Τρίτη 4 Οκτωβρίου 2016
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ΡΜΑʹ ΨΑΛΜΟΝ.Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,
φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
αʹ. Ὁρᾷς πῶς πανταχοῦ τοῦτο ποιεῖ, καὶ ἀπὸ ταύτης προοιμιάζεται τῆς ἀρχῆς, καὶ δεύτερον ἐνταῦθα
Φωνῇ καὶ Φωνῇ λέγει; Ποιεῖ δὲ τοῦτο
οὐχ ἁπλῶς, ἀλλ' ὥστε διδάξαι ἡμᾶς δύο ταῦτα διὰ τοῦ διπλασιασμοῦ, τό τε εὔτονον τῆς προθυμίας, τό τε συντεταμένον τῆς διανοίας·
καὶ πρὸς τούτοις ἔτι τὸ αὐτοῦ εἶναι τὴν φωνήν.
Οὐ γὰρ πάντες οὔτε φωνῇ βοῶσιν, οὔτε πρὸς τὸν Θεὸν, οὔτε τῇ οἰκείᾳ.
∆εῖ δὲ ἅπαντα ταῦτα συνελθεῖν. Ὁ κατ' ἐχθρῶν
βοῶν, οὐκ ἀνθρώπου φωνὴν
προΐεται, ἀλλὰ θηρίου
καὶ ὄφεως. Ὁ ῥᾳθυμῶν, καὶ μὴ ἀκούων ὧν λέγει, οὐ πρὸς τὸν Θεὸν βοᾷ, ἀλλὰ
ἁπλῶς καὶ εἰκῆ φθέγγεται. Ὁ μὴ διεγείρων τὴν διάνοιαν,
κἂν μεγάλα κράζῃ, πάλιν οὗτος οὐ
βοᾷ Φωνὴ γὰρ, ὃ πολλάκις ἔφθην εἰπὼν,
οὐ τὸν τόνον δηλοῖ
τοῦ πνεύματος, ἀλλὰ τὴν συντεταμένην διάνοιαν.
Ἀλλ' οὐχ οὗτος οὕτως·
ἀλλὰ τρία ταῦτα συνάγει, καὶ δείκνυσιν, ὅτι τε φωνῇ βοᾷ, καὶ πρὸς τὸν Θεὸν, καὶ τῇ ἑαυτοῦ φωνῇ. ∆ιὰ τοῦτο δεύτερόν φησι, Φωνῇ μου καὶ Φωνῇ
μου. Ἐκχεῶ ἐνώπιον αὐτοῦ
τὴν δέησίν μου, τὴν
θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Εἶδες ψυχὴν
τῶν βιωτικῶν ἀπηλλαγμένην; Οὐδὲ γὰρ πρὸς ἀνθρώπους κατέφυγεν,
οὐδὲ τὰς παρὰ τούτων ἐξῄτησε συμμαχίας, ἀλλὰ πρὸς τὴν ἀχείρωτον βοήθειαν, καὶ τὴν ἄνωθεν ῥοπήν. Εἶτα τὸ συντεταμένον τῆς διανοίας,
καὶ τὴν θερμότητα, ἣν εἶχεν ἐναποκειμένην, διὰ τῆς λέξεως ταύτης ἐμφῆναι βουλόμενος, Ἐκχεῶ, φησὶ, μετὰ πολλῆς τῆς
δαψιλείας. Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐ
μικρὸν καὶ αἱ θλίψεις εἰς φιλοσοφίαν
συμβάλλονται· τοῦτο γὰρ τῆς θλίψεως ὁ καρπός· μηδεὶς τοίνυν φευγέτω αὐτήν.
∆ύο γὰρ ταῦτα ἔχει τὰ κέρδη· ἓν μὲν, ὅτι τε σπουδαιοτέρους ἐργάζεται καὶ
προσεκτικωτέρους· ἕτερον δὲ, καὶ ὅτι οὐ μικρὸν ἡμῖν δικαίωμα εἰς τὸ ἀκουσθῆναι
γίνεται. ∆ιά τοι τοῦτο καὶ αὐτὸς οὐκ εἶπε, Τὴν δικαιοσύνην μου, οὐδὲ, Τὰ κατορθώματά
μου, ἀλλὰ, Τὴν θλίψιν μου, ὡς οὐ μικρᾶς καὶ ταύτης οὔσης αὐτῷ συνηγορίας. ∆ιὰ
τοῦτο καὶ ὁ Ἡσαΐας, Παρακαλεῖτε, φησὶ, τὸν
λαόν μου, ἱερεῖς· λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου
διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Καὶ ὁ Παῦλος· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον
τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ Κορινθίοις ἐπιστέλλων, ἔλεγε· ∆ιὰ τοῦτο ἐν ὑμῖν
πολλοὶ ἀσθενεῖς, καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται
ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν,
οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ
κατακριθῶμεν. Καὶ τῷ πλουσίῳ ὁ Ἀβραὰμ ἔλεγε·
Ἀπέλαβες τὰἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν μὲν οὗτος
παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ὁ ∆αυῒδ δὲ ἡνίκα αὐτὸν κατηράσατο ὁ Σεμεεὶ, ἔλεγεν·
Ἄφες αὐτὸν καταρᾶσθαί
με, ὅτι Κύριος αὐτῷ ἐνετείλατο,
ὅπως ἂν ἴδῃ τὴν
ταπείνωσίν μου. Καὶ πανταχοῦ τῶν Γραφῶν εὑρήσομεν, ὅτι οἱ τὰς θλίψεις εὐχαρίστως φέροντες, οὐ μόνον πολλὰ τῶν ἁμαρτημάτων
διαλύονται, ἀλλὰ καὶ οὐ μικρὰν ἐντεῦθεν κτῶνται
πρὸς τὸν Θεὸν τὴν παῤῥησίαν. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ὅτε μάλιστα
οἱ μικρόψυχοι τῶν ἀνθρώπων ἀναπίπτουσι,
πολλοὶ δὲ καὶ δύσφημα ῥήματα φθέγγονται,
τότε οὗτος μάλιστα φιλοσοφεῖ, διδάσκαλον ἔχων τῆς σπουδῆς τὴν θλίψιν.
Ὅταν οὖν ἴδῃς τινὰ ἀπογινώσκοντα ἀπὸ θλίψεως,
ἢ πικρόν τι ῥῆμα φθεγγόμενον, μὴ
τὴν θλίψιν αἰτίαν ἡγοῦ, ἀλλὰ τὴν μικροψυχίαν τοῦ ταῦτα λαλοῦντος. Τῆς γὰρ θλίψεως ἡ φύσις
τὰ ἐναντία κατασκευάζειν εἴωθε, προσοχὴν, συντριβὴν διανοίας,
συντεταμένην γνώμην, εὐλαβείας
ἐπίτασιν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ θλίψις ὑπομονὴν
κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν.
Εἰ δὲ Ἰουδαῖοι θλιβόμενοι ἐγόγγυζον,
οὐ τῆς θλίψεως, ἀλλὰ τῆς ἐκείνων ἀνοίας ἦν τὰ τοῦ γογγυσμοῦ ῥήματα· ἐπεὶ οἱ ἅγιοι
θλιβόμενοι, λαμπρότεροι καὶ φιλοσοφώτεροι ἐγίνοντο.
∆ιὸ καὶ ἔλεγεν αὐτὸς οὗτος·
Ἀγαθόν μοι, Κύριε, ὅτι
ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ
δικαιώματά σου. Καὶ ὁ Παῦλος·
Καὶ τῇ ὑπερβολῇ
τῶν ἀποκαλύψεων, ἵνα
μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ.
Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι χάρις μου. Ἡ
γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται· διὸ εὐδοκῶ ἐν θλίψεσιν, ἐν ἀσθενείαις, ἐν
διωγμοῖς. Ὅτε γὰρ ἀσθενῶ, τότε
δυνατός εἰμι. Ὁρᾷς καὶ τοῦτον ἐν τῇ θλίψει
μᾶλλον διεγειρόμενον, καὶ πρὸς
τὸν Θεὸν καταφεύγοντα, καὶ
μειζόνως ἀντεχόμενον αὐτοῦ
μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ ἐν αὐτῷ τῷ πυθμένι τῶν
κακῶν τοῦτο γάρ ἐστιν, Ἐν τῷ ἐκλείπειν ἐξ
ἐμοῦ τὸ πνεῦμά μου, καὶ τότε μάλιστα σπουδαιότερον γινόμενον; Τὸ δὲ, Σὺ ἔγνως τὰς τρίβους μου, ἕτερος
ἑρμηνευτὴς εἶπε, Σὺ γὰρ
οἶδας. Ἐν ὁδῷ ταύτῃ,
ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον·
καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἐνταῦθα τὴν ἐπίτασιν
τῆς συμφορᾶς καὶ τὰ δεινὰ
αὐξόμενα δείκνυσι, καὶ τῶν
πολεμίων τὰς ἐπιβουλὰς,
πῶς προσῄεσαν καὶ ἐγγυτέρω ἐγίνοντο,
βουλόμενοι ὑποσκελίσαι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ
μόνον οὐκ ἦσαν αὐτῷ τινες
βοηθοὶ ἢ σύμμαχοι, ἀλλ' οὐδὲ ἐπεγίνωσκον.
βʹ. Τοῦτο ἡ ἐπίτασις τῆς ἐρημίας, ἡ ὑπερβολὴ
τῆς . ἀλλοτριώσεως· ὀλίγων γάρ ἐστι τὸ ἐν συμφοραῖς
παρεῖναι καὶ βοηθεῖν,
καὶ μάλιστα ὅταν αἱ συμφοραὶ κινδύνους ἀπειλῶσιν.
Ἀλλὰ τοῦτο οὐ μόνον αὐτὸν οὐκ ἔβλαψεν, ἀλλὰ καὶ μειζόνως ὠφέλησε, πρὸς τὸν Θεὸν αὐτὸν
οἰκειῶσαν. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἴδῃς αὐξόμενα τὰ δεινὰ, μὴ ἀναπέσῃς, ἀλλὰ
νῆφε μειζόνως. ∆ιὰ γὰρ τοῦτο ἀφίησιν ὁ Θεὸς αἴρεσθαι αὐτὰ, ἵνα σου τὴν ῥᾳθυμίαν ἀποτινάξῃ,
ἵνα σε ἀφυπνίσῃ καθεύδοντα. Τότε γὰρ πάντα τὰ περιττὰ περικόπτεται, τότε
πάντα ἐκφυσᾶται τὰ
βιωτικὰ, τότε ἐν
προσευχῇ σπουδαιότερος γίνεται, πρὸς ἐλεημοσύνην προθυμότερος, πρὸς ὑπεροψίαν
γαστρὸς, καὶ ἕκαστον πάθος εὐκαταγώνιστον γίνεται, ὑπὸ τῆς θλίψεως φυγαδευόμενον. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν οὐχὶ κολάσαι βουλόμενος,
λύπαις ἡμᾶς συνέδησε καὶ πόνοις, εἰ καὶ ἐν τάξει κολάσεως τὴν ἀπόφασιν τέθεικεν,
ἀλλὰ σωφρονίσαι καὶ βελτίους ἐργάσασθαι. Εἰ γὰρ καὶ λύπης ἐπικειμένης,
καὶ τοῦ βίου ἐπιμόχθου ὄντος, τοσαύτη κρατεῖ κακία· εἰ μηδὲν τούτων ἦν, ποῦ
οὐκ ἂν ἐξέβη τὰ τῆς πονηρίας; Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῆς ψυχῆς, ὅπου γε καὶ ἐν
τοῖς σώμασιν ἀγαθὸν ἡ θλίψις; Καὶ γὰρ τὸ εἰς ἄκραν εὐπάθειαν ἐξάγεσθαι τὴν σάρκα ἐπιβλαβές· ἄλλως
τε καὶ τὸ πολλαχόθεν ἐπιβουλὰς
συνίστασθαι, νήφειν ποιεῖ· κἂν προσέχωμεν, οὐδὲν βλαπτόμεθα. ∆ιὸ καί τίς φησιν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων
πόλεων περιπατεῖς· καὶ οὗτος, Ἐν ὁδῷ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Εἰ δέ
τις καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκλάβοι, ὄψεται
τὸν διάβολον αὐτὸ ποιοῦντα, οὐ πόῤῥωθεν,
ἀλλὰ πλησίον κρύπτοντα τὰς ἐπιβουλάς.
∆ιὸ
καὶ πολλῆς ἡμῖν
δεῖ τῆς νήψεως.
Κρύπτει γὰρ παγίδα,
ἐν ἐλεημοσύνῃ τὴν κενοδοξίαν, ἐν νηστείᾳ τὴν ἀλαζονείαν, οὐκ
ἐν ἑτέροις, ἀλλὰ ἐν αὐταῖς ταῖς ὁδοῖς, αἷς
βαδίζομεν, ὅπερ ἐστὶ καὶ χαλεπώτερον. Ἀπώλετο
φυγὴ ἀπ' ἐμοῦ. Ὅρα πάλιν ἑτέραν προσθήκην τῶν δεινῶν. ∆είκνυσι γὰρ οὐ μόνον ὅτι ἐν ταῖς ὁδοῖς αἱ
παγίδες, οὐδ' ὅτι οὐδεὶς ἦν ὁ βοηθῶν,
οὐδὲ ὁ ἐπιγινώσκων· ἀλλ' ὅτι οὐδὲ τὸ λειπόμενον αὐτῷ
πρὸς ἀπαλλαγὴν, τὸ φυγῇ τὴν σωτηρίαν πορίσασθαι, ῥᾴδιον καὶ εὔκολον ἦν.
Οὕτως ἐν μέσοις ἀπείληπτο τοῖς κακοῖς,
καὶ ἐν ἀφύκτῳ
συμφορᾷ ἦν, ἀλλ' ὅμως καὶ οὕτως οὐκ ἀπεγίνωσκε. Καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν
ψυχήν μου, τουτέστιν, ὁ ἀμύνων, ὁ βοηθῶν. Τί οὖν αὐτός; ἆρα ἐν τοσαύτῃ ἀπορίᾳ
καὶ ἀμηχανίᾳ ὢν ἀπέγνω τὴν σωτηρίαν; Οὐδαμῶς· ἀλλὰ πρὸς τὸν Θεὸν καταφεύγει εὐθέως,
καὶ λέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα, Σὺ εἶ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων.
Ὁρᾷς νῆψιν ψυχῆς; Οὐκ ἐβάπτισεν αὐτὸν τὰ δεινὰ, ἀλλὰ μᾶλλον ἐπτέρωσε, καὶ ἐν ἀπόροις ὢν, ἔγνω τὴν ἄμαχον
χεῖρα καὶ τὴν παναλκῆ δύναμιν, καὶ τὴν ἐν
ἀμηχάνοις εὐκολίαν. Εἶπα, σὺ εἶ ἐλπίς μου. Τὰ ἀνθρώπινα, φησὶ, πάντα
ἐλήλεγκται, καὶ ὁ χειμὼν μείζων
συμμαχίας οὕτως ἁπάσης, ὡς οὐδεμιᾷ
τέχνῃ οἷόν τε εἶναι περιγενέσθαι
τοῦ ναυαγίου. Ἀλλ' ὅμως
εἰ καὶ παρὰ ἀνθρώποις ταῦτα ἀπέγνωσται, καὶ πάντες
ἀπηγορεύσαμεν, ἀλλὰ σοὶ πάντα
ῥᾴδια· ὅθεν καὶ ἐλπίζοντες οὐκ ἀποναρκῶμεν. Μερίς μου εἶ ἐν γῇ ζώντων. Τουτέστιν, ὁ κλῆρός μου, ὁ θησαυρός μου, ὁ πλοῦτός μου, τὰ πάντα
αὐτὸς εἶ. Ἐν γῇ ζώντων. Γῆν ζώντων ἐνταῦθα
τὴν οἰκείαν πατρίδα καλεῖ. Οἶδε γὰρ πολλάκις τὴν αἰχμαλωσίαν τὴν εἰς Βαβυλῶνα ᾅδην
καὶ θάνατον καλεῖν. Εἶτα ἐπειδὴ ἐν μὲν ἀλλοτρίᾳ
ὢν, οὐδεμίαν λατρείαν ἐπετέλει τὴν εἰωθυῖαν,
ἐκεῖ δὲ τὰ τῆς ἁγιαστίας ἅπαντα ἐπληροῦτο, διὰ τοῦτό φησι, Μερίς μου εἶ ἐν
γῇ ζώντων. Ἀεί μου προέστης, φησὶ, καὶ ᾠκειώσω με ἐν γῇ ζώντων, καὶ πολλή μοι
πρὸς σὲ γέγονε κοινωνία. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ὁρᾷς
πῶς ὅπερ ἀνωτέρω ἔλεγε, τοῦτο καὶ ἐνταῦθα ἀντὶ συνηγορίας τίθησι, τὸ ταπεινωθῆναι
λέγω, τὸ δίκην δοῦναι
τῶν ἡμαρτημένων μεθ' ὑπερβολῆς. Τὸ δὲ, Σφόδρα,
οὐ τῆς τῶν γενομένων κατηγορίας ἐστὶν, ἀλλὰ τῆς λύπης
καὶ τῆς ἀσθενείας τοῦ πάσχοντος. Ἂν μὲν γὰρ πρὸς τὴν ἀξίαν τῶν ἁμαρτημάτων ἴδῃς, οὐ σφοδρὰ ἡ ταπείνωσις· ἂν δὲ πρὸς τὴν ἀσθένειαν τοῦ φέροντος,
σφοδρὰ μεθ' ὑπερβολῆς. Οὐδαμοῦ γὰρ ὁ Θεὸς ἀξίαν ἀπαιτεῖ τῶν πλημμελημάτων
τιμωρίαν. Εἰ δὲ τοῖς πάσχουσιν ἀφόρητος εἶναι δοκεῖ, οὐ παρὰ τὴν φύσιν τῶν
γινομένων, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν ὑπομενόντων.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἰδοὺ καὶ ἄλλη αἰτία πάλιν, ἡ ἄδικος
ἐπιβουλὴ τῶν ἐπηρεαζόντων,
καὶ τὸ εἶναι
αὐτὸν ἐν ἀσθενείᾳ
πολλῇ· Ἐξάγαγε ἐκ φυλακῆς
τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι
τῷ ὀνόματί σου. Τὸ ἐξομολογήσασθαι ἐνταῦθα
ἀντὶ τοῦ εὐχαριστῆσαί
ἐστιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν·
Ἀπάλλαξόν με τῶν δεινῶν. Φυλακὴν γὰρ τὴν
τῶν συμφορῶν ὑπερβολὴν αἰνίττεται.
γʹ. Ὥστε εὐχαριστῆσαι τῷ ὀνόματί σου. Οὐ μικρὸν καὶ τοῦτο, τὸ ἐν εὐημερίᾳ γενομένους μὴ εἰς λήθην ἐμπεσεῖν τῆς εὐεργεσίας. Πολλοὶ
γὰρ τῶν ἀνθρώπων
ἐν θλίψεσι μέν εἰσι σπουδαιότεροι, ἐν ἀνέσει δὲ ῥᾳθυμότεροι· ἕτεροι
πάλιν ἐν ἀνέσει ῥᾴθυμοι, καὶ ἐν θλίψεσιν ἀπογινώσκοντες ἑαυτῶν, ὑπτιώτεροι γινόμενοι. Ἀλλ' οὗτος ἐν ἑκατέρᾳ
τῇ τῶν καιρῶν διαφορᾷ
μένει τὴν αὐτὴν
εὐλάβειαν διατηρῶν· οὔτε γὰρ ἡ θλίψις αὐτὸν ἀναπεσεῖν ἐποίησεν, ἀλλὰ μᾶλλον
συνήγαγε πρὸς τὴν δέησιν καὶ τὴν εὐχήν· οὔτε ἡ ἄνεσις ὕπτιον
κατεσκεύασεν, ἀλλὰ καὶ τότε πρὸς εὐχαριστίαν παρασκευάζεται. Ἐμὲ ὑπομενοῦσι δίκαιοι,
ἕως οὗ ἀνταποδῷς μοι. Ἕτερος, Στεφανώσονται δίκαιοι, ὅταν εὐεργετήσῃς με. Τί ἐστι τοῦτο;
Καὶ τοὺς δικαίους, φησὶ, τοῦτο ὠφελήσει. Καὶ γὰρ
καὶ ἐκεῖνοι εὐφρανθήσονται, χαρήσονται,
σκιρτήσουσιν, ἰδόντες μου τὴν ἀπαλλαγὴν τῶν
δεινῶν. Τοιαῦται γὰρ αἱ τῶν ἁγίων
ψυχαί· καὶ τοῖς πάσχουσι κακῶς
συναλγοῦσι, καὶ εὐθηνουμένοις οὐ βασκαίνουσιν,
ἀλλὰ καὶ χαίρουσι, καὶ συνευφραίνονται καὶ συνήδονται τοῖς εὐεργετουμένοις. Ὃ καὶ Παῦλος ἐκέλευσε λέγων, Χαίρειν μετὰ
χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Οὐ μικρὰ δὲ αὕτη ἀρετή. Πολλοὶ γὰρ καὶ κειμένοις
ἐφήδονται, καὶ ἀνισταμένοις βασκαίνουσιν,
ἐξ ὠμότητος καὶ ἀπανθρωπίας πολλῆς ἑκάτερα
τὰ πάθη τίκτοντες.
Ἀλλ' οὐχ οἱ δίκαιοι οὕτως,
ἀλλ' . ἑκατέρας ταύτης τῆς
κακίας ἀπηλλαγμένοι, καὶ
ἐλεήμονες ὄντες καὶ φιλάνθρωποι, τὰς ἀρετὰς ταύτας κτῶνται. Ὥσπερ οὖν ἐκεῖνοι ἐξ ὠμότητος
ἀμφότερα πάσχουσιν, οὕτως οὗτοι
ἀπὸ φιλανθρωπίας, τῷ
τε συμπάσχειν ἀλγοῦσι,
τῷ τε συγχαίρειν εὖ πάσχουσι. ∆ιὰ τί δὲ εἶπεν, Ἀνταποδῷς μοι; Ὁ μὲν ἕτερός φησιν, Ὅταν εὐεργετήσῃς με.
Οἱ δὲ ἄλλοι, Ἀνταποδῷς καὶ ἀμείψῃ με. Καίτοι γε ἀνωτέρω θλίψιν καὶ ταπείνωσιν εἶπεν, οὐ κατορθώματα, καὶ παῤῥησίαν τὴν ἀπὸ
τῶν ἔργων. Ἀντὶ τίνος δὲ καὶ ἀνταπόδοσιν
αἰτεῖ; Ἀντὶ τῶν ἡμερῶν τῆς ταπεινώσεως. Οὐ γὰρ μικρὸν καὶ τοῦτο κατόρθωμα, τὸ θλίψιν ἐνεγκεῖν
μετ' εὐχαριστίας. ∆ιὸ καὶ ἀνταπόδοσιν
καλεῖ τὴν μετὰ ταῦτα ἀμοιβήν. Μὴ τοίνυν
μηδὲ ἡμεῖς ἀλύωμεν ἐν ταῖς θλίψεσιν, ἀλλ' εὐχώμεθα
μὴ εἰσελθεῖν εἰς πειρασμόν·
ἐπιόντα δὲ δεχώμεθα.
Τά τε γὰρ ὄντα ἁμαρτήματα ἀποτιθέμεθα, καὶ εἴ τινα δικαιοσύνην ἔχομεν, κἀκείνην λαμπροτέραν
ἐργαζόμεθα. Καὶ τοῦτο δείκνυσιν ὁ Ἰὼβ, τότε μειζόνως διαλάμψας. Τοῦτο καὶ
ἐν σώμασιν ἀγαθόν· τοῦτο οὐκ ἐν ἀνθρώποις
μόνον, ἀλλὰ καὶ ἐν ἀλόγοις· οὐκ ἐν ἀλόγοις μόνον,
ἀλλὰ καὶ ἐν φυτοῖς. ∆ιὰ δὴ
τοῦτο οὐδὲ ταῖς ἀμπέλοις συγχωροῦσιν
οἱ γηπόνοι ὑπὲρ τὸ μέτρον κομᾷν, οὐδὲ ἑτέροις δένδροις, ἀλλὰ
κωλύουσι τὴν εἰς τὸ πρόσω φορὰν, τῇ δρεπάνῃ ἅπασαν αὐτῆς τὴν δύναμιν εἰς τὴν
ῥίζαν περιστρέφοντες, ὥστε μὴ ἐν
τοῖς φύλλοις ἀναλωθεῖσαν αὐτὴν ἐξίτηλον
ἐνεγκεῖν τὸν καρπόν. Ὅπερ καὶ ἐπ' ἀνθρώπων
συμβαίνει. Τῆς γὰρ σπουδῆς εἰς τὰ περιττὰ ἀναλισκομένης, ἀτονωτέρα γίνεται
ἡ ψυχὴ πρὸς τὸ τῆς εὐσεβείας καρπὸν ὥριμον ἐνεγκεῖν καὶ ἀκμάζοντα. Τοῦτο καὶ ἐπὶ
ὑδάτων ἴδοι τις ἄν. Τὸ μὲν γὰρ ἑστηκὸς καὶ ἀπόρευτον, βλαβερόν· τὸ δὲ κινούμενον καὶ ἐξαντλούμενον καὶ μετοχετευόμενον, οὐ μόνον ὑγιεινὸν, ἀλλὰ καὶ ἰδεῖν καὶ ἅψασθαι καὶ πιεῖν ἥδιόν ἐστι.
Πολλάκις δὲ καὶ τὴν φύσιν ἐνίκησεν ἡ θλίψις.
Τὸ γὰρ κατωφερὲς τοῦτο καὶ ῥυτὸν θλιβόμενον πρὸς τὴν ἄνω φορὰν ἐξακοντίζεται. Ὃ δὴ καὶ ἐπ'
ἀνθρώπων συμβαίνει. Οἱ γὰρ εὐκόλως
τὰς θλίψεις φέροντες,
ὑψηλότεροι καθίστανται, κἂν
σφόδρα ὦσι χαμαίζηλοι, καὶ σφόδρα
γήϊνοι, καὶ ταπεινοὶ, μεγάλα ἐντεῦθεν
κερδαίνουσι. Ταῦτ' οὖν εἰδότες, φέρωμεν
μετ' εὐχαριστίας τὰ ἐπαγόμενα δεινὰ, ἵνα κἀκεῖνα εὐκολώτερα ἡμῖν γένηται,
καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν
γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜΒʹ ΨΑΛΜΟΝ.Κύριε, εἰσάκουσον τῆς
προσευχῆς μου.
αʹ. Ἔστι μὲν προσευχὴ καὶ ἡ διὰ ῥημάτων δέησις, ἔστι δὲ καὶ ἡ ἐπαγγελία. ∆ιὰ τοῦτο καί τις σοφὸς . παραινεῖ, λέγων· Μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. Οὐχ ἵνα μὴ δεύτερον τὰ αὐτὰ
λέγωμεν, παρακαλοῦντες τὸν Θεὸν καὶ δεόμενοι, τοῦτο παραινεῖ καὶ
συμβουλεύει, ἄπαγε· καὶ γὰρ κελευόμεθα προσκαρτερεῖν ταῖς προσευχαῖς· ἀλλ' ἵνα
μὴ ἀναβαλλώμεθα ὅταν τι ὑποσχώμεθα τῷ Θεῷ,
ἀλλ' ἵνα ἐπειγώμεθα. ∆ιὸ καὶ ἀλλαχοῦ φησι· Μὴ χρονίσῃς ἀποδοῦναι τὴν προσευχήν.
Καὶ γὰρ ἄδηλον τὸ μέλλον. Ἢ γὰρ νόσος, ἢ πραγμάτων ἀδόκητοι ἀσχολίαι συμπεσοῦσαι ἐκώλυσαν. Εἰ δὲ
καὶ θάνατος
ἐπελθὼν
διακόψειε, συγγνώμην οὐκ ἔχεις. Ἐνταῦθα μέντοι προσευχὴν τὴν δέησιν λέγει καὶ τὴν
ἱκετηρίαν. ∆ιὸ ἐπήγαγεν αὐτὸ τοῦτο δηλῶν, Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου. Ἕτερος, Ἐν τῇ πίστει
σου. Ἄλλος, Ἐν τῇ βεβαιότητί
σου. Τουτέστιν, Ἐπίνευσον τῇ αἰτήσει, καὶ εἰς ἔργον αὐτὴν ἐξάγαγε, βεβαιῶν
τῇ ἀληθείᾳ σου· χρῆσαι τῇ δυνάμει πρὸς τὸ πληρῶσαι ἅπερ αἰτῶ. Ἀλλ' ἴδωμεν οἵα ἐστὶν
ἡ δέησις. Ἐπ' ἀνθρώπων, ὅταν τις δέησιν προσαγάγῃ, τοῦτο σκοποῦσιν οἱ δεχόμενοι,
κἂν τὸ δίκαιον καὶ ἔννομον ἔχῃ, ἀκούεται.
Ἀλλὰ παρὰ μὲν ἀνθρώποις ὑπὲρ ἀξιωμάτων γίνεται
καὶ χρημάτων ἡ δέησις, πολλάκις δὲ καὶ ὑπὲρ κωλύματος ἀδικίας· ἔνιοι δὲ καὶ τὰ ὑπερβαίνοντα τοὺς δικάζοντας ἀξιοῦσιν· ἀλλ' ἡμεῖς ὑπὲρ ἁμαρτημάτων δεόμεθα συγχωρήσεως, καὶ τότε ἐρχόμεθα ἐπὶ δέησιν,
ὅταν ὁ δικαστὴς ἡμῖν μὴ ἀφῇ ὁ ἔνδον, τὸ συνειδὸς λέγω τὸ ἡμῖν ἐγκαθήμενον. Οὐδὲ γὰρ ἐξουσίαν ἔχει τοῦ ἀφιέναι. Καὶ καθάπερ βασιλεῖ οὐδεὶς ὑπὲρ ἱματίου διαῤῥαγέντος,
οὐδὲ ὑπὲρ δέκα ὀβολῶν ἀφαιρεθέντων τολμᾷ προσελθεῖν· οὕτω καὶ σὺ, μᾶλλον δὲ καὶ πολλῷ
πλέον εὐλαβούμενος, μὴ προσέλθῃς
Θεῷ ὑπὲρ εὐτελῶν πραγμάτων καὶ μηδαμινῶν,
οἷον εἴ τίς σε ἐν χρήμασιν ἠδίκησεν, ἢ καὶ ὕβρισεν· ἀλλ' ἐν οἷς σε ὁ διάβολος ἀδικεῖ, ἔνθα μάλιστα τῆς ἄνωθεν χρεία ῥοπῆς. Ἀλλ' οὐκ ἔχεις τὸν προϊστάμενον καὶ εἰσάγοντά
σου τὴν δέησιν; Προϊόντος τοῦ
βασιλέως φώνησον, καὶ καιρὸν ἐπιτήδειον ζήτησον. Πότε οὖν πρόεισιν ὁ βασιλεύς; Ἀεὶ καὶ
διαπαντός. Πότε δὲ καὶ ἐπιτήδειος ὁ καιρός;
Ὅταν σὺ θέλῃς, ὅταν ἄξιον σαυτὸν παρασκευάσῃς. Ἰουδαῖοι μὲν οὖν ἐκελεύοντο ὑπὲρ τὴν
ὑπώρειαν ἑστάναι, τῷ Θεῷ φαινόμενοι, καὶ τὰ ἱμάτια ἔχειν λευκὰ, καὶ μὴ προσιέναι
γυναικί· σὺ δὲ ἀντὶ τῶν ἱματίων τὴν ψυχὴν
ἀπόσμηξον, καὶ μετὰ σωφροσύνης καὶ ἐπιεικείας πρόσελθε, καὶ μετὰ πολλῆς τῆς
σχολῆς, καὶ ἀποδήμησον πρὸς τὸν
βασιλέα, εἰ βούλει
δεόντως ἀνύσαι. Οὐ δεῖται
ἀναλωμάτων πολλῶν ἡ ἀποδημία· λάβε ἐφόδια
τὴν ἀρετήν. Καὶ ποῦ οὗτος
ὁ βασιλεὺς διατρίβει; Ἐγγὺς τῶν συντετριμμένων τῇ καρδίᾳ. Ἐκείνην ἔπελθε
τὴν ὁδόν. Ἐγγὺς, φησὶ, Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Ἐκεῖ αὐτὸν εὑρήσεις, ἐκεῖ
συντεύξῃ. Ἐγγύς ἐστι τῶν διαθρυπτόντων
πεινῶσι τὸν ἄρτον
καὶ ἐλεημοσύνην ἐργαζομένων.
Ἐὰν ταύτην ἔλθῃς, εὑρήσεις αὐτὸν ἕτοιμον, ἐπινεύοντά σου τῇ αἰτήσει. Ἔτι γὰρ λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι· καὶ οὐ δεήσῃ . μεσίτου, ἀλλὰ διὰ σεαυτοῦ τὴν δέησιν ἐπιδώσεις. Ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ
σου. Τί ποιεῖς, ἄνθρωπε; Προϊὼν μέλλεις ἐρεῖν, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ
δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν
σου πᾶς ζῶν· καὶ ἐνταῦθα ἀξιοῖς
κατὰ τὸ δίκαιον ἀκουσθῆναι; Τί οὖν ἐστι
τὸ λεγόμενον;
∆ικαιοσύνην ἐνταῦθα
τὴν φιλανθρωπίαν λέγει, καὶ πολλαχοῦ
τῆς Γραφῆς ἴδοι τις ἂν ἐπὶ τοῦ σημαινομένου τούτου τὴν δικαιοσύνην
λαμβανομένην, καὶ μάλα εἰκότως· παρὰ μὲν
γὰρ τοῖς ἀνθρώποις τὸ δίκαιον ἀπεστέρηται τοῦ ἐλέους, παρὰ δὲ τῷ Θεῷ οὐχ οὕτως,
ἀλλὰ ἀναμέμικται τῷ δικαίῳ καὶ ἔλεος, καὶ
τοσοῦτον, ὡς καὶ αὐτὴν τὴν δικαιοσύνην φιλανθρωπίαν καλεῖσθαι. Σκόπει γοῦν
ἐπὶ τοῦ κατακλυσμοῦ, πόσος μὲν ἦν
ὁ ἔλεος, πόσον δὲ τὸ δίκαιον. Εἰ γὰρ καὶ ἐκολάσθησαν ἁμαρτάνοντες οἱ τότε, ἀλλὰ οὐ τὴν ἀξίαν ἔδοσαν δίκην. Μὴ γάρ
μοι τὸν ὄγκον ἴδῃς τῶν ὑδάτων, μηδὲ τὸ πλῆθος τῶν ἡμερῶν, ὧν τὸ ναυάγιον ἐκεῖνο
παρετείνετο, μηδὲ τὴν οἰκουμένην ἄβυσσον γινομένην. Τί γὰρ τοῦτο πρὸς τοὺς ἀπολωλότας;
Ταῦτα γὰρ φόβον μὲν δύναιτ' ἂν ἔχειν ὑπέρογκον, τιμωρίαν δὲ τοῖς τετελευτηκόσιν οὐδεμίαν
ἐπάγει. Οἱ γὰρ οὐκ αἰσθανόμενοι τῶν
γινομένων πῶς ἐκολάζοντο; ὧν καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ τῆς ἀπωλείας ἐγίνετο,
καὶ τὸν σύντομον καὶ κουφότατον ὑπέμειναν θάνατον,
καὶ πυρὸς καὶ ξίφους καὶ ἀγχόνης καὶ βασάνων εὐκολώτερόν τε καὶ ἀλυπότερον;
Ὥστε ὄψιν μᾶλλον τιμωρίας,
ἢ πεῖραν εἶχε τὰ
γινόμενα. Παρὰ πάντα
τοίνυν τὸν χρόνον
μέχρι γήρως ἐσχάτου
τοιαῦτα παρανομήσαντες, ἐν βραχείᾳ
καιροῦ ῥοπῇ τὴν τιμωρίαν
ἔδοσαν, εἴ γε τιμωρίαν δεῖ καλεῖν
τὸ τῆς φύσεως χρέος.
βʹ. Εἶδες πόση ἡ φιλανθρωπία; Βούλει καὶ ἑτέρωθεν αὐτὴν ἰδεῖν;
Οὐκ εὐθέως αὐτὴν ἐπήγαγεν, ἀλλὰ προεῖπε καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις. Καὶ γὰρ
διὰ τῆς λάρνακος αὐτοῖς διελέγετο· οἱ δὲ οὐδὲ οὕτως ἐνέδοσαν,
καίτοι οὐδὲ παραγγελίας
ἐδεῖτο ἡ παρανομία. Ἀλλ' οὐδὲ ἡ φύσις αὐτοὺς
ἐπαίδευσεν, οἱ δὲ ὡς
χοῖροι, μᾶλλον δὲ καὶ χοίρων χαλεπώτερον ἁπάντων
ἐν ἀλλήλοις φθειρόμενοι, καὶ τοὺς
τῆς φύσεως νόμους ἐκ βάθρων αὐτῶν ἀνασπάσαντες,
καὶ μηδεμιᾷ παραινέσει, μηδὲ συμβουλῇ ἐνδόντες, μηδὲ τὴν ἀπὸ τῆς τοῦ
δικαίου γειτνιάσεως ὠφέλειαν καρπωσάμενοι,
ἐν βραχείᾳ καιροῦ ῥοπῇ μόνον τὴν δίκην ἔδοσαν, μᾶλλον δὲ φθορᾶς ἀπηλλάγησαν, καὶ δίκης ἠλευθερώθησαν. Τοῦ γὰρ κατακλυσθῆναι
πολλῷ χαλεπώτερον τὸ τοιαῦτα ποιεῖν. Τοῦτο
οὖν, εἰπέ μοι, τιμωρία τὸ κακίᾳ φθειρομένους,
καὶ ἀλλήλοις φυρομένους παρανόμως, καὶ καταισχύνοντας, καὶ καταισχυνομένους ἀπαλλάξαι τῆς τοσαύτης λύμης;
Εἶτα ἰατρὸν μὲν τὰ σεσηπότα ἐκτέμνοντα οὐ
φήσομεν τιμωρεῖσθαι τὸ σῶμα, ἀλλ' ὡς φιλάνθρωπον ἀποδεξόμεθα· τὸν δὲ Θεὸν οὐ
πολλῷ μᾶλλον ἐκπλαγησόμεθα
καὶ τῆς σοφίας καὶ τῆς φιλανθρωπίας, οὕτω τοὺς ἑαυτοῦ κολάζοντα; ∆ιαπαντὸς
μὲν οὖν καὶ θαυμάζειν αὐτὸν καὶ δοξάζειν
χρή· ταύτης δὲ ἕνεκεν τῆς ὑποθέσεως
μηδέποτε ἀποστῶμεν αὐτοῦ τὴν κηδεμονίαν ἐκπληττόμενοι, οὐδὲ παυσώμεθα αὐτὸν καὶ διὰ ταῦτα ἀνυμνοῦντες, ὅτι τε τομὴν
ἔδωκε σύντομον, καὶ τὴν
νομὴν ἀπέκοψε, καὶ τὴν ἰατρείαν
ἀνώδυνον ἐπέθηκε. Μὴ δὴ οὖν τοῦτό σε θορυβείτω, ὅτι ἀθρόον καὶ πάντες κατεποντίσθησαν. Τί γὰρ
διαφέρει τοῦτο τοῦ
κατὰ μικρόν; τί τὸν ἀπελθόντα ὠφελεῖ
τὸ καθ' ἑαυτὸν, ἢ βλάπτει τὸ μετὰ πάντων; Ἐπάκουσόν μου ἐν τῇ
δικαιοσύνῃ σου, τουτέστιν, ἐν φιλανθρωπίᾳ. Ὅτι γὰρ τοῦτο δηλοῖ,
ἐπήγαγε· Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ
τοῦ δούλου σου. Τοῦτο καὶ ὁ Ἰὼβ αἰτεῖ, οὕτω ∆ίκαιος ὢν, καὶ ἀληθινὸς, καὶ θεοσεβὴς, καὶ ἀπεχόμενος ἀπὸ παντὸς
πονηροῦ πράγματος· Εἴθε ἦν ὁ διακρίνων καὶ διελέγχων μεταξὺ ἀμφοτέρων, λέγων·
τοῦ δὲ Θεοῦ φανέντος, Χεῖρα θήσω ἐπὶ
στόματί μου· καίτοι τοῦ Θεοῦ προκαλουμένου καὶ λέγοντος·
Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ Ἰουδαίοις τοῦτο ὀνειδίζει λέγων·
Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς
ἐμέ; Ποιεῖ δὲ τοῦτο, οὐ χαλεπωτέραν θέλων
τὴν ψῆφον ἐργάσασθαι, ἀλλ' εἰς
αἴσθησιν αὐτοὺς ἐμβαλεῖν
καὶ ὁμολογίαν τῶν
οἰκείων ἁμαρτημάτων, καὶ τότε δοῦναι τὴν
συγχώρησιν, ἵνα οὕτως ἴδωσι
τῆς εὐεργεσίας τὸ μέγεθος. ∆ιό φησι, Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος· οὐχ, Ἵνα
κατακριθῇς, ἀλλ', Ἵνα δικαιωθῇς. ∆ιά τοι
τοῦτο οὐδὲ αὐτὸς αὐτὰς λέγει, ἀλλ' ἐκεῖνον παρασκευάζει. Εἰ μὲν γὰρ κολάσαι ἐβούλετο,
αὐτὸς ἂν κατηγόρησε· νυνὶ δὲ ἐπειδὴ ἐλεῆσαι θέλει, παραχωρεῖ τῷ ἡμαρτηκότι, ὥστε
αὐτὸν εὐγνωμοσύνης λαβεῖν στέφανον, καὶ διὰ τῆς ὁμολογίας ἐπισπάσασθαι τὸν ἔλεον.
Τί ταύτης τῆς φιλανθρωπίας γένοιτ' ἂν ἴσον; Οὐδέν. Εἰπὲ, φησὶ, καὶ οὐδὲν πλέον ζητῶ· ὁμολόγησον, καὶ ἀρκεῖ μοι· εἰπὲ, καὶ τὸ
πᾶν ἀπέχω. Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Τοῦτο ἀπὸ τοῦ μέλλειν δικάζεσθαι τὸν Θεὸν παρὰ πολλοῖς κατώρθωται.
Οἱ μὲν γὰρ εὐγνώμονες καὶ πρὸ τούτου
ἴσασι τοῦτο· οἱ δὲ ἀγνώμονες ἀπὸ τοῦ
συνεχῶς λέγειν τοὺς προφήτας, Κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ
τοῦ Ἰσραὴλ διαλεχθήσεται· καὶ πάλιν, Ἀκούσατε, φάραγγες καὶ θεμέλια τῆς γῆς· καὶ,
Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἀπὸ τοῦ
συνεχῶς οὖν αὐτὸν λέγεσθαι δικάζειν, καὶ παρὰ τοῖς ἀναισθήτοις κατωρθοῦτο. Καὶ
γὰρ ἔλεγόν τινες τῶν Ἰουδαίων· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; καὶ, Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου·
καὶ,
Ἀνοικοδομοῦνται ποιοῦντες ἀνομήματα,
καὶ μακαρίζομεν ἀλλοτρίους· καὶ, Οὐκ εὐθεῖα ἡ ὁδὸς
Κυρίου. Καὶ ὁ μακάριος δὲ Ἰὼβ, ἐπειδὴ
εἰς τὸν πειρασμὸν
ἐνέπεσεν ἐκεῖνον, οὐκ ἀπὸ τοιαύτης γνώμης ἧς οἱ Ἰουδαῖοι, οὐδὲ τὰ τοιαῦτα,
μὴ γένοιτο· ἔλεγε δ' οὖν ὅμως· Εἴθε ἦν ὁ μεσίτης, καὶ
διακρίνων καὶ ἐλέγχων
μεταξὺ ἀμφοτέρων. Ἀπαλλαξάτω τὴν ῥάβδον
αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. ∆ιὰ δὴ τοῦτο λέγει αὐτῷ· Ἐρωτήσω
δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Εἶτα ἐπειδὴ κατεπλάγη, καὶ ἔλεγε· Τί ἔτι κἀγὼ κρίνομαι νουθετούμενος, καὶ ἐλέγχω Κύριον; καὶ . πάλιν, Ἀκοῇ μὲν ὠτὸς
ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ οἱ ὀφθαλμοί μου ἑωράκασί σε· διὸ ἐφαύλισα ἐμαυτὸν,
καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν· χεῖρα θήσω ἐπὶ τῷ στόματί μου· λέγει
πρὸς αὐτὸν, Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, μονονουχὶ αὐτὸν ἀναμιμνήσκων αὐτοῦ τῶν ῥημάτων καὶ λέγων· Ἐπεὶ ἐβούλου κρίνεσθαι
πρὸς ἐμὲ, ἰδοὺ πάρειμι δικασόμενος. Εἶδες
Θεοῦ φιλανθρωπίαν ἄφατον, εἶδες ἀγαθότητα πέρας οὐκ ἔχουσαν; ∆ιὰ δὴ τοῦτο καὶ οἱ παῖδες
οἱ τρεῖς ἔλεγον. Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀναισθήτων τὰ ἑαυτῶν ἁμαρτήματα ἐπὶ τὸν Θεὸν ἐπάγουσι,
τοῦτο τοῦ διαβόλου κατασκευάσαντος, πρόῤῥιζον ταύτην ἀνασπῶν τὴν συνήθειαν ὁ Θεὸς,
συνεχῶς λέγει κρίνεσθαι πρὸς αὐτούς.
γʹ. Τοιοῦτον γοῦν τι καὶ ὁ πρωτόπλαστος ἥμαρτε· διὸ καὶ ἔλεγεν· Ἡ γυνὴ, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη
μοι ἔδωκε, καὶ ἔφαγον. Καὶ Ἰουδαῖοι
δὲ πολλὰ τοιαῦτα ἡμάρτανον. Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν
σου πᾶς ζῶν. Τί δαὶ λέγω ἐμαυτὸν καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα; φησίν. Οὐκ
ἔστιν ἄνθρωπος ἐπὶ τῆς γῆς, ὃς κρινόμενος πρὸς τὰ ἐπηγγελμένα παρὰ σοῦ, δικαιωθῆναι δύναται· οὕτως ἐκ περιουσίας τὰ νικητήρια παρὰ
σοί. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου. Ἔστι μὲν τοῦτο νοεῖν καὶ διὰ τὸν
Σαοὺλ εἰρῆσθαι, ἐχθρὸν ὄντα, καὶ αὐτὸν τότε διώκοντα· ἔστι δὲ καὶ κατὰ ἀναγωγὴν ἐχθρὸν τὸν διάβολον εἰπεῖν· οὐ παύεται γὰρ ἐκεῖνος
διώκων τοὺς τοῦ Θεοῦ. Πῶς οὖν ἂν ἀπαλλαγείημεν
τοῦ διώκεσθαι; Εἰ τόπον εὕροιμεν, ἔνθα εἰσελθεῖν οὐ δύναται. Καὶ ποῖος, φησὶν,
οὗτός ἐστιν ὁ τόπος; Ποῖος δὲ ἕτερος, ἀλλ' ἢ ὁ οὐρανός; Πῶς δὲ δυνατὸν εἰς τὸν
οὐρανὸν ἀναβῆναι; Ἄκουσον Παύλου λέγοντος καὶ δεικνύντος, ὅτι καὶ σαρκὶ
συμπεπλεγμένοι δυνάμεθα διατρίβειν ἐκεῖ· Τὰ ἄνω γὰρ φρονεῖτε, φησὶν, οὗ ὁ Χριστός
ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Καὶ πάλιν·
Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Πολλὰ σημαίνει τῆς
ταπεινώσεως τὸ ὄνομα. Ἔστι γὰρ καὶ
ἀρετῆς ταπείνωσις, ὡς ὅταν λέγῃ· Καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει. Ἔστι καὶ ἀπὸ συμφορῶν ταπείνωσις· ἔστι καὶ ἀπὸ ἁμαρτημάτων. Ἐνταῦθα
μέντοι τὴν ἀπὸ τῶν
συμφορῶν λέγει. ∆ιὸ καὶ ἐπήγαγε τοῦτο δεικνύς· Ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἔστι καὶ ταπείνωσις ἐξ ἀπονοίας, ὡς ὅταν λέγῃ, Ὁ ὑψῶν ἑαυτὸν,
ταπεινωθήσεται. Ἔστι καὶ ἑτέρα ταπείνωσις,
ἡ ἀπὸ τῆς ἀπληστίας. Τί γὰρ
ταπεινότερον τῶν κατορυττόντων ἑαυτοὺς
ἐν πλούτῳ καὶ δυναστείαις καὶ δόξαις; ∆ιπλῶς γάρ εἰσι
ταπεινοὶ οἱ τοιοῦτοι, ὅτι τε χαμαὶ σύρονται, καὶ ὅτι μεγάλα ταῦτα νομίζουσιν, ὡς
τὰ παιδία τὰ μικρὰ ἀστραγάλους καὶ σφαίρας καὶ τὰ τοιαῦτα ἀθύρματα μεγάλα τίθενται. Ἀλλὰ τοῦτο οὐ τοῦ μεγάλα εἶναι ἐκεῖνα σημεῖόν ἐστιν, ἀλλὰ τοῦ τῶν θαυμαζόντων τὴν διάνοιαν
ἀτελῆ τυγχάνειν καὶ ταπεινήν. Ἀλλ'
ἐκεῖνο μὲν ἡλικίας καὶ φύσεώς ἐστιν ἐλάττωμα, τοῦτο δὲ προαιρέσεως ἔγκλημα. Καὶ
γὰρ ἀνὴρ ὢν, καὶ ἐν ἡλικίᾳ τελείᾳ . γεγονὼς, τραπέζας καὶ πόρνας καὶ τρυφὴν μεγάλα
εἶναι νομίζει· οὗ τί γένοιτ'
ἂν ταπεινότερον; Καίτοι
πολλοὶ τοὺς τοιούτους μεγαλοψύχους καλοῦσιν·
ἀλλ' οὗτοι ἐκείνων
πολλῷ ταπεινότεροι πάλιν.
Μάθωμεν τοίνυν ὅπερ ἐστὶν ὕψος ἀληθὲς, καὶ τί εὐτέλειαν ἐργάζεται. Οὐδὲν γὰρ οὕτως ὑψηλὸν, ὡς τὸ τούτων
ὑπερορᾷν, ποιεῖ. Νῦν οὖν ὁ προφήτης τὴν ἀπὸ
τῶν συμφορῶν λέγει ταπείνωσιν· Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς
νεκροὺς αἰῶνος. ∆ιπλῆν λέγει τὴν συμφορὰν, καὶ ὅτι ἐν σκοτεινοῖς, καὶ ὅτι ὡς
νεκροὺς αἰῶνος, δι' ἑκατέρων αἰνιττόμενος
τὴν τότε αἰχμαλωσίαν. Ἐπεὶ γάρ ἐστι
καὶ ἐν σκοτεινοῖς ὄντα πράττειν τι, λύχνον ἅψαντα, μετ' ἐπιτάσεως βουλόμενος
δεῖξαι τὴν ὑπερβολὴν
τῶν κακῶν, τῷ ὀνόματι τῶν
νεκρῶν ὤγκωσε τὴν τραγῳδίαν. Τοιοῦτοί
εἰσι καὶ οἱ ἐν ἁμαρτήμασι ζῶντες. Ὡς γὰρ ἐν σκότῳ νεκροὶ, οὕτως
εἰσί· κἂν μυρίας οὖν
περιφέρωσι λαμπηδόνας, κἂν πρὸς τὸν ἥλιον
βλέπωσι, κἂν φαιδροὶ
γίνωνται ἀπὸ τῶν ἐσθημάτων
καὶ τῆς ἄλλης θεραπείας,
τῶν νεκρωθέντων ἅπαξ καὶ ἐν σκότῳ ὄντων
οὐδὲν ἄμεινον διάκεινται,
ἀλλὰ καὶ πολλῷ χαλεπώτερον, ὅσῳ τὸ μὲν φύσεως πρᾶγμα, τὸ δὲ προαιρέσεως
κατηγορία. Ἔστι σκότος καὶ τὸ μέλλον περὶ
οὗ φησιν, Ἄρατε αὐτὸν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἔστι καὶ σκότος
τὸ τῆς κακίας. Καθημένους ἐν σκότει, φησὶ, καὶ σκιᾷ θανάτου. Καὶ ὁ Παῦλος, Οὐκ ἐσμὲν
υἱοὶ σκότους. Καὶ πάλιν, Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη
ἡ ἀσύνετος αὐτῶν καρδία. ∆ιὰ δὴ τοῦτο καὶ ὥσπερ οἱ ἐν σκότῳ οὐκ ἴσασι τῶν πραγμάτων
τὴν φύσιν, καὶ καθάπερ οἱ ἐν ἁμαρτίαις
ζῶντες πεπήρωνται, καὶ οὐ διαγινώσκουσι τὰ φαινόμενα,
ἀλλὰ πρὸς τὰς σκιὰς ὡς πρὸς τὴν ἀλήθειαν τρέχουσι, πλοῦτον καὶ τρυφὰς καὶ δυναστείας διώκοντες, καὶ ἀγνοοῦσιν
ἐχθροὺς, καὶ ἀγνοοῦσι φίλους, τοῖς μὲν ἐχθροῖς ὡς φίλοις θαῤῥοῦντες,
τοῖς δὲ φίλοις
ὡς πολεμίοις συῤῥηγνύμενοι. Οὐχ ὁρᾷς καθ' ἑκάστην ἡμέραν πένητας βοῶντας,
ὀδυνωμένους, καὶ οὐδένα ἀκούοντα;
∆ιὰ τί οὖν οὐκ ἀκούουσιν; Ὅτι ἐκάθισεν αὐτοὺς
ὁ διάβολος ἐν σκοτεινοῖς, ὡς
νεκροὺς αἰῶνος. Ὅπερ γὰρ ἑτέροις τὸ σκότος καὶ ἡ νεκρότης, τοῦτο τούτοις
ἡ ἀπανθρωπία. Τῶν ἐν σκότῳ καθημένων ἐστὶ τὸ μὴ ὁρᾷν τὰ ἐπιόντα κακά. Τοῦτο καὶ οὗτοι πάσχουσι, παρακειμένας σχεδὸν τὰς συμφορὰς οὐ βλέποντες, καὶ εἰς βάραθρα καὶ εἰς κρημνοὺς καταφερόμενοι. Τῶν ἐν σκότῳ καθημένων ἐστὶ τὰ αἰσχρὰ μετὰ πάσης ἀδείας τολμᾷν. Τοῦτο
καὶ οἱ ἐν πονηρίᾳ ζῶντες πράττουσιν, ὥσπερ ἐν σκότῳ καθήμενοι, καὶ μηδενὸς
ὄντος ἀνθρώπων τοῦ βλέποντος
τὰ πραττόμενα, οὕτω μετὰ ἀδείας
ἅπαντα τολμῶσιν ἐν μέσαις
πόλεσιν ὡς ἐν ἐρημίᾳ
παρανομοῦντες.
δʹ.
Οἱ ἐν σκότῳ καθήμενοι ἐν φόβῳ εἰσὶ
διηνεκεῖ· τοῦτο καὶ οὗτοι. Οὐδεὶς γὰρ πλεονέκτης καὶ ἅρπαξ ἐκτὸς δέους ἐστὶ, κἂν μυρία κομπάζῃ,
καὶ φαιδρὸς ἔξωθεν φαίνηται. Τοιαύτη γὰρ τοῦ συνειδότος ἡ φύσις. Καὶ ἔμπροσθεν
μὲν οὖν ἦσαν ἀπεστερημένοι συγγνώμης ἁπάσης οὗτοι, πολλῷ δὲ μᾶλλον νῦν, διότι
τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, ἔτι ἐν σκότῳ κάθηνται. Καὶ πῶς ἡλίου
λάμψαντος, ἔτι ἐν σκότῳ κάθηνται; Παρὰ τὴν τῶν
οἰκείων ὀφθαλμῶν ἀσθένειαν. Πρὸς
γὰρ καταδύσεις ἢ φωλεοὺς ἢ καὶ χηραμοὺς
. ἑαυτοὺς κατορύττοντες τῆς πονηρίας,
διαβλέψαι οὐ δύνανται πρὸς τὴν
ἀκτῖνα, διὰ τὴν τῶν ὀμμάτων ἀσθένειαν. Καὶ ἠκηδίασεν ἐπ' ἐμὲ
τὸ πνεῦμά μου· ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἕτερος, Καὶ περιειλεῖτο ἐπ' ἐμὲ ἡ ψυχή μου. Πολλὴν τὴν ὑπερβολὴν τῆς
θλίψεως διὰ τοῦ θορύβου τῆς διανοίας ἐμφαίνει. Τί δέ ἐστιν, Ἐν ἐμοί; Οὐδὲ εἰς ἄλλους
ἐξενεγκεῖν εἶχον, φησὶ, καὶ λαβεῖν τινα παραμυθίαν. Τοιαῦται αἱ τῶν πονηρῶν ἀνθρώπων
ψυχαί· οὐκ ἔστιν ὅτε οὐ ταράττονται, οὐ μόνον
παρόντων, ἀλλὰ καὶ προσδοκωμένων τῶν δεινῶν. Οὐκ ἔστι παρ' αὐτοῖς οὐδέποτε γαλήνη,
οὐκ ἔστιν ἄδεια τῆς ψυχῆς, ἀλλὰ παντὸς πελάγους
διακόπτονται μειζόνως· οὐ νὺξ, οὐχ ἡμέρα ἀτέλειαν
δίδωσιν αὐτοῖς τοῦ χειμῶνος, ἀλλ' ἐλαύνονται πανταχόθεν,
κἂν μηδεὶς ὁ ἐνοχλῶν ᾖ, τὸν πόλεμον σύνοικον ἔχοντες, καὶ τῶν ἤδη ληφθέντων
οὐκ ἀπολαύουσι, ταῖς φροντίσι τῶν μηδέπω προσγενομένων τρυχόμενοι,
κοπτόμενοι, τὰ πάντων
μεριμνῶντες πράγματα, τὰς
ἁπάντων περιουσίας
περιεργαζόμενοι, ἀναλογιζόμενοι πῶς τὸν μὲν πείσουσι, τὸν δὲ φοβήσουσι, τὸν δὲ κολακεύσουσι, τὸν δὲ βιάσονται,
τὸν δὲ θεραπεύσουσι, συκοφαντίας, ὠνὰς, ἀπεμπολήσεις, διαθήκας,
ἐγγύας, τόκους, κεφάλαια,
τὸν φορυτὸν τῶν
κακῶν τούτων παρ' ἑαυτοῖς ἀνελίττοντες·
καὶ ὅταν κατὰ ῥοῦν αὐτοῖς τὰ πράγματα ἔλθῃ, τότε μάλιστα θορυβοῦνται. Ὅρα
γοῦν τὸν πλούσιον ἐκεῖνον ταραττόμενον, ὅταν εὐθήνησεν αὐτοῦ ἡ χώρα, καὶ
διαπορούμενον, καὶ ἐν ἀμηχανίᾳ καθεστῶτα, καὶ λέγοντα· Τί ποιήσω; Καθελῶ
μου τὰς
ἀποθήκας, καὶ μείζονας
οἰκοδομήσω. Ἀλλ' ὁ πένης οὐδὲν
πάσχει τοιοῦτον. Ἐμνήσθην ἡμερῶν ἀρχαίων·
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου. Οὐ μικρὰ αὕτη παράκλησις, τὸ τὰ πρότερα
εἰδέναι, καὶ τὰ παρόντα. Ἐπειδὴ γὰρ, ὡς εἰπεῖν, τοῖς αὐτοῖς νόμοις ὁ Θεὸς
διοικεῖ καὶ τὰ νῦν καὶ τὰ ἔμπροσθεν, μεγίστη παράκλησις εἰς τὰ παρόντα τῶν
παρελθόντων ἡ μνήμη. ∆ιὸ καὶ ἐν ἑτέρῳ
ψαλμῷ λέγει· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει;
Καὶ ἄλλος, Ἐμβλέψατε εἰς τὰς ἀρχαίας
γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν
ἐπὶ Κύριον καὶ ἐγκατελείφθη; Καὶ ὁ
Παῦλος, Ταῦτα δὲ πάντα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν,
εἰς οὓς τὰ τέλη τῶν αἰώνων
κατήντησεν. Οὐ τὰ ἀλλότρια δὲ, ἀλλὰ
καὶ τὰ οἰκεῖα πολλάκις ἀναμιμνησκόμενοι κερδαίνομεν.
Καὶ τοῦτο δείκνυσιν ὁ Ἀποστόλος λέγων·
Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Καὶ ἀπὸ τοῦ ἐναντίου· Τινὰ οὖν καρπὸν
εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Καὶ ἄλλος σοφὸς, Ἀναμιμνήσκου
τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Τοῦτο γὰρ εἰ καὶ μέλλον ἐστὶν, ἀλλ'
ὅμως ἀπὸ τοῦ παρελθόντος ἔχει τὴν
ἀρχὴν ὁ θάνατος ὁ κοινός. Τοῦτο καὶ ὁ Παῦλος ποιεῖ ἀπὸ τῶν μελλόντων καὶ παρελθόντων, καὶ ὅταν παρακαλέσαι δέῃ, καὶ ὅταν σωφρονίσαι·
Οὐ θέλω, φησὶν, ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι
οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ
πάντες τὸ .αὐτὸ βρῶμα τὸ πνευματικὸν ἔφαγον·
ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός. Ποτὲ δὲ ἀπὸ τῶν μελλόντων·
Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον
ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Καὶ πάλιν· Ἔφθασε
δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν τῷ πυρὶ ἀποκαλύπτεται. Καὶ πάλιν·
∆ιὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἀλλὰ
ταῦτα μὲν ὅταν σωφρονίσαι· ὅταν δὲ παρακαλέσαι δέῃ, ἀφ' ἑκατέρων παρακαλεῖ· ἀπὸ
μὲν τῶν παρελθόντων, λέγων οὕτως· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, ὁ Θεὸς τῶν
οἰκτιρμῶν, καὶ πατὴρ
πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει, διὰ τῆς παρακλήσεως,
ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· ἀπὸ δὲ τῶν μελλόντων, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν
μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ∆ιὰ τοῦτο καὶ οὗτος λέγει, Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου. Οὐχ ἁπλῶς εἶπεν, Ἐμνήσθην, ἀλλ', Ἐμελέτησα·
τουτέστιν, Ἔργονἐποιησάμην καὶ πολλὴν τὴν μελέτην, τὰ τοῖς παλαιοῖς συμβεβηκότα αὐτὸς ἀνελίττειν παρ' ἐμαυτῷ. Μεγάλη γὰρ ἀπὸ τῆς τῶν Γραφῶν ἱστορίας
ἐγγίνεται ἡμῖν καὶ
παράκλησις καὶ φιλοσοφία.
∆ιὸ καὶ ἔλεγεν
ὁ Παῦλος· ∆ιὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχομεν.
Καὶ πάλιν· Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος
πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον,
πρὸς ἐπανόρθωσιν.
εʹ. Καὶ οὗτος γοῦν ἐντεῦθεν ἤδη παρεκλήθη
ἐν τοσαύτῃ θλίψει ὢν καὶ ταραχῇ τῷ
τὰ παλαιὰ ἀνελίττειν παρ' ἑαυτῷ, καὶ τοῦ Θεοῦ τὰς οἰκονομίας τὰς διαφόρως
γεγενημένας ἀναμιμνήσκεσθαι. Ἕτερος γοῦν
φησι, Καὶ ἐμελέτησα πάσας τὰς πράξεις σου. Ἐν τοῖς ποιήμασι τῶν
χειρῶν σου ἐμελέτων. Ἄλλος,
Τὰ ἔργα τῶν χειρῶν σου ἐμελέτων.
∆είκνυσι διὰ τούτου, ὅτι ταῦτα ποιῶν, πολλὴν ἐκαρποῦτο τὴν παράκλησιν,
καὶ
οἰκειότερος πρὸς τὸν Θεὸν ἐγίνετο. ∆ιὸ καὶ ἐπήγαγε τοῦτο ἐμφαίνων, ∆ιεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Οὐκ εἶπεν, Ἐξέτεινα, ἀλλὰ, ∆ιεπέτασα, πολλὴν δεικνὺς
τὴν διάθεσιν τῆς καρδίας, μονονουχὶ
ἐξάλλεσθαι τοῦ σώματος ἐπειγομένης
καὶ πρὸς αὐτὸν ἀνατρέχειν. Ἔνθους οὖν γενόμενος ὑπὸ τῆς μνήμης τῶν
κατορθωμάτων, καὶ τὴν φιλανθρωπίαν ἀναλογισάμενος ἅπασαν, καὶ τὴν ἀπὸ τῶν συμφορῶν παίδευσιν,
καὶ τὴν ἀπὸ τῆς ἀπαλλαγῆς ἐλευθερίαν, πρὸς
σὲ πάλιν κατέφυγον. Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ἕτερος, Ὡς γῆ διψῶσα
πρὸς σὲ ἀεί· τοῦτο γάρ ἐστι τὸ,
∆ιάψαλμα. Καὶ ἐν ταῖς συμφοραῖς καὶ ἐν ταῖς εὐημερίαις καὶ ἐν
πάσῃ καιρῶν διαφορᾷ τὴν ἴσην ἐπεδεικνύμην σπουδὴν, φησί. Τί δέ ἐστιν, Ὡς γῆ ἄνυδρός
σοι; Ὥσπερ γῆ διψῶσα τοῦ ὑετοῦ ἐφίεται, οὕτω κἀγὼ τοῦ παρὰ σοὶ εἶναι διηνεκῶς. Μάλιστα δὲ ταύτην ἐπέτεινε
τὴν ἐπιθυμίαν τῶν θλίψεων ὁ ὄγκος·
διὸ καὶ ἀφῆκεν αὐτὰς ὁ Θεὸς αὐξηθῆναι, τὴν πολλὴν πρόνοιαν ἐπιδεικνύμενος. Οὐ γὰρ ἐποίησε τὰ κτίσματα μόνον, ἀλλὰ καὶ
γενομένων ἐπιμελεῖται, καὶ ἀνθρώπων, καὶ
τῶν ἄλλων ἁπάντων. Τοῦτο γοῦν καὶ ὁ Παῦλος εἰδὼς ἔλεγεν· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ
κινούμεθα, καὶ ἐσμέν.
Καὶ πάλιν· Ἐν αὐτῷ τὰ πάντα
συνέστηκε. Καὶ ὁ ∆αυΐδ· Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν
τροφὴν αὐτῶν εἰς εὔκαιρον.
∆όντος σου αὐτοῖς, συλλέξουσιν·
ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσεται χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. Καὶ πάλιν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Καὶ ὁ Ἡσαΐας· Ὁ κατέχων τὸν γῦρον
τῆς γῆς. Καὶ περὶ ἀρετῆς· Ἐὰν μὴ Κύριος, φησὶν, οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν
οἱ οἰκοδομοῦντες αὐτόν. Καὶ πάλιν· Ὁ
κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις
εὐφραινομένην. ∆ιὰ τοῦτο καὶ σείει τὴν γῆν,
καὶ καπνίζει τὰ ὄρη ἁπτόμενος, τὴν δεσποτείαν αὐτοῦ
δηλῶν. Σκοτοῖ δὲ τὸν ἥλιον,
καὶ ἐκλείπειν ποιεῖ, διὰ τούτου πάλιν τὴν
δημιουργίαν αὐτοῦ ἀνακηρύττων.
Καὶ ἐν ταῖς Γραφαῖς
δὲ ὁρᾷς ἥλιον ἀναποδίζοντα, καὶ σελήνην μετ' αὐτοῦ πάλιν
ἱσταμένην, καὶ πολλὰ ἕτερα θαύματα. Ὅτε μὲν γὰρ αὐτοῦ ἡ γνῶσις οὔπω ἐκτέτατο,
ταῦτα ἐγίνετο· νυνὶ δὲ οὐκ ἔστι χρεία ταύτης τῆς διδασκαλίας,
τῶν πραγμάτων βοώντων
καὶ δεικνύντων τὸν ∆εσπότην. Εἶδες
ἐν Αἰγύπτῳ σκότος, καὶ στοιχείων μεταβολάς; Εἰ δὲ λέγοιέν τινες, ὅτι ἡ ἔκλειψις
φυσικῶς, ἀλλ' οὐ τοῦ Θεοῦ κελεύσαντος συνέβη, εἰπάτωσαν πῶς ἐν τῷ
καιρῷ τοῦ σταυροῦ γέγονεν. Οὐ γὰρ δὴ τῷ ὡρισμένῳ τότε καιρῷ, ἀλλ' ὅτε μάλιστα
οὐκ ἦν ἀκόλουθον, ἢ κατὰ δρόμον φύσεως, τότε
συνέβη, τεσσαρεσκαιδεκαταίας καὶ
πλήρους οὔσης· αἱ δὲ ἐκλείψεις οὐχ οὕτω
γίνονται. Ἀλλ' οὐκ ἂν ἔχοιεν Ὥστε δῆλον ὅτι
καθάπερ τὰ ἄλλα τῇ τοῦ ∆ημιουργοῦ προστάξει, οὕτω καὶ ἐκλείψεις ἅπασαι γίνονται. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Τί
λέγεις; ἐπείγεις τὸν ἰατρὸν πρὸς τὴν θεραπείαν; Οὐδαμῶς· ἀλλ' ἔθος καὶ τοῦτο ταῖς
θλιβομέναις ψυχαῖς, ὥσπερ καὶ τοῖς κάμνουσι
τῶν ἀνθρώπων, παρακαλεῖν τοὺς ἰατροὺς, κἂν
ὁ καιρὸς μὴ ἀπαιτῇ, καὶ ταχέως ἐπάγειν τὴν λύσιν. ∆ιὸ καὶ ὁ αὐτὸς τὴν αἰτίαν
προστιθεὶς ἔλεγεν· Ἐξέλιπε τὸ πνεῦμά μου. Καίτοι ὁ Θεὸς καὶ ἐκ νεκρῶν ἐγείρειν
δυνατὸς ὢν, πολλῷ
μᾶλλον πρὸ τελευτῆς. Ἀλλ' ὅπερ ἔφθην εἰπὼν,
ἡ ἀσθένεια τῆς φύσεως
ἐντεῦθεν ἐλέγχεται. Ἤδει μὲν
γὰρ, ὅτι αὐτῷ πάντα ῥᾴδια, ἀλλ' οὐ
φέρει τὴν ἐπαγωγὴν τῶν δεινῶν. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἕτερος, Μὴ κρύψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Καὶ
πόθεν ἡ ἀποστροφὴ γίνεται; Αὐτὸς ὁ Θεὸς διὰ τοῦ Ἡσαΐου λέγει· Μὴ οὐκ ἰσχύει ἡ
χείρ μου; Ἀλλ' αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Ὅταν οὖν τι
πράξωμεν πονηρὸν, ἀποστρέφεται. Καθαρὸς γὰρ, φησὶν, ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν
πονηρά· καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ. ∆ιὰ τοῦτο ἀποστρέφεται καὶ τοὺς ἀπονενοημένους. ∆ιό φησιν·
Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ
ἐπὶ τὸν πρᾶον καὶ
ἡσύχιον, καὶ τρέμοντά μου τοὺς
λόγους; Ταύτην τοίνυν διώκωμεν
τὴν ἀρετὴν, ἵνα ἐπισπασώμεθα αὐτοῦ
τὸ πρόσωπον, ἵνα μὴ καταπέσωμεν εἰς τὰ βάραθρα τῆς κακίας, πολλοῦ τοῦ σκότους
κατέχοντος. Ἔστι καὶ πεσόντας ἀνελθεῖν. ∆εῖ τοίνυν τοὺς καταπίπτοντας μὴ μένειν κάτω
κειμένους. Λάκκος δέ ἐστι
χαλεπὰ θηρία ἔχων
καὶ σκότους γέμων, τῆς ἁμαρτίας ἡ φύσις. Οὐκοῦν χαλάσωμεν τῶν Γραφῶν τὰ
σχοινία, καὶ τὴν προαίρεσιν ἐπιδῶμεν·
καὶ ταχέως ἀναστησόμεθα,
κἂν καταπέσωμεν. Πῶς δ' ἂν γένοιτο ἀρχὴ ὁδοῦ; Ἂν καταπεσόντες
μὴ καταφρονήσωμεν, μηδὲ ἀπογνῶμεν, ἀλλ' ἐπᾴδωμεν ἑαυτοῖς τὰ προφητικὰ ταῦτα· Μὴ
ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ πάλιν· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ
σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ· καὶ τούτοις τοῖς λογισμοῖς δήσαντες
ἑαυτοὺς ἀνελκύσωμεν. Ἀκουστὸν ποίησόν
μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Ἕτερος, Ἀκουστὸν ποίησόν μοι ἐξ ὄρθρου
τὸ ἔλεός σου, τουτέστι, ταχέως. ʹ. Εἶδες
θλιβομένην ψυχὴν καὶ θορυβουμένην; Πρὸ γὰρ
τῆς πείρας ἀκοῦσαι βούλεται, ὥστε ταῖς ἐλπίσιν ὀρθωθῆναι καὶ τῇ προσδοκίᾳ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀνάστησόν
με ἀπὸ τῆς ἐπαγγελίας. Εἶτα καὶ τὴν δικαιολογίαν τοῦ τυχεῖν προστίθησι, λέγων· Ὅτι
ἐπὶ σοὶ ἤλπισα. Οὐδὲν γὰρ ὁ Θεὸς οὕτως ἐπιζητεῖ, ὡς τὸ διηνεκῶς πρὸς αὐτὸν κεχηνέναι. Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι· ὅτι
πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Τί λέγεις; καὶ τῆς φύσεως ἐχούσης τὸν νόμον τὸν ἐξ ἀρχῆς
ὑπὸ τοῦ Θεοῦ ἐντεθέντα, καὶ τῶν γραμμάτων αὐτὸν ἀνανεούντων τῶν Μωσαϊκῶν, πῶς ἀξιοῖς
λέγων πάλιν, Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι; Ἢ
οὖν τοῦτό ἐστιν εἰπεῖν· Ἐπεὶ ὑπὸ τῆς κακίας κατεχώσθη μου τὸ συνειδὸς, ἀξιῶ αὐτὸ
ἀνανεωθῆναι. Ἢ ὁδὸν ἐνταῦθα τὰ
πολλὰ τῶν ἀγνοουμένων
ἀνθρώποις λέγει, ὥσπερ
καὶ Παῦλος δείκνυσι, λέγων· Τὸ γὰρ
τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Εἰ δὲ Παῦλος ἀγνοεῖ μετὰ τοσαύτην γνῶσιν,
τί θαυμάζεις εἰ οὗτος ταῦτα λέγει; Ὅρα δὲ αὐτὸν οὐδὲν αἰσθητὸν ἐνταῦθα ζητοῦντα,
ἀλλὰ τὴν ὁδὸν τὴν πρὸς Θεὸν φέρουσαν, καὶ οἴκοθεν παρέχοντα τὰς ἀρχάς. Οὐ γὰρ ἁπλῶς
εἶπε· Γνώρισόν μοι, Κύριε, τὴν ὁδὸν τὴν πρὸς σὲ φέρουσαν, ἀλλὰ τί; Ἐπειδὴ πρὸς
σὲ ἦρα τὴν ψυχήν μου· τουτέστι, Πρὸς σὲ κέχηνα, πρὸς σὲ βλέπω. Τούτοις γὰρ μάλιστα ὁ Θεὸς
γνωρίζει. ∆ιὸ περὶ Ἰουδαίων ἔλεγεν, ἐρωτώμενος
διὰ τί ἐν παραβολαῖς λαλεῖ αὐτοῖς· Ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες
οὐκ ἀκούουσι. Τὸ δὲ, Ἦρα, Μετέστησα, ἢ μετέθηκα
πρὸς σὲ τὴν ψυχήν μού ἐστιν. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρὸς σὲ
κατέφυγον. Ὅρα πανταχοῦ
τὰς αἰτίας καὶ
παρὰ τοῦ δεομένου προσφερομένας.
Μὴ ἀποστρέψῃς, φησὶ, τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, ὅτι ἤλπισα ἐπὶ σέ. Γνώρισόν μοι ὁδὸν,
ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὅτι πρὸς σὲ κατέφυγον.
∆ίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Οὐκ εἶπε, ∆ίδαξόν με
τὸ θέλημά σου, ἁπλῶς, ἀλλὰ, Τοῦ ποιεῖν τὸ
θέλημά .456 σου· τουτέστιν, Εἰς τὰ ἔργα αὐτὰ ἐμβίβασον. Τῆς γὰρ ἄνωθεν ῥοπῆς χρεία, καὶ ἐκεῖθεν τῆς διδασκαλίας, ὥστε
βαδίζειν τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν· οὐχ ἡμῶν ἀργούντων, ἀλλὰ καὶ ἡμῶν τὰ
παρ' ἑαυτῶν εἰσφερόντων. Ὅτι σὺ εἶ ὁ Θεός
μου. Ὁρᾷς τὰς αἰτήσεις αὐτοῦ πνευματικάς; Οὐ γὰρ περὶ χρημάτων καὶ δυναστείας,
καὶ δόξης, ἀλλ' ὑπὲρ τοῦ τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν,
προσάγει τὴν αἴτησιν·
ὅπερ ἐστὶ θησαυρὸς
τῶν ἀγαθῶν ἁπάντων, καὶ πλοῦτος ἀνελλιπὴς, καὶ εὐημερίας ἀρχὴ, καὶ ῥίζα, καὶ μέσα, καὶ τέλος.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει
με ἐν γῇ εὐθείᾳ. Ὁρᾷς πῶς μανθάνομεν,
πῶς διδασκόμεθα ἀνύειν τὴν ὁδὸν διὰ τοῦ Πνεύματος τοῦ ἁγίου; ∆ιὸ καὶ ὁ
Παῦλος ἔλεγεν· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Ἐν γῇ εὐθείᾳ.
Κατὰ μὲν τὴν ῥῆσιν, τὴν πατρίδα αὐτοῦ φησι· κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ τὴν ἀρετὴν
φέρουσαν ὁδόν. Ἄλλος δέ φησι· ∆ιὰ γῆς ὁμαλῆς.
Οὐδὲν γὰρ λειότερον ἀρετῆς, θορύβων ἀπηλλαγμένης
καὶ ταραχῆς. Ἕνεκεν
τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ὁρᾷς πάλιν ἐπὶ τὸν Θεὸν
καταφεύγοντα, οὐ παῤῥησίᾳ βίου θαῤῥοῦντα;
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν μου. Ἄλλος
φησίν· Ἐν τῇ ἐλεημοσύνῃ σου. Ὁρᾷς πῶς ἀληθὲς, ὅπερ ἔμπροσθεν ἔλεγον, ὅτι πολλαχοῦ τὴν
δικαιοσύνην αὐτοῦ φιλανθρωπίαν καλεῖ; Ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν
μου. Εὔχεσθε γὰρ, φησὶ, μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις
τοὺς ἐχθρούς μου. Οὐκ ἐπειδὴ, φησὶν, ἐγὼ ἄξιος, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν ἀπάλλαξόν
με τῶν πολεμούντων με, ἐλευθέρωσον τῶν ἐπιβουλευόντων, δὸς ἀναπνεῦσαι μικρὸν
ἀπὸ τῆς θλίψεως. Καὶ ἀπολεῖς πάντας
τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί. Ὅρα πάλιν τὴν αἰτίαν
κειμένην. Οὐ γὰρ ἔστιν ἁπλῶς ἐπιτυγχάνειν τῶν αἰτήσεων, ἀλλὰ πανταχοῦ παρασκευάζειν ἑαυτοὺς ἀξίους χρὴ τοῦ λαμβάνειν ἅπερ αἰτοῦμεν, καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν, καὶ οὕτω προσιέναι. Οὐ γὰρ ἀρκεῖ
μόνον τῆς εὐχῆς ἡ
φύσις· ἐπεὶ καὶ Ἰουδαῖοι
ηὔχοντο, καὶ ἤκουον· Κἂν πληθύνητε τὴν δέησιν,
οὐκ εἰσακούσομαι ὑμῶν. Καὶ τί θαυμάζεις, εἰ οἱ Ἰουδαῖοι οὐκ ἠκούοντο, ὅπου γε
καὶ Ἱερεμίας ὑπὲρ αὐτῶν παρακαλῶν ἐπετιμᾶτο, καὶ ἅπαξ καὶ δὶς ἀκούει· Μὴ προσεύχου
ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Καὶ τί θαυμάζεις εἰ Ἱερεμίας οὐκ
εἰσακούσηται; Κἂν Νῶε, φησὶ, κἂν Ἰὼβ, κἂν ∆ανιὴλ στῶσιν, υἱοὺς αὐτῶν καὶ θυγατέρας
οὐ μὴ ἐξέλωνται. Ταῦτα τοίνυν εἰδότες, μὴ μόνον εὐχώμεθα, ἀλλὰ μετὰ τῶν εὐχῶν
ἀξίους ἑαυτοὺς παρασκευάζωμεν τοῦ λαβεῖν, ἵνα καὶ τῶν παρόντων
καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν·
ὧν γένοιτο πάντας
ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ιωάννης Χρυσόστομος
Τόμος 55 Μέρος Α΄
Ομιλίαι είς τούς
Ψαλμούς
ΕΙΣ ΤΟΝ ΡΜΓʹ ΨΑΛΜΟΝ.Εὐλογητὸς ὁ Κύριος
ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν,
τοὺς δακτύλους μου εἰς πόλεμον.
αʹ. Τί λέγεις; πολέμων διδάσκαλος ὁ Θεὸς,
καὶ μάχης, καὶ παρατάξεως; Μάλιστα μέν· οὐκ ἄν τις ἁμάρτοι καὶ τὴν ἐν τούτοις νίκην
αὐτῷ λογιζόμενος. Τοῦτο γάρ ἐστιν, Ὁ διδάσκων
τὰς χεῖράς μου. Τουτέστιν, ὁ ποιῶν περιγενέσθαι
τῶν πολεμίων, κρατεῖν, τρόπαιον ἐγείρειν. Καὶ γὰρ ἡνίκα τὸν
Γολιὰθ κατέβαλεν, ἐκεῖνος ὁ τῆς νίκης αἴτιος· καὶ ἡνίκα πολλοὺς
πολέμους κατώρθωσε, καὶ τρόπαια ἔστησε,
καὶ αὐτάνδρους εἷλε πολεμίας τινὰς
πόλεις, οὗτος αὐτὸν κρατῆσαι ἐποίησεν. ∆ιὸ καὶ ᾄδων ἔλεγε· Κύριος κραταιὸς καὶ δυνατὸς,
Κύριος δυνατὸς ἐν πολέμῳ.
Καὶ ἐπὶ τοῦ Μωϋσέως δὲ πολλὰ τοιαῦτα εἰργάσατο. Πλὴν ἀλλ'
ἔστι καὶ ἕτερος πόλεμος τούτου χαλεπώτερος,
ἔνθα ἡμῖν μάλιστα τῆς ἄνωθεν ῥοπῆς
δεῖ, ὅταν πρὸς τὰς ἀντικειμένας παραταττώμεθα δυνάμεις. Ὅτι δὲ πρὸς ταύτας ἡμῖν ἐστι πόλεμος,
ἄκουε Παύλου λέγοντος. Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς
ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· διὰ τοῦτο καὶ χαλεπώτερος, ὅτι ἐξ ἑτέρας φύσεως αἱ φάλαγγες, καὶ ταύτης ἀοράτου,
καὶ ὅτι οὐ περὶ μικρῶν ὁ ἀγὼν, ἀλλὰ περὶ σωτηρίας καὶ ἀπωλείας. Ἐνταῦθα
οὐκ ἔστι τοὺς σφαττομένους ἰδεῖν, οὐ τὸν καιρὸν προμαθεῖν, οὐ δυσκολίαν, οὐ τόπον, οὐκ ἄλλο τῶν τοιούτων
οὐδέν. Καὶ γὰρ καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ παιζόντων καὶ ῥᾳθυμούντων ἐπιτίθενται
αὗται αἱ φάλαγγες· ὥστε πεφραγμένους
καὶ διαπαντὸς δεῖ εἶναι. Οὐ γὰρ οἶδεν ἀνακωχὴν ὁ πόλεμος, οὐδὲ ἔχει κήρυκας, οὐδὲ πρέσβεις,
οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ' ἀκήρυκτός ἐστιν ἡ μάχη· διὸ δὴ μάλιστα πάντοθεν
φράττεσθαι καὶ τρέφεσθαι εὐτόνως
χρή. Τροφὴ δὲ τοῦ πολέμου τούτου, καὶ ὅπλα τῶν
τοιούτων στρατιωτῶν, τῶν
θείων Γραφῶν ἡ ἀκρόασις. Ταύτης
ὁ μὴ ἀπολαύων, λιμῷ τήκεται. ∆ώσω
γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον
Κυρίου. Καὶ ἐνταῦθα τοίνυν, ὥσπερ καὶ ἐν τοῖς αἰσθητοῖς πολέμοις, τῆς ἄνωθεν χρεία
ῥοπῆς. Οὐ σώζεται γὰρ, φησὶ, βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται
ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν,
ἐν δὲ πλήθει δυνάμεως
αὐτοῦ οὐ σωθήσεται.
Οὕτω γοῦν οἱ
πολλοὶ τοὺς πολεμίους ἐτροποῦντο, τὸ πρότερον εὐχῶν
προηγουμένων, καὶ τὰς πολεμίας φάλαγγας καταβαλουσῶν. Ἔλεός μου, καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ῥύστης μου. Ὁρᾷς πάλιν ἀπὸ
φιλανθρωπίας ἀξιοῦντα σώζεσθαι;
Μᾶλλον δὲ καὶ ἕτερόν τι ἐνταῦθα
αἰνίττεται. ∆είκνυσι γὰρ διὰ τούτου καὶ λέγει, ὅτι Οὐδὲ αὐτοῦ τοῦ ἐλέους ἄξιος ἤμην,
εἰ μὴ αὐτὸς ἐπένευσεν. Αὐτὸς οὖν ἐστιν Ὁ ἔλεός μου, φησίν· οὐκ ἐγὼ ἔσχον αὐτὸν ἐν
τοῖς ἔργοις. Εἰ γὰρ καὶ ἔλεός ἐστιν, ἀλλ' οὐκ ἀκρίτως ἅπασιν ἔπεισιν· Ἐλεήσω γὰρ,
φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ∆εῖ τοίνυν, εἰ καὶ ἐλεεῖσθαι
μέλλο . μεν, παρέχεσθαι τὰς ἀφορμὰς οἴκοθεν τῆς τοιαύτης
φιλανθρωπίας. Οὗτος δὲ καὶ αὐτὸ τὸ ἐλεηθῆναι παρ'
αὐτοῦ ἔχειν λέγει.
Εἶδες συντετριμμένην ψυχήν;
εἶδες γνώμην εὐγνώμονα, καὶ πῶς
τὸ πᾶν ἀνατίθησι τῷ
φιλανθρώπῳ Θεῷ; Ἀντιλήπτωρ μου,
καὶ ῥύστης μου, ὑπερασπιστής μου· καὶ ἐπ' αὐτῷ ἤλπισα. Συνεχῶς περιστρέφει τὴν ἐλπίδα
τὴν εἰς αὐτὸν, παιδεύων ἅπαντας μὴ βαπτίζεσθαι τοῖς δεινοῖς, ἀλλὰ καὶ ἐν μέσαις
ταῖς· συμφοραῖς ἐκεῖ κεχηνέναι, μηδὲ ἀπαγορεύειν καὶ ἀναπεπτωκέναι. Αὐτὸς γάρ ἐστιν ὁ ἀντιλήπτωρ μου καὶ
ῥύστης μου. Ὥστε κἂν μὴ παρ' αὐτὰ τῶν
δεινῶν τὰ προοίμια ἀντιλάβηται, μηδὲ ῥύσηται, δεῖ θαῤῥεῖν. Εἰ τοίνυν
αὐτός ἐστιν ἀντιλήπτωρ,
πάντας ἀπαλλάξει τῶν δεινῶν.
Ἐλπὶς γὰρ μάλιστα
τότε ἐστὶν, ὅταν τῶν ὁρωμένων
εἰς ἀπόγνωσιν ἐμβαλλόντων, αὕτη θαῤῥεῖν ὑπὲρ μέλλοντος παρασκευάζῃ. Ὁ ὑποτάσσων λαόν μου ὑπ' ἐμέ.
Καλῶς οὕτως εἶπε. Καὶ γὰρ καὶ ἐνταῦθα τῆς ἄνωθεν χρεία βοηθείας, ὥστε εἴκειν τοὺς ὑπηκόους, καὶ μὴ στασιάζειν, μηδὲ
κατεξανίστασθαι. Οὐκ ἄρα ἐν τῇ τῶν ἐχθρῶν καὶ τῶν πολεμίων ὑποταγῇ, ἀλλὰ καὶ ἐν τῇ τῶν οἰκείων πολλῆς ἡμῖν
τῆς ἄνωθεν δεῖ ῥοπῆς. Καὶ γὰρ καὶ τοῦτο
μέγα ἐστὶ, τὸ τοὺς οἰκείους εὖ διαθεῖναι, καὶ οὐκ ἔλαττον τοῦ τῶν ἐχθρῶν
περιγενέσθαι. Πολλοὶ γοῦν πολλάκις ἐν πολέμοις μὲν τρόπαια ἔστησαν, ἐν εἰρήνῃ δὲ
κατεκόπησαν, τῶν ἀρχομένων οὐκ εἰδότες φέρειν τὰς ἡνίας. Οὐκ ἄρα ἐν τῇ δυνάμει
τῆς βασιλείας ἐστὶ τὸ ὑποτετάχθαι τὰ
στρατόπεδα, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ. Ὥσπερ δὲ ἀπὸ ταύτης αἱ τῶν
πολεμίων νῖκαι, οὕτω καὶ
αἱ τῶν οἰκείων ὑποταγαί. Κύριε, τί ἐστιν
ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; Ἕτερος. Τί ἄνθρωπος, καὶ γνώσῃ
αὐτόν; Ἕτερος, Ὅτι γνωρίζεις αὐτόν;
Ἄρα μέγαν τινὰ εἶναι
χρὴ τὸν μέλλοντα
τὸν Θεὸν γνωρίζειν, μᾶλλον δὲ τὸν
μέλλοντα γνωρίζεσθαι παρ' αὐτοῦ·
οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ ἐκεῖνον,
ᾧ μέλλει γνωρίζειν ἑαυτὸν ὁ Θεός. ∆ιὸ καὶ ἄριστα
εἰρήκασιν οἱ Ἑβδομήκοντα
τὸ, Ἐγνώσθης αὐτῷ, δεικνύντες ὅτι οὐχ ἡμεῖς
αὐτὸν εὕρομεν, ἀλλὰ αὐτὸς εὑρέθη. Οὐ γὰρ εἶπε, Τί ἐστιν ἄνθρωπος ὁ
γνωρίσας σε, ἀλλὰ, Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ;
βʹ. ∆ιὸ καὶ Παῦλος ἄνω καὶ κάτω συνεχῶς τοῦτο περιστρέφει λέγων· Τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Καὶ αὐτὸς δὲ ὁ Χριστός· Οὐχ ὑμεῖς με ἐξελέξασθε,
ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Καὶ ἑτέρωθι δὲ πάλιν ὁ Παῦλος· Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν,
οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. ∆ιὰ δὴ τοῦτο
καὶ συνεχῶς ἑαυτὸν ἄνω καὶ
κάτω κλητὸν λέγει, δεικνὺς
ὅτι οὐκ αὐτὸς ἐπέδραμεν, ἀλλὰ πρότερον ἐκλήθη.
Οὕτω καὶ ἀλλαχοῦ φησι· ∆ιώκω δὲ,
εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην. Οὐκ
εἶπε, Κατέλαβον, ἀλλὰ, Καὶ κατελήφθην. Πῶς
δὲ λέγει οὗτος, Τί ἐστιν ἄνθρωπος; Καί τοι ἄλλος
φησὶ, Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Καὶ ἄλλος, Κατ' εἰκόνα Θεοῦ
ἐποίησεν αὐτόν. Καὶ γὰρ τῆς κτίσεως ἁπάσης τὴν ἐπιστασίαν ἔλαχεν. Εἰσὶ δέ
τινες, ὧν οὐδὲ ὁ κό .459 σμος ἀντάξιος. Ἀλλ' ἐκεῖνα μὲν περὶ ἀρετῆς, καὶ ὅταν τινὲς αὐτὴν ἐπιδείξωνται· τὸ δὲ, Τί ἐστιν ἄνθρωπος; περὶ τῆς φύσεως εἴρηται. Καὶ μὴν καὶ ἡ φύσις
μεγάλη· μεγάλη μὲν, ἀλλὰ ἐὰν τὴν γνῶσιν ἴδῃς ἧς κατηξιώθη, πολὺ καταδεεστέρα ταύτης.
Ἀκουέτωσαν αἱρετικῶν παῖδες, ὅτι τοσαύτην μανίαν μαίνονται, τὰ μέτρα ὑπερβαίνοντες
ἑαυτῶν, καὶ ἄγνοιαν ἐσχάτην νοσοῦσι, τὰ ὑπὲρ
αὐτοὺς εἰδέναι φάσκοντες. Ἔστι γὰρ καὶ ἐν ἀγνοίᾳ γνῶσιν, καὶ ἐν γνώσει
ἄγνοιαν εἶναι· καὶ εἰ βούλεσθε,
ἐπὶ τῶν αἰσθητῶν
αὐτὸ γυμνάσωμεν. Εἰπὲ γάρ μοι, ἄν τις λέγῃ τὴν θάλασσαν δύνασθαι ἐκμετρεῖν,
καὶ εἰδέναι πόσους ἔχει κυάθους, ἆρα οὐχ οὗτός ἐστι μάλιστα ὁ ἀγνοῶν, τί ποτέ ἐστι
θάλασσα; Ὁ δὲ λέγων μὴ εἰδέναι, ἀλλ' ἄπειρον αὐτῆς τὸν ἀριθμὸν διατεινόμενος, οὗτος μάλιστά ἐστιν ὁ εἰδὼς τί ποτέ ἐστι θάλασσα. Τί δὲ ἐπὶ τοῦ Θεοῦ; Ἂν εἴπῃ τις, Εἶδον τὸν Θεὸν, καὶ κατέλαβον τῇ ὄψει
τῇ ἐμῇ, ἆρ' οὐχ οὗτός ἐστι μάλιστα ὁ ἀγνοῶν τὸν Θεὸν, ὁ τὸ ἀόρατον ὁρατὸν εἶναι
λέγων, καὶ ἐν προσθήκῃ γνώσεως καὶ τὴν δυνατὴν
ἀφαιρούμενος; Ἂν δέ τις ἀόρατον αὐτὸν εἴπῃ, καὶ μηδένα δύνασθαι ὁρᾷν, οὐχ
οὗτος μάλιστά ἐστιν ὁ εἰδώς; Τί δὲ πάλιν
ἄν τις ἀκατάληπτον αὐτὸν εἴπῃ, ἕτερος δὲ καταληπτόν· ἆρ' οὐχ
οὗτος μέν ἐστιν ὁ ἀγνοῶν, ἐκεῖνος δὲ ὁ εἰδώς; Οὐχ ὁρᾷς καὶ Παῦλον ταύτην ἐρχόμενον
τὴν ὁδὸν, καὶ λέγοντα, Ἐκ μέρους
γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν;
Λόγισαι πόσα γέγονεν, ἵνα μάθωμεν τὸν Θεὸν, οὐ τίς ἐστι τὴν οὐσίαν, ἀλλ'
ὅτι ἔστι. Τοῦτο γοῦν καὶ ὁ Παῦλος λέγει· Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ
Θεῷ, ὅτι ἔστιν. Ἡ κτίσις ἅπασα αὐτὸν ἀνακηρύττει Ἐκ γὰρ
μεγέθους, φησὶ, καὶ
καλλονῆς κτισμάτων ἀναλόγως
ὁ γενεσιουργὸς θεωρεῖται, τοῦ ἀνθρώπου αὐτὴ ἡ κατασκευὴ, αἱ τιμαὶ αἱ
παρ' αὐτοῦ δεδομέναι, αἱ κολάσεις, αἱ εὐεργεσίαι, αἱ οἰκονομίαι, τὰ διὰ τῶν
προφητῶν προαναπεφωνημένα, τὰ θαύματα τὰ διάφορα. Μετὰ ταῦτα ἦλθεν αὐτὸς ὁ Μονογενὴς, καὶ τὴν οἰκονομίαν τὴν
θαυμαστὴν ἐκείνην καὶ φρικτὴν ἐπλήρωσε. Καὶ ὅμως εἰσί τινες, οἱ μηδέπω
τὸ σαφὲς μαθόντες·
καὶ σὺ λέγεις
ἐξ οἰκείων λογισμῶν
δύνασθαι καταλαμβάνειν τὸ τί τὴν οὐσίαν ἐστίν; Οὐκοῦν ἀγνοεῖς τὸν Θεόν;
φησίν. Ἄπαγε· ἀλλ' οἶδα μὲν, ὅτι ἔστι, καὶ ὅτι φιλάνθρωπος, καὶ ὅτι ἀγαθὸς, καὶ ὅτι προνοῶν, καὶ τὰ ἄλλα ἅπαντα
ὅσα εἶπον αἱ Γραφαί· τὸ δὲ τί τὴν οὐσίαν, οὐκ οἶδα. Ἐνόμισε καὶ ὁ Ἀδὰμ πλέον εὑρίσκειν,
τῷ διαβόλῳ πεισθεὶς, καὶ διὰ τῆς πλεονεξίας
ταύτης καὶ ὃ εἶχεν ἀπώλεσεν. Ὅπερ
καὶ οὗτοι πάσχουσιν
ἀπὸ τῶν ἀνθρωπίνων
λογισμῶν ἐναγόμενοι, καὶ οὐκ
ἀκούοντες ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις.
Οὐκ ἀκούουσι Παύλου λέγοντος, ∆ιὰ τοῦ Πνεύματος ἀπεκάλυψεν ἡμῖν, καὶ τοὺς λογισμοὺς ἐκβάλλοντος; Λογισμοὺς, φησὶ, καθαιροῦντες, καὶ πᾶν ὕψωμα
ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ ἄλλος σοφὸς, Λογισμοὶ ἀνθρώπων δειλοὶ,
καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ. Ἐννόησον
τὸ ἄπειρον ἐκεῖνο μέγεθος· μᾶλλον δὲ οὐδὲ τοῦτο λέγων, ἀξίως Θεοῦ λέγω· ἀλλ' οὐκ οἶδα πῶς λαλήσω· οὐδὲ γὰρ μέγεθος ἐπὶ
Θεοῦ λέγοντες, κυρίως λέγομεν· ἀλλ' ἐπειδὴ
οὐκ ἔστιν ἑτέρως φθέγγεσθαι, τοῖς ἐγχωροῦσι κέχρημαι ῥήμασιν. Ἐπεὶ καὶ Ὕψιστον
αὐτὸν καλῶν, οὐ τόπῳ αὐτὸν περιορίζω· ἀλλὰ καὶ τὸ ὑψηλὸν καὶ μεγαλεῖον αὐτοῦ τῆς
φύσεως δηλῶ, καὶ διεστηκὸς, καὶ πάντων ἀνακεχωρηκός. ∆ιὰ δὴ τοῦτο ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ∆ιὰ γὰρ τοῦτο καὶ ταπεινὸν
ἐποίησε καὶ μεγάλα ἐχαρίσατο, ἵνα μὴ ἐπαρθῇ, ἔχων μεγίστην ἀνάγκην τοῦ μετριάζειν,
τὴν ἀπὸ τῆς φύσεως εὐτέλειαν. Ἢ υἱὸς ἀνθρώπου, ὅτι
λογίζῃ αὐτόν; Εἶδες
πόσον τὸ μεγαλεῖον
τῆς φύσεως τοῦ
Θεοῦ; Ἄνθρωπος ματαιότητι ὡμοιώθη.
Ἕτερος δὲ ἑρμηνευτὴς τὸ, Ματαιότητι,
Ἀτμῷ εἶπεν. Οὐκ ἄλλο δὲ τὸ Ματαιότητι δηλοῖ, ἢ ὅτι ἐπίκηρος, πρόσκαιρος, βραχύς.
Ἐνταῦθα τὸν περὶ τοῦ σώματος γυμνάζει λόγον. ∆ι' ὃ καὶ Ἀβραὰμ ἔλεγεν· Ἐγὼ δέ εἰμι
γῆ καὶ σποδός· ὁ δὲ Ἡσαΐας, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.
Τί δέ ἐστι, Ματαιότητι ὡμοιώθη; Τῷ μηδενὶ, φησίν· ἐπειδὴ τῶν ἀνθρωπίνων οὐδὲν βέβαιον,
οὐδὲ στάσιμον, ἀλλὰ πάντα παράγει καὶ παρέρχεται. Αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι·
τουτέστιν, οὐδὲ ἡνίκα πάρεισιν, ἰσχύν τινα ἔχουσιν, ἀλλὰ καὶ ταχέως ἀφίπτανται.
γʹ. Καὶ σκόπει τοῦτο ἐπὶ τῶν πραγμάτων αὐτῶν, τοὺς ἐν ἀξιώμασι λογιζόμενος, τοὺς ἐπὶ
τῶν ὀχημάτων, τοὺς
ἐν ταῖς δυναστείαις, τοὺς
εἰς τὸ δεσμωτήριον ἐμβάλλοντας καὶ μαστιγοῦντας. Τί γὰρ σκιᾶς διαφέρουσιν οὗτοι, οὐκ ἐν τῷ
καιρῷ τῆς τελευτῆς, ἀλλὰ καὶ πρὸ
τῆς τελευτῆς; Ὅταν γὰρ ἀρχῆς
παραλυθῶσι, πάντα ἐκεῖνα οἴχεται καὶ ἐκποδὼν γίνεται· τὰ δὲ ἀληθῆ
πράγματα μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν· τότε καὶ εὐθῦναι καὶ κολάσεις ἀληθεῖς, καὶ
τὰ ἀγαθὰ ὁμοίως, καὶ ὁ δικαστὴς ἀνεξαπάτητος. Τὰ δὲ ἐνταῦθα παισὶν ἔοικε παίζουσιν.
Ὁ σήμερον γὰρ δικάζων, ἕστηκεν αὔριον δικαζόμενος, καὶ
πυκναὶ αἱ μεταβολαὶ,
καὶ ἀνώμαλοι αἱ
μεταβάσεις. Κύριε, κλῖνον οὐρανούς
σου, καὶ κατάβηθι. Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται. Ἕτερος. Κλίναντός σου οὐρανοὺς,
καὶ καταβάντος, καὶ ἁψαμένου τῶν ὀρέων ἐκαπνίσθησαν. Καὶ ποία αὕτη ῥημάτων ἀκολουθία;
Πολλὰ μὲν οὖν, καὶ σφόδρα ἐχομένη τῶν προτέρων. Ἐπειδὴ γὰρ περὶ τῆς εὐτελείας τῆς
ἀνθρωπίνης διελέχθη, καὶ τὸ οὐδαμινὸν τῆς
φύσεως παρέστησε, καὶ ἐνταῦθα πάλιν καταστέλλει τῶν φλεγμαινόντων τὴν ἀπόνοιαν,
μονονουχὶ τοῦτο δι' ὧν ἐπήγαγε λέγων· Ἔδει μὲν αὐτοὺς οἴκοθεν συνιδεῖν τῆς φύσεως
τὸ εὐτελὲς, καὶ μὴ μέγα φρονεῖν· ἐπειδὴ
δὲ οὐ βούλονται, δεῖξον ἀπὸ τῶν σῶν ἔργων ποῦ ταπεινότητός εἰσιν ἀπῳκισμένοι. Κύριε, κλῖνον
οὐρανοὺς, καὶ κατάβηθι. Τοῦτο λέγει, οὐκ ἐπειδὴ ὁ Θεὸς καταβαίνει· πῶς γὰρ
ὁ πανταχοῦ παρών; ἀλλ' ἵνα διὰ τῶν ἀνθρωπίνων
τούτων λέξεων τοὺς παχυτέρους
ἐκπλήξῃ τῶν ἀκροατῶν,
ἀνθρωπινώτερον περὶ αὐτοῦ διαλέγεται. Ἐπεὶ καὶ τὸ . τῆς ἁφῆς, εἰ καὶ δοκεῖ μέγα εἶναι,
ἀλλὰ πολὺ τῆς τοῦ Θεοῦ ἀξίας καταδεέστερον. Οὐδὲ γὰρ ἁφῆς ὁ Θεὸς χρείαν
ἔχει, ἵνα καπνίσῃ τὰ ὄρη, μᾶλλον δὲ οὐδὲ νεύματος, ἀλλὰ βουλῆς
καὶ θελήσεως. Εἰπὼν τοίνυν περὶ τῆς εὐτελείας τοῦ ἀνθρώπου, λέγει καὶ περὶ τῆς
δυνάμεως τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν εἰπεῖν· ἐπεὶ καὶ ταῦτα
πολὺ ἀποδέοντα τῆς
μεγαλωσύνης ἐκείνης. Ἄστραψον
ἀστραπὴν, καὶ σκορπιεῖς αὐτούς·
ἐξαπόστειλον τὰ βέλη
σου, καὶ συνταράξεις
αὐτούς. Ἀστραπὴν ἐνταῦθα καὶ βέλη οὐ τὴν ἀστραπὴν
ταύτην φησὶν, οὐδὲ
ταῦτα τὰ βέλη, ἀλλὰ τὰς τιμωρίας οὕτω καλεῖ, ἀπὸ τῶν ἤδη γνωρίμων
τὸν καταφρονητὴν πείθων καὶ τὸν ἀναπεπτωκότα τρέμειν
καὶ δεδοικέναι καὶ ὑποκύπτειν. Εἰ γὰρ ἀστραπήν τις οὐκ
ἂν ἐνέγκοι, καίτοι οὐκ ἐπὶ κολάσει πεμπομένην, εἰ βουληθείη
κινῆσαι τὴν τιμωρητικὴν αὑτοῦ δύναμιν,
τίς ὑποστήσεται; Βέλη δὲ Θεοῦ λιμοὶ,
καὶ λοιμοὶ, καὶ
σκηπτοὶ, καὶ πολυειδεῖς τιμωρίαι. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους·
ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν,
ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Οὐ γὰρ
πρὸς τὸ κολάζειν μόνον, ἀλλὰ καὶ πρὸς τὸ σώζειν ἀπηρτισμένη ἡ δύναμις τοῦ Θεοῦ.
Χεῖρα δὲ ἐνταῦθα τὴν βοήθειαν, τὴν συμμαχίαν λέγει· διὸ οὐδὲ Ἔκτεινον, εἶπεν, ἀλλ'
Ἐξαπόστειλον, τοῦτο δηλῶν· εἰ δέ που καὶ,
Ἔκτεινον, λέγοι, τὸ αὐτὸ πάλιν
αἰνίττεται. Καὶ ὕδατα δὲ τὴν ἄτακτον
τῶν πολεμίων ἔφοδον καλεῖ, καὶ
συγκεχυμένην, καὶ πολλῇ τῇ ῥύμῃ φερομένην. Ὅτι γὰρ οὐ περὶ ὑδάτων ὁ λόγος, δῆλον
διὰ τῆς ἐπαγωγῆς· Ἐκ χειρὸς γὰρ, φησὶν, υἱῶν ἀλλοτρίων.
Υἱοὺς
δὲ ἀλλοτρίους ἐνταῦθά
μοι δοκεῖ λέγειν
τοὺς τῆς ἀληθείας
ἀπεξενωμένους. Ὥσπερ γὰρ τοὺς πιστοὺς οἰκείους ἡγούμεθα καὶ ἀδελφοὺς, οὕτω τοὺς ἀπίστους ἀλλοτρίους· καὶ τούτῳ μάλιστα
τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον ἐπιγινώσκομεν. Οἰκεῖος γὰρ οὗτος ὁ τὸν αὐτόν μοι πατέρα ἐπιγραφόμενος, καὶ τῆς αὐτῆς κοινωνῶν τραπέζης, μᾶλλον ἢ ὁ γένει
προσήκων· καὶ γὰρ ἀκριβέστερος οὗτος τῆς συγγενείας ὁ νόμος, ὥσπερ οὖν καὶ ἀλλοτριότης ἡ ἀπὸ τῶν ἐναντίων τρανοτέρα τῆς κατὰ γένος. Μὴ τοίνυν τοῦτο ἴδῃς, ὅτι ὑπὸ τὸν αὐτόν ἐσμεν
οὐρανὸν καὶ τὴν αὐτὴν
οἰκουμένην· ἄλλην γὰρ ἐγὼ κοινωνίαν
ἐπιζητῶ, καὶ ὑπὲρ τὸν οὐρανόν. Ἐκεῖ ἡμῶν τὸ πολίτευμα καὶ ἡ ζωή· Ζωὴ γὰρ ἡμῶν, φησὶ,
κέκρυπται σὺν τῷ
Χριστῷ ἐν τῷ Θεῷ. Οὐδὲ γὰρ
γῆν οἰκοῦμεν, ἀλλὰ μετέστημεν πρὸς τὴν ἄνω μητρόπολιν. Ἕτερον
φῶς ἀληθινὸν ἔχομεν, ἑτέραν πατρίδα, καὶ
πολίτας ἄλλους καὶ συγγενεῖς. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ἄρα οὐκ ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων. Πῶς
οὖν, φησὶ, τὸν Σαμαρείτην πλησίον ἔφησεν εἶναι ὁ Χριστὸς, καίτοι πολὺ τὸ μέσον ὄν;
Ἀλλ' οὐ κατὰ τὸν τῆς φύσεως λόγον. Ὅταν οὖν εὐποιεῖν δέῃ, πᾶς ἄνθρωπός σοι ἐγγὺς ἔστω· ὅταν δὲ ὁ τῆς ἀληθείας γυμνάζηται λόγος, ἐπιγίνωσκε τὸν οἰκεῖον
καὶ τὸν ἀλλότριον. Κἂν ἀδελφὸν ἔχῃς ὁμοπάτριον καὶ ὁμομήτριον, καὶ μὴ κοινωνήσῃ σοι κατὰ τὸν
τῆς ἀληθείας νόμον, ἔστω σοι τοῦ Σκύθου βαρβαρικώτερος· κἂν Σκύθης, κἂν Σαυρομάτης
ᾖ, τῶν δογμάτων δὲ εἰδῇ τὴν ἀκρίβειαν, καὶ πιστεύῃ τοῦτο ὃ καὶ αὐτὸς σὺ, αὐτοῦ
τοῦ τὰς αὐτὰς ὠδῖνας σοὶ λύσαντος οἰκειότερος ἔστω καὶ ἐγγύτερος· καὶ τὸν βάρβαρον
καὶ τὸν οὐ τοιοῦτον ἐντεῦθεν διακρίνωμεν,
μὴ ἀπὸ τῆς γλώττης, μηδὲ ἀπὸ τοῦ
γένους, ἀλλ' ἀπὸ τῆς γνώμης καὶ τῆς ψυχῆς. .Τοῦτο γὰρ μάλιστα ἄνθρωπος, ὅταν δογμάτων ἀκρίβειαν
ἔχῃ καὶ πολιτείαν φιλόσοφον.
δʹ. Ἀλλ' ἴδωμεν λοιπὸν τοὺς ἀλλοτρίους, πῶς
αὐτοὺς ὑπέγραψε καὶ ὁ προφήτης, εἰπών· Ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν
δεξιὰ ἀδικίας. Εἶδες τίνας φησὶν ἀλλοτρίους; Τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς ἀδικίας
ἐρῶντας, τοὺς τὰ ἀνόητα φθεγγομένους, τοὺς οὐδὲν χρήσιμον λέγοντας. Ἐπιγίνωσκε τοίνυν
τοὺς ἀλλοτρίους ἀπὸ τοῦ στόματος,
ἀπὸ τῶν ἔργων· ὥσπερ καὶ ὁ Χριστός
φησιν· Ἀπὸ τῶν καρπῶν
αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
Καθάπερ γὰρ ἐν τοῖς στρατοπέδοις πολλά
τινα δίδονται συνθήματα
καὶ σημεῖα, ἵν' εἴποτε ἡ νυκτομαχία γένοιτο, ἢ κόνις ἀρθεῖσα τὰ τῆς
νυκτὸς ἐπιδείξαιτο, ἢ καὶ ἑτέρα τις γένοιτο σύγχυσις καὶ ταραχὴ, μὴ τὸν οἰκεῖον
ὡς τὸν πολέμιόν τις ἴδῃ, μηδὲ τὸν ἐναντίον ὡς οἰκεῖον· οὕτω καὶ ἐνταῦθα δίδωσί
σοι συνθήματα ὁ προφήτης, δι' ὧν
δυνήσῃ τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον γνωρίζειν,
οἷον ἀφ' ὧν φθέγγεται, ἀφ' ὧν ποιεῖ,
λέγων· Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν
δεξιὰ ἀδικίας. Καὶ γὰρ καὶ νῦν πόλεμός ἐστι καὶ μάχη, καὶ νυκτομαχία χαλεπωτάτη, δαιμόνων βαλλόντων, ἐπιθυμιῶν
ἐπιβουλευουσῶν, λογισμῶν ἐπανισταμένων. Ἔστι καὶ ἐν τοῖς μεμυημένοις συνθήματα καὶ σύμβολα·
κἂν βουληθῶμέν τινα, ἀμφιβάλλοντες
εἴτε ἀμύητός ἐστιν,
εἴτε μεμυημένος, ἐπιγνῶναι, ταῦτα ἐρωτῶντες μανθάνωμεν. Ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Τί τοίνυν τούτου
χαλεπώτερον γένοιτ' ἂν, ὅταν τὴν εἰς βοήθειαν δεδομένην,
εἰς ἐπιβουλὴν τρέπωμεν; ∆ιὰ γὰρ
τοῦτο ἔχομεν δεξιὰς, ἵνα καὶ ἑαυτοῖς καὶ ἑτέροις ἀδικουμένοις ἀμύνωμεν, ἵνα ἀναιρῶμεν παρανομίας, ἵνα λιμὴν γενώμεθα καὶ καταφυγὴ
τοῖς ἐπηρεαζομένοις. Τίνα οὖν ἂν ἔχοιεν συγγνώμην οἱ μὴ πρὸς σωτηρίαν ἑτέρων
χρώμενοι τῷ ὅπλῳ τούτῳ, ἀλλὰ πρὸς ἀπώλειαν τὴν ἑαυτῶν; Ὁ Θεὸς, ᾠδὴν
καινὴν ᾄσομαί σοι. Ποία αὕτη πάλιν ἡ
ἀκολουθία; Πολλὴ μὲν οὖν καὶ ἐνταῦθα. Ἐπειδὴ γὰρ εἶπεν, Ἐξαπόστειλον τὴν χεῖρά
σου, καὶ, Ἐξελοῦ με, καὶ σκόρπισον ἐκείνους,
ἐπαγγέλλεται καὶ ἀμείβεσθαι τῆς συμμαχίας
αὐτὸν
ἀμοιβὴν, ἐκείνῳ μὲν οὐδὲν πλέον ποιοῦσαν, τῷ δὲ εἰσφέροντι τὴν ἀμοιβὴν τὸ κέρδος φέρουσαν. Τί δὲ αὕτη ἐστίν;
Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Εἰ δὲ μικρὸν τοῦτο πρὸς τὸ μέγεθος τῆς εὐεργεσίας,
ἀλλ' ὅπερ ἔσχεν. Ἐπεὶ καὶ ἡμεῖς παρὰ τῶν πενήτων καὶ οὐδὲν
κεκτημένων οὐδὲν ἕτερον
ἐπιζητοῦμεν, ἀλλ' ἢ εὐφημίαν καὶ εὐγνωμοσύνην. Ἀλλ' ἡμεῖς μὲν, ἵνα
λαμπρότεροι γενώμεθα· ὁ δὲ Θεὸς,
οὐκ ἐπειδὴ δεῖται, ἀλλ' ἵνα αὐτοὺς τοὺς ᾄδοντας λαμπροτέρους ἐργάσηται,
καὶ ταύτῃ πάλιν αὐτοὺς εὐεργετήσῃ. Ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι· τουτέστιν, Εὐχαριστήσω
σοι. Ἀλλὰ τότε μὲν ὄργανα ἦν, δι' ὧν τὰς ᾠδὰς ἀνέφερον· νυνὶ δὲ ἀντὶ ὀργάνων κεχρῆσθαι ἔστι τῷ σώματι. Ἔστι γὰρ καὶ δι' ὀφθαλμῶν ᾄδειν, οὐ διὰ γλώττης μόνον, καὶ διὰ χειρῶν, καὶ διὰ ποδῶν, καὶ διὰ
ἀκοῆς. Ὅταν γὰρ ἕκαστον τούτων .463 ταῦτα
πράττῃ, ἃ τῷ Θεῷ φέρει
δόξαν καὶ αἶνον, οἷον ὅταν μὴ ἀκόλαστα
ὀφθαλμὸς βλέπῃ, ὅταν μὴ πρὸς ἁρπαγὰς αἱ χεῖρες, ἀλλὰ πρὸς ἐλεημοσύνην ὦσι τεταμέναι, ὅταν
πρὸς ψαλμῶν καὶ πνευματικῶν ἀκουσμάτων
ὑποδοχὴν ὦσιν αἱ ἀκοαὶ παρεσκευασμέναι, ὅταν πρὸς ἐκκλησίαν οἱ πόδες τρέχωσιν, ὅταν ἡ καρδία δόλους μὴ ῥάπτῃ,
ἀλλὰ ἀγάπην βρύῃ, γίνεται ψαλτήριον καὶ
κιθάρα τοῦ σώματος τὰ μέλη, καὶ ᾄδει καινὴν ᾠδὴν, οὐ τὴν διὰ ῥημάτων, ἀλλὰ τὴν
διὰ πραγμάτων. Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν. Οὐ γὰρ στρατόπεδα καὶ
πλήθη στρατιωτῶν, οὐδὲ σωματοφύλακες, ἀλλ' ἡ τοῦ Θεοῦ ῥοπὴ σώζειν εἴωθε. Τῷ
λυτρουμένῳ ∆αυῒδ τὸν δοῦλον αὐτοῦ.
Εἰπὼν τὸ κοινὸν,
λέγει καὶ τὸ καθ' ἑαυτὸν,
καὶ οὐκ εἶπε,
Τῷ λυτρωσαμένῳ, ἀλλὰ, Τῷ λυτρουμένῳ, διηνεκῆ δεικνὺς αὐτοῦ τὴν πρόνοιαν.
εʹ. Εἶτα πάλιν αἰτεῖ ἅπερ ἔμπροσθεν ᾔτησε,
συνεχῶς προσπίπτων καὶ παρακαλῶν, ὥστε ἀπαλλαγῆναι πονηρῶν ἀνθρώπων,
οὕτω λέγων· Ἐκ ῥομφαίας πονηρᾶς ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,
ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Ὧν οἱ υἱοὶ αὐτῶν
ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τὰς εὐπραγίας ἐνταῦθα
διαγράφει τὰς κοσμικὰς καὶ τὸν πλοῦτον,
καὶ τίθησιν ὅπερ ἐστὶ πρῶτον, τὸ παῖδας
ἔχειν σφριγῶντας καὶ ἀκμάζοντας, καὶ ἐξ ἑκατέρας τῆς φύσεως.
Ἐπήγαγε γοῦν· Αἱ θυγατέρες αὐτῶν
κεκαλλωπισμέναι, περικεκοσμημέναι
ὡς ὁμοίωμα ναοῦ. Μετὰ τῆς νεότητος τὴν πολλὴν
χλιδὴν ἐνδείκνυται, καὶ τὰ κρήδεμνα αὐτῶν καὶ τὸν γυναικεῖον
ὑπογράφει κόσμον, ἅπερ ἐκ πολλῆς
εὐημερίας γίνεται. Ἔπειτα
ὃ δεύτερον εἶναι δοκεῖ, τάχα δὲ νῦν ἐστι πρῶτον, πάλιν τὸν πλοῦτον
ὑπογράφει λέγων· Τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. Τί ἐστιν, Ἐξερευγόμενα;
Στενοχωρούμενα. Ἀχώρητός ἐστι τοῖς ταμιείοις ὁ πλοῦτος,
φησί. Τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. Οἱ βόες αὐτῶν
παχεῖς. Καὶ αὕτη δὲ οὐ μικρὰ εὐπραγία ἐδόκει
εἶναι. Παρὰ γὰρ τοῖς
παλαιοῖς ἐν τούτοις
ὁ πλοῦτος ἦν, ἐν βουκολίοις
καὶ ποιμνίοις καὶ σπέρμασι, πρὶν ἢ
τὴν βλακείαν εὑρεθῆναι τὴν νῦν. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος. Τουτέστι, πολλῆς ἀπολαύει
καὶ τὰ γεώργια φυλακῆς, πολλῆς τῆς ἐπιμελείας, πολλῆς
τῆς σπουδῆς, κομώντων τῶν καρπῶν,
τῶν φραγμῶν ἑστώτων, τῆς ἀμπέλου φυτευομένης
πάντοθεν καὶ περιτειχιζομένης. Οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν.
Ἄλλος, Ἐν ταῖς ἐπαύλεσιν αὐτῶν. Ἄλλο εὐημερίας εἶδος, ὅπερ οὐ παντὶ συγκεκλήρωται
πλούτῳ· τουτέστιν, εἰρήνη καὶ ἄδεια καὶ ἀσφάλεια· οὐδεὶς ὁ ἐπιβουλεύων, οὐδεὶς ὁ
πολεμῶν, ἀλλ' οὐδὲ θόρυβος, οὐδὲ ταραχή. Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι. Μακάριος
ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Εἶδες ἀρετὴν ἀνδρός; Θεὶς γὰρ ἅπαντα τὸν
πλοῦτον, καὶ ἐπελθὼν
αὐτὸν τῷ λόγῳ,
εἶτα τὴν ψῆφον
τῶν πολλῶν προσθεὶς τὴν περὶ αὐτὸν,
αὐτὸς οὐδὲν ἐκ τούτων ἀνθρώπινον πάσχει, οὐδὲ ζηλωτοὺς εἶναι νομίζει τοὺς ταῦτα κεκτημένους, ἀλλὰ ταῦτα πάντα
παραδραμὼν ἐπὶ τὸν ἀληθῆ θησαυρὸν τὸν μακαρισμὸν ἐκτείνει. Οἱ μὲν γὰρ ἄλλοι,
φησὶν, ἐμακάρισαν τοὺς ταῦτα ἔχοντας· ἐγὼ
δὲ μακαρίζω τὸν λαὸν, Οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· ἑνὶ τούτῳ πᾶσαν αὐτῶν τὴν εὐπορίαν ἐνδειξάμενος,
τὴν εὐθηνίαν τῶν ἀγαθῶν, τὸν
πλοῦτον. Ἐκεῖνα μὲν γὰρ παραῤῥεῖ καὶ παρέρχεται, οὗτος δὲ ὁ μακαρισμὸς μένει
διηνεκῶς, ἀντὶ προβάτων καὶ παίδων καὶ
βοῶν καὶ φραγμοῦ καὶ ἀμπελῶνος, ὁ τοῦ
Θεοῦ μακαρισμὸς μέλλων εἶναι καὶ πλοῦτος καὶ ἀσφάλεια καὶ τεῖχος ἀκαταγώνιστον. Ταῦτα τοίνυν ἀκούοντες, μηδενὶ
τούτων θορυβεῖσθε, ἀλλὰ τὰς σκιὰς παρατρέχοντες, τῆς ἀληθείας ἀντέχεσθε. Καὶ γὰρ προλαβὼν εἶπεν,
ὅτι Ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ, Αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν. Ἂν
τοίνυν ἅπασι τούτοις ἴδῃς τινὰς περιῤῥεομένους
καὶ πονηρίᾳ συζῶντας, κἂν ἡ
οἰκουμένη αὐτοὺς μακαρίζῃ, ταλάνιζε, καὶ ἀθλίους εἶναι νόμιζε σύ· τοὺς δὲ ἀνακειμένους τῷ Θεῷ ζηλωτοὺς ἡγοῦ καὶ μακαρίους. Καὶ τοῦτον
ἀεὶ πάντες ζητήσωμεν τὸν πλοῦτον, καὶ τοῦτον τὸν μακαρισμόν· ἵνα καὶ τῶν παρόντων
καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι
καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜ∆ʹ ΨΑΛΜΟΝ.Ὑψώσω σε, ὁ Θεός μου, ὁ
βασιλεύς μου· καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
αʹ. Μετὰ ἀκριβείας τούτῳ μάλιστα προσέχειν
ἄξιον τῷ ψαλμῷ. Οὗτος γάρ ἐστιν ὁ τὰ ῥήματα ἔχων
ταῦτα, ἅπερ οἱ
μεμυημένοι συνεχῶς ὑποψάλλουσι,
λέγοντες· Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν
ἐν εὐκαιρίᾳ. Ὁ γὰρ γενόμενος υἱὸς καὶ
τραπέζης ἀπολαύων πνευματικῆς,
δοξάζειν δίκαιος ἂν εἴη τὸν πατέρα. Υἱὸς γὰρ, φησὶ, δοξάζει τὸν πατέρα,
καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. Γέγονας υἱὸς καὶ τραπέζης ἀπολαύων πνευματικῆς,
σιτούμενος τὰς σάρκας καὶ τὸ αἷμα τὸ ἀναγεννῆσάν σε· ἀποδίδου τοίνυν τῆς τοσαύτης εὐεργεσίας τὴν
ἀμοιβὴν, καὶ δόξαζε τὸν τοιαῦτα παρεσχηκότα, καὶ ἀναγινώσκων τὰ ῥήματα ῥύθμιζέ
σου τὴν γνώμην πρὸς τὰ λεγόμενα· καὶ λέγων,
Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου, πολλὴν
ἐπιδείκνυσο τὴν οἰκείωσιν, ἵνα καὶ περὶ σοῦ λέγῃ ὁ Θεὸς, ὥσπερ καὶ περὶ
τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακώβ·Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ
ὁ Θεὸς Ἰακώβ. Ἂν γὰρ σὺ λέγῃς, Ὁ Θεός μου,
ὁ βσιλεύς μου,
καὶ μὴ λέγῃς
μόνον, ἀλλὰ καὶ τὴν ἀγάπην ἐπιδεικνύῃς τοιαύτην, καὶ αὐτὸς τὰ αὐτὰ ἐρεῖ περὶ σοῦ, Ὁ
δοῦλός μου, καὶ Ὁ θεράπων μου· ὃ καὶ περὶ τοῦ Μωϋσέως εἴρηται. Καὶ εὐλογήσω τὸ ὄνομά
σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ
αἰῶνος. Εἶδες καὶ τῆς μελλούσης ζωῆς τὰ προοίμια πῶς ἐνδείκνυται; Εὐλογίαν δὲ ἐνταῦθα λέγει, οὐ τὴν
διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ τὴν διὰ τῶν πραγμάτων. Οὕτω γοῦν καὶ ὑψοῦται Θεὸς, οὕτω
καὶ εὐλογεῖται. Τοῦτο καὶ ἐν τῇ εὐχῇ
κελευόμεθα λέγειν, Ἁγιασθήτω τὸ ὄνομά σου, τουτέστι, δοξασθήτω. Καθ' ἑκάστην ἡμέραν
εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά
σου . εἰς τὸν αἰῶνα,
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἕτερος, Εἰς αἰῶνα διηνεκῶς. Τοῦτο μάλιστα ψυχῆς εὐλαβοῦς, τὸ τῶν βιωτικῶν ἀπαλλαγεῖσαν πραγμάτων τοῖς ὕμνοις ἀνακεῖσθαι. Καὶ γὰρ αἰσχρὸν
ἂν εἴη τὸν λογικὸν ἄνθρωπον, καὶ τῶν ὁρωμένων ἁπάντων
τιμιώτερον, ἔλαττον τῆς κτίσεως φέρειν
κατὰ τὸν τῆς εὐφημίας λόγον· οὐκ αἰσχρὸν δὲ μόνον, ἀλλὰ καὶ ἄτοπον. Πῶς δὲ οὐκ ἄτοπον,
εἴ γε αὐτὴ μὲν καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ἀναπέμπει τῷ ∆εσπότῃ δοξολογίαν, Οἱ
γὰρ οὐρανοὶ, φησὶ, διηγοῦνται
δόξαν Θεοῦ, ποίησιν
δὲ χειρῶν αὐτοῦ
ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ
ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει
γνῶσιν. Ἥλιός τε καὶ σελήνη, καὶ ὁ ποικίλος τῶν ἄστρων χορὸς, καὶ τῶν ἄλλων ἁπάντων
ἡ εὐταξία τὸν οἰκεῖον κηρύττει δημιουργόν. Ὁ τοίνυν ἁπάντων
τούτων τιμιώτερος, μὴ ποιῶν τοῦτο,
ἀλλὰ καὶ βίον παρέχων δι' ὃν βλασφημία προστρίβεται τῷ ποιήσαντι αὐτὸν Θεῷ, ποίας
ἄρα ἔσται συγγνώμης ἄξιος ὁ τοιοῦτος; τίνος
δὲ ἀπολογίας, ὅταν διὰ τοῦτο γενόμενος, ἵνα ἀρέσῃ τῷ φιλανθρώπῳ Θεῷ, καὶ τῆς
βασιλείας ἀπολαύσῃ τῶν μελλόντων, τούτου
μὲν μὴ πολὺν ποιῆται
τὸν λόγον, πραγματείαις
δὲ βιωτικαῖς καὶ μερίμναις
ἑαυτὸν κοσμικαῖς περιβάλλῃ; Ἀλλ' οὐχ οὗτος
τοιοῦτος, ἀλλὰ διὰ
παντὸς τοῦ βίου αἶνον
ἀνέφερε τῷ Θεῷ, τὸν διὰ τῶν ῥημάτων, τὸν διὰ τῶν πραγμάτων. Καὶ γὰρ πολλῶν ἐσμεν
ὀφειλέται αὐτῷ, ὅτι τε οὐκ ὄντας ἐποίησεν, καὶ ὅτι τοιούτους εἰργάσατο, ὅτι
γενομένους διακρατεῖ, καὶ ὅτι καθ' ἑκάστην προνοεῖ τὴν ἡμέραν καὶ κοινῇ καὶ ἰδίᾳ,
καὶ λάθρᾳ καὶ φανερῶς καὶ εἰδότων καὶ οὐκ εἰδότων. Τί γὰρ ἄν τις
εἴποι τὰ ὁρώμενα, ἃ δι' ἡμᾶς ἐποίησε; τὴν διακονίαν αὐτῶν, ἣν παρέχεται, τοῦ σώματος τὴν διάπλασιν,
τῆς ψυχῆς τὴν εὐγένειαν, τὴν καθ' ἑκάστην
ἡμέραν οἰκονομίαν, τὴν διὰ τῶν θαυμάτων, τὴν διὰ τῶν νόμων, τὴν διὰ τῶν τιμωριῶν, τὴν ποικίλην
αὐτοῦ πρόνοιαν καὶ ἀκατάληπτον, τὸ
κεφάλαιον τῶν ἀγαθῶν, ὅτι οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο δι' ἡμᾶς, τὰ
δοθέντα ἤδη διὰ τοῦ βαπτίσματος, διὰ τῶν μυστηρίων, τὰ μέλλοντα δοθήσεσθαι, τὰ ἀπόῤῥητα
ἀγαθὰ ἐκεῖνα, τὴν βασιλείαν, τὴν ἀνάστασιν, τὴν λῆξιν τὴν πάσης μακαριότητος γέμουσαν; Ἂν γὰρ ἕκαστόν τις τούτων καταλέγῃ, εἰς πέλαγος ἄφατον ἐμπεσεῖται εὐεργεσιῶν,
καὶ ὄψεται πόσων ἐστὶν ὑπεύθυνος τῷ φιλανθρώπῳ Θεῷ· οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ
καὶ διὰ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ, διὰ
τὴν ἀκήρατον οὐσίαν. Καὶ γὰρ καὶ διὰ ταύτην ὀφείλεται αὐτῷ παρ' ἡμῶν αἶνος, καὶ
εὐλογία, καὶ διηνεκὴς εὐχαριστία, καὶ λατρεία, καὶ διακονία συνεχής. Τοῦτο γοῦν αὐτὸ δηλῶν καὶ ὁ προφήτης, Μέγας Κύριος, φησὶ, καὶ αἰνετὸς σφόδρα,
καὶ τῆς μεγαλωσύνης
αὐτοῦ οὐκ ἔστι πέρας. Ἐπειδὴ
γὰρ εἶπεν, Εὐλογήσω καὶ αἰνέσω,
δείκνυσιν ὅτι οὐ χρείαν ἔχει τῶν
παρ' ἡμῶν αἴνων, οὐδὲ τῶν εὐλογιῶν, οὐδὲ προστίθεται αὐτοῦ τι τῇ δόξῃ παρὰ τῆς τῶν
διακονουμένων εὐφημίας. Ἀκήρατος γὰρ αὐτοῦ
ἡ οὐσία καὶ ἀνενδεὴς οὖσα, οὐδενὸς ἑτέρου
προσδεῖται. Οἱ δὲ αἰνοῦντες αὐτὸν,
αὐτοὶ λαμπρότεροι γίνονται. Οὐ διὰ . τοῦτο
δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ ὑπερέχον αὐτοῦ
τῆς δόξης ὀφείλεται αὐτῷ εὐφημία παρ' ἡμῶν. ∆ιὸ καὶ τοῦτο δηλῶν εἶπε, Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα τουτέστιν,
οὐδενὸς δεόμενος. Τί ἐστιν, Αἰνετός; Εὐφημιῶν ἄξιος, ἐγκωμίων καὶ ὕμνων· οὐχ ἁπλῶς, Αἰνετὸς, ἀλλὰ καὶ, Σφόδρα·
διὸ καὶ
τοῦτο προσέθηκε· πόσον
δὲ αἰνετὸς οὐ δυνάμενος παραστῆσαι
τῷ λόγῳ, ἐπήγαγε· Καὶ τῆς μεγαλωσύνης
αὐτοῦ οὐκ ἔστι πέρας· ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐξεύρεσις, εἶπεν. Ὃ δὲ λέγει,
τοιοῦτόν ἐστιν· Ἐπεὶ μέγαν ἔχεις ∆εσπότην, γενοῦ καὶ σὺ ὑψηλὸς, καὶ τῶν βιωτικῶν
ἀπαλλάγηθι πραγμάτων. Λάβε φρόνημα
ἀνώτερον τῆς ταπεινότητος τῶν παρόντων, οὐχ ἵνα ἀπονενοημένος γένῃ καὶ ἀλαζὼν, ἀλλ' ἵνα μεγαλόφρων καὶ μεγαλόνους. Ἕτερον γὰρ ἀλαζονεία, καὶ ἕτερον
μεγαλοψυχία. Ἀλαζὼν μὲν γάρ ἐστιν ὁ ἐπὶ τοῖς μικροῖς κομπάζων, καὶ τῶν ὁμοδούλων
ὑπερορῶν· ὑψηλὸς δὲ ὁ ταπεινὸς τὴν διάνοιαν. καὶ τὰς φαντασίας τοῦ παρόντος βίου
οὐδὲν εἶναι νομίζων.
βʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες οὕτως εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτὸν οἶδεν·
Ἀκουέτωσαν τοῦ προφήτου
λέγοντος, Τῆς μεγαλωσύνης αὐτοῦ
οὐκ ἔστι πέρας, καὶ αἰσχυνέσθωσαν ἐπὶ τῇ οἰκείᾳ μανίᾳ. Γενεὰ καὶ γενεὰ ἐπαινέσει
τὰ ἔργα σου. Ὅπερ ἔθος αὐτῷ ποιεῖν, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται. Ὅταν γὰρ αὐτοῦ
θαυμάσῃ τὴν μεγαλωσύνην, τὴν δόξαν, ἔρχεται καὶ ἐπὶ τὴν τῶν ἔργων ἀπόδειξιν. Τὸ
αὐτὸ δὴ καὶ ἐνταῦθα ποιεῖ, καὶ λέγει· Γενεὰ καὶ
γενεὰ ἐπαινέσει τὰ ἔργα σου, δεικνὺς
ἀπὸ τῶν ἔργων
αὐτοῦ τὴν μεγαλωσύνην. Τουτέστιν, οὐκ ἐν ἑνὶ χρόνῳ γέγονε μόνον καὶ παρῆλθεν, οὐδὲ ἐν δύο καὶ τρισὶν ἔτεσιν, ἀλλὰ παντὶ παρεκτείνεται
τῷ παρόντι αἰῶνι, ὥστε ἑκάστην γενεὰν θεωρεῖν αὐτοῦ τὰ δημιουργήματα.
Τοῦτο γάρ ἐστι, Γενεὰ καὶ γενεά· ἥ τε οὖσα, φησὶν, ἥ τε ἐπιοῦσα, ἥ τε μετ' ἐκείνην,
καὶ ἡ μετὰ ταύτην πάλιν, καὶ ἑκάστη τῶν ἐπιουσῶν· ἥ τε κτίσις πάλιν παντὶ ὁμοίως
τῷ χρόνῳ παρεκτείνεται τούτῳ, οἷον οὐρανὸς,
γῆ, θάλασσα, ἀὴρ, λίμναι, πηγαὶ, ποταμοὶ,
σπέρματα, φυτὰ, βοτάναι, καὶ ἡ ἐκ
τούτων εὐεργεσία, φύσεως δρόμος
μηδέποτε διακοπτόμενος, ὑετοὶ,
τροπαὶ διηνεκῶς χορεύουσαι,
νὺξ, ἡμέρα, ἥλιος, σελήνη, τὰ ἄστρα, τὰ ἄλλα πάντα,
ἔτι τε τὰ τούτων χωρὶς, ἃ καὶ καθ' ἑκάστην γίνεται γενεὰν, καὶ ἰδίᾳ
καὶ κοινῇ, πρὸς διόρθωσιν, πρὸς εὐεργεσίαν τοῦ κοινοῦ τῶν ἁπάντων
ἀνθρώπων γένους, οἷα ἐπὶ τῶν Ἰουδαίων γέγονε
συνεχῶς θαύματα, σημεῖα, πρόνοια ἡ
ἐν εὐετηρίᾳ, ἡ ἐν ταῖς νίκαις τῶν πολέμων, ἡ ἐν τοῖς ἄλλοις ἅπασιν, οἷα ἐπὶ τῆς
παρουσίας τοῦ Χριστοῦ, ἐπὶ τῶν ἀποστόλων, ἐπὶ τοῦ καιροῦ τῶν διωγμῶν, πλείονα καὶ πολὺ τῶν παλαιῶν διαφέροντα
κατὰ μέγεθος, οἷα καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας. Καὶ γὰρ οὐκ ἔστι χρόνος
οὐδεὶς, καὶ τούτων ἐκτὸς τῶν κοινῶν, ὁ μὴ φέρων τῆς αὐτοῦ
προνοίας σημεῖον. Καὶ τὴν δύναμίν
σου ἀπαγγελοῦσι. Καὶ
διὰ τῶν εὐεργεσιῶν, φησὶ, καὶ διὰ
τῶν κολάσεων. Οὐ γὰρ διαλιμπάνει παντὶ
τρόπῳ τὰ ὑπὲρ τῆς φύσεως τῆς ἡμετέρας οἰκονομῶν ὁ Θεὸς διὰ παντὸς τοῦ χρόνου.
. Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς
ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. Ἕτερος, Ὡραιότητα τοῦ
ἐπαίνου σου, καὶ τοὺς λόγους τῶν παραδόξων σου διηγήσονται. Ἐπειδὴ εἶπε δύναμιν,
δείκνυσι καὶ αὐτὴν μεθ' ὑπερβολῆς οὖσαν δύναμιν. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ τὰ τυχόντα εἰργάζετο, ἀλλ' οὕτω πάντα θαυματουργοῦσα, καὶ παραδοξοποιοῦσα διετέλει,
ὑπὲρ τὴν φύσιν ἐργαζομένη τὴν ἀνθρωπίνην, ὡς καὶ
θαύματος καὶ δόξης πλήρη τὰ γινόμενα εἶναι. Ἐννόησον γοῦν τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν Παλαιστίνῃ, τὰ ἐπὶ τοῦ Ἀβραὰμ,
τὰ ἐπὶ τοῦ Ἰσαὰκ, τὰ ἐπὶ
τοῦ Ἰωσήφ· πάλιν τὰ ἐν Αἰγύπτῳ, τὰ ἐπὶ τοῦ Μωϋσέως, τὰ ἐν τῇ ἐρήμῳ,
τὰ μετὰ τὴν εἴσοδον· πάλιν τὰ ἐν τῇ αἰχμαλωσίᾳ,
τὰ ἐπὶ τοῦ Ναβουχοδονόσορ, τὰ ἐπὶ τῆς καμίνου, τὰ ἐπὶ τῶν λεόντων, τὰ ἐπὶ τῆς ἐπανόδου, τὰ ἐπὶ τῶν προφητῶν. Ταῦτα γὰρ πάντα ἀνεκήρυττε τοῦ ποιοῦντος τὴν ἰσχὺν, τὴν δόξαν, τὴν
μεγαλωσύνην, πολλήν τε τὴν ἔκπληξιν καὶ πολὺ τὸ θαῦμα παρεχόμενα. Καὶ τὴν
δύναμιν τῶν φοβερῶν
σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. ∆είκνυσι διὰ τούτου, ὅτι πρὸς ἑκάτερα ἀπηρτισμένη ἡ ἰσχὺς αὐτοῦ, καὶ πρὸς εὐεργεσίαν, καὶ πρὸς
τιμωρίαν, καὶ ὅτι τὰ ἀπαριθμηθέντα ἅπαντα
ἑκάτερα τούτων εἶχε. Πλὴν τοῦτο οὐκ ἐπὶ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἐπὶ τῆς κτίσεως
ἔστιν ἰδεῖν, καὶ ἑκατέρας τῆς εὐεργεσίας
πολλὰ ὄντα τὰ ὄργανα,
οἷον τῶν μὲν
φοβερῶν, ἀστραπὰς, βροντὰς,
σκηπτοὺς, πρηστῆρας, λοιμοὺς, χιόνας, χάλαζαν,
ἐρυσίβην, πάγον, πυρώσεις, ἐπικλύσεις· ἐν τοῖς ἑρπετοῖς δὲ δράκοντας, σκορπίους, ὄφεις, καὶ ἐν τοῖς
πετεινοῖς ἀκρίδα, καὶ ἐν τοῖς εὐτελέσι κυνόμυιαν, κάμπην· ἅπερ δὴ μάλιστα καὶ αὐτὰ προνοίας ἐστὶν, ἐπιστρέφοντα
τοὺς ἀνθρώπους, ἀπαλλάττοντα
ῥᾳθυμίας, ἀφυπνίζοντα τοῦ βαθέος ὕπνου, ἀπὸ τοῦ κάρου πρὸς νῆψιν ἄγοντα.
Οὐκ ἐν τούτοις δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις ἡ δύναμις αὐτοῦ ἀπηρτισμένη.
∆ιὸ καὶ περὶ τούτων ἡμᾶς διδάξαι βουλόμενος, εἰπὼν, Τὴν δύναμιν τῶν φοβερῶν σου
ἐροῦσιν, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται,
ἐπήγαγε· Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται. Ἄλλος, Ἀγαθωσύνης
σου, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
Ὅπερ ἕτερος ἑρμηνευτὴς εἶπε, Καὶ τὰς ἐλεημοσύνας σου εὐφημήσουσιν. Ἡμεῖς δὲ ὥσπερ ἀπηριθμησάμεθα
ἐκεῖνα τὰ φοβερὰ, οὕτω καὶ τὰ ἐναντία τούτων ἀναγκαῖον
εἰπεῖν· οἷον ἐπὶ τῶν ὁρωμένων
καὶ
περὶ ἡμᾶς,
τροπὰς ἐτησίους, ἡμέρας,
παραδείσους, λειμῶνας, ἄνθη
ποικίλα, ὕδωρ πότιμον καὶ γλυκὺ,
καὶ τὸ ἐκ τῶν ὑετῶν χρήσιμον, τῆς γῆς τὰς ὠδῖνας, τοὺς ποικίλους καρποὺς, τὰ δένδρα
τὰ διάφορα, τοὺς ἀνέμους τοὺς προσηνεῖς, τὴν ἡλιακὴν ἀκτῖνα, τὴν σεληναίαν λαμπάδα,
τὸν ποικίλον τῶν ἄστρων χορὸν, τὸ προσηνὲς τῆς νυκτός· καὶ ἐπὶ τῶν ἀλόγων, πρόβατα,
καὶ βοῦς, καὶ αἶγας· καὶ ἐπὶ τῶν ἀγρίων, δορκάδας, καὶ ἐλάφους, λαγωοὺς, καὶ ἕτερα
πλείονα· καὶ ἐπὶ τῶν πετεινῶν, τοὺς ὄρνιθας
τοὺς Ἰνδικούς· καὶ ἐν τοῖς ἔργοις αὐτοῖς
ἴδοι τις ἂν οὐ
κολάζοντα μόνον, ἀλλὰ
καὶ εὐεργετοῦντα πολλῷ
πλεῖον ἢ κολάζοντα. Τὰ μὲν
οὖν φόβου ἕνεκεν
ποιεῖ· εἰ δὲ καί ποτε πεῖραν ἐπαγάγοι, διὰ τὴν
πολλὴν ἀναισθησίαν τῶν οὐ
διορθουμένων τῷ φόβῳ.
Τούτοις δὲ ἐμφιλοτιμεῖται, καὶ μέχρι τῆς πείρας αὐτὰ προάγει οὐκ εἰς ἀξίους
μόνον, ἀλλὰ καὶ εἰς ἀναξίους.
γʹ. Ποικίλλων τοίνυν
ἡμῶν τὴν σωτηρίαν,
ποτὲ μὲν ταῦτα,
ποτὲ δὲ ἐκεῖνα ἐργάζεται, πλεονάκις δὲ ἐκεῖνα, ἐπειδὴ καὶ ἐκεῖνα βούλεται
μόνα. ∆ιὰ γὰρ τοῦτο καὶ γέενναν ἠπείλησεν, οὐχ ἵνα ἐπαγάγῃ, ἀλλ' ἵνα μὴ ἐπαγάγῃ· καὶ τὴν
μὲν τῷ διαβόλῳ παρεσκεύασε· Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ· τὴν δὲ βασιλείαν ἀνθρώποις,
δεικνὺς ὅτι οὐ βούλεται ἄνθρωπον
εἰς γέενναν ἐμβαλεῖν. Οἰκτίρμων καὶ ἐλεήμων
ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ
πάντα τὰ ἔργα αὐτοῦ. Ὁρᾷς καὶ τὸν προφήτην τούτοις ἐνδιατρίβοντα τοῖς χρηστοτέροις, καὶ ἐπιδαψιλευόμενον τῷ λόγῳ.
Καὶ γὰρ οἶδε σαφῶς ἐν τούτοις
ὄντα μάλιστα τοῦ
Θεοῦ τὸν πλοῦτον. Οὐδὲ γὰρ ἦν
σωθῆναι, μὴ πολλῆς οὔσης αὐτοῦ τῆς φιλανθρωπίας· οὐκ ἦν μεῖναι
μὴ πολλῆς ἀπολαύοντας τῆς ἀγαθότητος. ∆ιὸ καὶ αὐτὸς ἔλεγεν· Ἐγώ εἰμι
ὁ ἐξαλείφων τὰς ἀνομίος σου, καὶ ἐν ταῖς
ἁμαρτίαις σου προέστην σου. Οἰκτίρμων καὶ ἐλεήμων
ὁ Κύριος. Ὅρα πῶς δείκνυσιν αὐτοῦ
ἄφατον τὴν φιλανθρωπίαν. Οὐ γὰρ ἐλεεῖ μόνον ἁμαρτάνοντας, ἀλλὰ καὶ ἕτερον εἶδος τῆς
φιλανθρωπίας οὐ μικρὸν ἐπιδείκνυται,
τὸ μακρόθυμον, ὥστε αὐτοὺς εἰς μετάνοιαν
ἐλθεῖν, καὶ μετὰ τῆς αὐτοῦ
φιλανθρωπίας καὶ ἀπὸ τῆς οἰκείας σωθῆναι σπουδῆς, καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων παῤῥησίαν ἔχειν. Οὐχ ἁπλῶς δὲ, Ἐλεήμων, ἀλλὰ καὶ, Πολυέλεος εἶπε, δεικνὺς
ὅτι τὸ πολὺ τοῦτο μετρηθῆναι οὐκ ἔνι, ἀλλὰ
πάντα ὑπερβαίνει λόγον. ∆ιὰ γοῦν τῶν ἑξῆς κατὰ τὸ ἐγχωροῦν αὐτῷ ἐνεδείξατο ἐπαγαγὼν
καὶ εἶπε· Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα
αὐτοῦ. Τί ἐστι, Τοῖς σύμπασι; Καὶ τοῖς ἁμαρτωλοῖς, φησὶ, καὶ τοῖς ἐν παρανομίαις
ζῶσιν. Οὐ γὰρ δὴ μόνον οἱ δίκαιοι, οὐδὲ οἱ κατορθοῦντες, οὐδὲ οἱ μετανοοῦντες, ἀλλὰ καὶ πάντες, δι' ὧν πάσχουσιν, ἀνακηρύττουσιν αὐτοῦ τὸν ἔλεον καὶ τὴν χρηστότητα. Κἂν μέ
τις ἔρηται, τίνι χρηστὸς ἐγένετο, ἐρῶ· Οὐχὶ τῷ Ἄβελ μόνον, ἀλλὰ καὶ τῷ Κάϊν· οὐχὶ
τῷ Νῶε μόνον καὶ τοῖς ἐκείνου παισὶν, ἀλλὰ καὶ τοῖς ὑπὸ τοῦ καταποντισμοῦ κατακλυσθεῖσι. Πάντα γὰρ ἀπὸ φιλανθρωπίας ἐργάζεται
Καὶ ἵνα μάθῃς, πῶς πᾶσίν ἐστιν
χρηστὸς, σκόπει ἐντεῦθεν· Πόσης χρηστότητος ἦν, εἰπέ μοι, τὸ τὸν ἀδελφοκτόνον
ἐκεῖνον, καὶ τοιαύτην τολμήσαντα σφαγὴν, καὶ τὴν
δεξιὰν μολύναντα, καὶ τοῦ Θεοῦ καταπατήσαντα τοὺς νόμους, παραδοῦναι τιμωρίᾳ, νουθεσίᾳ μᾶλλον
ἢ κολάσει οὔσῃ, ὥστε καὶ αὐτὸν ἐκεῖνον καθᾶραι διὰ τοῦ μήκους τοῦ κατὰ τὸν χρόνον
τῆς ἁμαρτίας τῆς ἐγγενομένης, καὶ τοὺς ἄλλους
παιδεῦσαι δι' ὧν ἔπασχεν ἐκεῖνος; πόσης δὲ ἦν χρηστότητος, εἰπέ μοι, τὸ τοὺς ἀνίατα νοσοῦντας
ἐπὶ τοῦ κατακλυσμοῦ, καὶ μήτε ἀπειλαῖς,
μήτε λόγοις, μήτε ἄλλῳ μηδενὶ διορθωθέντας
στῆσαι τῆς . κακίας, καὶ τῷ κοινῷ
χρέει τῆς φύσεως ἀντὶ φαρμάκου χρήσασθαι,
καὶ τὸν
κουφότατον αὐτοῖς ἐπαγαγεῖν
θάνατον τὸν διὰ τῶν
ὑδάτων; Τὸ δὲ, Σύμπασιν, οὐκ ἐπὶ τούτου μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν ὁρωμένων
ἁπάντων, ἐπὶ τῶν ζώων, ἐπὶ τῶν ἀλόγων·
κἂν εἰς αὐτοὺς
δὲ ἄν τις ἀναβῇ τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, πολλὴν ὄψεται
τὴν χρηστότητα, πολλοὺς τοὺς οἰκτιρμούς· ἕκαστον γὰρ ἔργον πολλῆς
ἀπολαύει φιλανθρωπίας. Ὅπερ δὴ
καὶ αὐτὸς συνιδὼν, ἐπήγαγεν· Ἐξομολογησάσθωσάν σοι, Κύριε,
πάντα τὰ
ἔργα σου, καὶ οἱ
ὅσιοί
σου εὐλογησάτωσάν σε· τουτέστιν, Εὐχαριστείτωσάν σοι, ἀναπεμπέτωσάν σοι ὕμνους, οἵ τε λόγῳ τετιμημένοι, τά τε φωνὴν
οὐκ ἔχοντα. Καὶ γὰρ καὶ τῶν ἀφώνων
ἕκαστον οὕτω γέγονεν, ὥστε εὐλογίαν ἀναπέμπειν
διὰ τῆς οἰκείας φύσεως, κἂν ἄφωνα
ᾖ, διὰ τῶν ὁρώντων καὶ ἀπολαυόντων
ἀνθρώπων. Καὶ ἐκεῖνα μὲν διὰ τῆς οὐσίας τῆς αὑτῶν,
ἄνθρωποι δὲ καὶ διὰ τῆς διαγωγῆς, καὶ διὰ τῆς πράξεως. ∆ιὸ καὶ τοῦτο δῆλον ποιεῖ
διὰ τῆς ἐπαγωγῆς τοῦ, Οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Ὁσίους δὲ ἐνταῦθα τοὺς ἁγίους καλεῖ τοὺς τὰ τοῦ
Θεοῦ προστάγματα πληροῦντας, τοὺς ἀβάτους ἁμαρτήμασι
καὶ πονηρίᾳ. ∆όξαν τῆς
βασιλείας σου ἐροῦσι. Τί ἐστι, ∆όξαν ἐροῦσι; Τὸ ἀνενδεὲς,
τὸ φιλάνθρωπον, φησὶν, τὸ κηδεμονικὸν,
τὸ μὴ δεόμενον τῶν ἀρχομένων,
τὸ τοσαύτην περὶ αὐτοὺς ἐπιδείκνυσθαι
πρόνοιαν, τὸ ἀπρόσιτον τοῦ φωτὸς, τὸ ἄῤῥητον τῆς οὐσίας, τὸ ἀκατάληπτον.
Καὶ τὴν δυναστείαν σου λαλήσουσι· τουτέστιν,
Τὴν δύναμιν τὴν ἄμαχον,
τὴν ἀχείρωτον ᾄσονται· οὐκ ἐπειδή σοι χρεία
τούτων τῶν ὕμνων
καὶ τῶν εὐφημιῶν, ἀλλὰ δι' αὐτούς τε τοὺς λέγοντας, καὶ ὥστε καὶ ἑτέρους
διδάξαι, καὶ ποιῆσαι τῆς εὐφημίας
κοινωνούς. ∆ιὸ ἐπήγαγε· Τοῦ γνωρίσαι
τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν
δόξαν τῆς μεγαλοπρεπείας τῆς
βασιλείας σου. ∆είκνυσι διὰ τούτων, ὅτι διὰ τὸ μαθεῖν
ἑτέρους τὴν δυναστείαν
αὐτοῦ τὰς εὐφημίας
προσίεται. Πολλὴ τοίνυν ἡ δύναμις, πολλὴ ἡ
δόξα, πολλὴ ἡ εὐπρέπεια, πολλὴ
καὶ ἄφατος, οὐ μόνον πάντα ὑπερβαίνουσα λόγον,
ἀλλὰ καὶ πάντα νικῶσα νοῦν.
Ἀλλ' ἡ πολλὴ καὶ ἄφατος αὕτη χρείαν
ἔχει τῶν διδασκόντων αὐτὴν διὰ τὴν ἄνοιαν τῶν πολλῶν. Ἐπεὶ καὶ ἥλιος φανότατόν ἐστιν ἄστρον, καὶ ὅμως οἱ τὰ ὄμματα νοσοῦντες
οὐχ ὁρῶσιν αὐτοῦ τὸ φῶς· οὕτω δὴ καὶ ἡ τοῦ Θεοῦ πρόνοια ἡλίου μὲν παντός ἐστι
φαιδροτέρα, ἀλλ' οἱ τοῖς λογισμοῖς
διεστραμμένοι, καὶ βεβυσμένοι τὰς
ἀκοὰς, πολλῆς δέονται τῆς ἐπιμελείας, ὥστε ἀνοιγῆναι αὐτῶν τὴν διάνοιαν.
δʹ. ∆εῖ τοίνυν συνεχῶς αὐτοῖς ἐνηχεῖν καὶ ἐνιέναι
τὴν περὶ τούτων διδασκαλίαν. Εἶτα ἐπειδὴ εἶπε δόξαν βασιλείας καὶ μεγαλοπρέπειαν, καὶ μὴ διασαφήσας παρέδραμε, πάλιν ἀναλαμβάνει,
καὶ λέγει κατὰ τὸ ἐγχωροῦν αὐτῷ,
τί ἐστιν ἡ δόξα, ἐπαγαγών· Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων. Οὐ τῶν παρόντων μόνον, φησὶν, ἀλλὰ
καὶ τῶν ἐρχομένων· ἀτελεύτητος
γὰρ καὶ ἄπειρος,
καὶ μόνη τὸ ἀΐδιον ἔχουσα.
Καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὅρα αὐτῆς καὶ ἐντεῦθεν τὸ ἀτελεύτητον. Πανταχοῦ τῆς οἰκουμένης, πανταχοῦ τῶν αἰώνων,
πανταχοῦ τῶν χρόνων ἐκτέταται. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος
ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ· εἰπὼν τῆς βασιλείας τὸ ἀτελεύτητον, τὸ βεβηκὸς, τὸ πάγιον, τὸ ἀκίνητον,
λέγει καὶ τῶν λόγων αὐτοῦ τὸ στεῤῥόν.
Τὸ γὰρ, Πιστὸς, τοῦτό ἐστιν, βέβαιος, ἀληθής. Εἰ δὲ πιστὸς, πάντως ἔσται τὰ εἰρημένα
παρ' αὐτοῦ. Ὥσπερ δὲ ἡ βασιλεία αὐτοῦ ἀδιάπτωτος, καὶ πέρας οὐκ ἔχουσα· οὕτω καὶ οἱ λόγοι αὐτοῦ
στεῤῥοὶ, βεβηκότες. Οὔτε οὖν ἐκείνη ποτὲ διακόπτεται, οὔτε οὗτοι διαπίπτουσιν. Εἰ δὲ οὐ διαπίπτουσι, δεῖ πάντως ἀκολουθῆσαι τὰ ἔργα. Εἰ δέ πού τι καὶ εἶπε,
καὶ οὐ γέγονε, καὶ τοῦτο τῆς ἀληθείας
αὐτοῦ ἀπόδειξις· Πέρας γὰρ λαλήσω
ἐπὶ ἔθνη καὶ βασιλείαν, τοῦ κατασκάπτειν καὶ ἐκριζοῦν· καὶ ἐὰν μετανοήσωσιν ἐπὶ
τῇ κακίᾳ, μετανοήσω κἀγὼ ἐφ' οἷς ἐλάλησα
ποιῆσαι αὐτοῖς. Καὶ ἐπὶ τῶν ἀγαθῶν ὁμοίως· Χρηστὰ διαλέξομαι, φησὶ, κἂν μεταβάλωνται, κἀγὼ μεταβαλῶ
τὰ περὶ αὐτῶν εἰρημένα. Καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
Τί ἐστιν, Ὅσιος; Ἄληπτος, ὀρθὸς, καθαρὸς, ἄμωμος, οὐδεμίαν οὐδενὶ παρέχων λαβήν. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς
κατεῤῥαγμένους. Εἰπὼν περὶ τῆς βασιλείας, ὅτι ἀπέραντος, περὶ τῶν λόγων,
ὅτι ἀληθεῖς, περὶ τῶν πράξεων,
ὅτι ἄληπτοι, περὶ τῆς
δόξης, περὶ τῆς μεγαλοπρεπείας, λέγει πάλιν περὶ τῆς φιλανθρωπίας· ὃ καὶ αὐτὸ
μεγίστη δόξα τῆς βασιλείας αὐτοῦ, τὸ μὴ μόνον διακρατεῖν τοὺς ἑστῶτας, ἀλλὰ καὶ μέλλοντας καταπίπτειν μὴ ἐᾷν τοῦτο
παθεῖν, καὶ κειμένους ἀνιστᾷν,
καὶ τὸ δὴ θαυμαστὸν, ὅτι πάντας,
οὐ τὸν δεῖνα μόνον, ἀλλὰ πάντας, κἂν δοῦλοι, κἂν πένητες ὦσι, κἂν ἄσημοι, κἂν ἐξ ἀσήμων. Πάντων
γάρ ἐστι ∆εσπότης, καὶ
οὐδὲ κειμένους παρατρέχει,
οὐδὲ σαλευομένους ὑπερορᾷ. Τοῦτο
καὶ ἐπὶ τῆς
κοινῆς φύσεως ἐποίησε·
τοῦτο καὶ ἐφ' ἑκάστου
ἐργάζεται. Εἰ δέ τινες
τῶν κειμένων οὐκ ἀνίστανται, οὐ
παρ' αὐτὸν τὸν βουλόμενον ἀνορθῶσαι, ἀλλὰ παρ' ἐκείνους
τοὺς μὴ θέλοντας ἀναστῆναι. Ἐπεὶ καὶ τὸν Ἰούδαν πεσόντα ἠβουλήθη ἀναστῆσαι, καὶ
πρὸς τοῦτο πάντα εἰργάσατο, ἀλλ' ἐκεῖνος οὐκ ἠθέλησε. Τὸν γοῦν ∆αυῒδ πεσόντα ἀνώρθωσε· καὶ ἰσχυρὸν
ἐποίησε. Τὸν Πέτρον μέλλοντα
καταπίπτειν ἀνέστησε. Καὶ ἄκουε πῶς·
Σίμων, Σίμων, φησὶν, ἰδοὺ ὁ Σατανᾶς ἐξῄτησε σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Εἶτα λέγει καὶ ἕτερον εὐεργεσίας
εἶδος· ποικίλη γὰρ αὐτοῦ καὶ
παντοδαπὴ ἡ κηδεμονία. Οἱ ὀφθαλμοὶ πάντων
εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Εἶδες πῶς ἔδειξεν,
ὅτι Χρηστὸς τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ; Ὅπερ ἐν
τοῖς Εὐαγγελίοις εἴρηται, Ὅτι ἀνατέλλει
τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους,
τοῦτο καὶ ἐνταῦθα οὗτος ᾐνίξατο τῷ εἰπεῖν·
Καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Οὐ γὰρ ὑετοὶ καὶ γῆ καὶ ἀὴρ, ἀλλὰ τὸ
ἐπίταγμα αὐτοῦ τοὺς καρποὺς τελεσφορεῖν εἴωθεν.
Τὸ δὲ, Ἐν εὐκαιρίᾳ, τοῦτο δηλοῖ, ὅτι καιροῖς πάντα διώρισται, καὶ τροπαῖς διαφόροις ἐξάγεται. Καὶ τοῦτο γὰρ μάλιστα αὐτοῦ δείκνυσι
τὴν σοφίαν, τὸ μὴ ὁμοῦ πάντα, μηδὲ ὑφ' ἓν, ἀλλὰ παρὰ πάντα τὸν ἐνιαυτὸν διελεῖν
τὰ τῆς τροφῆς, ὥστε καὶ τὸν γηπόνον
ἀναπαύεσθαι, καὶ τὰ γινόμενα μὴ
διαφθείρεσθαι. Τὸ τοίνυν, Ἐν εὐκαιρίᾳ, ἢ ὅπερ ἔμπροσθεν εἴπομεν τοῦτό ἐστιν, ὅτι
καιροῖς μεμέρισται ἕκαστα· ἢ ὅτι ∆εομένοις καὶ χρῄζουσι τὴν τροφὴν δίδως. Καὶ πῶς,
φησὶν, Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν,
εἶπε; Καίτοι πολλοί εἰσιν αὐτόματα τὰ ὄντα λέγοντες,
οἱ ἐν ἀσεβείᾳ ζῶντες. Τοῦ πράγματος
αὐτοῦ λέγει τὴν φύσιν ἐνταῦθα, ὥσπερ καὶ ἀλλαχοῦ ὅταν λέγῃ·
Τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις
αὐτόν· καίπερ ἀλόγιστα τὰ ζῶά ἐστι. Καὶ πάλιν· Σκύμνοι ὠρυόμενοι, τοῦ ἁρπάσαι καὶ ζητῆσαι
παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Καίτοι καὶ οὗτοι ἀλόγιστοι, καὶ οὐκ αὐτοὶ ζητοῦσιν·
ἀλλὰ καὶ ἐνταῦθα πάλιν τοῦ πράγματος λέγει τὴν φύσιν· οὐ γὰρ ἀπὸ τῆς
ἐκείνων προαιρέσεως, ἀλλ' ἀπὸ τῆς τῶν γινομένων φύσεως τοῦτο ῥητέον ἐστίν. Ἀνοίγεις
σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας. Χεῖρα τὴν ἐνέργειαν λέγει, καὶ τὴν
χορηγητικὴν δύναμιν, διὰ πάντων σε
παιδεύων εἰδέναι, ὡς οὐκ ἐν τοῖς
στοιχείοις, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ προνοίᾳ τῶν
καρπῶν αἱ γοναί. Ἢ καὶ τὸ εὔκολον δεικνὺς, εἶπε τὸ, Ἀνοίγεις σὺ
τὴν χεῖρά σου. Ἐπειδὴ γὰρ οἱ τότε μάλιστα τὸν πάντων αἴτιον ἀφέντες
προσεκύνουν καὶ ἀέρα
καὶ ἥλιον, καὶ
ταῦτα ἐνόμιζον εἶναι
τὰ παρέχοντα τοὺς καρποὺς, ἀνάγων αὐτοὺς ἐπὶ τὴν ἀρχὴν τὴν ἄνω καὶ τὸν
τούτων αἴτιον καὶ ∆εσπότην, συνεχῶς ταῦτα ἐπιλέγει, δεικνὺς ὅτι ἐκ τῆς ἐκείνου
χειρὸς πάντα, ἐκ τῆς ἐκείνου κηδεμονίας ἐπιῤῥεῖ τὰ ἀγαθά.
εʹ.
Εὐδοκίας δὲ ἐνταῦθα ἐμπιπλᾷν λέγει, τουτέστιν εὐαρεστήσεως, διότι ἕκαστον ζῶον πληροῖ
τοῦ θελήματος αὐτοῦ,
τοῦ ἀρέσκοντος αὐτῷ.
Οὐ γὰρ ἁπλῶς δίδωσι τροφὴν, ἀλλὰ κατὰ τὸ χρήσιμον ἑκάστῳ,
κατὰ τὴν ἐπιθυμίαν ἑκάστου, κατὰ τὸ πλῆρες. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ ἀλόγοις
δίδως, καὶ ἀνθρώποις, καὶ πᾶσιν, ὡς ἑκάστῳ ἡδὺ, ὡς ἑκάστῳ ἀρεστόν· καὶ οὐ δίδως μόνον,
ἀλλὰ καὶ πληροῖς, ὡς μηδὲν εἶναι ἐνδέον.
∆ιό φησιν, Ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας. ∆ίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ,
καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὁδοὺς ἐνταῦθα τὰς οἰκονομίας λέγει, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, δι' ἧς ἅπαντα
διετύπωσε. Πάντα γὰρ, φησὶ, τὰ ἔργα αὐτοῦ ἐγκώμια, θαυμάτων γέμει, οὐδεμίαν
οὐδενὶ παρέχοντα λαβὴν, κἄν τινες μαίνωνται
καὶ λυσσῶσι. Τὰ τοίνυν ἔργα φύσει
τοιαῦτα, ὡς ἀπολάμπειν, ὡς ἀποστίλβειν, ὡς
ἀνακηρύττειν τοῦ πεποιηκότος τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν φιλανθρωπίαν, τὴν δικαιοσύνην, τὴν ὁσιότητα. Ἐγγὺς
Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν,
πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν
ἀληθείᾳ. Ἰδοὺ καὶ ἕτερον προνοίας μέρος, τὸ κεφάλαιον τῶν ἀγαθῶν. Εἰπὼν γὰρ τὰ
κοινῇ καὶ τοῖς ἀπίστοις δεδομένα,
τὴν τροφὴν, τοὺς ὑετοὺς, λέγει
καὶ τὰ ἰδιαζόντως τοῖς πιστοῖς . παρεχόμενα. Τίνα δὲ ταῦτά ἐστι;
Τὸ ἐγγὺς αὐτῶν εἶναι, τουτέστιν, ἀντέχεσθαι, κήδεσθαι, προνοεῖν πολὺ μειζόνως ἐκείνων,
εὔνουν αὐτοῖς εἶναι καὶ ἵλεων καὶ
εὐμενῆ, μᾶλλον αὐτοῖς
ἀποκαλύπτειν τὰ ἀγαθά.
Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Καὶ μὴν, φησὶν,
ὁ Παῦλος ἐβούλετο τὸν ἄγγελον
τοῦ Σατᾶν ἀποστῆναι
ἀπ' αὐτοῦ, τουτέστι, τοὺς πειρασμοὺς,
τὰς θλίψεις, τὰς ἐπιβουλὰς, καὶ οὐκ ἐποίησε.
Καὶ μὴν ἐποίησεν· ἐπειδὴ γὰρ ἔγνω ὅτι τὰ μὴ συμφέροντα
ᾔτει, πάλιν θελῆσαι
καὶ σφόδρα θελῆσαι Θεοῦ ἔργον ἦν.
∆ιὸ καὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν διωγμοῖς. Εἰ δὲ τὰ ἐναντία
πρότερον ἐβούλετο, δι' ἄγνοιαν ἐβούλετο· ἐπειδὴ δὲ ἔμαθεν, ὅτι τοῦτο ὁ Θεὸς βούλεται,
καὶ αὐτὸς λοιπὸν εὐδοκεῖ. Οὐ γάρ ἐστιν ἄλλο
τὸ θέλημα Θεοῦ, καὶ ἄλλο τῶν
φοβουμένων αὐτόν· εἰ δέ τινα
καὶ αὐτοὶ ὡς ἄνθρωποι βούλονται,
ἀλλ' ὕστερον διορθοῦνται. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καὶ τοῦτο μέρος προνοίας οὐ μικρὸν, τὸ τηρεῖν, τὸ ἀσφαλίζεσθαι, τὸ τὴν
παρ' αὐτοῦ πρόνοιαν παρέχειν.
Ἁμαρτωλοὺς δέ φησι τοὺς τὰ
ἀνίατα νοσοῦντας, τοὺς οὐ βουλομένους διορθωθῆναι. Εἰ δέ τινας καὶ τῶν ἀγαπώντων αὐτὸν ἀφίησιν εἰς
θανάτους ἐμπεσεῖν, καὶ τοῦτο φυλάσσοντός
ἐστιν· ὅπερ καὶ ἐπὶ τοῦ Ἄβελ γέγονε. Εἰ γὰρ καὶ τὰ σώματα αὐτῶν διεφθάρη, ἀλλ' ὅμως
τῇ ψυχῇ λαμπρότεροι γεγόνασιν· ἀπολήψονται
δὲ καὶ τὰ σώματα ἄφθαρτα. Ἐπεὶ οὖν εἶπε τῆς προνοίας αὐτοῦ τὰ εἴδη, ὅσα
δυνατὸν ἦν εἰπεῖν αὐτῷ, τὰ κοινὰ, τὰ ἰδιάζοντα,
τὰ ἐξαίρετα τῶν ἁγίων, τὴν περὶ τοὺς σαλευομένους κηδεμονίαν, τὴν περὶ τοὺς
κειμένους πρόνοιαν, τὴν μακροθυμίαν, τὴν τῶν ἁμαρτωλῶν διόρθωσιν,
τὴν τῶν ἁγίων
φυλακὴν, πάλιν εἰς αἶνον κατακλείει τὸν λόγον, καὶ τὴν οἰκουμένην ἅπασαν εἰς κοινωνίαν τῆς εὐφημίας καλεῖ λέγων·
Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον
αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁρᾷς πῶς ἀπὸ τῆς χρηστῆς
διαθέσεως οὐ τοὺς εὐεργετουμένους μόνον,
ἀλλὰ καὶ τοὺς κολαζομένους καλεῖ καὶ γὰρ τοῦτο κηδεμονίας, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄλογα, καὶ τὰ στοιχεῖα, καὶ
τὰ ἀναίσθητα ἅπαντα· πάντα
γὰρ ἐμπέπλησται αὐτοῦ τῆς ἀγαθότητος. Μὴ τοίνυν
μηδὲ ἡμεῖς διαλείπωμεν τὸν
οὕτω χρηστὸν, τὸν
οὕτω φιλάνθρωπον, τὸν
πανταχοῦ ἐκτείνοντα αὐτοῦ τὴν εὐεργεσίαν συνεχῶς ἀνυμνοῦντες, καὶ διὰ ῥημάτων,
καὶ διὰ πραγμάτων· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ
δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜΕʹ ΨΑΛΜΟΝ.Αἴνει, ἡ ψυχή μου, τὸν
Κύριον. Αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου. Ψαλῶ τῷΘεῷ μου ἕως ὑπάρχω.
αʹ. Ἔνθα κατέλυσεν, ἐντεῦθεν ἄρχεται πάλιν, ἀπὸ αἴνου καὶ εὐφημίας. Οὐ γὰρ μικρῶς ἐκκαθαίρει
ψυχὴν τὸ τοιοῦτον. Αἶνον δὲ λέγει, ὃ συνεχῶς λέγω, διὰ τῶν ἔργων· ὅπερ καὶ ὁ
Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν
ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα . ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν ὁ Παῦλος·
∆οξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Καὶ ὥσπερ ἐν τῷ πρὸ
τούτου ἔλεγε, Καθ' ἑκάστην
ἡμέραν εὐλογήσω σε· οὕτω
καὶ ἐνταῦθα, Ψαλῶ τῷ Θεῷ
μου, φησὶν, ἕως ὑπάρχω. Εἶτα βουλόμενος πάλιν
λαβεῖν κοινωνοὺς τῆς εὐφημίας
ἀνθρώπους, εἰς τὰ
διηγήματα αὐτοῦ τῆς
φιλανθρωπίας ἐμπίπτει, καιόμενος, θερμαινόμενος
τῷ πόθῳ, περιτρέχων
τὴν οἰκουμένην ἅπασαν, ἅπαντας συνάγων
εἰς τὸν οἰκεῖον
χορόν. Καὶ γὰρ καὶ τοῦτο μάλιστα
αἶνος, τοῦτο μάλιστα δόξα εἰς Θεὸν,
ὅταν πολλοὺς ἐπιζητῇ
τοὺς μέλλοντας τῆς αὐτοῦ ἀπολαύειν
σωτηρίας. Μὴ πεποίθατε ἐπ' ἄρχοντας,
ἐπὶ υἱοὺς ἀνθρώπων,
οἷς οὐκ ἔστι σωτηρία. Ἕτερος, Τῷ
οὐκ ἔχοντι σῶσαι. Ἀκουέτωσαν τῆς παραινέσεως ταύτης καὶ συμβουλῆς οἱ πρὸς τὰς ἀνθρωπίνας κεχηνότες
προστασίας τὰς ἐπικήρους καὶ
διεφθαρμένας. Τί δέ ἐστιν, Οἷς οὐκ ἔστι
σωτηρία; Οὐδὲ τῆς ἰδίας, φησὶ, σωτηρίας εἰσὶ κύριοι, οὐδὲ ἑαυτῶν προστῆναι δύνανται.
Εἰ γὰρ ἐπέλθοι ἡ τελευτὴ, κείσονται λίθων ἀφωνότεροι. Τοῦτο γάρ ἐστιν ὃ ἐπιφέρει
λέγων· Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ
ἐπιστρέψει εἰς τὴν γῆν
αὐτοῦ. Ἐν ἐκείνῃ
τῇ ἡμέρᾳ ἀπολοῦνται
πάντες οἱ διαλογισμοὶ
αὐτοῦ. Ἕτερος, Αἱ προθέσεις αὐτοῦ.
Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὁ ἑαυτοῦ προστῆναι
μὴ δυνάμενος, πῶς ἑτέρους ἐξαρπάσεται;
Οὐδὲν γὰρ οὕτως ἐπισφαλὲς καὶ σαθρὸν, ὡς ἡ τοιαύτη ἐλπίς. Καὶ δείκνυσι τῶν
πραγμάτων ἡ φύσις.
∆ιὸ καὶ Παῦλος
περὶ τῆς εἰς Θεὸν ἐλπίδος διαλεγόμενος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ἀλλ' οὐ τὰ
ἀνθρώπινα τοιαῦτα, ἀλλὰ σκιᾶς ἀσθενέστερα.
Μὴ γάρ μοι εἴπῃς, ὅτι ἄρχων ἐστί. Καὶ γὰρ καὶ ὁ ἄρχων οὐδὲν ἔχει πλέον τοῦ τυχόντος ἀνθρώπου· τῇ αὐτῇ ἀδηλίᾳ ὑπόκειται. Εἰ δέ τι
χρὴ καὶ θαυμαστὸν εἰπεῖν, ἐπειδὴ ἄρχων ἐστὶ, καὶ διὰ τοῦτο μάλιστα οὐ χρὴ θαῤῥεῖν.
Ἀκροσφαλεῖς γὰρ αἱ τοιαῦται δυναστεῖαι. Κἂν μὴ μεταπέσῃ, πρὸς ὀργήν ἐστιν ὀξυῤῥεπὴς, καὶ τῇ ἐξουσίᾳ πρὸς ἀγνωμοσύνην ἀποκέχρηται,
ὡς οὐ μέλλων ὑπεύθυνος εἶναι
τῷ τὴν ὑπόσχεσιν δεξαμένῳ· κἂν εὐγνώμων φανῇ, εὐκολωτέρας ἕξει τὰς μεταπτώσεις τῶν ἰδιωτευόντων,
ὅσῳ καὶ μείζοσι καὶ πλείοσιν ἐπιβουλαῖς ὑπόκειται· καὶ μᾶλλόν ἐστιν εὐχείρωτος
οὗτος, ὅσῳ καὶ πλείους ἔχει τοὺς ἐπιβουλεύοντας. Τί γὰρ βούλονται οἱ σωματοφύλακες; τί δὲ αἱ πολλαὶ προφυλακαί;
Πῶς οὖν ὁ ἐν πόλει εὐνομουμένῃ μηδὲ περὶ τοῦ σώματος αὐτοῦ θαῤῥῶν, ἀλλ' ὡς ἐν μέσοις
ἀναστρεφόμενος πολεμίοις, οὕτως ὢν ἐναγώνιος, ἑτέρους σῶσαι
δυνήσεται; Ὁ εἰρήνης
οὔσης τῶν ἐν πολέμοις χαλεπώτερον
δεδοικὼς, πῶς ἑτέρους ἐν ἀσφαλείᾳ καταστήσει
καὶ ἐξαρπάσεται τῶν
κινδύνων; Πολλοῖς δὲ δυναμένοις καθ' ἑαυτοὺς ζῇν μετὰ ἀδείας τοῦτο αὐτὸ γέγονεν ἐπιβουλὴ, τὸ τοιούτοις θαῤῥῆσαι· καὶ
καταπεσόντων ἐκείνων καὶ οὗτοι συγκατηνέχθησαν· ἑτέροις
δὲ οἱ φύλακες προδόται
γεγόνασιν. Ἀλλ' ὅμως ὁ προφήτης
ταῦτα ἅπαντα παραδραμὼν, ἐπειδὴ πολλοὶ διέφυγον, τὸ ἀναμφισβήτητον τίθησι, τὸ τῆς τελευτῆς. Κἂν γὰρ ἅπαντά σοι κατὰ ῥοῦν φέρηται, κἂν εὔνους ᾖ, κἂν χάριν
εἰδὼς, φησὶ, κἂν μέλλῃ ἀποδιδόναι, ἐν μέσαις ταῖς ὑποσχέσεσι καταλύσας τὸν βίον,
ἀφῆκέ σε ἐν ἐλπίσι κεναῖς, διὰ τὸ τὴν ζωὴν μὴ ἀρκέσαι πρὸς τὸ τῆς ὑποσχέσεως τέλος.
Ὅταν δὲ μηδὲ ζωὴν ἀρκοῦσαν ἔχῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ προκαταλύηται τοῦ τέλους ὁ βίος, ἐπὶ σαθρὰν καταφεύγεις
συμμαχίαν. Ἢ οὐκ ἴστε πολλοὺς τοῦτο
πεπονθότας, καὶ τοῦ συμμάχου πεσόντος,
τοῦ προστάτου γυμνωθέντας, ἐντεῦθεν
μᾶλλον κατενεχθέντας; Καὶ τί
λέγω περὶ τῆς ἐπαγγελίας, ὅτι διαχεῖται καὶ ἀπόλλυται, ὅταν
καὶ ὁ ταύτης κύριος ὢν μηδὲ αὐτὸς μένῃ; Ἐπιστρέφει γὰρ, φησὶν, εἰς τὴν γῆν αὐτοῦ.
Εἰ δὲ ἐκεῖνος ἀπόλωλε, πολλῷ μᾶλλον καὶ ταῦτα.
∆ιὸ καὶ ἐπήγαγε τὸ, Ἐν ἐκείνῃ
τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες
οἱ διαλογισμοὶ αὐτοῦ· δεικνὺς ὅτι
οὐ μόνον εἰς τέλος οὐχ ἥξει τὰ τῆς ἐπαγγελίας, ἀλλὰ
καὶ αὐτὸς οἰχήσεται ὁ ἐπαγγελλόμενος.
Τί οὖν ἐντεῦθεν ποιεῖ; Ἐπεὶ τῶν ἀνθρωπίνων
ἀπήγαγεν ἐλπίδων, δείκνυσι λοιπὸν
τὸν ἀσφαλῆ λιμένα
καὶ τὸν ἀχείρωτον
πύργον, καὶ συμβουλεύει. Οὗτος γὰρ
μάλιστα παραινέσεως ἄριστος τρόπος, ἀπάγειν τῶν
σαθρῶν, καὶ ἐνάγειν πρὸς τὰ ἰσχυρά·
καθαιρεῖν τὰ μάταια, καὶ ἱστᾷν τὰ ἀληθινά· διελέγχειν τὰ ἀπατῶντα,
καὶ δεικνύναι τὰ ὠφελοῦντα. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς
αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Εἶδες περιουσίαν συμβουλῆς καὶ παραινέσεως; Ὅταν δὲ μακαρισμὸν
εἴπῃ, πάντα λέγει
τὰ ἀγαθὰ, καὶ δείκνυσι τὴν ἀσφάλειαν τῆς ἐλπίδος.
Μακαρίσας τοίνυν τὸν ἐλπίζοντα
ἐπ' αὐτὸν, λέγει λοιπὸν
τοῦ βοηθοῦ τὴν δύναμιν, δεικνὺς ὅτι ὁ μὲν ἄνθρωπος, ὁ δὲ
Θεός· ὁ μὲν ἀπολλύμενος, ὁ δὲ μένων· οὐκ
αὐτὸς δὲ μένων μόνος, ἀλλὰ καὶ τὰ ἔργα αὐτοῦ. ∆ιὸ καὶ οὕτως ἐπήγαγε· Τὸν ποιήσαντα
τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
βʹ. Εἰ δὲ τὰ ἔργα αὐτοῦ διαρκῆ, πολλῷ μᾶλλον
αὐτὸς καὶ διαρκὴς καὶ δυνατός· καὶ ὅτι τοιοῦτος, δείκνυσιν αὐτοῦ τὰ γενόμενα
τὴν ἰσχύν. Τί οὖν, εἰ καὶ διαρκής ἐστι καὶ δυνατὸς, οὐ βούλεται δέ; Πολλοὶ γὰρ
τῶν ἀνοήτων ταῦτα λέγουσιν Ἀλλ' ὅρα πῶς
καὶ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰπὼν γὰρ, Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν,
τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἐπήγαγε· Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τοῦτο αὐτοῦ ἐστιν ἔργον,
τοῦτο σύνηθες, τοῦτο μάλιστα Θεοῦ ἴδιον, τὸ μὴ περιορᾷν ἀδικουμένους, τὸ μὴ
παρατρέχειν ἐπηρεαζομένους, τὸ χεῖρα ὀρέγειν τοῖς ἐπιβουλευομένοις· καὶ τοῦτο εἰς τὸ διηνεκές. ∆ιὸ καὶ ἔφησεν, Εἰς
τὸν αἰῶνα, τοῦτο δηλῶν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὸ ἑξῆς ἐχόμενον· ∆ιδόντα
τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς. Ἄλλος,
Φωτίζει. Κύριος ἀνορθοῖ κατεῤῥαγμένους. Κύριος ἀγαπᾷ
δικαίους. Κύριος φυλάσσει τοὺς
προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται,
καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
Εἶδες πῶς διὰ πάντων δείκνυσιν αὐτοῦ
τὴν πρόνοιαν τεταμένην, καὶ ὅτι τοῦτο ἔργον
αὐτῷ, λύειν συμφορὰς, λιμὸν διορθοῦσθαι, δεσμῶν ἐλευθεροῦν. Ἀλλὰ ταῦτα μὲν ἐκ
μέρους καὶ ἄνθρωποι δύνανται· τὰ δὲ ἑξῆς οὐκέτι. Καὶ γὰρ τῆς φύσεως αὐτῆς τὴν πήρωσιν διορθοῦται,
τοὺς πεπτωκότας ἀνιστᾷ, φησὶ, τοὺς ἐν ἀρετῇ λάμποντας ἐπαινεῖ,
τοὺς ἀπροστατεύτους σώζει, τοὺς
δι' ὀρφανίαν ἢ χηρείαν δυσχεραίνοντας καὶ ὀδυνωμένους παραμυθεῖται
καὶ ἀνακτᾶται. Εἶτα ἐπειδὴ εἶπεν, Ἀγαπᾷ δικαίους, δείκνυσιν ὅτι πολλοῖς
καὶ ἀπὸ συμφορᾶς μόνης ἐπήρκεσε. Καὶ γὰρ οὓς διατρέφει, διὰ τὸ πεινῇν τρέφει, ὅπερ
οὐκ ἔστιν ἀρετῆς· καὶ τοὺς πεπεδημένους, διὰ τὰ δεσμὰ λύει· οὐδὲ αὐτὸ δὲ ἀρετῆς,
ἀλλὰ συμφορᾶς· καὶ τοὺς τυφλοὺς δὲ διὰ τὴν πήρωσιν φωτίζει· οὐδὲ τοῦτο δὲ
κατορθώματος, ἀλλὰ καὶ αὐτὸ συμφορᾶς. Ὁμοίως καὶ τὸ κατεῤῥάχθαι, καὶ τὸ προσήλυτον
εἶναι, καὶ ὀρφανὸν,
καὶ χήραν. Εἰ δὲ τοὺς ἐν
συμφοραῖς, πολλῷ μᾶλλον τοὺς ἀρετῆς
ἐπιμελουμένους. Ὅταν οὖν καὶ
δύνηται καὶ βούληται, καὶ διαρκῆ τυγχάνῃ τὰ παρ' αὐτῷ
πάντα, καὶ ἀρετὴν ἀποδέχηται,
καὶ διὰ συμφορὰς ἐλεῇ, τίνος ἕνεκεν οὐκ ἀφίης τὸν ἀπολλύμενον, τὸν ἀσθενῆ, τὸν ἐπίκηρον, καὶ ἐπὶ τὸν ἰσχυρὸν
καὶ ἄμαχον καταφεύγεις, τὸν οὐκ ὀνειδίζοντα
τὰς συμφορὰς, ἀλλὰ διορθούμενον, τὸν πάντα ὅσα βούλεται δυνάμενον; Σκόπει
δὲ καὶ τὸ ἔσχατον πῶς μετὰ ἀκριβείας εἴρηκεν. Οὐ γὰρ εἶπε, Ἁμαρτωλοὺς ἀφανιεῖ, ἀλλὰ,
Τὴν ὁδὸν αὐτῶν, τουτέστι, τὴν πρᾶξιν αὐτῶν. Οὐ γὰρ τὴν φύσιν ἀποστρέφεται, ἀλλὰ
τὴν κακίαν μισεῖ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιὼν, εἰς γενεὰν
καὶ γενεάν. Εἰ τοίνυν βασιλεύει διὰ παντὸς
καὶ μένει διὰ παντὸς,
οὐκ ἔστιν ὑποπτεῦσαι, ἀλλὰ κἂν μὴ ἐνταῦθα
δῷ τὴν ἀντίδοσιν, ἐπὶ μείζοσιν αὐτὴν
φυλάττει. Μὴ τοίνυν μήτε ἐν πειρασμοῖς θορυβώμεθα καὶ ταραττώμεθα, ἂν μὴ παρὰ πόδας
ἡ λύσις γένηται, ἀλλ' αὐτῷ παραχωρῶμεν τὸν
καιρὸν τῷ Κυρίῳ τῆς λύσεως·
μήτε ἂν ἀγαθόν
τι κατορθώσωμεν, εὐθέως
ἀπαιτῶμεν τὰς ἀμοιβὰς, ἀλλὰ
καὶ οὕτω πάλιν ἀναμένωμεν τὸ αὐτοῦ βούλημα·
μετὰ γὰρ πλείονος δίδωσι τῆς ἀμοιβῆς,
ὅταν ἀναβάλληται· καὶ διὰ πάντων εὐχαριστῶμεν,
καὶ μένωμεν αἰνοῦντες. Οὕτω γὰρ
καὶ τὸν παρόντα βίον μετὰ πολλῆς βιώσομεν τῆς ἀδείας, καὶ τῶν ἀποῤῥήτων ἐπιτευξόμεθα
ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος,
σὺν τῷ ἀνάρχῳ
αὐτοῦ Πατρὶ καὶ τῷ
ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Πρώτη αποκλειστική εισαγωγή και δημοσίευση
στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55 Μέρος Α ΄ Ομιλίαι είς τούς Ψαλμούς
Η ηλεκτρονική επεξεργασία, επιμέλεια
και μορφοποίηση κειμένου
και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο
Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου