ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Στίχοι είς τόν μέγαν φωστήρα και διδάσκαλον της Εκκλησίας μας τον Χρυσόστομον

Τρίτη 4 Οκτωβρίου 2016

Στίχοι είς τόν μέγαν φωστήρα και διδάσκαλον της Εκκλησίας μας τον Χρυσόστομον




Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
Στίχοι είς τόν μέγαν φωστήρα και διδάσκαλον της Εκκλησίας μας τον Χρυσόστομον Προοίμια  τών Ψαλμών
Prooemia in Psalmos

Μετὰ τὸν  Μωϋσέα καὶ τὸν  τούτου  διάδοχον  Ἰησοῦν τοῦ Ναυῆ, καὶ τοὺς λεγομένους κριτὰς ἐν τῷ Ἰσραὴλ, ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Ἰσραὴλ Σαοὺλ, καὶ ἀποδοκιμασθέντος. ἤγειρεν αὐτοῖς ὁ Θεὸς βασιλέα ἐνάρετον, δίκαιόν τε καὶ προφήτην,  ὃς συνέταξε τὴν  βίβλον  Ψαλμῶν  ρνʹ, ἐκ Πνεύματος ἁγίου  κινούμενος,  ἐμμέτρως κατὰ τὸ μέτρον τὸ ἴδιον τῆς ἰδίας γλώσσης, ἐμμελῶς μετὰ ῥυθμοῦ καὶ ὀργάνων διαφόρων καὶ ὀρχήσεων καὶ ᾠδῶν αὐτοὺς ᾄδων. Ἦν γὰρ οὗτος κατέχων  κιθάραν, εἶχε  δὲ καὶ διαφόρους  χοροὺς ὑφ' ἑαυτὸν  μικρῶν  προφητῶν· οὕτω  γὰρ  ἐκάλει  τοὺς  παραμένοντας  τοῖς  προφήταις·  πολλάκις   δὲ  καὶ  υἱοὺς προφητῶν  αὐτοὺς ὠνόμασεν, ἐχόντων  διάφορα ὄργανα, τοῦ μὲν κύμβαλα, τοῦ δὲ αὐλοὺς, τοῦ  δὲ τύμπανα, τοῦ δὲ σάλπιγγας, τοῦ δὲ ψαλτήριον  καὶ κιθάραν, τοῦ δὲ ᾠδοὺς τοὺς λεγομένους βουκολίους. Ἕκαστος δὲ χορὸς ἔξαρχον εἶχεν, ὧν ὁ μὲν ἐλέγετο Ἀσὰφ, ἄλλος δὲ Ἰδιθοὺμ, ἕτερος υἱοὶ Κορὲ, ἄλλος Ἐθὰμ Ἰσραηλίτου, ἕτερος  Μωϋσέως  ἀνθρώπου  Θεοῦ. Ἡνίκα  τοίνυν  ἐκινεῖτο  ὑπὸ  τοῦ  Πνεύματος προειπεῖν, ἢ περὶ τῆς αἰχμαλωσίας τοῦ λαοῦ, ἢ περὶ τῆς ἐπανόδου αὐτῶν,  ἢ περὶ ἠθῶν  διδασκαλικῶν,    περὶ  προνοίας,    περὶ  τοῦ  ∆εσπότου Χριστοῦ, συνετίθει ἐμμέτρως τὸν ψαλμὸν ἕκαστον εἰς μίαν ὑπόθεσιν συντείνοντα  (διὰ τοῦτο γὰρ καὶ μικροὶ καὶ μεγάλοι ψαλμοὶ), καὶ παρεδίδου ἑνὶ χορῷ. Εἰ δὲ πάλιν ἐδοκίμασε κατὰ τὸ μέσον τοῦ ψαλμοῦ καὶ ἄλλῳ χορῷ παραδοῦναι τὸ λοιπὸν τοῦ ψαλμοῦ, τότε αὐτὴ ἡ διαδοχὴ τοῦ ψαλμοῦ ἐκαλεῖτο ∆ιάψαλμα. Ὥστε καὶ ὅταν τοῖς λεγομένοις ᾠδοῖς, ἤτοι βουκολίοις, κατὰ μέσον τοῦ ψαλμοῦ ἠθέλοντα (sic) παραδοῦναι, τότε ἐκαλεῖτο Ὠδὴ διαψάλματος· ἐπειδήπερ οἱ ᾠδοὶ ἐκ διαδοχῆς παρελάμβανον τὸ λοιπὸν τοῦ ψαλμοῦ ᾄδειν.



Μαθεῖν δὲ  ἔνεστι  τῷ  βουλομένῳ  περὶ  τούτου  ἐκ τοῦ  γεγράφθαι  ἐν  ταῖς Παραλιπομέναις τῶν βασιλειῶν οὕτως· Καὶ ᾖσε τὴν ᾠδὴν ταύτην ἐν χειρὶ Ἀσὰφ τοῦ προφήτου. Μετὰ τὸ παραδοῦναι δὲ οὗτος πρῶτος τὸν ψαλμὸν, λοιπὸν ἕκαστος χορὸς καὶ καθ' ἑαυτὸν  καὶ ὁμοθυμαδὸν  μετὰ τέρψεως καὶ ῥυθμοῦ, τῶν  μὲν ἐν τούτοις ὀργάνοις,  τῶν  δὲ ἐν  ἐκείνοις,  ἀντιφώνως ᾖδον  τὸν  ψαλμὸν  μετὰ ὀρχήσεως, εἰς δόξαν καὶ αἶνον Θεοῦ. Ἔνεστι δὲ πάλιν καὶ περὶ τοῦτο μαθεῖν, ὡς 34 αὐτὸς δι' ἑαυτοῦ ὁ ∆αυῒδ ἀναλαβὼν  ἐκ τῶν ἀλλοφύλων  τὴν κιβωτὸν, ὠρχήσατο ἔμπροσθεν αὐτῆς, καὶ ὀνειδισθεὶς ὑπὸ τῆς ἰδίας γυναικὸς Μελχὼ, ἔφη· Παίξομαι καὶ γελάσομαι ἐναντίον  Κυρίου. Οὐ μόνον  γὰρ οὐκ ἐπαύσατο, ἀλλὰ  καὶ  ἐπιτείνειν  τὰ  τοιαῦτα ἐπηγγείλατο. Τινὲς δὲ μὴ προσεσχηκότες τῇ τάξει καὶ τῇ ἀκριβείᾳ, μηδὲ θελήσαντες ἐκ τῶν  εἰδότων  ταῦτα διδαχθῆναι,  εἰς ἀλληγορίας  ἐτράπησαν, μηδὲ πάντας  εἶναι τοὺς ψαλμοὺς  ἀποφηνάμενοι  τοῦ ∆αυῒδ, ἀλλὰ  τῶν  ἐξ αὐτοῦ  παραλαμβανόντων φανεροὺς εἰρηκότες· ὅπερ ποτὲ ὁ Κύριος ἢ ἀπόστολός τινος ἑτέρου περὶ ψαλμοῦ οὐκ ἐμνημόνευσεν,  εἰ μὴ τοῦ ∆αυΐδ. ∆ιαγράφομεν  οὖν  αὐτὸν  καθεζόμενον,  καὶ τοὺς χοροὺς ἔμπροσθεν αὐτοῦ δεξιᾷ καὶ ἀριστερᾷ, ὅπως γνῷ τις καὶ τὴν θέαν αὐτῆς τῆς τάξεως. Μετὰ δὲ ταῦτα λέγοντες καὶ οὓς αὐτὸς ἠξιώθη προειπεῖν ψαλμοὺς περὶ τῆς τοῦ ∆εσπότου οἰκονομίας, ποικίλως αὐτοὺς ἐν τῇ συνθέσει καὶ διαφόρως ἐναλλάξας τῷ σχήματι περὶ πάθους καὶ ἀναστάσεως τῆς ἀνθρωπότητος αὐτοῦ. Ὁμοίως καὶ ὅτι τῇ θεότητι ἀΐδιος καὶ δημιουργὸς τῶν ἁπάντων  ἐστὶ καὶ ἀνακαινιστὴς τοῦ παντὸς, πρὸς ὃν ἀφορᾷ πᾶς ὁ σκοπὸς τῆς θεοπνεύστου Γραφῆς. Χορὸς Ἰδιθοὺμ, χορὸς τῶν υἱῶν  Κορὲ, χορὸς Ἐθὰμ τοῦ Ἰσραηλίτου, χορὸς Ἀσὰφ, χορὸς Μωϋσέως ἀνθρώπου
Θεοῦ. Οὗτοι οἱ χοροὶ τῶν ὑπ' αὐτὸν προφητῶν εἰσι διαφόροις ὀργάνοις ᾄδοντες καὶ ψάλλοντες  καὶ ὀρχούμενοι  εἰς δόξαν Θεοῦ τοὺς γενομένους  ἐκ Πνεύματος ἁγίου Ψαλμοὺς ρνʹ.

Πρώτη αποκλειστική εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος  Τόμος 55

Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |