ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΨΑΛΜΟΣ Ρςʹ Ἀλληλούια.

Δευτέρα 3 Οκτωβρίου 2016

ΨΑΛΜΟΣ Ρςʹ Ἀλληλούια.




Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. Ρςʹ.Ἀλληλούια.


αʹ. Πολλάκις ἀπεδείξαμεν ὅτι σκιὰ τῆς καινῆς ἡ παλαιὰ ∆ιαθήκη· οὐδὲν δὲ ἧττον καὶ ἐκ τοῦδε τοῦ ψαλμοῦ ῥᾴ διον τοῦτο καταμαθεῖν. Τήν τε γὰρ Ἰουδαίων  ἐλευθερίαν θεσπίζει, καὶ τὴν πάντων  ἀνθρώπων  σωτηρίαν προαγο ρεύει· ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους  ἀκο λουθίαν. Ὁ μὲν γὰρ τέταρτος καὶ ἑκατοστὸς διήγησιν εἶχε τῶν ὑπὸ τοῦ  Θεοῦ πρὸς  τοὺς  πατριάρχας  γεγενη  μένων  ἐπαγγελιῶν,   καὶ  τῶν  τοῖς  ἐκείνων ἐγγόνοις  παρα σχεθεισῶν  δωρεῶν·  ὁ δὲ μετ' ἐκεῖνον  πρὸς ταῖς εὐερ γεσίαις καὶ τὴν Ἰουδαίων ἀχαριστίαν ἐδίδαξε, καὶ τὰς δι' ἐκείνην ἐπενεχθείσας τιμωρίας αὐτοῖς. Οὗτος δὲ   προαγορεύει   τὴν   τῆς   αἰχμαλωσίας   ἀπαλλαγὴν    διὰ   τὴν   ἄῤῥητον   τοῦ   Θεοῦ φιλανθρωπίαν γεγενημένην.   Ἐπειδὴ  δὲ  καὶ  ἐν  ἐκείνοις  ἐσκιαγράφηται  τὰ  ἡμέτερα, ὁρῶμεν καὶ τῆς ἡμετέρας σωτηρίας καὶ ἐν τῷδε τῷ ψαλμῷ τὰ θεσπίσματα· μᾶλλον γὰρ ἡμῖν  ἢ ἐκείνοις  ἁρμόττει  τῆς προφητείας  τὸ πλεῖστον.  Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Πάλιν ὑμνεῖν ὁ προφητικὸς παρακελεύεται λόγος  τὸν  εὐεργέτην  Θεόν· αἰτίαν  δὲ τῆς  ὑμνῳδίας  τὴν  φιλανθρωπίαν εἶναί  φησι. Ταῦτα δὲ λέ γειν  ἂν εἶεν ἱκανοὶ  οἱ περιστάσεις διαφυγόντες,  ἐλέῳ Θεοῦ μόνῳ  χωρίς τινος  ἐξ ἡμῶν  συντελείας.  Ὁ δὲ τοιοῦτος  ἔλεος  τοῖς  μὲν  τυχοῦσί  τινος  προσκαίρου βραχύς·  τοῖς  δὲ τῶν  αἰωνίων   ἀξιουμένοις  αἰώνιος.  Εἴρηται γοῦν,  Τῷ ἐλέῳ  αἰωνίῳ ἠλέησά σε, πρὸς τοῦ ποιοῦντος  ἔλεος εἰς χιλιάδας  τοῖς ἀγαπῶσιν αὐτὸν, ἑτοιμάζοντος αὐτοῖς Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε· συν ωνυμεῖ δὲ τὸ ἀγαθὸν τῷ χρηστῷ. Εἰπάτωσαν  οἱ  λελυτρωμένοι   ὑπὸ  Κυρίου, οὓς  ἐλυτρώσατο  ἐκ  χειρὸς  ἐχθροῦ.  Τὴν ἀποβολὴν  τοῦ Ἰουδαίων  ἔθνους διὰ τοῦ προ τέρου δηλώσας ψαλμοῦ, ἐν ᾧ ἦν καὶ τὸ, Ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ· νῦν τὴν τῶν ἐθνῶν δηλοῖ κλῆσιν πανταχόθεν  τῆς οἰκουμένης  διὰ τοῦ Σωτῆρος συν αγομένων  καὶ ἁρπαζομένων  ἐκ τῶν  τοῦ διαβόλου χειρῶν  ἐπὶ  τὴν  ἁγίαν  αὐτοῦ  Ἐκκλησίαν. 


Μάτην γὰρ Ἰουδαῖοι  προσδοκῶσιν  ἐκ τῶν ἐθνῶν συναχθέντες καθ' ἑαυτοὺς τὴν Ἰουδαίαν οἰκήσειν. Ἐν χιλίοις γὰρ ἔτεσιν ἀπὸ τῆς εἰς Βαβυλῶνα γενομένης  αἰχμαλωσίας  τοῦτο μὲν οὐ γέ γονεν, ἡ δὲ τῶν ἐθνῶν  κλῆσις διὰ τῶν  ἔργων  ἀπήντηκε.  Καὶ ἐκ τῶν  χωρῶν  συνήγαγεν  αὐτοὺς, ἀπὸ ἀνατο λῶν  καὶ δυσμῶν,  καὶ  βοῤῥᾶ καὶ  θαλάσσης. Τοῦτο  ἐπὶ  μὲν  Ἰουδαίων  οὕτω  γεγενημένον  οὐ μεμαθήκαμεν· κατὰ πᾶσαν γὰρ τὴν οἰκουμένην ἐσκεδασμένοι διάγουσι· τὴν δὲ ἐξ ἐθνῶν Ἐκκλησίαν ἐν ἅπασι τῆς οἰκουμέ νης τοῖς τμήμασιν, ἑῴοις τε καὶ ἑσπερίοις, νοτίοις τε καὶ ἀρκτῴοις,  ἐκάλεσε καὶ συνήθροισε, καὶ τοιούτους  συλλό γους πανταχοῦ  γῆς καὶ θαλάττης  ἐστὶν ἰδεῖν.  Ἐπὶ μέντοι  Ἰουδαίων  ἀμυδρῶς  τοῦτο  γεγένηται,  τῶν  μὲν ἀπὸ Βαβυ λῶνος  ἐπανελθόντων, ὀλίγων  δέ τινων  κατ' ἐκεῖνο τοῦ καιροῦ συλλεγέντων  ἐξ Αἰγύπτου καὶ τῶν πλησιοχώρων ἐθνῶν. Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ, ἐν ἀνύδρῳ. Ἦν γὰρ τοῖς ἀπὸ τῶν ἐθνῶν πρότερον ἄνυδρός τε καὶ ἄγονος ἡ ζωή· ἐπλανήθησάν τε ἔθνη ὄντες ἄλογα πρὸς τὰ εἴδωλα τὰ ἄφωνα  ἀπαγόμενοι, ἀλλότριοί τε τῆς πολιτείας  τοῦ Ἰσραὴλ, λιμῷ  τε καὶ δίψει  τὴν  ψυχὴν  ἐκλείποντες,  τῷ λογικῆς  ἐστερῆσθαι τροφῆς, ποτοῦ τε πνευματικοῦ,  κατὰ τὸ, Οὐ λιμὸν  ἄρτου, οὐδὲ δίψαν  ὕδατος, ἀλλὰ  λιμὸν  τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἀλλὰ καὶ Βαβυλὼν ἔρημος καὶ ἄνυδρος. Ἔρημος γὰρ ὑπῆρχε Θεοῦ, καὶ τῆς πνευ ματικῆς ἀρδείας δουλεῦον  ἐκεῖ ἐστέρητο τῶν Ἰουδαίων  τὸ πλῆθος· καὶ οἱ ἐξ ἐθνῶν  πεπιστευκότες  ὡσαύτως ἐν ἐρήμῳ καὶ ἀνύδρῳ διῆγον,  Ἐλπίδα μὴ ἔχοντες  καὶ ἄθεοι  ὄντες, καθώς φησιν ὁ Ἀπόστολος. Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον. Οὔτε γὰρ Ἰουδαῖοι διαφυγεῖν  τοὺς ἀνδραποδίσαντας  ἴσχυον, καὶ τὴν οἰκείαν  πατρίδα κατα λαβεῖν, οὔτε οἱ ἐξ ἐθνῶν πεπιστευκότες πρὸ τῆς τοῦ Σωτῆρος ἐνανθρωπίσεως  τὴν ἐπὶ τὴν θείαν πόλιν ἄγουσαν εὗρον ὁδόν. Πόλιν δὲ ἐνταῦθα νοητέον  τὴν εὐσεβῆ πολι τείαν. Πεινῶντες  καὶ διψῶντες,  ἡ ψυχὴ αὐτῶν  ἐν αὐτοῖς ἐξέλειπε. Θείας διδασκαλίας λιμὸς καὶ τούτους κἀκείνους ἐπίεζεν. Ἰουδαῖοι μὲν γὰρ ἐν Βαβυλῶνι δου λεύοντες  καὶ ἱερέων  ἐστέρηντο, καὶ τὴν κατὰ νόμον  λα τρείαν πληροῦν  οὐκ ἐδύναντο·  τὰ δὲ ἔθνη πάλιν  οὔτε νόμον  θεῖον  ἐδέξατο, οὔτε πνευματικῆς  διδασκαλίας  ἀπέλαυε,  δι' ὧν  αἱ ψυχαὶ  πεφύκασι  τρέφεσθαι.  Τοῦτον  μέντοι  τὸν  λιμὸν  Ἰουδαίοις  ἠπείλησεν  ὁ Θεός· Ἐπάξω γὰρ, ἔφη, λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου. Καὶ ἐνέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν  αὐτῶν ἐῤῥύσατο αὐτούς. Τῶν μὲν Ἰουδαίων  οἱ εὐσεβέστεροι  τῷ  Θεῷ  τὴν  ἱκετείαν   προσήνεγκαν·  καὶ  τοῦτο  ἡμᾶς    τοῦ  ∆ανιὴλ προφητεία διδάσκει· καὶ αὐτὸς γὰρ καὶ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ ὑπὲρ ἁπάντων ποτνιώμενοι  τὸν  θεῖον  ἐξῄτησαν  ἔλεον.  Τὰ δὲ  ἔθνη  ἔστενε  μὲν  ταῖς  παντοδαπαῖς προσπαλαίοντα  συμφοραῖς, καὶ οἰμωγαῖς  καὶ θρήνοις  ἀπαραμυθήτοις  ἐκέχρηντο,  τῆς ἀναστάσεως οὐκ ἔχοντα τὴν ἐλπίδα· οὐ μὴν τὴν λύσιν τῶν κατεχόντων δεινῶν  ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἐξῄτησαν. Εἶδε δὲ ὅμως στένοντας ὁ φιλάνθρωπος,  καὶ τὸν ἔλεον ὤρεξε. Τῶν γὰρ ἐθνῶν, ὡς ἔφην, ταλαιπωρουμένων ἐν τῇ τῶν εἰρημένων ἀγαθῶν στερήσει, οἱ προεστῶτες αὐ τῶν ἄγγελοι τοῦ Θεοῦ, οἷα δὴ ποιμένες τῆς ἀνθρωπίνης  ἀγέλης, ἐβόων πρὸς τὸν Θεὸν, κοινὸν αὐτοῖς καταπεμφθῆ  ναι Σωτῆρα. Ὁ δὲ φιλάνθρωπος ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ εὐθείᾳ, ἥτις  ἐστὶν ὁ σωτήριος λόγος  ὁ εὐαγγελικός.  Ἡμᾶς γὰρ αὐτὸς ἀνήγαγεν  εἰς τὴν ἐπουράνιον πόλιν, ἐφ' οἷς ἡμῖν παρακελεύεται τὰ θαυμάσια τοῦ Θεοῦ κηρύττειν εἰς πάντας ἀνθρώπους, ὅπως πάντες τὴν γενομένην  εἰς ἡμᾶς χάριν μαθόντες ἐπὶ τὴν αὐτὴν σπεύσωσι σωτηρίαν. Ἄλλος δέ φησι, τοὺς Ἰουδαίους ἐν Αἰγύπτῳ πάλαι μοχθοῦντας  βοῆσαι πρὸς τὸν  Θεόν· ὃ καὶ νῦν  εἴ γε δρῷεν,  τῆς διὰ Χριστοῦ τελείας ἐλευθερίας  ἐπιτεύξονται.  Καὶ ὡδήγησεν  αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι  εἰς πόλιν   κατοικητηρίου.   Ἰουδαίοις   μὲν  γὰρ  διὰ  Κύ ρου  τοῦ  Πέρσου τὴν  ἐπάνοδον ἐδωρήσατο·  τὰ  δὲ  ἔθνη  διὰ  τῶν  ἁγίων  ὡδήγησεν  ἀποστόλων,  καὶ  τὴν  ἄνω  πόλιν ὑπέδειξε Τὴν τοὺς θεμελίους ἔχουσαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.     δὲ  Σύμμαχος  οὕτω·  Καὶ τὰ  τεράστια  αὐτοῦ  τὰ  εἰς  τοὺς  υἱοὺς  τῶν ἀνθρώπων. Τὸν μέντοι χαριστήριον ὕμνον οὐχ ὁ ἔλεος τῷ Θεῷ προσφέ ρει, οὔτε μὴν τὰ θαυμάσια, ἀλλ' οἱ τῶν τοσούτων ἀγαθῶν ἀπολαύσαντες. Θαυμαστὴ μὲν γὰρ καὶ ἀξιάγαστος καὶ ἡ Ἰουδαίων ἐλευθερία· θαυμασιωτέρα δὲ καὶ ἀξιαγα στοτέρα τῆς οἰκουμένης  ἡ σωτηρία, καὶ ἡ ἐπὶ τὸ κρεῖτ τον μεταβολὴ, καὶ τῆς πλάνης  ἡ παῦλα, καὶ τῆς ἀληθείας  ἡ γνῶσις.  Τούτων  δὲ πάντων  ὁ θεῖος  πρόξενος  ἔλεος· Οὐ γὰρ διὰ τὰς δικαιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν, φησὶν, ὁ θεῖος ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας  καὶ ἀνακαι νώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν  ἐφ'  ἡμᾶς  πλου  σίως.  Ὅτι  ἐχόρτασε  ψυχὴν  κενὴν,  καὶ  ψυχὴν   πει  νῶσαν ἀνέπλησεν ἀγαθῶν· καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ.


βʹ. Καὶ Ἰουδαίους δουλείᾳ καὶ κακουχίᾳ συνεζευγμένους  καὶ λιμῷ τηκομένους τῶν κατεχόντων δεινῶν ἠλευθέρωσε, καὶ ἅπασαν τῶν ἀνθρώπων  τὴν φύσιν ταῖς θείαις διδα  σκαλίαις  διέθρεψε,  καὶ  τοῦ  ζόφου  τῆς  ἀγνοίας  ἐλευθερώ  σας,  τῷ  φωτὶ  τῆς θεογνωσίας  κατηύγασε,  καὶ  τὴν  ἐπι  κειμένην  τοῦ  θανάτου  σκιὰν  ἀπεσκέδασε, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα, καὶ διέῤῥηξε τὰ ἰσχυρὰ δεσμὰ τῆς ἁμαρτίας. Σειραῖς γὰρ, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημά των ἕκαστος σφίγγεται· καὶ, Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. Ἐκείνη δὲ ἂν λέγοιτο κυρίως ψυχὴ κενὴ, ἡ Ἑλληνικὴ, ἡ Ἰουδαϊκὴ, ἡ τῆς πνευματικῆς ἐστερημένη τροφῆς. Ἐμὸν γὰρ βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου. Ἄρα καὶ τοῦτο τροφὴ, καὶ τροφὴ ἀρίστη· διὸ καὶ ἔλεγε· Μακάριοι οἱ πεινῶντες  καὶ διψῶντες τὴν  δικαιοσύνην.  Τοῦτο δὲ ὁ Χριστὸς ἐποίησε, χορτάσας τὴν  68 οἰκουμένην  τῆς τοιαύτης τροφῆς. Σκιὰν δὲ θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι  πράξεις· αὗται γάρ εἰσιν αἱ χωρίζουσαι ἡμᾶς ἀπὸ τῆς ἀληθινῆς  ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πάλαι πρότερον διὰ τὸ παραπικραίνειν  τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου   παροξύνειν.   ∆έον   γὰρ   ἐκ   μεγέθους   καὶ   καλλονῆς    κτισμά   των   τὸν γενεσιουργὸν  τῶν  ὅλων  θεωρεῖν,  καὶ  τὴν  ἀΐδιον  αὐτοῦ  δύναμιν  καὶ  θεότητα  ἀπὸ κτίσεως κόσμου νοεῖν, ἡμεῖς οἷα τυφλοὶ ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογικὰς  τῆς ψυχῆς δυνάμεις  πεπεδημένοι  καὶ πεπηρωμένοι,  ἐνηλλάττομεν τὴν δόξαν τοῦ  ἀφθάρτου  Θεοῦ ἐν  ὁμοιώματι  εἰκόνος  φθαρτοῦ  ἀνθρώπου  καὶ  πε  τεινῶν   καὶ τετραπόδων  καὶ ἑρπετῶν. Ὅτι παρεπίκρα ναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν.  Καὶ ἐταπεινώθη  ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν, καὶ οὐκ ἦν    βοηθῶν.  Τούτων  δὲ  πάντων   τῶν  ἀλγεινῶν   αἰτία  καὶ  Ἰουδαίοις  καὶ  πᾶσιν ἀνθρώποις     ἁμαρτία.  Κἀκεῖνοι  γὰρ  δίκας  τίνοντες   ἐξεδόθησαν  τῇ  Βαβυλωνίων δουλείᾳ, καὶ πάντες ἄνθρω ποι μετὰ τὴν παράβασιν τῆς ἐντολῆς  ὑπεβλήθησαν τῇ τῶν πόνων  ταλαιπωρίᾳ.  Μετὰ ταῦτα γὰρ ἤκουσεν Ἀδάμ· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ  σοι· ἐν λύπῃ φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀπο στρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τοσαύταις δὲ περιστοιχιζόμενοι συμφοραῖς, λύσιν οὐδεμίαν  εὕραντο τῶν  ἐπικειμένων  κακῶν· ἀλλ' ὁ ταύταις  αὐτοὺς συγκληρώσας  αὐτὸς  καὶ  τὴν  τούτων   ἀπαλλαγὴν   ἐδωρήσατο.  Καὶ ἐκέκραξαν  πρὸς Κύριον ἐν τῷ  θλίβεσθαι  αὐτοὺς, καὶ ἐκ τῶν  ἀναγ  κῶν  αὐτῶν  ἐῤῥύσατο αὐτούς· καὶ ἐξήγαγεν  αὐτοὺς  ἐκ σκότους καὶ σκιᾶς θανάτου,  καὶ τοὺς δεσμοὺς αὐτῶν  διέῤῥηξεν. Οἰκτείρας γὰρ καὶ τούτους κἀκεί νους, τοὺς μὲν τῶν ἐπικειμένων  ἀπήλλαξε συμφορῶν, τοὺς  δὲ τοῦ τῆς  ἀγνοίας  ἠλευθέρωσε  σκότους, καὶ τῆς δουλείας  διέῤῥηξε τὰ δεσμά. Λέγοις δ' ἂν σκιὰν θανάτου  τὴν εἰδωλολατρείαν,  καὶ τὰς ἐν ἀθεότητι  πράξεις, αἳ τῆς ἀληθινῆς  ἡμᾶς ἐχώριζον πάλαι ζωῆς παραπικραί νοντας τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρ οξύνοντας. Τότε μὲν γὰρ ἡ καρδία ἡμῶν ἐν τοῖς τῆς ἁμαρτίας ἐταπεινοῦτο κόποις, παρειμένης  ἡμῶν τῆς ἐμφύτου  καὶ λογικῆς  δυνάμεως,  ἣν οὐδεὶς ἀνεκτήσατο· ἠσθένησαν γὰρ, καὶ οὐκ ἦν ὁ βοηθῶν· μόνῳ δὲ τετήρητο τῷ τοῦ Θεοῦ Λόγῳ τὸ μέγα τοῦτο κατόρθωμα. Τὸ δὲ, ∆ιέῤῥηξε τοὺς δεσμοὺς αὐτῶν, δηλοῖ τοῦτο, τὴν ἀθρόαν τῶν ἁμαρτιῶν  ἄφεσιν, ἧς ἡμᾶς ἡ τοῦ Σωτῆρος κατη ξίωσε χάρις. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,  ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε. Πύλας χαλκᾶς καὶ μοχλοὺς σιδη ροῦς τὸ ἄφυκτον ἐκάλεσε τῶν κακῶν. Καθάπερ γὰρ τὸν καθειργμένον ἔσωθεν τῶν θυρῶν καὶ τῶν μοχλῶν  δια φυγεῖν  τῶν ἀδυνάτων  ἐστὶν, οὕτως ἀμήχανον  ἦν καὶ Ἰουδαίους τὴν Βαβυλωνίων διαδρᾶναι δουλείαν, καὶ πάντας ἀνθρώπους τοῦ θανάτου τὴν δυναστείαν. Μόνος δὲ ὁ θεῖος  ἔλεος  ἤρκεσε κἀκείνων  καὶ  τούτου  διαλῦσαι  τὸ κράτος, καὶ  τῶν ἀνιαρῶν  τὴν  λύσιν χαρίσασθαι. Τὰ αὐτὰ δὲ δεύτερον  εἶπεν  ἐπὶ ταῖς δευτέραις  αὐτοῦ εὐεργεσίαις. ∆ηλοῖ δὲ τὴν μέχρι θανάτου κατάπτωσιν τῶν ἀνθρωπί νων ψυχῶν, δι' ἢν ἐδέησεν  αὐτοῦ  τῆς  μέχρι  θανάτου   καθόδου·  ἔνθα  γενόμενος,   τὰς  μηδενὶ   θνητῷ διανοιχθεί σας πύλας, καὶ διὰ τοῦτο σιδηρᾶς καὶ χαλκᾶς λεγομέ νας, συνέτριψε. Λέγει δὲ καὶ  ἐν  Ἰὼβ    Κύριος·  Ἦλθες  δὲ  ἐπὶ  πηγὴν   θαλάσσης,  ἐν  δὲ  ἴχνεσιν   ἀβύσσου περιεπάτησας; Ἀνοίγονται  δέ σοι πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Καὶ τὰς  ἡμετέρας  δὴ μόνος  ἀφεῖλεν  ἀνομίας,  δι' ἃς μέχρι  τῶν  τοῦ θανάτου  πυλῶν ἐφθάσαμεν. Ἀντελάβετο  αὐτῶν  ἐξ ὁδοῦ ἀνομίας  αὐτῶν·  διὰ γὰρ τὰς ἀνομίας  αὐτῶν ἐταπεινώθησαν. Οὔτε Ἰουδαῖοι, οὔτε πᾶσα τῶν ἀν θρώπων ἡ φύσις ἀδίκως τοῖς ἀνιαροῖς περιέπεσεν· ἀλλὰ καὶ οὗτοι κἀκεῖνοι δίκας ὧν ἐπλημμέλησαν  τίνουσιν. Ἀλλ' ὅμως καὶ τούτους κἀκείνους τοσούτοις ἐγκαλινδου  μένους κακοῖς σωτηρίας ἠξίωσε. Πᾶν βρῶμα ἐβδελύ ξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου.

γʹ.  Ἰουδαῖοι   μὲν   γὰρ   τῷ   πλήθει   συνεχόμενοι   τῶν   κα   κῶν   καὶ   αὐτὴν ἀπεστρέφοντο  τὴν τροφήν.  Τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ ψαλμῷ  ὡς ἐξ ἐκείνων  εἴρηκεν ὁ προφήτης·  Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. Τὰ δὲ ἔθνη οὐδὲ ταῖς τῶν οἰκείων  φιλοσόφων  διδασκαλίαις προσέχειν ἐβούλετο. Οὗ δὴ χάριν οἱ μὲν Σωκράτους κατεψηφίσαντο  θάνατον,  οἱ δὲ τὸν Ἀνάξαρχον ξένῃ παρέδοσαν τιμωρίας  ἰδέᾳ, ἄλλοι τοὺς Πυθαγόρου διαδόχους  πικρῶς αἰκισά μενοι, πρόωρον αὐτοῖς ἐπήγαγον  θάνατον. Ἀλλ' ὅμως  καὶ  τούτοις  ὁ τῶν  ὅλων  Θεὸς παρεσκεύασε μεταδοθῆναι  τῆς  ἀθανάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδρα μεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε. Καὶ ἄλλως βρῶμα ἐνταῦθα τὴν λογικὴν νοήσομεν τροφὴν, περὶ ἧς
ὁ Κύριος τοῖς ἀποστόλοις ἔλεγεν· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμέ  νην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.  Ταύτης πᾶν εἶδος ὁ ἄνθρωπος  ἐβδελύξατο. Οὔτε γὰρ φυσικὸν  νόμον  οὔτε γραπτὸν  ἐφύλαξε,  καὶ διὰ τοῦτο  Ἤγγισαν  ἕως τῶν  πυλῶν  τοῦ θανάτου.  Πύλαι δὲ θανάτου  τὰ ἁμαρτήματα,  οἷς ἤγγισαν,  δέον αὐτοὺς  μακρύνεσθαι. Ὅσον γὰρ ταύτης  ἤγγισαν, πόῤῥω τῶν  πυλῶν  τῆς ζωῆς ἀναγκαίως  ἐγίνοντο.  Ἀλλ' ὁ Χριστὸς αὐτοὺς, καὶ μακρὰν ὄντας, ἐγγὺς  διὰ τοῦ αἵματος τοῦ οἰκείου πεποίηκε. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν  ἀναγκῶν  αὐτῶν  ἔσωσεν αὐτούς. Κραυγὴν ὁ Θεὸς οὐ τὴν διὰ φωνῆς  γινομένην,  ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας λογίζεται· ἐπεὶ καὶ Μωϋσέως σιωπῶντος  ἔλεγε· Τί βοᾷς πρός με; Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθο ρῶν αὐτῶν. Ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπίσας  καὶ ἀποσταλεὶς  ὡς ἄνθρωπος  (ὡς γὰρ Θεὸς, ἀπερίγραπτος,  καὶ πανταχοῦ   πάρεστι,  καὶ  περιέχει  τὰ  σύμπαντα),  τὰ  παντοδαπὰ   τῶν  ψυχῶν   ἰάσατο τραύματα,  καὶ  τοὺς  φθαρέντας  ἀνέῤῥωσε λογισμούς.  Οὕτω τὴν  ἁμαρτωλὸν  ἐκείνην ἰάσατο γυναῖκα, καὶ θαῤῥεῖν παρηγγύησεν· οὕτω τὸν παρειμένον συνέσφιγξεν εἰρηκὼς, Ἀφέωνταί  σοι αἱ ἁμαρτίαι σου· οὕτως  ἀνέῳξε τῷ λῃστῇ τὸν παρά δεισον· οὕτω τοὺς τελώνας  διδασκάλους  τῆς οἰκουμένης  ἀπέφηνεν·  οὕτω τοὺς τῷ παναγίῳ  προσιόντας βαπτίσ ματι νεουργεῖ καὶ καθαίρει, καὶ τῶν τῆς ἁμαρτίας ἀπαλ λάττει τραυμάτων. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.  Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν  τὰ ἔργα αὐτοῦ ἐν  ἀγαλλιάσει. Ὑπὲρ δὴ τούτων  ἁπάντων  ὑμνεῖν,  φησὶ, δίκαιον  τὸν  φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν. Χρὴ δὲ μὴ μόνον εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας  διεγείρειν  εἰς ὑμνῳδίαν.  Ἐπισημαίνεσθαι μέντοι  δεῖ, ὡς αἰνέσεως  θυσίαν καὶ ἐνταῦθα προσενεγκεῖν τῷ Θεῷ παρηγγύησε, καὶ οὐ τῶν ἀλόγων  τὰ θύματα. Τοιγαροῦν ἐκβάλλει καὶ ἐνταῦθα τὴν κατὰ νόμον λατρείαν. Τὴν δὲ τῆς Αἰνέσεως θυσίαν ὁ Ἀκύλας Θυσίαν εὐχαριστίας προσηγόρευσεν. Οἱ κα ταβαίνοντες  εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες  ἐργασίαν ἐν ὕδασι πολλοῖς. Τῶν ἀποστόλων καὶ τῶν ἅμα αὐτοῖς ἡ παροῦσα προφητεία τὴν μνήμην σφόδρα ἀκολούθως συνῆψε τῇ τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώ πους παρουσίᾳ. Αὐτοὶ γὰρ ἦσαν οἱ καταβαίνοντες  εἰς θάλασσαν ἐν πλοίοις  ῥητῶς καὶ κατὰ λέξιν, ὥσπερ οὖν ἡ θεία Γραφὴ τῶν εὐαγγελίων  μαρτυρεῖ αὐτοῖς. Καὶ τὰ νέα μυστήρια τῆς καινῆς ∆ιαθήκης πράττειν παρα κελεύεται λέγων· Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέ σεως. Ἔχει δὲ οὕτως· Παράγων γὰρ, φησὶν, ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφοὺς, Σίμωνα τὸν καλούμενον  Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν  αὐτοῦ, βάλλοντας  ἀμφίβληστρον  εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. Καὶ εἶπεν αὐτοῖς· ∆εῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀν θρώπων. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελ φοὺς, Ἰάκωβον  καὶ Ἰωάννην,  καταρτίζοντας  τὰ δίκτυα αὐτῶν,  καὶ τούτους ὁμοίως  ἐκάλεσε. Περὶ τῶν  ἀποστόλων  τοίνυν  ὁ λόγος. Οἷα γάρ τινος  ζητοῦντος,  καὶ τίνες οὗτοι τυγχάνουσιν;  ἐπήγαγεν, Οἱ καταβαίνοντες  εἰς θάλασσαν ἐν πλοίοις, καὶ τὰ ἑξῆς· καὶ δι' αὐτῶν ἐπληροῦτο τῶν ἔργων ἡ δύναμις. Τῶν γὰρ μαθητῶν  τοῦ Σωτῆρος ἡμῶν πλεόντων  σὺν αὐτῷ, Σεισμὸς ἐγένετο, φησὶ, μέγας ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύ πτεσθαι ὑπὸ τῶν κυμάτων·  οἱ δὲ προσπεσόντες εἶπον αὐτῷ· Κύριε, σῶσον ἡμᾶς. Καὶ ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη· ὅπερ ἦν ἰδεῖν Τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμάσια αὐ τοῦ ἐν τῷ βυθῷ. Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ  θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Παραβολικῶς ταῦτα τέθεικεν ὁ προφήτης. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι καὶ τὰ μεγάλα διαπερῶντες  πελάγη δια φερόντως τὰς θείας μεγαλουργίας  ὁρῶσι, κλύδωσι  μὲν χαλεποῖς  περιπίπτοντες,  παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα  τῆς  σωτηρίας  ἀπολαύοντες·  οὕτω  καὶ  Ἰουδαῖοι  ταῖς  συμφοραῖς ἐκείναις προπεσόντες καὶ τὴν ἐλευθερίαν  ἀπειληφότες,  τὴν θείαν κατέμαθον δύναμιν. Καὶ μὲν δὴ καὶ ἅπαντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων  ὁρῶν τες μεταβολὴν, καὶ τῆς προτέρας πλάνης  τὴν παῦλαν, καὶ τῶν ψυχῶν  τὴν γαλήνην,  καὶ τῆς ἀναστάσεως τὸν λιμένα,  τὸν τούτων  θαυμάζουσι χορηγόν. Ἐνταῦθα δὲ θάλασσαν νοῆσαι χρὴ τὸν βίον τὸν ἡμέτερον· πλοῖα, τὰς Ἐκκλησίας, ἐν αἷς οἱ ἀποστόλοι εἰργάσαντο σωτηρίαν, ἐν τῷ  πλήθει  δηλαδὴ  τῶν  ἀνθρώπων.  Εἴδοσαν δὲ καὶ  τοῦ  Θεοῦ τὰ ἔργα, τουτέστι,  τὰ δημιουργήματα καὶ τὰ θαυ μάσια, τὰ σημεῖα ὅσα τὴν σωτηρίαν οἰκονομῶν τὴν ἡμετέραν ἔθετο ἐν τῷ βυθῷ, τουτέστιν, ἐν τῇ σοφίᾳ, μεθ' ἧς οἰκονομεῖ τὰ ἡμέτερα. Βάθος γὰρ ἡ τοῦ  Θεοῦ σοφία,  διὰ  τὸ  ἀνείκαστον  αὐτῆς  καὶ  ἀμέτρητον.  Εἶπε, καὶ  ἔστη  πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐ τῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαί νουσιν ἕως τῶν ἀβύσσων. Καὶ διὰ τούτων  ἐδίδαξεν, ὡς αὐτοῦ νεύοντος  καὶ τὰ λυπηρὰ γίνεται, καὶ τὰ θυμήρη προσγίνεται. Λέγει δὲ τοὺς πειρασμοὺς, οὓς ἐγείρει τὸ πνεῦμα τῆς καταιγίδος,  δηλαδὴ  τὸ  ἀντικείμενον  πνεῦμα,  ἐπιτρέψαντος   τοῦ  Θεοῦ εἰς  τὴν  τῶν δικαίων γυμνασίαν καὶ φανέρωσιν. ∆ηλοῖ δὲ αὐτὸς ὁ Θεὸς, ἡνίκα τῷ διαβόλῳ πειράσαι ἐπέτρεψε, λέγων  πρὸς τὸν  Ἰώβ· Οἴει με ἄλλως  σοι κεχρηματικέναι,  ἢ ἵνα  ἀναφανῇς δίκαιος; Ὅπερ γάρ ἐστι τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο ταῖς ψυχαῖς οἱ πειρασμοὶ τυγχάνουσι, τήκοντες  αὐτὰς,  οὐχ  ὥστε  διαφθεῖραι,  ἀλλ' ὥστε  φανερωθῆναι, πῶς  λαμπρό  τητος ἔχουσιν. Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη.


δʹ. Ἐπέμεινε τῇ τροπῇ· καὶ δοκεῖ μὲν περὶ τῶν ναυ τιλλομένων λέγειν, αἰνίττεται δὲ διὰ  τούτων  τὰς  παντο  δαπὰς  τῆς  ψυχῆς  συμφορὰς,  ἃς  οὐδεὶς  ἀνθρωπίνῃ  σοφίᾳ χρώμενος  ἱκανὸς  διαλῦσαι.  Οὐδὲ γὰρ οἱ κυβερνῆται  τῇδε  κἀκεῖσε μεθυόντων  δίκην περιφερόμενοι,  ὅταν ὑπερσχῇ τὸ κλυδώνιον,  πᾶσαν εἰσφέροντες τὴν τέχνην,  περιγενέ σθαι δύνανται  τῶν δεινῶν. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς· καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν· καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Καὶ εὐφράνθησαν,  ὅτι ἡσύχασαν. Κἀκείνοις τοῖς πλείουσιν ἐπικαλουμένοις  τὴν οἰκείαν ῥοπὴν ὀρέγει, καὶ νεύει, καὶ παραχρῆμα εἰς αὔραν πραεῖαν ἡ καταιγὶς μεταβάλλεται, καὶ τῆς ζάλης τὸ πέλαγος ἀπαλλάττεται,  καὶ οἱ λυπηροῖς τισι προσπαλαίοντες   διὰ  τῆς  αὐτοῦ  χάριτος  μεταβολὴν  εὑρίσκουσι  τῶν  κακῶν.  Οὕτως Ἰουδαῖοι  τῆς  πικρᾶς  δου  λείας  ἐκείνης  ἠλευθερώθησαν.  Καὶ ὡδήγησεν  αὐτοὺς  ἐπὶ λιμένα θελήματος αὐτοῦ. Ἅμα γὰρ ἠθέλησε, καὶ λύσις ἐγένετο τῶν κακῶν, καὶ ἀντὶ τοῦ κλύδωνος  ὁ λιμὴν ἀνεφάνη. Καὶ τοῦτο δὲ μᾶλλον ἡμῖν ἢ ἐκείνοις ἁρμόδιον. Ἡμᾶς γὰρ εἰς  τὸν  τοῦ  θελήματος  λιμένα  καθώρμισε  τὴν  θείαν  αὐτοῦ  δωρησάμενος  γνῶσιν, δηλαδὴ τὴν βασιλείαν· ἥτις λιμὴν, ὡς οὐκ ἔχουσα τῶν πειρασμῶν τὰ κύματα, εἰκότως προσηγόρευται, καὶ λιμὴν θελήματος τοῦ Χρι στοῦ ἀναγκαίως, τοῦ λέγοντος· Πάτερ, οὓς δέδωκάς μοι, θέλω, ἵνα ὅπου ἐγώ εἰμι, κἀκεῖνοι ὦσιν. Ἐξομο λογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.  Ὑψωσά τωσαν αὐτὸν ἐν Ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. Ἀκολούθως μετὰ τοὺς ἀποστόλους τῆς Ἐκκλησίας καὶ τοῦ πρεσβυτερίου τοῦ ἐν ταύτῃ μνήμην  ποιεῖται. Προστεθῆναι γὰρ τοῖς τῶν ἀγαθῶν εὐαγγελίοις  ἔδει καὶ ταῦτα. ∆εῖ δὲ, φησὶν, ἐν τῇ τῶν ἐθνῶν  Ἐκκλησίᾳ δοξάζειν τὸν παράδοξα ποιοῦντα  Θεόν. Ἔθνη γὰρ καὶ Ἰουδαῖοι  τὴν ἀλλήλων    μετειλήφασι   τάξιν.   Οἱ  μὲν   γὰρ   διὰ   κακίας   ἀποβληθέντες,   ἀγγελικῆς ἐπιφανείας  καὶ  προφητικῶν  χαρισμάτων  ἐστερημένοι,  ἥ τε  τούτων  χώρα  καὶ  πόλις οἰστικὴ πρό τερον οὖσα καρπῶν  ἀγαθῶν,  ἐκ τῆς εἰς Χριστὸν παροι νίας  ἄκαρπος ἔτι διατελεῖ,  οὐ μητρόπολις  οὖσα, οὐχ ἱερὸν, οὐχ ἅγια ἁγίων  ἔχουσα, οὐχ ἱερωσύνην,  οὐ βασιλείαν· ἐθνικοῖς  δὲ δουλεύουσι νόμοις ἐκπεσόντες ἐλευθερίας. Ἡ δὲ πρὶν ἄνυδρος ἐθνῶν  Ἐκκλησία, ἔρημός  τε  καὶ  71 πλανωμένη,  πλήρης  νῦν  ἀγαθῶν,  καὶ  τοὺς πεινῶντας  πληροῖ, καὶ συνεστήσατο τὴν ἔνθεον πολιτείαν. Αὕτη γὰρ πόλις κατοικεσίας, ἐν ᾗ καὶ λογικὴ τροφὴ καὶ ἄρτος οὐράνιος. Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον  ἔστιν ἰδεῖν. Ἐν ἁπάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην  Ἐκκλησίαις, τοῦ ἱεροῦ καθηγουμένου  συλλόγου, ἅπας ὁ λαὸς  τὸν  εὐεργέτην  ὑμνεῖ,  τῆς  θείας  φιλανθρωπίας  τὰς  θαυ  ματουργίας  διεξιών. Ὑμνοῦσι δὲ αὐτὸν οἱ τῆς σωτηρίας τετυχηκότες, τὴν ξένην ὁρῶντες μεταβολήν. Οἱ γὰρ πά λαι πολλοῖς ἀρδόμενοι προφητικοῖς ποταμοῖς, καὶ καρ πὸν ὥριμον προσφέροντες τῷ Θεῷ, νῦν  οὐδὲ νοτίδος  μι κρᾶς ἀπολαύουσιν,  ἀλλ' ἔρημοι παντελῶς  διὰ τὴν  οἰκείαν πονηρίαν  τῆς προτέρας ἀρδείας γεγένηνται.  Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διε ξόδους ὑδάτων. Τὰ δὲ πάλαι ἔρημα ἔθνη καὶ οὐδὲ βραχεῖαν ἐσχηκότα λιβάδα, τοῖς τῆς διδασκαλίας ὕδασι περι κλύζεται, ὑπὲρ τὴν χρείαν τὰ λογικὰ δεχόμενα ῥεύματα. Ἰδοὺ τοίνυν πῶς τὰ περὶ τῆς Ἐκκλησίας συμφώνως τῷ Ἡσαΐᾳ ἐκτίθεται. Φησὶ γὰρ  κἀκεῖνος·  Θήσω τὴν  ἔρημον  εἰς  ἕλη,  καὶ  διψῶσαν  γῆν  εἰς  ὑδραγωγούς.  Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας,  καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους, καὶ τῆς πνευματικῆς  τροφῆς ἐνδεεῖς, ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς, καὶ   τὴν   εὐσεβῆ  συνεστήσατο   πολιτείαν.   Καὶ  ἔσπειραν   ἀγροὺς,   καὶ   ἐφύτευσαν ἀμπελῶνας,   καὶ  ἐποίησαν  καρπὸν  γεννήματος.     γὰρ  οὐράνιος  σπό  ρος  ἐκ  τῶν ἀποστόλων ἐκ διαδοχῆς ἀεὶ παραδιδόμενος ἐν ταῖς τοῦ μετανοίας βίου ψυχαῖς κατασπείρεται,  περὶ οὗ φησιν  ὁ Σωτήρ· Ἐξῆλθεν  ὁ σπείρων  τοῦ σπεῖραι τὸν  σπόρον αὐτοῦ· καὶ ἃ μὲν ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, ἃ δὲ ἐπὶ τὴν πέτραν, ἃ δὲ παρὰ τὴν ὁδὸν, ἃ δὲ ἐπὶ τὴν καλὴν  καὶ ἀγαθὴν  γῆν. Φυτεύονται  δὲ καὶ ἀμπε λῶνες,  αἱ πανταχοῦ  τῆς γῆς Ἐκκλησίαι, κατὰ τὸ, Ἐγώ σε ἐφύτευσα, ἄμπελον  καρποφόρον,  πᾶσαν ἀληθι  νήν· καὶ, Ἄμπελος  ἐγενήθη  τῷ ἠγαπημένῳ  ἐν κέρατι, ἐν τόπῳ  πίονι.  Ὁ γὰρ ἀμπελὼν  Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος  τοῦ Ἰούδα, νεόφυτον  ἠγαπημένον.  Ὡς γὰρ τὴν τῶν Ἰουδαίων ἐδήλου διὰ τούτων συναγωγὴν, οὕτω νῦν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν. Ὅτι δὲ καρπὸν δικαιοσύνης ἐποίησαν τὰ ἔθνη, φησὶν ὁ Σωτήρ· Ἀρθήσεται ἡ βασιλεία τοῦ Θεοῦ ἐκ τοῦ προτέρου λαοῦ, καὶ δοθήσεται ἔθνει  ποιοῦντι  τὸν  καρπὸν αὐτῆς. Καὶ εὐλόγησεν  αὐτοὺς, καὶ ἐπληθύν  θησαν σφόδρα· καὶ τὰ κτήνη  αὐτῶν  οὐκ ἐσμίκρυνε.
εʹ. Ταῦτα τροπικῶς εἴρηκεν ὁ προφήτης. Καὶ ὁ Κύριος δὲ παραβολαῖς τοιαύταις ἐχρήσατο, καὶ ποτὲ μὲν τοὺς ἀποστόλους ἐκάλεσε θεριστὰς, ποτὲ δὲ ἑαυτὸν σπορέα καὶ γεωργὸν,  καὶ  γῆν  καλὴν  τοὺς  εὐπειθῶς  δεχομένους  τοῦ  λόγου  τὰ σπέρματα. Καὶ ὁ Ἀπόστολος δέ φησιν· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε· καὶ πάλιν· Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε. Καὶ ἔσπειραν τοίνυν οἱ ἀπόστολοι τὰ σωτήρια κηρύ γματα, καὶ τοὺς λογικοὺς τῷ Θεῷ κατεφύτευσαν παρα δείσους, καὶ τὸν ὥριμον τῆς δικαιοσύνης καρπὸν τῷ Θεῷ προσεκόμισαν. Καὶ ἅπαντες  δὲ οἱ μετ' ἐκείνους τὴν διδα σκαλίαν   πεπιστευμένοι,   ταὐτὸ  τοῦτο  δρῶντες   διατελοῦσιν.    γὰρ  σπείρων  ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει, κατὰ τὸν θεῖον ἀπόστολον· κτήνη δὲ καλεῖ τοὺς ὑπ' αὐτῶν νεμομένους, οὓς αὐτὸς ηὔξησε, τῆς θαυμα τουργίας χορηγήσας τὴν δύναμιν. Καὶ μάρτυς  ὁ μακάριος  Λουκᾶς ἐν  ταῖς  Πράξεσι λέγων·  Ὁ δὲ Κύριος προσετίθει  τοὺς σωζομένους καθ' ἡμέραν. Καὶ αὐτὸς δὲ ὁ Κύριος πρόβατα καλεῖ τοὺς πεπιστευκότας. Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς  μου ἀκούει. Καὶ ὠλι γώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. Οὗτοι μὲν οὖν, φησὶν, οἱ πάλαι τὴν ἔρημον οἰ κοῦντες καὶ ἄνυδρον, τοσαύτης εὐθηνίας  καὶ εὐλογίας  πεπιστευκότες  ἀπήλαυσαν· οἱ δὲ πάλαι τῆς τῶν προ φητῶν  ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερηθέντες διὰ τὴν πονηρίαν τῆς γνώμης  καὶ ἔρημοι παντελῶς  με μενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς  περιέπεσον συμ φοραῖς καὶ εἰς ἅπασαν τὴν οἰκουμένην  διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν  μητρόπολιν  ὑπὸ ὀλίγων  οἰκεῖσθαι. Ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας  αὐτῶν. Μαρτυρεῖ δὲ τῇ προῤῥήσει τὰ πράγματα. Καὶ γὰρ οἱ δοκοῦντες αὐτῶν ἄρχοντες εἶναι καὶ διδάσκαλοι, οὐδενὸς  ἄξιοι καθεστήκασι λόγου, ἀλλ' οἱ πάλαι  περιφανεῖς  περίβλεπτοι,  ἄσημοι παντελῶς  εἰσι, καὶ ὑπ' αὐτῶν  ἐκείνων  καταφρονούμενοι.  Εἰ γὰρ καὶ σωματικῶς οἱ Ἰουδαῖοι πληθύνουσι κατὰ τὸ, Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἀλλ' οὐ πάντας ἀξίους ἀποφαίνει  τὸ Πνεῦμα τὸ ἅγιον· λέγει γὰρ διὰ Ἡσαΐου τοῦ προφήτου·  Ἐὰν γένωνται  υἱοὶ Ἰσραὴλ,ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα  σωθήσε ται· ὅπερ νῦν  λέγει,  ὅτι  Ὠλιγώθησαν,  καὶ  κατεφθά  ρησαν ἀπὸ συνοχῆς  κακῆς  καὶ  ταλαιπωρίας.  Ἀλλὰ  ταῦτα  μὲν  οἱ  πολλοί·  οἱ  δὲ  προύχοντες  ἐν ἀξιώμασι  καὶ  γνώσει  παρεδόθησαν  ἐξουδενώσει,  οὓς  δὴ  Καὶ ἐπλάνησεν    Θεὸς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Καὶ ἐπλάνησεν  αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ πλανήσει  αὐτοὺς ἐν ματαιότητι  διανοίας.  Ὁ δὲ Θεὸς οὐκ ἐπάγει  πλάνην, ἀλλὰ τοὺς μὴ πειθομένους αὐτῷ, ἀκυβερνήτους ἐᾷ· οἱ δὲ ἀκυβέρνητοι τῇδε κἀκεῖσε περι φερόμενοι, πλανῶνται.  Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι· τὴν εὐθεῖαν  γὰρ καταλιπόντες ὁδὸν τοῖς οἰκείοις ἕπονται λογισμοῖς. Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας,  καὶ ἔθετο, ὡς πρόβατα, πατριάς. Ὁ δὲ Σύμμαχος· Καὶ ὀχυρώσεις πένητα  ἀπὸ κακώσεως. Πένητα δὲ λέγει τὸν ἐξ ἐθνῶν  λαόν. Καὶ ἔθετο, ὡς πρόβατα, πατριάς. Ὁ δὲ Ἀκύλας· Καὶ θήσει, ὡς ποίμνιον  συγγενείας. Καὶ ὁ Σύμμαχος· Καὶ τάξει, ὡς ποίμνια, τὰς συγγενείας. Λέγει δὲ τὰς κατὰ πόλιν  καὶ χώραν  συστάσας Ἐκκλησίας. Καὶ ὁ Σωτὴρ δέ φησι περὶ τοῦ ἰδίου λαοῦ·  Τὰ ἐμὰ πρό βατα  τῆς  ἐμῆς  φωνῆς  ἀκούει.  Ὡς δὲ περὶ  μελλόντων καὶ  μήπω παρόντων  φησίν.  Ὄψονται  εὐθεῖς  καὶ εὐ φρανθήσονται,  καὶ πᾶσα ἀνομία  ἐμφράξει στόμα αὐτῆς.  Ταῦτα γὰρ  ὁρῶντες  οἱ  μὲν  εὐθύτητι  λογισμῶν  κεχρημένοι,  θυμηδίας ἐμπίμπλανται· οἱ δὲ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῇν προαιρούμενοι, κύπτειν εἰς γῆν καὶ σιγᾷν ἀναγκάζονται,  τῇ δικαίᾳ χαλινούμενοι ψήφῳ. Τίνα δὲ ὄψονται, ἀλλ' ἢ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολήν; ∆ιὸ τοῖς τὰ τέλη τῶν προφητειῶν  τεθεαμένοις ἔλεγεν  ὁ Σωτήρ· Ὑμῶν  δὲ μακάριοι  ὀφθαλ  μοὶ, ὅτι  βλέπουσιν,  ἃ πολλοὶ  προφῆται ἐπεθύμησαν ἰδεῖν, καὶ οὐκ εἶδον. Ἀνομίαν δὲ νοήσεις τὸν διάβολον, καὶ πάντα τὸν κατ' αὐτὴν πεποιημένον.  Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Κυ ρίου; Τὸ πολὺ γὰρ αὐτῶν ἀνάκειται  πνευματικῇ  διανοίᾳ, καὶ δεῖται σοφίας εἰς νόησιν. Ἀλλ' οὐ διαγνῶναι  τὰς φιλανθρώπους τοῦ Σωτῆρος οἰκονομίας, οὔτε τὸ τὰς θείας νομοθεσίας φυλάξαι, παντὸς, ἀλλὰ τοῦ βοῶντος πρὸς τὸν ∆εσπότην· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. ∆ι' ὧν δὲ λέγει, Συνήσουσιν, ὡς μέλλουσαν τοῖς ἐξ ἐθνῶν  τὴν θεωρίαν  ἀνέπεμψεν·  ᾧ ἡ δόξα Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη αποκλειστική εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος  Τόμος 55

Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |