Ιωάννης Χρυσόστομος
Τόμος 47
Παλλαδίου Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου
Dialogus de vita Joannis Chrysostomi
ΚΕΦΑΛΑΙΟΝ Αʹ
{Ο ΕΠΙΣΚΟΠΟΣ.} Τῶν τοῦ Θεοῦ δωρημάτων τὰ μέν ἐστιν, ὡς ἔοικε, κοινὰ καὶ ἀμέριστα, κράτιστε ἀδελφὲ Θεόδωρε, τὰ δὲ κοινὰ καὶ μεριστά. τρίτα τούτων ἐστίν, ἃ οὔτε κοινὰ οὔτε μεριστὰ ἢ ἀμέριστα, ἀλλ' ἴδια κατ' ἐξαίρετον δεδομένα οἷς δίδοται.
{Ο ∆ΙΑΚΟΝΟΣ.} ∆εῦρο δὴ φράσον ἡμῖν ἑκάστου γένους τὴν τάξιν· ἀπιθάνως γὰρ προοιμιάσω. {Ο ΕΠΙΣΚ.} Τὰ τῇ φύσει καλά, ὧν ἄνευ τὸ ζῆν μιαρόν, κοινὰ καὶ ἀμέριστα. {Ο ∆ΙΑΚ.} Οἷον τί, πάτερ; {Ο ΕΠΙΣΚ.} Πρῶτον, ὁ τῶν ὅλων Θεός, ἅμα τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, κοινός ἐστι καὶ ἀμέριστος· ἔξεστι γὰρ τῷ βουλομένῳ παντὶ ὅλον αὐτὸν λαβεῖν τῇ θεωρίᾳ, πραγ μάτων μὴ πειρώμενον.ἔπειτα μετὰ τὸν Θεὸν αἱ θεῖαι Γραφαὶ καὶ αἱ ὑπερκόσμιαι δυνάμεις. πρὸς ταύταις οὐρανός, ἥλιος, σελήνη, καὶ σύμπας ὁ τῶν ἄστρων χορός, καὶ αὐτὸς ὁ ἀήρ, κοινὰ καὶ ἀμέριστα, ὅλα ὅλων. μέχρι τούτων ἡμῖν ἱστάσθω τῶν ἀμερίστων τὸ γένος. ἦν δέ ποτε καὶ ἡ γῆ κοινὴ καὶ ἀμέριστος ἅμα τοῖς τῶν ὑδάτων ῥείθροις· ἐξ οὗ δὲ ὁ τῆςπλεονεξίας οἶστρος ἐνεπετάσθη ταῖς τῶν φιληδόνων ψυχαῖς, κατέστη τὰ βαρύτερα στοιχεῖα γῆς τε καὶ ὕδατος μεριστά.
Read More ->>