Τρίτη 4 Οκτωβρίου 2016
Εις το Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Ομιλίαι είς τους Ψαλμούς
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ Εὔξασθε,
καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Οἱ μὲν τοῦ κόσμου τούτου
διδάσκαλοι πρὸς τὴν τῶν γραμμάτων γνῶσιν τοὺς παῖδας ἀνάγουσιν· οἱ δὲ τῆς Ἐκκλησίας
διδάσκαλοι πρὸς τὴν τῶν κατορθωμάτων
τελείωσιν τοὺς μαθητὰς
ἐκδιδάσκουσι. Καὶ ἔστιν, ἀγαπητοὶ,
καταμαθεῖν ἀκριβῶς ἐκ τῶν ἀρτίως ἡμῖν ἐπανα γνωσθέντων ἐν τῷ ψαλμῷ τὴν τῶν εἰρημένων ἀκρι βεστάτην ἀλήθειαν.
Τί γὰρ νῦν ἔλεγεν ὁ τοῦ
Πνεύματος προφήτης, ὁ μεγαλογράφος ∆αυΐδ; Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Οἷον ὡς ἡ μακαρία Ἰουδὶθ, τοῦ Βαβυλωνίου ποτὲ Ὀλοφέρνου μετὰ τοῦ ἰδίου στρα τοπέδου
τὴν Ἱερουσαλὴμ περικυκλώσαντος, καὶ πάσας
τὰς ἐν τῇ πόλει εἰσαγούσας
ὑδροτόκους πηγὰς διατεμόν τος, λιμῷ δὲ ὕδατος ὀλλυμένους τοὺς Ἑβραίους
ὥστε ἑτοίμους εἶναι ἑαυτούς τε καὶ τὴν πόλιν παραδιδόναι
τῷ τὴν ἀνάγκην
αὐτοῖς ἐπιτιθέντι· παρελθοῦσα δὲ ἡ μακα ρία ἐκείνη
ἀνδρείῳ φρονήματι καὶ
πιστῷ βουλήματι,διεκώλυε τῆς πόλεως
τὴν παράδοσιν γίνεσθαι· ἑαυτὴν δὲ διαναστήσασα πρὸς τὸ τηλικοῦτον στρατόπεδον
μά χεσθαι καὶ πολεμῆσαι, καὶ ἐκδικῆσαι τὸ ἴδιον γένος, καὶ τὴν πόλιν περισώσασθαι
βουλομένη, Θεῷ πιστεύ σασα, τῇ τοῦ σώματος ῥώμῃ ἑαυτὴν πρὸς τὸν τῶν ὑπεν αντίων
πόλεμον ἐπιδοῦσα, ἔλεγε τοῖς ἱερεῦσι
καὶ πᾶσι τοῖς πιστοῖς ἀνθρώποις· Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Ἣ καὶ ἐξελθοῦσα
τῆς πόλεως, ἑσπέρας
ἤδη καταλαβούσης, μετὰ
μιᾶς θεραπαινίδος, ἐπισίτιά
τε λαβοῦσα μεμετρημένα τῇ πίστει
(οὐ γὰρ ἐβούλετο τοῖς Ἑλληνικοῖς ἀποχρᾶσθαι βρώμασιν Ἰουδαία τυγχάνουσα, καὶ ὑπὸ
τοῦ νόμου κωλυομένη), γενομένη δὲ παρὰ τῷ
Ὀλοφέρνῃ, ὡς πρόσφυξ,
ἐν στολῇ καθαρᾷ
καὶ κόσμῳ γυναικείῳ
εὐπρεπεῖ,ἐξανδραποδίσασα τὸν ἀλλόφυλον
τῇ ἐπιθυμίᾳ τῇ πρὸς γυναῖκα, ἑαυτὴν μὲν διεφύλαττεν ἄχραντον· τῇ γὰρ
σωφροσύνῃ οὐκ ἐμιαίνετο.Νυκτὸς γὰρ τοῦ στρατοπέδου καθεύδοντος, καὶ τοῦ Ὀλο φέρνου
οἴνῳ πολλῷ κεκαρωμένου, λαβοῦσα εὐθαρσῶς τὴν δίστομον αὐτοῦ
μάχαιραν, ἀπεκεφάλισεν αὐτόν· δῆλον
Θεοῦ ἐνδυναμοῦντος τὴν δεξιὰν τῆς νεανίδος. Ἐν αὐτῇ δὲ τῇ νυκτὶ, ἐν ᾗ ἠνδραγάθησε,
νικηφόρος ἐπὶ τὴν πόλιν ἀναδραμοῦσα, καὶ τὴν κεφαλὴν αὐτοῦ διὰ τοῦ τείχους
χαλάσασα, θρίαμβον αὐτὸν πᾶσι τοῖς
ἀλλοφύλοις ἐδείκνυεν, ὡς τῇ ἐπαύριον θεωρήσαντας
τοὺς ἀλλοφύλους τὸν ἑαυτῶν
στρατοπεδάρχην ὑπὸ μιᾶς γυναικὸς ἀναι ρεθέντα, δειλίᾳ πολλῇ καὶ φόβῳ
πολλῷ πιεσθέντας φεύ γειν
ἀπὸ προσώπου τῶν Ἑβραίων, καὶ πληροῦσθαι τὸ γεγραμμένον· Πῶς διώξεται εἷς
χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας; Εὑρίσκεται γὰρ ὁ μὲν ἀν δρειότατος
Σαμψὼν μόνος χιλίους διώξας, ἡ δὲ ἀνδρειο τάτη Ἰουδὶθ μετὰ τῆς ἰδίας θεραπαινίδος
τὰς μυριάδας τῶν ἀλλοφύλων μετακινήσασα.
Ὁρᾷς πόσον ἐστὶν ἀγαθὸν τὸ
εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν· Ἐζεκίας δὲ ὁ βασιλεὺς πιστὸς ἀνὴρ ὑπάρχων,
καὶ πίστει μᾶλλον καὶ εὐχῇ, ἢ ὅπλοις [ὃς] καὶ στρατιωτικῇ δυνάμει ὑπερειδόμενος,
παρ' ἐλπίδα ἐποίει τὰ τῶν πολεμίων νικήματα. Ἀμέλει γοῦν τοῦ Σεναχειρὶμ μετὰ
πολλοῦ ὄγκου βαρβάρων ἐπελθόντος,καὶ τὴν Ἱερουσαλὴμ πε ριδονήσαντος, καὶ ὀνειδίζοντος
Θεὸν καὶ τοὺς πιστεύοντας εἰς αὐτὸν ἀνθρώπους, ὕβρεις δὲ ἐγγράφους πέμψαντος
τῷ Ἐζεκίᾳ κατὰ Θεοῦ, καὶ αὐτοῦ δεξάμενος τὸ βιβλίον ὁ Ἐζεκίας, καὶ ἀναγνοὺς
ἐνώπιον τοῦ Θεοῦ, ηὔξατο καὶ ἀπέδωκε Κυρίῳ τῷ Θεῷ ἡμῶν· ὅθεν παραχρῆμα τοῦ περιέχοντος αὐτὸν κινδύνου ἠλευθεροῦτο· οὕτως ἀθρόως καὶ
θαυμαστῶς τὴν παρὰ Θεοῦ βοήθειαν ἐλάμβανεν.Εἷς γὰρ ἄγγελος ἀπ' οὐρανῶν ἐν τῇ
νυκτὶ ξιφήρης καταδρα μὼν, ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας τῶν ἀλλοφύλων ἀνῄρει, μηδενὸς αὐτῶν ἰσχύοντος πρὸς τὴν τῆς
δεξιᾶς αὐτοῦ ὁρμὴν ἀντισχεῖν, ἵνα παιδευθῶσι τὰ τῶν ἀλλοφύ λων γένη
κατὰ Θεοῦ γλῶσσαν βλάσφημον μὴ ὀξύνειν Τοσοῦτον ἀγαθόν ἐστιν, ἀγαπητοὶ, τὸ εὔξασθαι,
καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν. ∆αυῒδ δὲ ὁ σοφώτατος, ἐπὶ Σαοὺλ τοῦ βασιλέως Ἰσραὴλ,
τῶν ἀλλοφύλων ἐπι στρατοπεδευσάντων κατὰ
τοῦ Ἰσραηλιτῶν γένους, καὶ ἕνα προβεβλημένων
πρὸς μονομαχίαν ἄνδρα τῇ τοῦ σώματος
ῥώμῃ γίγαντα, τῇ τῆς φρονήσεως γνώμῃ ὑπὲρ
γίγαντα, μεγάλα λαλοῦντα,
καὶ μεγάλα ἐπαγγελλόμενον· οὗτος δὲ ἦν ὀνόματι
Γολιὰθ, οὗ τὸ μέγεθος
Ἑβραίων παῖδες θεωρήσαντες, δειλίᾳ
καὶ φόβῳ πιεσθέντες πολλῷ συνείχοντο, τὴν τοῦ πολέμου συμβολὴν ἀποφεύγοντες·
γνοὺς δὲ ὁ ἀγχίνους ∆αυῒδ, ὅτι οὐδὲν ἰσχύει
πρὸς νίκην ὁλκὴ σώματος, οὔτε ὅπλων καὶ ἵππων
παράταξις (Οὐ σώζεται γὰρ βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται
ἐν πλήθει ἰσχύος αὐτοῦ· ψευδὴς ἵππος εἰς σωτηρίαν· ἐν δὲ πλήθει
δυνάμεως αὐτοῦ οὐ σωθήσεται),
λαβὼν πέντε λίθους, σύμβολον τῆς παρὰ Θεοῦ δεδομένης αὐτοῖς
Πεντατεύχου, ὁ μικρὸς, ὁ νεώτε ρος, ὁ παρὰ τοῖς ἰδίοις καὶ τοῖς ἀλλοφύλοις ἐξουδενωμέ
νος, μιᾷ λίθου βολῇ κατὰ τοῦ μετώπου
τύψας, ἐπὶ στόματος ἔφερε τὸν ὑπερήφανον γίγαντα.
Καὶ ἔστιν, ἀγαπητοὶ, ζητήσεως
ἄξιον, πῶς κατὰ τοῦ μετώπου λαβὼν 96 ὁ Γολιὰθ, οὐκ εἰς τὰ ὀπίσω ἐτρέπετο, ἀλλὰ ἐπὶ
πρόσ ωπον ἐῤῥήγνυτο. Ἦ δῆλον, ὅτι δεῖ νοεῖν
ἡμᾶς, ὅτι ἄγγελος ἦν ἑστὼς
ὄπισθεν τοῦ θεομάχου,
ἐπὶ πρόσωπον αὐτὸν ἀκοντίζων. Οὕτως ἀγαθόν ἐστι τὸ εὔξασθαι,
καὶ ἀπο δοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν.
βʹ. Μωϋσῆς δὲ ὁ μακάριος
τὸν τῶν Ἑβραίων
λαὸν ἐκ τῆς Αἰγύπτου
μεταναστήσας, καὶ ἐλθὼν παρὰ τὰ ῥεῖθρα τῆς ἐρυθρᾶς θαλάσσης, καὶ τῶν Αἰγυπτίων
μετὰ ὄχλου ἰσχυροῦ
καὶ πολυαρίθμου ἐπιδραμόντων, τῶν
δὲ Ἑβραίων μὴ δυναμένων
μηδὲ τῷ πολέμῳ ἀντιστῆναι, μηδὲ διὰ τῆς φυγῆς τὴν ἑαυτῶν σωτηρίαν
περιποιήσασθαι· ἔμ προσθεν γὰρ αὐτοῖς θάλασσα
ἥπλωτο φυγεῖν κωλύουσα, καὶ ὄπισθεν ὁ τῶν Αἰγυπτίων σκοτεινὸς
λαὸς ξιφήρης αὐτοῖς ἐπεσείετο· καὶ ὅσον περιχαρεῖς ἦσαν οἱ Ἑβραῖοι ἐπὶ τῇ τῶν πεπραγμένων
ἐννοίᾳ, τοσοῦτον ἀθρόως θεωρήσαντες τὸν Φαραὼ καὶ τοὺς Αἰγυπτίους,
τῷ φόβῳ συνείχοντο, καὶ ἠλαύνοντο χύδην ταῖς φροντίσιν, ὅπερ ἐλαύνεται θάλασσα σφοδρῶν πνευσάντων ἀνέμων
εἰς αὐτὴν, ὡς καὶ ἀποτολμήσαντας διὰ τὴν
ὑπερβολὴν τοῦ φόβου λέγειν
πρὸς τὸν Μωϋσέα· Ὁρᾷς ὅσον καὶ ἐπ' αὐτὴν ἥκει τὰ πράγματα τὴν τελευτὴν,
καὶ ὥσπερ εἰς τὰς ψυ χὰς ἡμῶν ἰλυσπᾶται ὁ φόβος; Ἤδη γὰρ ἡμᾶς ἀπειλοῦσι ὀρνέων
θοίνην γενέσθαι, συνιέντες ὡς εἰς ἐσχάτην ἥκαμεν, καὶ ὅτι παντάπασιν ἄπορά ἐστι
τὰ καθ' ἡμᾶς. Τί μέλλεις, Μωϋσῆ; Βέλτιον ἦν ἐν Αἰγύπτῳ τεθνάναι ἡμᾶς, ἢ ἐνταῦθα
ἐξελθόντας ἰδεῖν τὰ νήπια ἡμῶν καὶ τὰς γυναῖκας καὶ ἡμᾶς αὐτοὺς ὀρνέων καὶ
χερσαίων θοίνην καὶ σπαράγματα γιγνομένους. Τούτοις γὰρ μάλιστα πιστεύσας ὁ
Φαραὼ ὀδύνης γέμει, καὶ ὡς ἐν χερσὶν ἔχων τὸ κῦρος, αὐθαδιάζεται, καὶ πρὸς αὐτὸν Θεὸν θρα συστομεῖ. Τότε Μωϋσῆς πρὸς αὐτοὺς τί
φησι; Μὴ φοβεῖσθε, μηδὲ δειλιᾶτε· Εὔξασθε καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ ὄψεσθε
τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν ὑμῖν διδομένην. Κύριος πολεμήσει ὑπὲρ ἡμῶν, ὑμεῖς δὲ
σιωπήσεσθε. Τῆς δὲ τοιαύτης εὐχῆς πρὸς Θεὸν ἀναδο θείσης, εὐθὺς ἡ ὑγρὰ θάλασσα
εἰς ξηρὰν μετεστρέφετο, καὶ ἀνεμποδίστως αὐτοῖς καθυπούργει. Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ,
θαυμαστὸν θέαμα, τήν ποτε ἀφρομορφωμυ
ροῦσαν θάλασσαν τότε
σχιζομένην, καὶ τεῖχος δίυγρον, κυανόχροον, μελανόχροον, ἀῤῥαγὲς ἑκατέρωθεν τῷ Ἰσραὴλ
περιφρασσόμενον. Καὶ ἐπὶ τοσοῦτον ἀπῃωρεῖτο κρεμαμένη τὸ ὕδωρ, ἕως τοῦ Ἰσραὴλ,
ὡς ὅτε ἄνθρωπος
ἠρέμα καὶ βάδην πορευόμενος, τὸ τῆς θαλάσσης ὑπήρ χετο
πλάτος. Καὶ αὐτοὶ μὲν ὥσπερ διὰ χλοηφόρου πεδίου ἔδραμον χαίροντες, οἱ δὲ ἐχθροὶ
αὐτῶν Αἰγύπτιοι ὡσεὶ μόλυβδος ὑποβρύχιοι
ἐποντίζοντο. Οὕτως ἐστὶν ἀγαθὸν τὸ εὔξασθαι
καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἢ γὰρ οὐχὶ καὶ ἐν τῇ ἐρήμῳ ὕδατος καὶ ἄρτου ἐνδεεῖς
γενόμενοι; Πῶς γὰρ οὐκ ἔμελλον ἐν τῇ ἐρήμῳ ὑστε ρεῖσθαι ἄρτου καὶ ὕδατος, ὅπου
γε οὐκ ἄρουρα, οὐκ ἄμπελος, οὐ δένδρον, οὐ βοτάνη, οὐ σπόρος, οὐ θέρος; Ἀλλ' εὐχὴ
ἁγία καὶ οὐρανὸν αὐτοῖς μαννοδοτεῖν ἤνοιγε καὶ ἀέρα κρεοδοτεῖν, καὶ πέτραν ἀκροτοπηγόβρυτα
νά ματα βλαστάνειν ἡτοίμαζεν. Ὑπὸ γὰρ τῶν τριῶν τούτων στοιχείων ὑπηρετοῦντο, οὐρανοῦ,
ἀέρος καὶ πέτρας. Οὐρανὸς μὲν γὰρ αὐτοῖς χιονόχροον τὸ ὕδωρ
ἐκόχλαζε, καὶ ἀὴρ σεσιτευμένην αὐτοῖς
τὴν ὀρτυγομήτραν ἀκαμά τως προσέφερε.
Καὶ ἐπιλείψει μοι διηγουμένῳ καὶ ὁ τῆς ἡμέρας χρόνος τὰ τῶν πατέρων,
προφητῶν τε καὶ
βα σιλέων δι' εὐχῆς παρ' ἐλπίδα γεγενημένα νικήματα, τὰς ἐν νόσοις καὶ κινδύνοις καὶ τοῖς ἄλλοις χαλεπωτέροις πράγμασι δι' εὐχῆς γεγενημένας ἀγαθὰς καὶ
ζωοφόρους ἐκβάσεις.Τοσοῦτον γάρ ἐστι τὸ εὔξασθαι καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Εἴ τις ὑμῶν ἔν τινι πράγματι παρὰ ἀνθρώποις ἀπελπισμένῳ ἐνέχεται, ἢ ὑπὸ ἀνάγκης
τινὸς ἢ κινδύνου πεπίεσται, μνημονευσάτω ταύτης
τῆς γραφῆς· εὐξάσθω καὶ ἀποδότω Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ εὑρήσει τῆς ἀγαθῆς διδασκαλίας τὸ ζωοφόρον καὶ μα κάριον τέλος. Εἰ δέ τις βούλεται, ἀγαπητοὶ, καὶ ἄλλως
ἐκλαβεῖν τὸν στίχον
τῆς Γραφῆς, καὶ λέγειν, ὅτι τὸ εὔ ξασθαί ἐστι τὸ ἐπαγγείλασθαι, καὶ οὕτως
ἔσται ὁ λόγος ὠφέλιμος. Πολλαχῶς γὰρ παρὰ τῇ Γραφῇ ηὕραμεν τὸ εὔξασθαι ἀντὶ τοῦ
ἐπαγγείλασθαι· ὥς φησιν ἡ Σοφία· 97 Καλόν ἐστι τὸ μὴ εὔξασθαί σε, ἢ εὐξάμενον μὴ ἀποδοῦναι·
τουτέστι, τὸ μὴ ἐπαγγείλασθαι Θεῷ μᾶλλον,
ἢ ἐπαγγειλάμενον ψεύσασθαι. ∆ιὸ
παραγγέλλει, Καὶ μὴ ψεύσῃ λόγον ἐν καιρῷ προσευχῆς σου. Ηὔξω τὴν θυγα τέρα σου ἢ
τὸν υἱόν σου ἀπὸ νόσου βαρείας ὑγιαίνοντα
ἀπολαμβάνοντα, Θεῷ ἀφιεροῦν; Μὴ ψεύσῃ λόγον ἐν καιρῷ προσευχῆς σου. Ἀλλ'
ὡς ἡ μακαρία Ἄννα στεῖρα οὖσα τὸ πρὶν, εὐξαμένη, ὃ ἂν γεννήσει, Θεῷ ἀφιερῶσαι,
καὶ τοῦτο ποιήσασα, αὕτη μὲν γέγονεν εὐ λογίας αἰωνίου κληρονόμος· ὁ δὲ αὐτῆς υἱὸς
Σαμουὴλ, πρῶτος καὶ ἐκλελεγμένος ἐν προφήταις
λελόγισται, καὶ τοσοῦτον παρὰ Θεῷ ἐτετίμητο, ὡς μετὰ Μωϋσῆν αὐτὸν καὶ Ἀαρὼν
συγκαταριθμηθῆναι· Μωϋσῆς γὰρ καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν
τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Πρῶτον ἀγαθόν ἐστι τὸ
εὔξασθαι, τουτέστι, τὸ ἐπαγγείλασθαι· ταχέως
ἀπο δοῦναι μετὰ ἱλαρᾶς καὶ ἀγαθῆς προαιρέσεως.
Ἀγαθὸν γὰρ καὶ Ἱλαρὸν δότην
ἀγαπᾷ ὁ Θεός. Οὕτως Ἄβελ Θεῷ εὐηρέστησεν,ἐπειδὴ ἐξ ἱλαρᾶς καὶ ἀγαθᾶς προαι ρέσεως
τὰ δῶρα τῷ Θεῷ προσεκόμισε· Κάϊν δὲ ἀπήρεσε Θεῷ, ἐπειδὴ οὐκ ἐξ ἱλαρᾶς καρδίας, ἀλλ'
ὡς ἐκ λύπης καὶ ἀνάγκης τὰ δῶρα τῷ Θεῷ προσέφερεν, ἐπὶ τῇ τοῦ ἀδελφοῦ εὐδοξίᾳ
λυπηθείς. ∆εινὸν δὲ τὸν σπινθῆρα τοῦ φθόνου
ἐν τῇ καρδίᾳ ἀνακινήσας, πρὸς δολοφονίαν
ἐξεκαίετο, ἀνθ' ὧν ἔδει μιμησάμενον
αὐτὸν τὴν τοῦ ἀδελφοῦ φιλόθεον γνώμην, ἰσόῤῥοπον τῷ ἀδελφῷ τὴν τιμὴν παρὰ τῷ Κυρίῳ κομίσασθαι. Νῦν δὲ μήτε πρὸς τὸ
ὁμόφυλον καὶ συγγενὲς ἀπιδὼν, μήτε τὸν Θεὸν ἐφορῶντα
τῆς ἑαυτοῦ ἀθεμίτου
πράξεως ψηφισάμενος, λόγοις ἀπατηλοῖς
τὸν νεανίαν ἐπὶ τὸ πεδίον ἑλκύσας, τὸ
φαιδρὸν ποίημα Θεοῦ τῷ φόνῳ διέλυσεν. Οὗτος
πρῶτος ἀδελφοκτονίαν εἰργάσατο, πρῶτος τὴν
γῆν αἵματι ἐμίανε, πρῶτος πύλας
θανάτου ἠνέῳξεν. Οὔπω
γὰρ ἦν θάνατος
γευσάμενος ἄνθρωπον, εἰ μὴ Κάϊν διὰ τοῦ φθόνου τὸν φόνον ἐκύησε. Τί γάρ
σε ἔβλαπτε, Κάϊν, ἡ τοῦ Ἄβελ ζωή; ἢ τί σε ὠφέλησεν ἐκείνου ὁ θάνατος; ἢ γὰρ οὐχὶ
μᾶλλον καὶ ἔβλαψεν; Ἰδοὺ γὰρ ἀστάτως τῷ νῷ καὶ τρόμῳ τὸ ζῇν ἐξετέλεσας.
γʹ. Ὦ φθόνε, ὑποκρίσεως
ἀδελφὲ, δόλου δημιουργὲ
φόνου σπορεῦ,δρακόντιον σπέρμα,
θανατόπνοον ἄνθος. Τί μιαρώτερον φθόνου;
Ἀλλ' οὐδέν. Τί δὲ καὶ ἐκύησε θάνατον; Ἀλλ' οὐδὲν ἕτερον, εἰ μὴ φθόνος, καθὼς
μαρτυρεῖ μοι ἡ Γραφὴ λέγουσα, ὅτι Ὁ Θεὸς θάνατον οὐκ ἐποίη-σεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰσῆλθεν
εἰς τὸν κόσμον. Ἐμοὶ δοκεῖ, ἀγαπητοὶ, τὸν φθόνον ἐξεύρεμα εἶναι τοῦ δράκοντος·
καὶ ἀμήχανόν ἐστιν ἔχειν τινὰ φθόνον, ἐὰν μὴ ὁ ὄφις προσερπύσας τινὶ λαθραίως,
καὶ ἐκ τῆς αὐτοῦ καρδίας ἐμέσας τὸν ἰὸν εἰς τὴν
τοῦ δεχομένου καρδίαν ἐμβάλλῃ
τὸν φθόνον. Οὕτω γὰρ εἰς τὴν αὐτὴν
τοῦ ὄφεως τάξιν καὶ δύναμιν ὁ φθονερὸς ἀπολήγει. Εἶδες τὸν φθονερόν; εἶδες
τὸν ὄφιν; Λαλεῖ σοι ὡς φίλος τὰ ἴδια, καὶ μανθάνει παρὰ σοῦ τὰ σὰ ὡς ἐχθρός
σου. Προσέρχεται ὁ ὄφις τῇ Εὔᾳ ὡς φίλος, γλυκέσι ῥήμασιν αὐτὴν μαγεύων,
πικροῖς δὲ νοήμασιν αὐτὴν παγιδεύων·
ἐπὶ στόματος φέρων τὸ μέλι, ἐν τῇ καρδίᾳ κρύπτων τὸ ξίφος· τὴν κεφαλὴν ἀλλαχοῦ ἀποκλίνων, καὶ τὴν κέρκον ἀλλαχοῦ σοι λοξεύων. Προσέρχεται
τῷ Ἄβελ ὁ Κάϊν ὡς φίλος· λαλεῖ εἰρηνικὰ, καὶ νοεῖ πολεμικά· ὁ δόλος ἐπὶ στόματος
αὐτοῦ ἐφέρετο, καὶ ὁ φθόνος ἐν τῇ
καρδίᾳ αὐτοῦ ἐσκιάζετο. Προσέρχεταί σοι ὁ
φθονερός· λαλεῖ σοι τὰ ἴδια, λόγοις ἀπατηλοῖς καὶ γέλωτι χλιαρῷ προσδιαλεγόμενός
σοι τὸ πρόσωπόν σου φαιδρύνει, τὴν διανοιάν σου ἀνοίγει, ἵνα τὴν ἐγκεκρυμμένην ἐνθήκην
τῆς διανοίας σου ἐκκενώσῃ. Μανθάνει τὰ μυστήριά σου λέγων, καὶ προσφέρει τὰ
κρυπτά σου ἐπὶ πάντων. Κἂν κολακεύῃς αὐτὸν, οὐκ ἔτι ἀνέχεται, οὐκ ἔτι γελᾷ, οὐκ
ἔτι μειδιάσματι τὸ πρόσωπον αὐτοῦ 98 ὑποχαλᾷ,
ἀλλ' ἕστηκεν αὐστηρῶς κατηγορῶν,
καὶ μὴ κινούμενος, ἕως οὗ ἐπίδῃ τὴν ἀσχημοσύνην σου, καὶ τότε γελάσει. Ἐὰν ἐν
συμποσίῳ τι κατὰ σοῦ λαλῆται, ἐκεῖνος τὰ ὦτα ἀνοίγει. Εὖγε. Ἐάν τι λαλῆται ὑπὲρ
σοῦ, ἐκεῖνος ἄλλους λόγους ἐμβαλὼν ῥαίνει τὴν διάνοιαν τῶν ἀκουόντων, ἵνα μὴ τὰ
σὰ λαλούμενα καὶ ἀπόντι σοι δόξαν προσφέρωσι. Τί πονηρότερον φθονεροῦ;
Ἀλλ' οὐδέν. Ἐν ποίοις θηρίοις
συναριθμηθήσεται ὁ τοιοῦτος; Ἐὰν
λέοντι ἢ παρδάλει αὐτὸν συνεικάσῃς, εὑρήσεις ἐν τῷ φθονερῷ τὸ πονηρόν.Πᾶν γὰρ ζῶον ἀγαπᾷ τὸ ὅμοιον ἑαυτοῦ·
ὁ δὲ φθονερὸς τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, καὶ τοῦτον φονεύει.
Οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, καὶ οἱ ἀδελφοὶ τὸν Ἰωσὴφ διὰ φθόνον πιπράσκοντες
ἔτραγον. Ὁ ὄφις διὰ φθόνον τὴν Εὔαν ἠπάτησε, καὶ Κάϊν τὸν Ἄβελ
διὰ φθόνον ἐφόνευσε. Τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ
θαλάσσῃ ἐξένισε, Σαοὺλ δὲ διὰ φθόνον ἐδίωκε
τὸν ∆αυΐδ. Οἱ λέοντες τὸν ∆ανιὴλ ἐνετράπησαν,
οἱ δὲ Ἰουδαῖοι
τὸν Χριστὸν διὰ φθόνον
ἐσταύρωσαν. Αἱ ἀσπίδες κολακευόμεναι
ἡμεροῦνται, οἱ δὲ φθονεροὶ εὐεργετούμενοι πλέον ἐξάπτονται. Ἀλλ' ἵνα μὴ δόξωμεν,
ἀγαπητοὶ, ἐπιπολὺ ἐρεσχελεῖν καὶ ἔξω βαίνειν τῶν ἀρτίως ἀναγνωσθέντων, ἐπανέλθωμεν
ἐπὶ τὸ προκείμενον. Εὔξασθε καὶ ὑμεῖς οἱ φθονούμενοι, ἵνα μὴ ὑπὸ τῶν
φθονούντων πάθητέ τι τῶν ἀνηκέστων, μήτε τῷ αὐτῷ νοσήματι περιπέσητε. Ὁ γὰρ δοκῶν
ἑστάναι, βλεπέτω μὴ πέσῃ. Εὔξασθε καὶ ὑμεῖς οἱ φθονοῦντες, ἵνα τὸν ἰὸν τοῦ δρά-κοντος ἐξεμέσαντες, ἐν
καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως τὸν οὐράνιον ἄρτον ὑποδέξησθε. Εὔξασθε καὶ ἀποδῶτε
Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Πολλὰ ἰσχύει,
ἀγαπητοὶ, εὐχὴ, τὰ
παρὰ ἀνθρώποις ἀδύνατα
δυνατὰ καθιστῶσα. Ηὔξατο Μωϋσῆς, καὶ τὴν θάλασσαν ἐξήρανε, καὶ τοὺς Ἑβραίους
ὡς διὰ χλοηφόρου πεδίου διήγαγεν. Ηὔξατο Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὰ Ἰορδάνια ῥεύματα
ἐνεπόδισε, καὶ ἐπληρώθη τὸ γεγραμμένον· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ,
Ἰορδάνη, ὅτι ἐστράφης
εἰς τὰ ὀπίσω;
Ηὔξατο Ἠλίας ὁ ἁρματηλάτης, καὶ ὀμβροτόκους νεφέλας ἐχαλίνωσε, καὶ ταύτας πάλιν δι' εὐχῆς ἀνέῳξεν. Ηὔξατο ὁ αὐτὸς Ἠλίας, καὶ τῇ πενιχρᾷ χήρᾳ τὸ ἄλευρον
καὶ τὸ ἔλαιον καθ' ἑκάστην ἡμέραν πίστει μεμετρημένον ἐδίδω. Ηὔξατο ὁ τούτου
μαθητὴς Ἐλισσαῖος, καὶ ἡ Σωμανῖτις στεῖρα οὖσα τὸ πρὶν, παρ' ἐλπίδας ἐγέννα. Ηὔξατο
∆ανιὴλ, καὶ τὸν Βὴλ κατέστρεψε, καὶ τὸν δράκοντα
ἀπέκτεινε, καὶ τοὺς
λέοντας ἀναβλέπειν εἰς
οὐρανὸν ἐπαιδαγώγησεν. Ηὔξαντο οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ, καὶ ἡ παφλάζουσα
φλὸξ τῆς καμίνου ἐσβέννυτο. Ηὔξατο Ἐζεκίας, καὶ τὴν ἑαυτοῦ ἀῤῥωστίαν ἰασάμενος
θάνατον ἔλυσε, καὶ πεντεκαιδεκαετῆ χρόνον ζωῆς ἀπελάμβανεν. Ηὔξατο Ἰωνᾶς, καὶ τὸ
κῆτος ἡμέρωσε, καὶ ἐν τριημέρῳ φιλοξενεῖν
αὐτὸν ἐδίδαξεν, ἵνα δειχθῇ ὅτι τοῖς ἁγίοις καὶ ἐν βυθοῖς
θαλάσσης ξενία εὑρίσκεται.
Ηὔξατο ὁ εὐσεβέστατος Τωβίας τυφλὸς ὑπάρχων, καὶ ἐκ χειρὸς
ἀγγέλου τὸ φέγγος
ἐλάμβανεν. Ηὔξατο Σάῤῥα ἡ
τοῦ Ῥαγουὴλ ἐν Ἐκβατάνοις,
καὶ τὸν ἀνδροκτόνον
δαίμονα ἐφυγάδευσεν. Ηὔξαντο Σίλας καὶ Παῦλος ἐν τῇ φυλακῇ
ὑπάρχοντες, καὶ ἡ γῆ ἐτρόμαξεν, αἱ
θύραι τῆς φυλακῆς ἠνεῴχθησαν, αἱ σιδηραῖ ἁλύσεις τῶν δεσμῶν ἀπέπεσαν, καὶ πάντες οἱ δεσμῶν ἔνοχοι ἐλεύθεροι ἀνεδείκνυντο. Ηὔξατο
Πέτρος, καὶ τὴν Ταβιθὰν ἐκ νεκρῶν ἐξανέστησεν. Ηὔξατο ὁ αὐτὸς Πέτρος ἐν Ῥώμῃ,
καὶ πετόμενον Σίμωνα ἐξ ἀέρος κατήνεγκε, καὶ ἐμπαίζειν αὐτὸν
τοῖς Ῥωμαίοις οὐ
συνεχώρησεν οὐκέτι. Εὐχὴ νεκροὺς ἀνεγείρει, δαίμονας φυγαδεύει, νόσους ἰᾶται, θανάτους ἐκλύει. Ὢ εὐχὴ, ζωῆς χορηγὴ, ὑγιείας ἐνθήκη, ἐλπιδοφόρον
ἄνθος. Εὔξασθε οὖν καὶ ὑμεῖς, ἀγαπητοὶ, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· ὅτι αὐτῷ
πρέπει πᾶσα δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική
εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Η ηλεκτρονική
επεξεργασία, επιμέλεια και
μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με
αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου