Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ.Θεὸς θεῶν Κύριος ἐλάλησε,
καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
αʹ. Καὶ ἀλλαχοῦ φησιν ὁ
αὐτός· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν.
Καὶ πάλιν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ ὁ Παῦλος· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι
θεοὶ, καὶ κύριοι πολλοί. Καὶ ὁ Μωϋσῆς· Θεοὺς οὐ κακολογήσεις. Καὶ ἀλλαχοῦ· Ἰδόντες
οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων.
Καὶ πάλιν ὁ αὐτός· Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· ὁ δὲ ὀνομάζων
τὸ ὄνομα Κυρίου, λιθοβοληθήσεται.
Καὶ πάλιν· Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν
γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὑποκάτω
τοῦ οὐρανοῦ. Τίνας οὖν δηλοῖ διὰ τοῦ ὀνόματος τούτου ἐν ἐκείναις ταῖς μαρτυρίαις, καὶ τίνας ἐνταῦθα
λέγει θεούς; Τοὺς ἄρχοντας. ∆ιὸ καὶ ἐπάγει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα
τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Λέγει καὶ τοὺς ἐκ
προγόνου τινὸς ἐναρέτου
γεγεννημένους. Ἐπειδὴ γὰρ ὁ Ἐνὼς πολλὴν
ἀρετὴν ἐπιδειξάμενος, ἐκλήθη τῷ ὀνόματι τοῦ Θεοῦ· οἱ δὲ ἐξ ἐκείνου πάντες,
καὶ οἱ ἔκγονοι τοῦ ἀδελφοῦ ἐκείνου ἀλλήλοις
ἐμίγνυντο, υἱοὺς τοῦ Θεοῦ καλεῖ
τοὺς τοῦ ἐναρέτου. Ἤρξαντο γὰρ, φησὶν, ἐπικαλεῖσθαι τῷ ὀνόματι τοῦ Θεοῦ. Λέγει
καὶ τὸν τῶν Ἰουδαίων λαὸν, ταύτῃ τιμηθέντα τῇ προσηγορίᾳ ἐν τῷ λέγειν· Ἐγὼ εἶπα· Θεοί ἐστε,
καὶ υἱοὶ Ἰσραήλ. Καὶ γὰρ οὕτως ἐκάλει αὐτῶν
τὸν δῆμον δι' οἰκείαν φιλανθρωπίαν.
Read More ->>