ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ περὶ ἐλεημοσύνης.

Τρίτη 4 Οκτωβρίου 2016

Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ περὶ ἐλεημοσύνης.





Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΤΟΥ ΑΥΤΟΥ Προειρηκότος ἑτέρου, ὁμιλία λεχθεῖσα ἐν Κωνσταντινουπόλει ἐν τῇ ἐκκλησίᾳ τῇ μεγάλῃ, ὀλίγων συνελθόντων, εἰς τὸ, "Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος," καὶ περὶ ἐλεημοσύνης.

αʹ. Βραχὺς ὁ καρπὸς τοῦ καλῶς εἰρηκότος, ἀλλ' ὥριμος· λεπτὴ ἡ νευρὰ, ἀλλὰ μεγάλη ἡ ἠχή· ὀλίγα τὰ ῥήματα, ἀλλὰ πολυτελῆ τὰ νοήματα. Καὶ γὰρ δῆμον ὁλόκληρον τοῖς ἐπαίνοις ἀνεπτέρωσε, καὶ σπουδαιοτέρους τοῖς ἐγκωμίοις εἰργάσατο, καὶ τὸν αἴτιον τῆς   γεωργίας   ἐδήλωσεν,   ὕμνους   τε  συνθεὶς   αὐτῷ,   καὶ   εὐχαριστήσας   κατὰ   τὸν ἀποστολικὸν νόμον, εἰς δοξολογίαν τὸν λόγον κατέλυσεν.Εἰ δὲ ταχέως τὴν τράπεζαν συνέστειλεν, οὐ διὰ πτωχείαν,  ἀλλὰ διὰ ταπεινοφροσύνην.Οὐ γὰρ ἀπορῶν πλείονα εἰπεῖν, εἰς σιγὴν τὸν λόγον κατέκλεισεν, ἀλλ' ἡμῖν τῆς διδασκαλίας παραχωρῶν.  Φέρε οὖν καὶ ἡμεῖς τῆς ζάλης τῶν ἤδη γεγενημένων θορύβων ἀπαλλαγέντες,  ὥσπερ τισὶ ποταμίοις ὕδασι τῇ τῶν Γραφῶν ἀναγνώσει τὴν ἀκοὴν ἀποπλύνωμεν.  Οὕτω καὶ  ναῦται  ποιοῦσιν· ἐπειδὰν  χειμῶνα  διαδραμόντες  καὶ  πολὺ διαβάντες  πέλαγος  εἰς  λιμένα  καταντήσωσι  γαληνὸν,  ἱστία χαλάσαντες,  καὶ  κώπην ἀποθέμενοι, καὶ τῆς νηὸς ἀποβάντες, βαλανείοις,  καὶ σιτίοις, καὶ πότοις καὶ ὕπνῳ, καὶ ἀνέσει τὸ σῶμα ἀνακτησάμενοι, ἀκμαιότερον αὐτὸ πρὸς τὴν λοιπὴν ναυτιλίαν παρασκευάζουσι. 


Τούτους δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τῆς πρώην  γενομένης ταραχῆς  ἀπαλλαγέντες,  καὶ τοῦ  θορύβου, καὶ τῶν  κυμάτων,  ὥσπερ εἴς  τινα  λιμένα εὔδιον,  τῶν  Γραφῶν  τὴν  ἀνάγνωσιν  τὴν  ψυχὴν  τὴν  ἡμετέραν  ὁρμίσωμεν.  Καὶ γὰρ λιμήν ἐστιν ἀκύμαντος, καὶ τεῖχος ἀῤῥαγὲς, καὶ πύργος ἄσειστος, καὶ δόξα ἀναφαίρετος, καὶ ὅπλον  ἄτρωτον,  καὶ εὐθυμία  ἀμάραντος, καὶ ἡδονὴ  διηνεκὴς,  καὶ πάντα  ὅσα ἂν εἴποι τις καλὰ, τῶν θείων Γραφῶν ἡ συνουσία.Αὕτη καὶ  ἀθυμίαν  ἀποκρούεται,  καὶ  εὐθυμίαν  διατηρεῖ,  καὶ  τὸν  πένητα  τῶν εὐπόρων πλουσιώτερον  κατασκευάζει, καὶ τοῖς πλουτοῦσιν  ἀσφάλειαν  περιτίθησι, καὶ  τὸν ἁμαρτωλὸν  δίκαιον  ποιεῖ, καὶ τὸν δίκαιον  ἐν ἀσφαλεῖ καθίστησι φυλακῇ,  καὶ τὰ ὄντα  κακὰ ἀνασπᾷ, καὶ τὰ οὐκ ὄντα  ἀγαθὰ  καταφυτεύει,  ἀπελαύνει  πονηρίαν,  πρὸς ἀρετὴν  ἐπανάγει,  οὐκ ἐπανάγει  δὲ μόνον,  ἀλλὰ  καὶ ῥιζοῖ, καὶ διηνεκῆ  μένειν  ποιεῖ, φάρμακον  οὖσα πνευματικὸν,  ἐπῳδή  τις θεία καὶ ἀπόῤῥητος, παθῶν  ἀναιρετική.  Καὶ γὰρ τὰς ἀκάνθας ἀνασπᾷ τῶν ἁμαρτημάτων, καὶ καθαρὰν τὴν ἄρουραν ἐργάζεται, καὶ τὰ  σπέρματα  καταβάλλει  τῆς  εὐσεβείας,  καὶ  πρὸς  ἀκμὴν  τὸν  καρπὸν  ἄγει.  Μὴ δὴ τοσούτων παραμελῶμεν ἀγαθῶν, μηδὲ ἀπολιμπανώμεθα συνάξεων, ἀλλὰ συνεχῶς ἐνταῦθα τρέχωμεν, ἵνα διηνεκῶς θεραπευώμεθα, καὶ μηδεὶς μήτε φθόνῳ βάλληται πλουτοῦντα  ὁρῶν, μήτε πενίᾳ πιέζηται· ἀλλὰ καταμαθὼν  τὴν ἀληθῆ τῶν πραγμάτων φύσιν, παρατρεχέτω  μὲν τὰς σκιὰς, ἀντεχέσθω  δὲ τῆς ἀληθείας.  Καὶ γὰρ σκιὰ, εἰ καὶ μείζων τοῦ σώματος εἶναι δοκεῖ, ἀλλ' ὅμως σκιὰ τυγχάνει· ἄλλως δὲ οὐδέ ἐστι μείζων, ἀλλὰ δοκεῖ, καὶ τότε δοκεῖ, ὅταν μακροτέρω τῆς ἀκτῖνος  γενώμεθα·  οὕτω γοῦν ἡνίκα περὶ   σταθερὰν   μεσημβρίαν   τῆς   ἀκτῖνος   ὑπὲρ   κεφαλὴν   ἱσταμένης   συνελαύνεται πάντοθεν, καὶ συστέλλεται, καὶ βραχυτέρα γίνεται· ὃ δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων ἔστιν ἰδεῖν. Ἕως μὲν γάρ τις μακροτέρω τῆς ἀρετῆς καθίστησιν ἑαυτὸν, μεγάλα φαίνεται  τὰ τοῦ παρόντος βίου πράγματα· ὅταν δὲ ἐν αὐτῷ τῷ φανοτάτῳ  φωτὶ  τῶν θείων  ἑαυτὸν καταστήσῃ Γραφῶν, τότε καὶ τὸ εὐτελὲς καὶ τὸ βραχὺ καὶ τὸ οὐδαμινὸν  τῶν ἐπικήρων τούτων  ὁρᾷ πραγμάτων,  καὶ μανθάνει  σαφῶς, ὅτι ποταμίων  ὑδάτων  οὐδὲν  ἄμεινον ταῦτα  διάκειται,  ὁμοῦ  τε  φαινόμενα   καὶ  παρατρέχοντα.  ∆ιά τοι  τοῦτο  ὁ προφήτης φιλοσοφῶν, τοὺς μικροψύχους, καὶ ταλαιπώρους, καὶ χαμαὶ συρομένους, καὶ κεχηνότας πρὸς  τὴν  τοῦ  πλούτου  φαντασίαν,  καὶ  δεδοικότας,  καὶ  τρέμοντας  τοὺς  ἐν  τούτοις κομῶντας διορθούμενος, καὶ τῆς τοιαύτης ἀπάγων ἀγωνίας ἡμᾶς, καὶ πείθων ὡς οὐδὲν ὄντων  καταφρονεῖν,  ἔλεγε· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ  ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα.
Εἶδες ἀκρίβειαν λέξεως καὶ διαίρεσιν σαφεστάτην; Οὐδὲ γὰρ εἶπεν, Ὅταν πληθυνθῇ    δόξα  αὐτοῦ,  ἀλλ',  Ἡ δόξα  τοῦ  οἴκου  αὐτοῦ,  δεικνὺς  ὅτι  ἕτερον  δόξα ἀνθρώπου, καὶ ἕτερον δόξα οἴκου. Τί τοίνυν δόξα ἀνθρώπου, καὶ τί δόξα οἴκου; ∆εῖ γὰρ ταῦτα εἰδέναι  σαφῶς, ὥστε μὴ τὰ ὀνείρατα  πρὸ τῆς ἀληθείας  ἀσπάσασθαι. Οἴκου μὲν οὖν δόξα στοαὶ, περίπατοι,  χρυσοῦς ὄροφος, ἔδαφος  ψηφίσι  καλλωπισθὲν,  λειμῶνες, παράδεισοι, ἀνδραπόδων ἀγέλαι, τὰ ἔπιπλα τὰ πολυτελῆ, ὧν οὐδὲν πρὸς τὸν ἄνθρωπον. Ἀνθρώπου δόξα, πίστις ὀρθὴ, ζῆλος ὁ κατὰ Θεὸν, ἀγάπη, πραότης, ἐπιείκεια, ἡ ἐν  εὐχαῖς  ἐκτένεια,    τῆς  ἐλεημοσύνης  φιλοσοφία,  σωφροσύνη,  κοσμιότης,  τὰ  λοιπὰ ἅπαντα τῆς ἀρετῆς μέλη. Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὁ μὲν ἐκεῖνα κεκτημένος οὐ καρποῦται τὴν ἐξ αὐτῶν δόξαν, οὐδ' ἂν κληθείη τις καλὸς, ἐπειδὴ οἰκίαν ἔχει καλὴν, ἢ παράδεισον, ἢ λειμῶνα,  ἢ πλῆθος ἀνδραπόδων,  ἢ ἱματίων  πολυτέλειαν. Τὸ γὰρ θαυμαστὸν ἅπαν περὶ τὸ κτῆμα ἵσταται, οὐ διαβαῖνον πρὸς τὸν ἔχοντα. Τὴν γὰρ οἰκίαν θαυμάζομεν, καὶ τὸν παράδεισον, καὶ τὸν λειμῶνα, καὶ τῶν ἱματίων τὸ κάλλος, ἃ τῶν ἐργασαμένων τῆς τέχνης ἐστὶν ἐγκώμιον, οὐ τῆς τῶν κεκτημένων ἀρετῆς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν τῆς κακίας ἀπόδειξις.

βʹ. Τοσοῦτον γοῦν  ἀπέχει  τούτων  ἡ φύσις  τῶν  κτημάτων  τοὺς ἔχοντας  δόξῃ περιβαλεῖν,   ὅτι  καὶ  λυμαίνεται   αὐτὴν   μεθ'  ὑπερβολῆς.   Καὶ  γὰρ  ὡς  ὠμοὺς   καὶ ἀπανθρώπους  καὶ βαναύσους καὶ φιλοσοφίας  ἀλλοτρίους,  οὕτως ἅπαντες  κωμῳδοῦσι τοὺς ἐν τούτοις τὴν περιουσίαν ἐπιδεικνυμένους· οὐ γάρ ἐστιν ἀνθρώπου  δόξα ταῦτα, καθὼς εἶπον, ἀλλὰ τοῦ οἴκου· τοὺς μέντοι ἐν σωφροσύνῃ ζῶντας, κοσμιότητι, πραότητι,  ἐπιεικείᾳ, τῷ Θεῷ μετ' ἀκριβείας ἀνακειμένους, αὐτοὺς θαυμάζομεν, ἐπαινοῦμεν, ἀνακηρύττομεν,  ἐπειδήπερ αὕτη ἀνθρώπου μάλιστά ἐστιν ἡ δόξα. Ταῦτα γοῦν εἰδότες, μηδένα ζηλωτὸν  εἶναι νομίζετε τῶν ἐκεῖνα περιβεβλημένων,  ἃ μηδὲν πρὸς αὐτὸν ἔχει κοινόν. Κἂν ἴδῃς ἐπὶ ὀχήματός τινα καθήμενον, τὰς ὀφρῦς ἀνασπῶντα, ἀνατεινόμενον, αὐτῶν ἁπτόμενον τῶν νεφελῶν,  οὐ τῇ φύσει τοῦ πράγματος (οὐ γὰρ δυνατὸν), ἀλλὰ τῇ ἀπονοίᾳ τῆς ψυχῆς, μᾶλλον  δὲ τῇ ἀνοίᾳ, μὴ νόμιζε τοῦτον ἔνδοξον, μηδὲ ὑψηλὸν καὶ μέγαν.  Ὑψηλὸν  γὰρ οὐχ  ἡμίονοι  ποιοῦσιν  ἕλκουσαι, ἀλλ' ἀρετῆς  κορυφὴ  πρὸς τὰς ἁψῖδας  ἀνάγουσα  τῶν  οὐρανῶν.  Κἂν ἄλλον  θεάσῃ ἐφ' ἵππου  καθήμενον,  πολλοὺς ἔχοντα  τοὺς ῥαβδούχους, καὶ σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, μηδὲ τοῦτον  μακαρίζῃς διὰ ταῦτα, ἀλλ' ἀνάπτυξον  αὐτοῦ τὴν ψυχὴν, καὶ τότε περὶ αὐτοῦ ψηφίζου ταῦτα, ἅπερ ἡ ἐκείνης  ὄψις ὑποβάλλει.  Ὡς τά γε νῦν  ὁρώμενα  καταγέλαστα.  Τί γὰρ σοβεῖς ἐπὶ τῆς ἀγορᾶς; εἰπέ μοι· τί δὲ ἐλαύνεις τοὺς ἀπαντῶντας,  καὶ φυγαδεύεις, ἄνθρωπος ὢν, ἄνθρωπον;  Τίς ὁ τῦφος; τίς ἡ ἀπόνοια; Μὴ γὰρ λύκος γέγονας, ἢ λέων, ὡς εἰσιὼν εἰς πόλιν ἅπαντας εἰς φυγὴν τρέπειν; Μᾶλλον δὲ λύκος μὲν λύκον οὐκ ἄν ποτε ἐλάσῃ, οὐδὲ λέων  λέοντα,  ἀλλὰ συναγελάζονται,  τὴν κοινωνίαν τῆς φύσεως αἰδούμενοι·  σὺ δὲ, ὁ μετὰ  τῆς  φύσεως  καὶ ἕτερα πολλὰ  δικαιώματα  ἔχων  ἡμερότητος,  ταπεινοφροσύνης, ἰσονομίας, τί γίνῃ τῶν θηρίων θηριωδέστερος, καὶ διὰ τὸ ἄλογον τῶν λογικῶν καταφρονεῖς;
Καὶ ὁ μὲν ∆εσπότης σου εἰς οὐρανὸν ἀνήγαγε τὸν ἄνθρωπον, σὺ δὲ οὐδὲ ἀγορᾶς αὐτῷ μεταδίδως; Τί δὲ λέγω εἰς οὐρανόν; Εἰς θρόνον ἐκάθισε βασιλικὸν, σὺ δὲ καὶ τῆς πόλεως  ἐξελαύνεις;  Τί δέ σοι καὶ ὁ χαλινὸς  εἶναι  βούλεται  ὁ χρυσοῦς, ὁ τὸν  ἵππον κατακοσμῶν; ποίας δὲ ἀπολογίας τεύξῃ, ἢ τίνος συγγνώμης, τὸ μὲν ἄλογον καὶ οὐδὲ τῆς φιλοτιμίας αἰσθανόμενον ὑπὲρ τὴν χρείαν καλλωπίζων (ταὐτὸν γὰρ ἐκείνῳ καὶ χρυσὸς, καὶ μόλυβδος), τὸν δὲ Χριστὸν λιμῷ τηκόμενον  ὁρῶν, καὶ οὐδὲ τῆς ἀναγκαίας  ποιῶν ἀπολαύειν  τροφῆς; Τί δὲ οὐκ  ἀνέχῃ,  ἄνθρωπος  ὢν,  ἀνθρώποις  ἀναμίγνυσθαι,  ἀλλ' ἐρημίαν ἐπιζητεῖς ἐν μέσαις ταῖς πόλεσι, καὶ οὐκ ἐννοεῖς  ὅτι καὶ ὁ ∆εσπότης σου μετὰ τελωνῶν  ἤσθιε,  καὶ μετὰ πόρνης διελέγετο,  καὶ μετὰ λῃστῶν  ἐσταυροῦτο, καὶ τοῖς  ἀνθρώποις   συνανεμίγνυτο·   ἀλλὰ   τῷ  τύφῳ   καὶ  τῇ  ἀπονοίᾳ   τυραννούμενος, ἀπολλύεις καὶ τὸ ἄνθρωπος εἶναι; Ἐντεῦθεν ἡμῖν ἡ πολλὴ τῆς ἐλεημοσύνης ὑπεροψία, ἐντεῦθεν  ὁ τῆς πλεονεξίας  ἔρως, ἐντεῦθεν  ἡ ὠμότης  καὶ ἀπανθρωπία.  Ὅταν γὰρ καὶ χαλινὸν  χρυσοῦν τῷ ἵππῳ περιθῇς, καὶ μανιάκην χρυσοῦν τῷ οἰκέτῃ, καὶ πέταλα χρυσᾶ τῷ  λίθῳ,  καὶ δέρματα χρυσᾶ παρὰ σοὶ, καὶ ἱμάτια  χρυσᾶ, καὶ ζώνη[ν]  χρυσῆ[ν], καὶ ὑποδήματα,  καὶ τοσαύτας τῆς πονηρίας  ταύτης  σαυτῷ περιθῇς  ἀνάγκας,  βουλόμενος τὴν ἀκόρεστον ἐπιθυμίαν  πληροῦν, καὶ τροφὴν, τῷ πάντων  ὠμοτάτῳ θηρίῳ παρέχειν, τῇ  φιλαργυρίᾳ  λέγω·  τότε  καὶ  ὀρφανοὺς  ἀποδύεις,  καὶ  χήρας  γυμνοῖς,  καὶ  κοινὸς περιέρχῃ  πολέμιος  ἅπασι, μάταιόν  τινα  ἀνελίττων πόνον,  καὶ δρόμον  οὐδὲν  ἔχοντα πέρας χρηστόν. Τί γάρ σοι βούλεται τὸ τὸν οἰκέτην σου τὸν βάρβαρον χρυσοφορεῖν; τί τὸ κέρδος; τίς ἡ ὠφέλεια τῆς ψυχῆς; τίς ὄνησις σώματος; ποία πρόσοδος οἰκίας, Τοὐναντίον  μὲν ἅπαν, ἄκαιρος δαπάνη, ἀνάλωμα  ἀλογίας  γέμον, ἀσελγείας ὑπόθεσις, διδασκαλεῖον κακίας, βαναύσου βίου καὶ διαῤῥέοντος ἀφορμὴ, φθορὰ ψυχῆς, ὁδὸς ἐπὶ μυρία φέρουσα κακά. Αἱ δὲ κλῖναι  αἱ ἀργυρένδετοι,  αἱ χρυσόπαστοι, καὶ τὰ ὑποπόδια, καὶ  οἱ  λέβητες  οἱ  ἐντεῦθεν  κατεσκευασμένοι,  καὶ    πολὺς  γέλως,  τί  σοι τὸν  βίον ὀρθῶσαι δύναται; τί δὲ ἀμείνω σε ἐποίησεν, ἢ τὴν σύνοικον, ἢ ἄλλον τινὰ τῶν κατὰ τὴν οἰκίαν; Οὐκ ἐντεῦθεν  λῃσταὶ καὶ τοιχωρύχοι  πολλοί; οὐκ ἐντεῦθεν  οἰκέται δραπετεύουσιν; Ὅταν γὰρ πανταχοῦ  βλέποντες  ἄργυρον ἴδωσι στίλβοντα, τρέφεται  ἐν  αὐτοῖς  τὸ  νόσημα  τῆς  κλοπῆς.  Εἰ  γὰρ  σὲ  τὸν  ἐλεύθερον,  καὶ  ἐπ'  εὐγενείᾳ   μέγα φρονοῦντα,  ἄργυρος ἐν ἀγορᾷ λάμπων  ἐφέλκεται  πρὸς τὴν ἐπιθυμίαν,  πολλῷ μᾶλλον τὸν  οἰκέτην.   Καὶ  ταῦτα  λέγω   οὐκ  ἀπαλλάττων  ἐγκλημάτων   τοὺς  δραπέτας  τῶν οἰκετῶν, καὶ τοὺς τὰ τοιαῦτα κακουργοῦντας, ἀλλὰ παραινῶν ὑμῖν μὴ παρατιθέναι τῶν τοιούτων  νοσημάτων  αὐτοῖς τὴν τροφήν. Ἀλλὰ ποῦ καταθώμεθα  αὐτά; φησίν· εἰς γῆν κατορύξωμεν; Ἄπαγε· ἀλλ', εἰ βούλει τῆς ἐμῆς ἀνασχέσθαι συμβουλῆς, ἐρῶ σοι τρόπον, δι' οὗ τὸν δραπέτην εὐγνώμονα δυνήσῃ ποιῆσαι.

γʹ. Καὶ γὰρ δραπέτης  ἐστὶν ὁ πλοῦτος,  σήμερον πρὸς τοῦτον,  αὔριον πρὸς τὸν ἕτερον μεταπηδῶν·  οὐ δραπέτης δὲ μόνον, ἀλλὰ καὶ δραπετοποιὸς, τοὺς φυλάττοντας αὐτὸν  πολλάκις  φυγάδας  ποιῶν.  Πῶς  ἂν  οὖν    δραπέτης  οὗτος  κατασχεθείη;  Ἀπ' ἐναντίας  τοῖς  ἄλλοις  δραπέταις.  Οἱ μὲν  γὰρ  ἄλλοι  τηρούμενοι  μένουσιν,  οὗτος  δὲ τηρούμενος  φεύγει,  σκορπιζόμενος μένει. Εἰ δὲ καινὸν  τὸ εἰρημένον  εἶναί  σοι δοκεῖ, μάνθανε  τοῦτο  παρὰ  τῶν  γηπόνων.   Καὶ γὰρ  ἐκεῖνοι  τὸν  σῖτον  ἐὰν  μὲν  ἐν  οἴκῳ κατακλείσαντες  χώσωσι, σητὶ καὶ σκώληκι παραδόντες ἀπώλεσαν· ἐὰν δὲ σκορπίσωσιν εἰς τὰς ἀρούρας, οὐ μόνον  φυλάττουσιν,  ἀλλὰ  καὶ πλείονα  ἐργάζονται·  οὕτω  καὶ ὁ πλοῦτος, μένων μὲν ἐν κιβωτίοις, καὶ ὑπὸ θύραις ὢν καὶ μοχλοῖς, καὶ εἰς γῆν κατορυττόμενος,  δραπετεύει  ταχέως·  ἐὰν  δὲ αὐτὸν,  ὡς ὁ γηπόνος  τὸν  σῖτον εἰς τὴν ἄρουραν, οὕτως  εἰς τὰς τῶν  πενήτων  σκορπίσῃς γαστέρας, οὐ μόνον  οὐ δραπετεύει, ἀλλὰ καὶ πλείων ἐκεῖθεν γίνεται.
Ταῦτα τοίνυν  εἰδὼς,  μὴ παραδῷς  αὐτὸν  οἰκέτῃ,  ἀλλὰ  μυρίαις  αὐτὸν  ποίησον κατέχεσθαι   χερσὶ,  ταῖς   τῶν   χηρῶν,   ταῖς   τῶν   ὀρφανῶν,   ταῖς   τῶν   τὰ   σώματα λελωβημένων,  ταῖς  τῶν  τὸ  δεσμωτήριον  οἰκούντων.   Οὐ γὰρ  ἂν  δυνηθείη διαδρᾶναι τοσαύτας λαβὰς, ἀλλὰ κατέχεται μετ' ἀσφαλείας, καὶ πλείων  γίνεται. Καὶ τί καταλείψω  τοῖς παιδίοις; φησί. Μάλιστα μὲν οὖν οὐ πάντα σοι ἀναγκάζω κενοῦν· εἰ δὲ καὶ πάντα, ταύτῃ μᾶλλον τοὺς παῖδας εὐπορωτέρους ποιήσεις, ἀντὶ χρημάτων τὸν Θεὸν αὐτοῖς καταλιμπάνων ἵλεω, τὴν ἀπὸ τῆς ἐλεημοσύνης εὐπορίαν, μυρίους προστάτας καὶ εὐεργέτας  καὶ  ἐν  ἀνθρώποις.   Ὥσπερ  γὰρ  τοὺς  πλεονέκτας,   κἂν  μὴ  ἀδικηθῶμεν, μισοῦμεν· οὕτω τοὺς ἐλεεῖν εἰδότας, κἂν μὴ αὐτοὶ τῆς φιλοτιμίας ἀπολαύσωμεν, αἰδούμεθα,   καὶ  ποθοῦμεν,   οὐκ  ἐκείνους   μόνον,   ἀλλὰ   καὶ  τοὺς  ἐκείνων   παῖδας. Ἐννόησον τοίνυν  ἡλίκος  κόσμος τοὺς παῖδας  ὁρωμένους  μυρίους ἔχειν  ἐραστὰς, καὶ πάντας  ταῦτα  λέγειν  τὰ ῥήματα, εἰ εἰς τὴν  τῶν  δεομένων  διατροφὴν  ἀναλίσκοιτο  ὁ πλοῦτος·  ὁ τοῦ  φιλανθρώπου, ὁ τοῦ  ἐλεήμονος  υἱός.  Ἀλλὰ  σὺ τὸν  μὲν  ἀναίσθητον καλλωπίζεις  εἰκῆ καὶ μάτην· ἀναίσθητος  γάρ ἐστιν ὁ λίθος, κἂν μυρία τάλαντα  αὐτῷ περιθῇς χρυσίου· τὸν δὲ αἰσθανόμενον  καὶ λιμῷ τηκόμενον  οὐδὲ τῆς ἀναγκαίας ποιεῖς μεταλαμβάνειν  τροφῆς. Ὅταν οὖν τὸ φοβερὸν βῆμα φανῇ, καὶ οἱ τοῦ πυρὸς ποταμοὶ, καὶ τῶν πεπραγμένων  τὰς εὐθύνας ἀπαιτώμεθα,  τί ἐρεῖς ὑπὲρ τῆς τοσαύτης βλακείας, ὑπὲρ τῆς τοσαύτης ἀνοίας, καὶ ὠμότητος, καὶ ἀπανθρωπίας;  ποίαν πρόφασιν εὔλογον; Ὥσπερ γὰρ  ἑκάστου  τῶν  ἄλλων   σκοπός  τίς  ἐστι  καὶ  λόγος·  καὶ    γεωργὸς,  ἐὰν ἀπαιτήσῃς αὐτὸν εὐθύνας, ἐρεῖ τίνος  ἕνεκεν  καὶ βόας ἔζευξε, καὶ αὔλακας ἔτεμε, καὶ ἄροτρον εἵλκυσε· καὶ ὁ ἔμπορος, τίνος ἕνεκεν τὸ πλοῖον καθείλκυσε, καὶ ἐργάτας ἐμισθώσατο, καὶ χρήματα ἐναπέθετο· καὶ ὁ οἰκοδόμος, καὶ ὁ ὑποδηματοῤῥάφος,  καὶ ὁ χαλκοτύπος, καὶ ὁ ἀρτοποιὸς, καὶ ἕκαστος τῶν ἡντιναοῦν  μετιόντων  τέχνην ἀποδίδωσι τὸν λόγον καὶ τὴν αἰτίαν οὕτω καὶ σὺ, ὁ τὴν κλίνην τῷ ἀργύρῳ περιβάλλων ὁ τὸν ἵππον καὶ τὸν λίθον χρυσῶν, ὁ τὰ δέρματα τοιαῦτα κατασκευάζων, ἂν ἀπαιτηθῇς εὐθύνας καὶ  λόγον, ποίαν ἐρεῖς αἰτίαν; ποῖον τρόπον; Ἡδίων ὁ ὕπνος ἐκ τῆς τοιαύτης γίνεται κλίνης; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλ' εἰ χρή τι καὶ παράδοξον εἰπεῖν, καὶ ἀηδέστερος· φροντὶς γὰρ πλείων,  καὶ ἀγωνία μείζων. Ἀλλ' ἀσφαλεστέρα ἡ οἰκοδομὴ ἀπὸ τοῦ χρυσίου; Ἀλλ' οὐδὲ τοῦτο.
Ἀλλ' ἀμείνων  ὁ ἵππος ἀπὸ τοῦ χαλινοῦ;  ἀλλ' ὁ οἰκέτης; Τοὐναντίον  μὲν ἅπαν καὶ  ἐνταῦθα.   Τίνος  οὖν  ἕνεκα  τοσαύτην  ἀπειροκαλίαν   ἐπιδείκνυσθε   διὰ  πάντων τούτων;  Πάντως  ἐρεῖτε,  ὅτι  δόξαν  ὑμῖν  λαμπροτέραν   κατασκευάζοντες.  Εἶτα  οὐκ ἤκουσας  καὶ  ἐν  προοιμίῳ  τοῦ  λόγου,  ὅτι  ταῦτα  οὐκ  ἔστιν  ἀνθρώπου  δόξα,  ἀλλὰ τοὐναντίον ἅπαν, ἀτιμία  καὶ ὄνειδος,  καὶ κατηγορία  καὶ γέλως;  Ἐκ τούτων  τίκτεται φθόνος καὶ βασκανία, καὶ τὰ μυρία δεινά· καὶ ὅσῳ μονιμώτερα τὰ κτήματα, τοσούτῳ καὶ ἡ  κατηγορία  διαρκής·  καὶ  αἱ  μεγάλαι  αὗται  καὶ  λαμπραὶ  οἰκίαι  ἑστήκασι  φωνὴν ἀφιεῖσαι, καὶ μετὰ τελευτὴν τῶν κτησαμένων, κατηγόρων πικροτάτων· καὶ τὸ μὲν σῶμα τῇ γῇ παραδίδοται, ἡ δὲ ὄψις τῶν οἰκημάτων οὐκ ἀφίησι συγκαταχωσθῆναι τῇ σαρκὶ τῆς πλεονεξίας  τὴν μνήμην· ἀλλ' ἕκαστος παριὼν, καὶ πρὸς τὸ ὕψος καὶ μέγεθος ἀφορῶν τῆς λαμπρᾶς καὶ μεγάλης οἰκίας, ἢ πρὸς ἑαυτὸν, ἢ πρὸς τὸν πλη σίον ἐρεῖ· Ἐκ πόσων  δακρύων  αὕτη  ᾠκοδομήθη    οἰκία!  πόσων  ὀρφανῶν  γυμνωθέντων!  πόσων χηρῶν ἀδικηθεισῶν! πόσων τὸν μισθὸν στερηθέντων! Ὥστε τοὐναντίον σοι συμβαίνει· βουλόμενος δόξης ἀπολαῦσαι ἐν τῷ ζῇν, οὐδὲ μετὰ τὸ καταλῦσαι τὸ ζῇν ἀπαλλάττῃ τῶν κατηγόρων· ἀλλ' ὥσπερ ἐν στήλῃ χαλκῇ τὸ ὄνομά σου περιφέρουσα ἡ οἰκία, καὶ τοὺς οὐδὲ ζῶντά σε ἑωρακότας παρασκευάζει μυρίοις βάλλειν ὀνείδεσιν.

δʹ. Ἐπεὶ οὖν οὐδὲ τοῦτο ἔχει τὸ κέρδος ἡ περιττὴ  αὕτη φιλοτιμία,  φεύγωμεν, ἀγαπητοὶ, φεύγωμεν  τὸ νόσημα, καὶ μὴ γινώμεθα τῶν ἀλόγων θηριωδέστεροι. Ἐκείνοις πάντα  κοινὰ,  καὶ  γῆ,  καὶ  πηγαὶ,  καὶ  νομαὶ,  καὶ  ὄρη, καὶ  νάπαι,  καὶ  οὐδὲν  θάτερον θατέρου   πλέον   ἔχει·  σὺ  δὲ  ἄνθρωπος   ὢν,   τὸ   ἡμερώτατον   ζῶον,   θηρίου   γίνῃ χαλεπώτερος,  μυρίων  πενήτων  τροφὰς,  καὶ πολλάκις  μυρίων  μιᾷ κατακλείων  οἰκίᾳ. Καίτοι γε οὐχ ἡ φύσις ἡμῖν μόνη κοινὴ, ἀλλὰ καὶ ἕτερα πολλῷ  τῆς φύσεως πλείονα· οὐρανὸς κοινὸς, καὶ ἥλιος, καὶ σελήνη, καὶ ὁ τῶν ἀστέρων χορὸς, καὶ ἀὴρ, καὶ θάλασσα, καὶ πῦρ, καὶ ὕδωρ, καὶ γῆ, καὶ ζωὴ, καὶ τελευτὴ, καὶ αὔξησις, καὶ γῆρας, καὶ νόσος, καὶ ὑγεία, καὶ χρεία τροφῆς καὶ ἐνδυμάτων· καὶ τὰ πνευματικὰ πάλιν κοινὰ, καὶ ἡ τράπεζα αὕτη ἡ ἱερὰ, τὸ σῶμα τὸ ∆εσποτικὸν, τὸ αἷμα τὸ τίμιον, τῆς βασιλείας ἡ ἐπαγγελία, τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὁ καθαρμὸς τῶν ἁμαρτημάτων, ἡ δικαιοσύνη, ὁ ἁγιασμὸς, ἡ ἀπολύτρωσις, τὰ ἀπόῤῥητα ἀγαθὰ, Ἃ ὀφθαλμὸς  οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πῶς οὐκ ἄτοπον τοὺς ἐν τοσούτοις  κοινωνοῦντας ἀλλήλοις,  καὶ  φύσει,  καὶ  χάριτι,  καὶ  ἐπαγγελίαις,  καὶ  νομοθεσίαις,  τούτους  ἐν  τοῖς χρήμασιν οὕτως εἶναι  πλεονέκτας,  καὶ τὴν αὐτὴν  μὴ διατηρεῖν  ἰσονομίαν, ἀλλὰ τῶν ἀλόγων παρέρχεσθαι τὴν θηριωδίαν, καὶ ταῦτα μέλλοντας αὐτῶν μικρὸν ὕστερον ἀφίστασθαι, καὶ οὐκ ἀφίστασθαι μόνον, ἀλλὰ καὶ περὶ τῶν  ἐσχάτων, τούτων  ἕνεκεν, κινδυνεύειν;
Ὁ γὰρ θάνατος  τῆς μὲν ἀπολαύσεως ἀπάγει, πρὸς δὲ τὰς εὐθύνας ἄγει λοιπὸν, καὶ  τὰς  ἀθανάτους   κολάσεις.  Ἵν'  οὖν  μὴ  τοῦτο  γένηται,   πολλῇ   χρησώμεθα  τῇ ἐλεημοσύνῃ.  Αὕτη  γάρ  ἐστιν    βασίλισσα  τῶν  ἀρετῶν,    καὶ  παραστήσεται  μετὰ παῤῥησίας  ἐκεῖσε,  καὶ  ἐξαιρήσεται  τῆς   κολάσεως   καὶ  τῆς   τιμωρίας,   καὶ  οὐδεὶς ἀντιστήσεται  τῷ  μετὰ  ταύτης  εἰς  τὸν  οὐρανὸν  εἰσιόντι.  Καὶ γὰρ  κοῦφον  αὐτῆς  τὸ πτερὸν,  καὶ πολλὴ  τῆς παῤῥησίας αὐτῆς  ἡ ὑπερβολὴ,  καὶ πρὸς αὐτὸν  ἀναβαίνει  τὸν  βασιλικὸν θρόνον, τοὺς αὑτῆς τροφίμους μετ' ἀδείας εἰσάγουσα. Αἱ εὐχαὶ γάρ σου, φησὶ, καὶ αἱ ἐλεημοσύναι ἀνέβησαν εἰς μνημόσυνον  ἐνώπιον  τοῦ Θεοῦ. Τί οὖν μὴ καὶ ἡμεῖς πρὸς τὸ ὕψος ἀναβῶμεν ἐκεῖνο, ἀπαλλαγέντες  τῆς ἀκαίρου ταύτης πλεονεξίας καὶ ἀχρήστου τρυφῆς καὶ φιλοτιμίας;
Τὰ περιττὰ ποιήσωμεν χρήσιμα, τὸν πολὺν ἐκεῖνον  προέμενοι πλοῦτον,  καὶ τῇ δεξιᾷ τοῦ δικαστοῦ τοῦτον ἐγχειρίσαντες, ὃς καὶ φυλάξαι δυνήσεται μετ' ἀκριβείας, καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐντεῦθεν ἥμερος γενήσεται καὶ ἵλεως· κἂν μυρία ὦμεν πεπλημμεληκότες,  μεταδώσει συγγνώμης ἡμῖν καὶ ἀπολογίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη αποκλειστική εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο

Ιωάννης Χρυσόστομος  Τόμος 55

Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |