Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52
ΣΚΖʹ. Καρτερίᾳ.
Τί φής; Αἱ συνεχεῖς ἀῤῥωστίαι οὐ συνεχώρησάν σοι παραγενέσθαι πρὸς ἡμᾶς; Καίτοι παραγέγονας, καὶ μεθ' ἡμῶν εἶ, καὶ ἀπὸ τῆς γνώμης σου τὸ πᾶν ἀπειλήφαμεν, καὶ οὐδέν σοι ὑπὲρ τούτων ἀπολογίας δεῖ. Ἀρκεῖ γὰρ ἡ θερμή σου καὶ γνησία ἀγάπη, ἡ οὕτως ἀκμάζουσα διηνεκῶς, ἀντὶ πολλῆς εὐφροσύνης ἡμῖν γενέσθαι. Ἀλλ' ἐπειδὴ οὐκ εἰς τὴν τυχοῦσαν φροντίδα ἡμᾶς ἐνέβαλες, περὶ τῆς ἀῤῥωστίας εἰποῦσα τῆς σῆς, εἴ γε ταύτης ἀπαλλαγείης ἱκανὸς γὰρ ὁ Θεὸς ἀπαλλάξαι σε, καὶ πρὸς ὑγείαν καθαρὰν ἐπαναγαγεῖν, ἐξ αὐτῆς ἡμῖν δήλωσον, ὥστε ἡμᾶς ἀπαλλαγῆναι τῆς φροντίδος. Ὅπερ γὰρ ἀεὶ γράφων ἐδήλωσα, τοῦτο καὶ νῦν δηλῶ, ὅτι, ὅπουπερ ἂν ὦμεν, κἂν εἰς ἐρημότερον τούτου χωρίον ἀπενεχθῶμεν, σὲ καὶ τὰ σὰ μεριμνῶντες οὐ διαλιμπάνομεν. Τοιαῦτα ἡμῖν ἐνέχυρα τῆς θερμῆς καὶ γνησίας σου ἀγάπης ἐναπέθου, ἅπερ οὐδέποτε σβεσθῆναι δύναται, οὐδὲ καταμαρανθῆναι τῷ χρόνῳ· ἀλλὰ κἂν πλησίον σου ὦμεν τῆς εὐγενείας, κἂν πόῤῥωθεν, ἀεὶ διαφυλάττομεν τὴν αὐτὴν ἀγάπην, εἰδότες τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς διαθέσεώς σου, ἧς διαπαντὸς ἀπελαύσαμεν τοῦ χρόνου.
Read More ->>