι καὶ τροπολογίαις σεμνότητά τινα ἐκ τῆς οἰκείας αὐτῶν διανοίας ἐπεχείρησαν τοῖς γεγραμμένοις ἐπιφημίσαι. Ἀλλὰ τοῦτό ἐστιν ἑαυτὸν σοφώτερον ποιοῦντος τῶν λογίων τοῦ Πνεύματος, καὶ ἐν προσποιήσει ἐξηγήσεως τὰ ἑαυτοῦ παρεισάγοντος. Νοείσθω τοίνυν ὡς γέγραπται.

Read More ->>

Περὶ πίστεως.

0 σχόλια
vasileios

Μέγας Βασίλειος
 
ΟΜΙΛΙΑ ΙΕʹ.
Περὶ πίστεως.
De fide

Θεοῦ μεμνῆσθαι  μὲν  διηνεκῶς,  εὐσεβὲς καὶ κόρον οὐκ ἔχον  τῇ  φιλοθέῳ ψυχῇ· λόγῳ δὲ διεξιέναι τὰ περὶ Θεοῦ, τολμηρόν· τῆς μὲν διανοίας πολλῷ τῷ μέτρῳ τῆς ἀξίας τῶν πραγμάτων ἀποπιπτούσης, πάλιν δὲ τοῦ λόγου ἀμυδρῶς παριστῶντος τὰ νοη θέντα. Εἰ οὖν ἡ μὲν διάνοια ἡμῶν παρὰ πολὺ τοῦ μεγέθους τῶν πραγμάτων ἀπολιμπάνεται,  ὁ δὲ λόγος ἐλάττων ἐστὶ καὶ αὐτῆς τῆς διανοίας· πῶς οὐκ ἀναγκαία ἡ σιωπὴ, μήποτε ἐν τῇ τῶν ῥημάτων εὐτελείᾳ δόξῃ κινδυνεύειν  τῆς θεολογίας τὸ θαῦμα; Ἡ μὲν οὖν τοῦ δοξάζειν τὸν Θεὸν ἐπιθυμία πᾶσι τοῖς λογικοῖς κατὰ φύσιν ἐνέσπαρται· τοῦ δὲ πρὸς ἀξίαν εἰπεῖν πάντες ὁμοίως ἀπολιμπάνονται.  Τῇ δὲ περὶ τὴν εὐσέβειαν προθυμίᾳ ἕτερος ἑτέρου διενηνό χαμεν· οὐδεὶς δὲ οὕτως τετύφλωται,  καὶ φρε ναπατᾷ ἑαυτὸν, ὥστε οἴεσθαι ἐπὶ τὸ ἀκρότατον ἀνα βεβηκέναι τῆς καταλήψεως· ἀλλ'  ὅσῳπερ  ἂν  δόξῃ  προκόπτειν  ἐπὶ  τὴν  γνῶσιν,  τοσούτῳ  πλέον  αὐ  τοῦ  τῆς ἀσθενείας αἰσθήσεται. Τοιοῦτος ἦν Ἀβραὰμ, τοιοῦτος ἦν Μωϋσῆς· ὅτε ἰδεῖν  Θεὸν ἠδυνήθησαν,   ὡς   ἰδεῖν   δυνατὸν   ἀνθρώπῳ,    τότε   μάλιστα   ἑαυτὸν   ἑκά   τερος ἐξηυτέλιζεν·    μὲν  Ἀβραὰμ γῆν  καὶ  σποδὸν  ἑαυτὸν  ὀνομάζων,     δὲ  Μωϋσῆς ἰσχνόφωνον  λέγων  καὶ βραδύγλωσσον. Ἑώρα γὰρ τῆς γλώσσης αὐτοῦ τὸ ἀσθενὲς, ὑπηρετεῖν τῷ μεγέθει τῶν νοηθέν των μὴ δυναμένης. Πλὴν ἀλλ' ἐπειδὴ πᾶσα ἀκοὴ ἤνοικται  νῦν  πρὸς  θεολογίας  ἀκρόασιν,  καὶ  κόρος  οὐκ  ἔστι  τῇ  Ἐκκλησίᾳ τῶν τοιούτων   ἀκροαμάτων,   βεβαιούσῃ  τὸν  τοῦ  Ἐκκλησιαστοῦ  λόγον,   ὅτι  Οὐ πλη ρωθήσεται οὖς ἀπὸ ἀκροάσεως. ἀναγκαῖον λέγειν εἰς δύναμιν.  Ἐροῦμεν δὲ, οὐχ ὅσος ἐστὶν ὁ Θεὸς, ἀλλ' ὅσον ἡμῖν ἐφικτόν.



Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |