Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΕʹ.Ἀλληλούια.
αʹ. Ἐν τούτῳ τῷ ψαλμῷ τὰς
ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων πως καὶ δι' ἃ γέγονεν ἡ ἀπο βολὴ
αὐτῶν. Ἐν μὲν οὖν τῷ ἑκατοστῷ καὶ τετάρτῳ ψαλ μῷ τὰς θείας ὁ προφητικὸς λόγος διεξῆλθεν εὐεργεσίας· ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται, καὶ τῆς τῶν
εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ,
καὶ τὰς ἐπενεχθεί σας αὐτοῖς διαφόρως
τιμωρίας διδάσκει. Ἐσχημάτισται δὲ ὡς ἐκ
προσώπου τῶν εὐσεβεστέρων τὰς
κοινὰς ὀλοφυ ρομένων
συμφορὰς, καὶ φειδοῦς
τυχεῖν ἀντιβολούντων. Τὴν γὰρ αὐτὴν ἐπιγραφὴν ὁ ψαλμὸς εἰκότως ἔχει τῷ
φθάσαντι· τῆς γὰρ αὐτῆς ὑποθέσεως ἔχεται. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός· ὅτι
εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἡ ἐπιγραφὴ
σημαίνουσα τὸ, Αἰνεῖτε τὸν Κύριον, δηλοῖ τὸν ψαλμὸν αἶνον περιέχειν Θεοῦ. ∆ιδάσκει δὲ νῦν ἐξ ἀρχῆς τοὺς ἀπὸ ἁμαρτημάτων
ἐπιστρέφοντας, καθάπερ ἰατρῷ, προσιέναι τῷ Σωτῆρι, δεικνύντας ὥσπερ τῇ ἐξομολογήσει τῶν πεπλημμελημέ νων τὰ τραύματα·
διαθέσει δηλονότι ψυχῆς,
ἀλλ' οὐ λόγῳ
τοῦτο ποιοῦντας ψιλῷ. Ἕτοιμος γὰρ, φησὶ, διὰ χρηστό τητα τοῖς μετανοοῦσιν
εἰς ἔλεον, εἰδὼς ἐλέου δεῖσθαι τὰ τοῦ παρόντος αἰῶνος, οἷα δὴ θνητὰ καὶ ἐπίκηρα.
Τί δέ ἐστιν, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
∆ιαπαντὸς ἐλεεῖ· διαπαντὸς
φιλανθρωπεύεται. Ἕτοιμός ἐστιν ἀεὶ τὰ αὐτοῦ διδόναι.
Read More ->>