Λόγῳ γὰρ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκεί νην ἄβυσσον ἱππήλατον αὐτοῖς ἀπέφηνε καὶ ἔρημον. Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκο λία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρήμου παρα βολῇ. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς· εἷς ἐξ αὐτῶν οὐκ ὑπελείφθη. Πάντας γὰρ τοὺς Αἰγυπτίους ὑποβρυχίους πεποίηκε. Καὶ ἡ αὐτὴ θάλαττα Ἑβραίοις μὲν σωτηρίαν, Αἰγυπτίοις δὲ τιμωρίαν ἐπ ήγαγε. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Τῶν γὰρ ἀνδρῶν ὑμνούντων Μωϋ σῆς ὁ μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ· οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσ έμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θεραπόντων. ∆ύο δὲ τῶν Ἰουδαίων συνῆψεν ἁμαρτήματα, ἓν μὲν, ὅτι σαρκικὴν ἐπιθυμίαν ἐπεθύμουν ἐν τῇ ἐρήμῳ, ἐν ᾗ φιλοσοφεῖν ἔδει καὶ ἀπὸ πάσης ἐπι θυμίας ἐγκρατεύεσθαι· δεύτερον δὲ, ὅτι δεηθέντες ὕδατος, οὐκ ᾔτουν, ἀλλ' ἐπείραζον. Πλὴν θαυματουργῶν ὁ Θεὸς οὐκ ἐπαύετο. Καὶ ἔδωκεν αὐτοῖς τὰ αἰτήματα αὐτῶν· ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Οὐ γὰρ ἐξ ὧν εὖ ἔπαθον ἤδη, περὶ τῶν ἐλλιπόντων ἐπίστευσαν· τοῦ δὲ Θεοῦ κατελάλησαν λέγοντες. Ἐμνήσθησεν τῶν κρεῶν καὶ τῶν λεβήτων τῶν ἐν Αἰγύπτῳ. Αἴτημα δὲ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν. ∆έδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστον καὶ ἄφθονον. Καὶ παρώργισαν τὸν Μωϋσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀα ρὼν τὸν ἅγιον Κυρίου. Οὔτε παραπικράναντας ἐν ἐρυ θρᾷ θαλάσσῃ, οὔτε ἐν ἐρήμῳ πειράσαντας αὐτὸν μετῆλθεν αὐτοὺς ὁ παρορῶν ἁμαρτίας, ἀλλὰ καὶ ἔδωκεν αὐτοῖς τὴν ἐπιθυμίαν αὐτῶν· ὅτε δὲ Μωϋσῆν παρώργισαν οἱ περὶ ∆αθὰν καὶ Ἀβειρὼν, εἰπόντες· Μὴ Μωϋσῇ μόνῳ λελάληκεν ὁ Θεός; οὐχὶ καὶ ἡμῖν; παγγενῆ διανοιχθείσῃ παρεδίδου τῇ γῇ τούτους. Τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐ τῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν ἀντὶ τοῦ Ἀαρὼν, φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν. Οὐ γὰρ θέλει Θεὸς τοὺς ἑαυτοῦ καταφρονεῖσθαι θεράπον τας, ἀλλὰ καὶ δείξας τὴν χρηστότητα, δείκνυσι καὶ τὴν ἀποτομίαν, κατὰ τὸ, Ἴδε οὖν χρηστότητα καὶ ἀποτο μίαν Θεοῦ. Ταῦτα γὰρ Θεοῦ κατάλληλα φάρμακα. Ἠν οίχθη ἡ γῆ, καὶ κατέπιε ∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν· φλὸξ κατέφλεξεν ἁμαρτωλούς. ∆αθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεπόθησαν· Κορὲ δὲ καὶ οἱ σὺν αὐτῷ θεηλάτῳ πυρὶ κατ εφλέχθησαν. Τὰς δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλ λους σωφρονεῖν προτρεπόμενος· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἠβουλήθησαν. Καὶ τοῦτο δηλοῖ τῶν τε τολμημένων ἐξήγησις. Καὶ ἐποίησαν μόσχον ἐν Χορὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ. Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσεβείας διδάσκων ὑπερβο λήν. Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος, ἐν τούτῳ δείματος αὐτοὺς ἐνέπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτυπῶν βρονταῖς, καὶ μετὰ τοσούτου δέους τὴν νομοθεσίαν προσφέρων· ἐν τούτῳ τε τολμήκασι τὴν ἀσέβειαν. Τὸ δὲ, Προσεκύνησαν τῷ γλυπτῷ, ἑτέρας καὶ τοῦτο παραπληξίας κατηγορία. Ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμε νον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν. Καὶ ἠλλά ξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίον τος χόρτον.
Δευτέρα 3 Οκτωβρίου 2016
ΨΑΛΜΟΣ ΡΕʹ.Ἀλληλούια.
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΕʹ.Ἀλληλούια.
αʹ. Ἐν τούτῳ τῷ ψαλμῷ τὰς
ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων πως καὶ δι' ἃ γέγονεν ἡ ἀπο βολὴ
αὐτῶν. Ἐν μὲν οὖν τῷ ἑκατοστῷ καὶ τετάρτῳ ψαλ μῷ τὰς θείας ὁ προφητικὸς λόγος διεξῆλθεν εὐεργεσίας· ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται, καὶ τῆς τῶν
εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ,
καὶ τὰς ἐπενεχθεί σας αὐτοῖς διαφόρως
τιμωρίας διδάσκει. Ἐσχημάτισται δὲ ὡς ἐκ
προσώπου τῶν εὐσεβεστέρων τὰς
κοινὰς ὀλοφυ ρομένων
συμφορὰς, καὶ φειδοῦς
τυχεῖν ἀντιβολούντων. Τὴν γὰρ αὐτὴν ἐπιγραφὴν ὁ ψαλμὸς εἰκότως ἔχει τῷ
φθάσαντι· τῆς γὰρ αὐτῆς ὑποθέσεως ἔχεται. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός· ὅτι
εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἡ ἐπιγραφὴ
σημαίνουσα τὸ, Αἰνεῖτε τὸν Κύριον, δηλοῖ τὸν ψαλμὸν αἶνον περιέχειν Θεοῦ. ∆ιδάσκει δὲ νῦν ἐξ ἀρχῆς τοὺς ἀπὸ ἁμαρτημάτων
ἐπιστρέφοντας, καθάπερ ἰατρῷ, προσιέναι τῷ Σωτῆρι, δεικνύντας ὥσπερ τῇ ἐξομολογήσει τῶν πεπλημμελημέ νων τὰ τραύματα·
διαθέσει δηλονότι ψυχῆς,
ἀλλ' οὐ λόγῳ
τοῦτο ποιοῦντας ψιλῷ. Ἕτοιμος γὰρ, φησὶ, διὰ χρηστό τητα τοῖς μετανοοῦσιν
εἰς ἔλεον, εἰδὼς ἐλέου δεῖσθαι τὰ τοῦ παρόντος αἰῶνος, οἷα δὴ θνητὰ καὶ ἐπίκηρα.
Τί δέ ἐστιν, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
∆ιαπαντὸς ἐλεεῖ· διαπαντὸς
φιλανθρωπεύεται. Ἕτοιμός ἐστιν ἀεὶ τὰ αὐτοῦ διδόναι.
Οὐ γάρ ἐστι καιρὸς ὡρισμένος
αὐτῷ, ἀλλὰ τῆς γνώμης τῆς σῆς. Τίς λαλήσει
τὰς δυναστείας τοῦ Κυρίου; ἀκου
στὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ὅσα ὁ Θεὸς ἐν ἡμῖν ὑπὲρ θνητὴν φύσιν ποιεῖ, ταῦτα δυναστεία Κυ ρίου, ἅπερ ἐνεργήματα δυνάμεων
ὁ Παῦλός φησι, λέγων· Ὧ μὲν γὰρ
διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ
δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα,
ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνερ γήματα δυνάμεων.
Καὶ πάλιν ἑτέρωθι· Μὴ πάντες προφῆται; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρί σματα ἔχουσιν ἰαμάτων; ∆ιαιρεῖται δὲ τὰς
δυνά μεις ἀπὸ τῶν ἰαμάτων. Τὰς μὲν γὰρ Ἰησοῦς ἐπετέλει περιπατῶν τυχὸν ἐπὶ τῆς
θαλάσσης, ἐπιτιμῶν δὲ τοῖς ἀνέμοις καὶ τῷ κλύδωνι, καὶ μεταμορφῶν ἑαυτὸν
ἐν τῷ ὄρει· τὰ δὲ λεπροὺς καθαρίζων,
καὶ πᾶσαν νόσον ἰώμε νος. Καὶ ἐν τῇ παλαιᾷ ∆ιαθήκῃ δυνάμεις μὲν αἱ κατὰ τῶν Αἰγυπτίων
πληγαὶ, θάλαττά τε διαιρουμένη, καὶ ποταμὸς
Ἰορδάνης ὑποχωρῶν, ἡλίου
τε στάσις ἐπὶ τοῦ Ἰησοῦ· ἰάσεις δὲ, ὅτε Μαρίαν λεπρῶσαν ἰάσατο Μωϋσῆς, ὅσα
τε Ἠλίας καὶ Ἐλισσαῖος εἰργάσαντο. Ταύτας δὲ πάσας τὰς δυναστείας
οἱ ἀπόστολοι εἰς πᾶσαν τὴν γῆν ἐποίησαν
ἀκουστὰς μετὰ καὶ τῶν
αἰνέσεων αὐτοῦ. Ἑκά στη γὰρ
πρᾶξις τοῦ Κυρίου αἰνέσεως γέμει.
Τάχα δὲ αἱ μὲν
δυναστεῖαι τοῦ Κυρίου τὰ θαυμάσια αὐτοῦ περι έχουσι, τὰ δὲ χαρίσματα τῶν ἰαμάτων
τὰς αἰνέσεις αὐ τοῦ. Μακάριοι οἱ φυλάσσοντες
κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ
καιρῷ. Τῇ αἰσθήσει τῆς ἁμαρτίας ὁ τῆς ἀρετῆς καρπὸς ἤτοι μακαρισμὸς ὑπεισέρχεται. Ὁ γὰρ τὰς ὑπὲρ ταύτης
εὐθύνας ἐκτίνων, μα
καρίζει τοὺς ταύτης ἀπηλλαγμένους, καὶ δικαιοσύνῃ τὸν οἰκεῖον
βίον διακοσμοῦντας. Μακαρίζει δὲ οὐ τὸν ἅπαξ τῇ δικαιοσύνῃ χρησάμενον,
ἀλλὰ τὸν ἀεὶ καὶ διηνεκῶς τοῖς
ταύτης ἑπόμενον ἴχνεσι. Μνήσθητι ἡμῶν, Κύριε, ἐν
τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου. Ἐνταῦθα τὸν νέον λαὸν αἰνίττεται καὶ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν, ἣν τῆς σωτηρίας
ἠξίωσεν, ἧς ἁρπάσαι
διδάσκεται τὴν κοινωνίαν
ἡ Ἰουδαίων πληθύς. Ποίαν δὲ εὐδοκίαν ἐνταῦθα, ἢ ποίαν ὅλως
ἐπίσκεψιν ὑπο τίθεται, ἀλλ' ἢ ἣνπερ ἡμῶν ὁ Θεὸς Λόγος διὰ σάρκα πε ποίηται; Ὅθεν
καὶ τὸ μυστήριον εὐδοκίαν προσηγόρευον οἱ
τοῖς ποιμέσιν ἐπιφανέντες ἄγγελοι· ∆όξα γὰρ ἐν ὑψί στοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδο κία,
δοξολογοῦντες ἐβόησαν. Τοῦ ἰδεῖν ἐν τῇ χρηστό
τητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐ φροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Ἀντιβολοῦμεν, φησὶ, τῆς τοῦ νέου σου ἔθνους μεταλαχεῖν εὐφροσύνης,
καὶ κοινωνοὶ γενέ σθαι χορηγουμένης ἐκείνοις χρηστότητος. Χρηστότητα δὲ τῶν ἐκλεκτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν γενο μένην τοῖς
ἐκλεκτοῖς νόησον πολλὴν οὖσαν, ὥστε καὶ πόρνους καὶ τελώνας καὶ ἁμαρτωλοὺς καὶ
πτωχοὺς ἁλιεῖς τὴν ἐκλογὴν ὑποδέξασθαι. Ταύτην ἰδεῖν ὁ προφήτης ἐπ εθύμει· θεωρίας
γὰρ ἄξιον τὸ θαῦμα ἐτύγχανεν· εὐφραν θῆναι δὲ ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, ὥστε
τῆς κοινωνίας τῶν μυστηρίων ἀπολαῦσαι. Ἡμάρτομεν
μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. Ὥσπερ γάρ τινα, φησὶ, κλῆρον
παρὰ τῶν πατέρων διεδεξάμεθα τὴν τῶν σῶν
νόμων παράβασιν. Πατέρας δὲ καλεῖ οὐ τοὺς ἁγίους
πατριάρχας, ἀλλὰ τοὺς
μετ' ἐκείνους γενομένους· τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ
θαυμάσιά σου· καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου. βʹ. Ἄνωθεν γὰρ, φησὶν, ἡμῶν τὸ γένος ἁμαρτητικόν.
Τοσούτων γὰρ ἐν Αἰγύπτῳ δι' αὐτοὺς γεγενημένων θαυμά των, συνιδεῖν τὴν σὴν οὐκ ἠθέλησαν
δύναμιν. ∆ιὸ καὶ ὁ προφήτης λέγει· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλή ρης ἀνομιῶν,
σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Οὐ συνῆκαν οὖν, φησὶ, τὰ ἐν Αἰγύπτῳ γενόμενα τέρατα, καί περ ἐν μέσῳ τῶν Αἰγυπτίων αἴσθησιν
μὴ λαβόντες τῶν γενομένων κολάσεων· οὔτε μὴν
ἐλευθερωθέντες τῶν Αἰ γυπτίων ἐνόησαν, ὅτι οὐ διὰ τὰς αὐτῶν δικαιοσύνας, διὰ
δὲ τὸ θεῖον ἔλεος τῆς ἐκεῖθεν ἐπισκοπῆς. Ταῦτα δὲ καὶ τὰ ἐν τῇ ἐρήμῳ συντόμως εἶπεν
ὁ φθάσας ψαλμὸς, μηδὲν τοῦ λαοῦ κατηγορήσας· ὁ δὲ νῦν ἐπαναλαβὼν τὴν διήγη σιν, ὅπως δι' ἃ ἥμαρτον οἱ Ἰουδαῖοι
παρήγαγε. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν ἐρυθρᾷ θαλάσσῃ. Θεασάμενοι γὰρ τοὺς Αἰγυπτίους
διώκοντας, καὶ τὴν θάλασσαν ἐπέχουσαν τὴν
φυγὴν, τὴν ἐπικουρίαν προσ μεῖναι τὴν σὴν
οὐκ ἠθέλησαν, ἀλλὰ τοῦ μεγάλου Μωϋσέως κατεβόων λέγοντες· Παρὰ τὸ μὴ εἶναι μνήματα
ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν
τῇ ἐρήμῳ ταύτῃ. Ἀλλ' ὅμως καὶ ἀγνώμονας
φανέντας σωτηρίας ἠξίωσας. Τοῦτο
γὰρ καὶ ἐπήγαγε· Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν
δυνα στείαν αὐτοῦ· καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ ὡδήγησεν
αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ· καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν.
Λόγῳ γὰρ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκεί νην ἄβυσσον ἱππήλατον αὐτοῖς ἀπέφηνε καὶ ἔρημον. Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκο λία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρήμου παρα βολῇ. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς· εἷς ἐξ αὐτῶν οὐκ ὑπελείφθη. Πάντας γὰρ τοὺς Αἰγυπτίους ὑποβρυχίους πεποίηκε. Καὶ ἡ αὐτὴ θάλαττα Ἑβραίοις μὲν σωτηρίαν, Αἰγυπτίοις δὲ τιμωρίαν ἐπ ήγαγε. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Τῶν γὰρ ἀνδρῶν ὑμνούντων Μωϋ σῆς ὁ μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ· οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσ έμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θεραπόντων. ∆ύο δὲ τῶν Ἰουδαίων συνῆψεν ἁμαρτήματα, ἓν μὲν, ὅτι σαρκικὴν ἐπιθυμίαν ἐπεθύμουν ἐν τῇ ἐρήμῳ, ἐν ᾗ φιλοσοφεῖν ἔδει καὶ ἀπὸ πάσης ἐπι θυμίας ἐγκρατεύεσθαι· δεύτερον δὲ, ὅτι δεηθέντες ὕδατος, οὐκ ᾔτουν, ἀλλ' ἐπείραζον. Πλὴν θαυματουργῶν ὁ Θεὸς οὐκ ἐπαύετο. Καὶ ἔδωκεν αὐτοῖς τὰ αἰτήματα αὐτῶν· ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Οὐ γὰρ ἐξ ὧν εὖ ἔπαθον ἤδη, περὶ τῶν ἐλλιπόντων ἐπίστευσαν· τοῦ δὲ Θεοῦ κατελάλησαν λέγοντες. Ἐμνήσθησεν τῶν κρεῶν καὶ τῶν λεβήτων τῶν ἐν Αἰγύπτῳ. Αἴτημα δὲ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν. ∆έδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστον καὶ ἄφθονον. Καὶ παρώργισαν τὸν Μωϋσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀα ρὼν τὸν ἅγιον Κυρίου. Οὔτε παραπικράναντας ἐν ἐρυ θρᾷ θαλάσσῃ, οὔτε ἐν ἐρήμῳ πειράσαντας αὐτὸν μετῆλθεν αὐτοὺς ὁ παρορῶν ἁμαρτίας, ἀλλὰ καὶ ἔδωκεν αὐτοῖς τὴν ἐπιθυμίαν αὐτῶν· ὅτε δὲ Μωϋσῆν παρώργισαν οἱ περὶ ∆αθὰν καὶ Ἀβειρὼν, εἰπόντες· Μὴ Μωϋσῇ μόνῳ λελάληκεν ὁ Θεός; οὐχὶ καὶ ἡμῖν; παγγενῆ διανοιχθείσῃ παρεδίδου τῇ γῇ τούτους. Τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐ τῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν ἀντὶ τοῦ Ἀαρὼν, φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν. Οὐ γὰρ θέλει Θεὸς τοὺς ἑαυτοῦ καταφρονεῖσθαι θεράπον τας, ἀλλὰ καὶ δείξας τὴν χρηστότητα, δείκνυσι καὶ τὴν ἀποτομίαν, κατὰ τὸ, Ἴδε οὖν χρηστότητα καὶ ἀποτο μίαν Θεοῦ. Ταῦτα γὰρ Θεοῦ κατάλληλα φάρμακα. Ἠν οίχθη ἡ γῆ, καὶ κατέπιε ∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν· φλὸξ κατέφλεξεν ἁμαρτωλούς. ∆αθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεπόθησαν· Κορὲ δὲ καὶ οἱ σὺν αὐτῷ θεηλάτῳ πυρὶ κατ εφλέχθησαν. Τὰς δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλ λους σωφρονεῖν προτρεπόμενος· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἠβουλήθησαν. Καὶ τοῦτο δηλοῖ τῶν τε τολμημένων ἐξήγησις. Καὶ ἐποίησαν μόσχον ἐν Χορὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ. Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσεβείας διδάσκων ὑπερβο λήν. Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος, ἐν τούτῳ δείματος αὐτοὺς ἐνέπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτυπῶν βρονταῖς, καὶ μετὰ τοσούτου δέους τὴν νομοθεσίαν προσφέρων· ἐν τούτῳ τε τολμήκασι τὴν ἀσέβειαν. Τὸ δὲ, Προσεκύνησαν τῷ γλυπτῷ, ἑτέρας καὶ τοῦτο παραπληξίας κατηγορία. Ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμε νον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν. Καὶ ἠλλά ξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίον τος χόρτον.
Λόγῳ γὰρ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκεί νην ἄβυσσον ἱππήλατον αὐτοῖς ἀπέφηνε καὶ ἔρημον. Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκο λία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρήμου παρα βολῇ. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς· εἷς ἐξ αὐτῶν οὐκ ὑπελείφθη. Πάντας γὰρ τοὺς Αἰγυπτίους ὑποβρυχίους πεποίηκε. Καὶ ἡ αὐτὴ θάλαττα Ἑβραίοις μὲν σωτηρίαν, Αἰγυπτίοις δὲ τιμωρίαν ἐπ ήγαγε. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Τῶν γὰρ ἀνδρῶν ὑμνούντων Μωϋ σῆς ὁ μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ· οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσ έμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θεραπόντων. ∆ύο δὲ τῶν Ἰουδαίων συνῆψεν ἁμαρτήματα, ἓν μὲν, ὅτι σαρκικὴν ἐπιθυμίαν ἐπεθύμουν ἐν τῇ ἐρήμῳ, ἐν ᾗ φιλοσοφεῖν ἔδει καὶ ἀπὸ πάσης ἐπι θυμίας ἐγκρατεύεσθαι· δεύτερον δὲ, ὅτι δεηθέντες ὕδατος, οὐκ ᾔτουν, ἀλλ' ἐπείραζον. Πλὴν θαυματουργῶν ὁ Θεὸς οὐκ ἐπαύετο. Καὶ ἔδωκεν αὐτοῖς τὰ αἰτήματα αὐτῶν· ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Οὐ γὰρ ἐξ ὧν εὖ ἔπαθον ἤδη, περὶ τῶν ἐλλιπόντων ἐπίστευσαν· τοῦ δὲ Θεοῦ κατελάλησαν λέγοντες. Ἐμνήσθησεν τῶν κρεῶν καὶ τῶν λεβήτων τῶν ἐν Αἰγύπτῳ. Αἴτημα δὲ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν. ∆έδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστον καὶ ἄφθονον. Καὶ παρώργισαν τὸν Μωϋσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀα ρὼν τὸν ἅγιον Κυρίου. Οὔτε παραπικράναντας ἐν ἐρυ θρᾷ θαλάσσῃ, οὔτε ἐν ἐρήμῳ πειράσαντας αὐτὸν μετῆλθεν αὐτοὺς ὁ παρορῶν ἁμαρτίας, ἀλλὰ καὶ ἔδωκεν αὐτοῖς τὴν ἐπιθυμίαν αὐτῶν· ὅτε δὲ Μωϋσῆν παρώργισαν οἱ περὶ ∆αθὰν καὶ Ἀβειρὼν, εἰπόντες· Μὴ Μωϋσῇ μόνῳ λελάληκεν ὁ Θεός; οὐχὶ καὶ ἡμῖν; παγγενῆ διανοιχθείσῃ παρεδίδου τῇ γῇ τούτους. Τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐ τῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν ἀντὶ τοῦ Ἀαρὼν, φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν. Οὐ γὰρ θέλει Θεὸς τοὺς ἑαυτοῦ καταφρονεῖσθαι θεράπον τας, ἀλλὰ καὶ δείξας τὴν χρηστότητα, δείκνυσι καὶ τὴν ἀποτομίαν, κατὰ τὸ, Ἴδε οὖν χρηστότητα καὶ ἀποτο μίαν Θεοῦ. Ταῦτα γὰρ Θεοῦ κατάλληλα φάρμακα. Ἠν οίχθη ἡ γῆ, καὶ κατέπιε ∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν· φλὸξ κατέφλεξεν ἁμαρτωλούς. ∆αθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεπόθησαν· Κορὲ δὲ καὶ οἱ σὺν αὐτῷ θεηλάτῳ πυρὶ κατ εφλέχθησαν. Τὰς δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλ λους σωφρονεῖν προτρεπόμενος· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἠβουλήθησαν. Καὶ τοῦτο δηλοῖ τῶν τε τολμημένων ἐξήγησις. Καὶ ἐποίησαν μόσχον ἐν Χορὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ. Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσεβείας διδάσκων ὑπερβο λήν. Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος, ἐν τούτῳ δείματος αὐτοὺς ἐνέπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτυπῶν βρονταῖς, καὶ μετὰ τοσούτου δέους τὴν νομοθεσίαν προσφέρων· ἐν τούτῳ τε τολμήκασι τὴν ἀσέβειαν. Τὸ δὲ, Προσεκύνησαν τῷ γλυπτῷ, ἑτέρας καὶ τοῦτο παραπληξίας κατηγορία. Ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμε νον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν. Καὶ ἠλλά ξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίον τος χόρτον.
γʹ. Σφόδρα αὐτῶν ἁρμοδίως τὴν ἄνοιαν ἐτραγῴδησεν. Ἀντὶ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνεργεῖν
δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές. Τροφὴ δὲ τοῦ
μόσχου, οὐκ ἄρτος ὁ τοῖς λογικοῖς προσφερόμενος, ἀλλὰ πόα καὶ χόρτος. Τοῦ δὲ μόσχου,
οὗ ἄλογος ἡ φύσις, καὶ ὁ χόρτος τροφὴ, καὶ ἡ δουλεία δεδωρημένη ἀνθρώποις, ἡ εἰκὼν
εὐτελεστέρα πολλῷ· οὐ γὰρ μόνον ἄλογος, ἀλλὰ καὶ ἄψυχος, οὐκ ἐνεργεῖν, οὐ μυκᾶσθαι,
οὐκ ἐσθίειν ἰσχύουσα· ἀλλ' ὅμως τὴν οὕτως ἀδρανῆ
τοῦ Θεοῦ τῶν ὅλων προτετιμήκασιν. Ἔχοντες
γὰρ ἐξ Αἰγύπτου
φαντασίαν τοῦ Ἄπιδος,
ὅστις ἦν ἐν τῇ
Μέμφιδι, καὶ οὐχὶ τούτῳ, ἀλλὰ καὶ πολλοῖς γλυπτοῖς προσεκύνησαν. Ἕνα γοῦν μόσχον
πεποιηκότες πολλοὺς ἐδείκνυον φάσκοντες· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες
σε ἐκ γῆς Αἰγύπτου. Ἐπ 63 ελάθοντο τοῦ
Θεοῦ τοῦ σώζοντος αὐτοὺς,
τοῦ ποιή σαντος μεγάλα ἐν Αἰγύπτῳ,
θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς. Οὐκ εἰκῇ τούτων μέμνηται, δεῖξαι
δὲ θέλων, ὡς ἐπὶ τοσούτοις οὐκ ἀπέβα λεν αὐτοὺς ὁ Θεὸς, μέχρι κατὰ Χριστοῦ τὸ πάντων ἀσε βέστατον ἔργον ἐτόλμησαν, τὴν δοθεῖσαν αὐτοῖς παραι τησάμενοι χάριν. ∆ιό
φησιν αὐτοῖς ὁ Σωτήρ· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα
σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυ γας, καὶ οὐκ ἠθελήσατε;
Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Μὴ ἀρκεσθέντες
οὖν, φησὶ, τοῖς προτέ ροις κακοῖς, τὴν δόξαν αὐτῶν, ἥτις ἦν ὁ Θεὸς, ἠλλάξαντο ἐν ὁμοιώματι μόσχου. Οὔτε γὰρ τῆς οἰκείας ἐμνημόνευ
σαν σωτηρίας, οὔτε τῆς τῶν Αἰγυπτίων τιμωρίας, οὔτε τοῦ μεγάλου τῆς θαλάττης
θαύματος· ἀλλὰ πάντα ἀθρόως ἀπέπτυσαν.
Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ ὁ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι
τὸν θυμὸν αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς. Τοῦ γὰρ Θεοῦ τῶν ὅλων εἰρηκότος, Ἔασόν
με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, εἶπεν ὁ μα
κάριος Μωϋσῆς· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Ἐνταῦθα ζήτημα
οὐ μικρὸν κεῖται. Τί γάρ φησιν; Εἰ μὴ Μωϋσῆς, ἀπώλοντο ἄν. Τί οὖν; Μωϋ σῆς τὸ πᾶν ἤνυσε, καὶ αὐτὸν αἰδεσθεὶς,
οὐ τῇ οἰκείᾳ φιλανθρωπίᾳ χρησάμενος ἔστησε τὴν ὀργήν; Καὶ τίς ἂν τοῦτο εἴποι; Τί
οὖν ἐστι τὸ λεγόμενον; Σχήματι κέχρη ται ὁ Θεὸς εἰς τὴν ἐκείνων ὠφέλειαν, καί
φησιν αἰδού μενος
αὐτὸν χαλᾷν τὴν ὀργὴν, καὶ λέγει· Ἄφες
με, καὶ ἐξαλείψω αὐτούς. Καίτοι
γε οὐδὲν ἐφθέγξατο Μωϋσῆς, οὐδὲ προσῆλθεν, οὐδὲ ἱκέτευσεν· ἀλλὰ βουλόμενος αὐτὸν εἰς ἀρχὴν
ἱκετηρίας ἀγαγεῖν, ἐνταῦθα προοιμιάζεται. Κατὰ μὲν οὖν τὸ δίκαιον καὶ τὴν πρόγνωσιν
τῆς ὅλης αὐτῶν κακίας, ὁ τῆς ἀπωλείας ὅρος· κατὰ δὲ τὸ φιλάνθρωπον, ἡ τοῦ σωθῆναι
συγχώρησις διὰ τὴν ὁσιότητα γενομένη τοῦ
πρεσβευτοῦ κατὰ τὴν ὑπὲρ κόσμου πρό νοιαν ἱκετεύσαντος, ὡς ἂν ἡ τοῦ Θεοῦ χάρις ἀτελὴς
μὴ δόξῃ περὶ τὸν Ἰσραὴλ
καὶ διὰ τὴν
πρὸς τοὺς πατέρας
ἐπαγγελίαν, ἧς ἱκετεύων ἀπεμνημόνευσε. Καὶ ἐξουδέ νωσαν γῆν ἐπιθυμητήν. Οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν·
οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. Πέμπτον ἔγκλημα τοῦτο μετὰ τὴν Ἐρυθρὰν, καὶ τὴν
ἔρημον, καὶ τὴν εἰς Μωϋσῆν παροινίαν, καὶ τὸν μόσχον τὸν ἐν Χωρήβ. Ἐπανελθόντες γὰρ οἱ κατάσκοποι κακῶς λέγοντες τὴν γῆν καὶ τοὺς ἄλλους ἀπέτρεψαν,
χωρὶς Ἰησοῦ τοῦ Ναυῆ, καὶ Χαλὲφ τὸν τοῦ Ἰεφονῆ. Τοῦ γὰρ
Θεοῦ παρεγγυήσαν τος τῆς ἐπηγγελμένης ἐπιβῆναι
γῆς, τῆς δειλίας
τὸ πάθος δεξάμενον ἀντέτεινον
προφανῶς, τοὺς μὲν
Χανα ναίους γενναίους εἶναι
λέγοντες, αὐτοὺς δὲ δύναμιν
ἀξιό χρεων οὐκ ἔχειν πρὸς τὴν ἐκείνων
παράταξιν. Τοῦτο δὲ ἀπιστίας προφανῶς τεκμήριον. Τοὺς γὰρ τοιούτων καὶ τοσούτων θαυμάτων αὐτόπτας θαῤῥεῖν εἰς ἅπαντα δίκαιον ἦν τῇ τοῦ
σεσωκότος δυνάμει. Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ· καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα
αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώ ραις. Τὴν δὲ περὶ τῆς
γῆς ἀντιλογίαν, καίτοι πρεσβυτέ ραν οὖσαν τῆς Κορὲ καὶ ∆αθὰν στάσεως, ὡς μείζονί
τε καὶ δυσσεβεῖ διὰ τὴν πρὸς Θεὸν ἀπιστίαν, τῇ μοσχοποιίᾳ φέρων ὑπέταξεν. Ἡ
δειλία γὰρ αὐτοῖς τὴν κατὰ πίστιν ἀνεῖλεν ἐλπίδα, μηδὲ τῇ τῶν προλαβόντων πείρᾳ βεβαι ουμένοις· ὅθεν καὶ μείζω τὴν δίκην
ὑπέσχον τῆς ἐπὶ τῇ μοσχοποιίᾳ κολάσεως. Μερικῶς γὰρ τότε παθόντες, νῦν ἅπαντες ἄρδην
πλὴν τῶν παίδων
ἀπώλοντο, μηδὲ τῆς ἐπαγγελίας ἀξιωθέντες. Ἠβουλήθη γὰρ ὁ Θεὸς τῇ ἀπι στίᾳ
κατάλληλον ἐπιθεῖναι τὴν τιμωρίαν, καὶ πᾶσι κατὰ ταὐτὸν ἐπενεγκεῖν
τὸν ὄλεθρον. Ἀλλ' ὅμως τῇ συνήθει φιλανθρωπίᾳ χρώμενος μερικὴν αὐτοῖς ἐπήγαγε κόλασιν.
Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυ σίαν νεκρῶν καὶ παρώξυναν αὐτὸν ἐν
τοῖς ἐπιτη δεύμασιν αὐτῶν. Ἕκτον ἁμάρτημα τοῦτο δὲ, ἐν τοῖς Ἀριθμοῖς. Εἰς ἀκολασίαν
γὰρ πάλιν ἐξοκείλαντες, καὶ ταῖς τῶν Μωαβιτῶν μιγνύμενοι γυναιξὶ, μετέμαθον
τὴν ἐκείνων ἀσέβειαν. Βεελφεγὼρ δέ ἐστιν
εἴδωλον παρ' ἐκείνοις τιμώμενον. Καὶ Φεγὼρ
μὲν ἐκαλεῖτο τοῦ εἰδώλου ὁ τόπος· Βαὰλ δὲ, τὸ εἴδωλον. Τοῦτον δέ φασί τινες Κρόνον
καλεῖσθαι τῇ Ἑλλάδι φωνῇ· λέγεται δὲ καὶ Βήλ. Θυσίας δὲ νεκρῶν καλεῖ τὰς
καλουμένας παρ' Ἕλλησι χοὰς, ἃς τοῖς νεκροῖς προσφέρειν εἰώθασιν, ἢ ἣν ἐποίουν
διὰ νεκρικῶν τινων τῶν κατὰ γοητείαν ἔργων, ἢ διὰ τὸ νεκρῶν ἀνδρῶν
περιέχειν μνήμας. Καὶ αὐτοὺς δὲ τοὺς καλουμένους θεοὺς, νεκροὺς οὐκ ἄν τις ἁμάρτοι προσα γορεύσας.
Καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις.
δʹ. Οὐκ εἶπε δὲ τῆς εἰδωλολατρείας τὸ αἴτιον, ὅπερ ἦν ἡ
πορνεία, δι' ἣν ἠσέβησαν, ᾗπερ ἡ γαστριμαργία συνῆπτο· τὸ
δὲ ἀποτέλεσμα κατηγορεῖ τὴν ἀσέβειαν. Τούτου γὰρ χάριν
καὶ τὴν ἐπιμιξίαν
τῶν ἀλλοφύλων γυναικῶν ἀπεῖ
πεν ὁ νόμος. Γυναικῶν γὰρ
συμπάθεια καὶ πρὸς ἀσέλ γειαν
οἶδε κινεῖν. Καὶ ἔστη
Φινεὲς, καὶ ἐξιλάσατο· καὶ ἐκόπασεν
ἡ θραῦσις. Καὶ ἐλογίσθη αὐτῷ εἰς δι καιοσύνην εἰς γενεὰν ἕως τοῦ αἰῶνος. Τὴν
θραῦσιν ὁ Σύμμαχος Πληγὴν εἴρηκε. ∆ιδάσκει δὲ καὶ τοῦτο ἡ ἱστορία, ὡς λαβὼν τὸν
σειρομάστην ὁ Φινεὲς διέπειρε μετὰ
τῆς Μωαβίτιδος τὸν πορνεύοντα Ζαμβρῆ, καὶ τῷ δόρατι συνανεῖλε τὴν
γυναῖκα. Τούτου τὸν ζῆλον ἀποδε ξάμενος ὁ Θεὸς, αὐτὸν μὲν ἀνεκήρυξε, τὴν δὲ
τοῖς ἄλλοις ἐπαγομένην
τιμωρίαν ἐκήρυξε. Τοσοῦτον ἀνδρὸς
ἰσχύει δικαιοσύνη παρὰ Θεῷ, κοινὴν πληγὴν
ἀναστέλλουσα. Καὶ παρώργισαν αὐτὸν
ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτοὺς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ. Καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐ τοῦ. Ἕβδομον ἁμάρτημα, ἐφ' ᾧ καὶ Μωϋσῆς ἐνεκλήθη.
Πενθοῦντι γὰρ τὴν ἀδελφὴν προσελθόντες μετὰ πολλῆς ἀταξίας τὴν χρείαν ἐξῄτησαν.
Ὁ δὲ καὶ τῇ ἀθυμίᾳ
τοῦ πένθους βαλλόμενος,
καὶ τὴν τούτων ἀκρασίαν θεώμενος, θυμῷ καὶ λύπῃ περισχεθεὶς οὐ μετὰ τῆς συνήθους
ἁρμο νίας τῷ θείῳ προστάγματι διηκόνει· ἀλλ' ἀμφιβολίαν τινὰ
τοῖς λόγοις ἀναμίξας, τὴν πέτραν
ἐπάταξε, καὶ τὸ ὕδωρ ἐξήγαγε. Τοῦτο γὰρ δηλοῖ τὸ, ∆ιέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ,
ἀντὶ τοῦ, οὐκ ἀναμφιβόλως τοῖς λόγοις ἐχρήσατο.
Εἶπε γὰρ, φησὶ, Μωϋσῆς πρὸς αὐτούς· Μὴ ἐκ τῆς πέτρας ταύτης ἐπάξω ὑμῖν ὕδωρ; Τού
του χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων
Θεὸς, οὐ διὰ αὐτοῦ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀποδέδωκε γῆν, ἀλλ' αὐτὸν μὲν ἐκέλευσε
δέξασθαι τοῦ βίου τὸ τέλος, διὰ Ἰησοῦ
δὲ τοῦ Ναυῆ πεπλήρωκε τὴν ὑπόσχεσιν. Καὶ δο
κεῖ μὲν αὐτῷ
ταύτην τὴν τιμωρίαν
ἐπιτεθεικέναι ὁ τῶν ὅλων
πρύτανις· ἕτερα δὲ οἰκονομῶν ἐπραγματεύσατο τοῦτο.
Πρῶτον μὲν γὰρ τὴν τῶν Ἰουδαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε
δι' αὐτοῦ τὴν ὑπόσχεσιν πᾶσαν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν. Οἱ γὰρ εἰκόνα
μόσχου θεοποιήσαντες, ποῖον οὐκ ἂν προσήνεγκαν σέβας τῷ τοσούτων θαυμάτων
ὑπουργῷ γενομένῳ; ∆ιά τοι τοῦτο καὶ τὸν τάφον
αὐτοῦ λαθεῖν πεποίηκεν ὁ Θεός. Πρὸς δὲ τοῦτο καὶ τῆς νομοθεσίας ἠβουλήθη
δεῖξαι τὸ πρόσκαιρον ἀπὸ τῶν αὐτῷ τῷ νομοθέτῃ συμβάντων. Εἰ γὰρ αὐτὸς ὁ νομοθέτης
τῆς ἐπηγγελμένης οὐκ ἀπέλαυσε γῆς,
συνιδεῖν ἐντεῦθεν ῥᾴδιον
ἦν, ὡς οὐδὲ αὐτοὶ
ταύτης ἀπολαύσουσιν ἐπὶ πλεῖστον τῆς προμηθείας. Οὕτω τὰ κατὰ τὴν ἔρημον διηγησάμενος,
τὴν ἐν τῇ γῇ τῆς ἐπαγ γελίας γεγενημένην
αὐτῶν διελέγχει παρανομίαν. Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη,
ἃ εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς
ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐ τῶν, καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγε νήθη αὐτοῖς εἰς σκάνδαλον. Τὴν
γὰρ ἐπιμιξίαν διὰ τὴν τῆς ἀσεβείας ἐκώλυσε
κοινωνίαν, τῇ ἀρχῇ τὸ τέλος συναναιρῶν, καὶ σὺν τῇ ῥίζῃ τὸν καρπὸν ἀφανίζων, καὶ τῷ ἐλάττονι κακῷ τὸ
χεῖρον προαναστέλλων. Ἀλλ'
ὅμως οὗτοι καὶ ἐν τούτῳ τὸν θεῖον παραβαίνοντες νόμον, οὔτε τὰ δυσσεβῆ ἐξωλόθρευσαν
ἔθνη, οὔτε τὴν πρὸς αὐτὰ ἔφυγον κοινωνίαν,
ἀλλὰ τὴν πονηρὰν αὐτῶν πολιτείαν ἐζήλωσαν.
∆ηλῶν τοίνυν ὁ προφήτης, ὡς οὐ μισανθρω πίαν ἐδίδασκεν ὁ Θεὸς, ἀλλ' ἐν ἀσφαλείᾳ
αὐτοὺς κατα στῆσαι βουλόμενος, ἐπήγαγε· Καὶ ἐγενήθη αὐτοῖς σκάνδαλον ἡ ἐπιμιξία
καὶ ἡ συνουσία αὕτη, καὶ σκάν δαλον οὐ τὸ τυχόν· κατὰ γὰρ τῆς φύσεως αὐτῆς ἐμά
νησαν, ὅπερ ἐπάγει λέγων· Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμο νίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα
υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν. Καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις
αὐτῶν. Τὸν κολοφῶνα τῆς ἀσεβείας τελευ ταῖον κατέλιπε. Ποίαν γὰρ δυσσεβείας ὑπερβολὴν
κατα λείψει τὸ αἵμασιν υἱῶν καὶ θυγατέρων μολῦναι τὴν γῆν, καὶ τοῖς αἱμοβόροις
δαίμοσι τὰς τούτων θυσίας προσενεγκεῖν; τῷ Θεῷ μὲν γὰρ οὐδὲ τὰ νενομισμένα προσέφερον,
τοῖς δὲ εἰδώλοις καὶ τὰς τῶν παίδων σφαγάς.
Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
Πορ νείαν ἐνταῦθα οὐ τὴν
ἀκολασίαν μόνον, ἀλλὰ
καὶ τὴν τῶν εἰδώλων
λατρείαν καλεῖ. Ἐπειδὴ γὰρ τῷ
Θεῷ συνημ μένοι τὴν ἐκείνων θεραπείαν
ἠγάπησαν, τὴν δεισιδαι μονίαν εἰκότως πορνείαν ἐκάλεσε. Καὶ ὠργίσθη θυμῷ
Κύριος ἐπὶ τὸν
λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν,
καὶ ἐκυρίευσαν αὐτοὺς οἱ μισοῦντες αὐτούς.
Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.εʹ. Ταῦτα καὶ ἡ τῶν Κριτῶν
ἱστορία διδάσκει, καὶ μέντοι καὶ ἡ τῶν Βασιλειῶν συγγραφή. Ποτὲ μὲν γὰρ αὐτοὺς
Μωαβίταις, ποτὲ δὲ Ἀμμανίταις, Ἀμαληκίταις, Μαδιηναίοις καὶ ἀλλοφύλοις παρέδωκε, τῇ παιδείᾳ τὴν ὠφέ λειαν πραγματευόμενος. Ἐναντίον δέ πως εἶναι δοκεῖ
τὸ, Ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, τῷ προῤ ῥηθέντι, Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι
τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι
μετὰ τῆς κληρονομίας σου. Ἀλλὰ τὴν
βδελυχθεῖσαν λέγει νῦν, περὶ ἑτέρας
προθε σπίσας κληρονομίας, ἑτέρου δὲ λαοῦ καὶ ἔθνους, μεθ' ὧν ηὔξατο καταριθμηθῆναι. Πρῶτον δὲ τὸ βδελυχθῆναι, εἶτα τὸ παραδοθῆναι ὑπὸ Θεοῦ, εἶτα τὸ κυριευθῆναι πρὸς τῶν ἐχθρῶν.
Ἐν ὅσῳ γὰρ ἄρχει τινὸς ὁ Θεὸς, ἄρχειν οὐ δύνανται. Καὶ ἐπάγει· Πλεονάκις ἐῤῥύσατο
αὐ τούς. Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς
ἀνομίαις αὐτῶν. Ἐπάγων γὰρ τὴν παιδείαν, πάλιν μετεδίδου φιλανθρω πίας·
οἱ δὲ αὐτὸν
τοῖς ἐναντίοις ἠμείβοντο.
Καὶ ὁ μὲν ἦν αὐτοῖς ἐκ φιλανθρωπίας γλυκὺς, οἱ δὲ πικρὸν ἑαυτοῖς ἠνάγκαζον φαίνεσθαι.
Καὶ πάλιν ἔσωζεν αὐτοὺς οἷα Σω τήρ· οἱ δὲ ἀπώλοντο ἔργοις
ἀπωλείας ἑαυτοὺς περιπεί
ροντες, μέχρι πολλάκις αὐτὸ
ποιοῦντες τέλος ἀπώλοντο.
Τὸ δὲ, Πλεονάκις, ὅμοιον
τῷ, Ποσάκις ἠθέλησα ἐπι συναγαγεῖν τὰ τέκνα
σου; τὸ δὲ, Καὶ ἐταπεινώθη σαν ἐν
ταῖς ἀνομίαις αὐτῶν, τῷ Καὶ οὐκ ἠθελήσατε.
Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐ τὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. Ταῦτα καὶ αἱ ἱστορίαι διδάσκουσι, καὶ ὅτι ἐδεήθησαν
τοῦ Θεοῦ ὑπὸ τῆς ἀνάγκης ὠθούμενοι, καὶ ὅτι δεηθέντες ἠκούσθησαν. Καὶ ἐμνήσθη τῆς
διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ
πλῆθος τοῦ ἐλέους αὐτοῦ. ∆ιὰ γὰρ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας τὸν ἔλεον ἐχορήγησε. Μεταμέλειαν δὲ καλεῖ τῆς
παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς με ταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν
τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει
καὶ φιλανθρωπίαν ὀρέγει. Καὶ ἔδωκεν αὐτοὺς
εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Λέγει γὰρ
Ἔσδρας, ὡς ἐνέβαλε Κύριος ὁ
Θεὸς εἰς τὴν καρδίαν Κύρου τοῦ
βασι λέως, καὶ μετὰ
ταῦτα ∆αρείου καὶ Ἀρταξέρξου,
χρῆ σθαι φιλανθρώπως τῷ τῶν Ἰουδαίων
λαῷ. Ἐν οἰκτιρμοῖς
δὲ καὶ νῦν εἰσι Ῥωμαίοις δουλεύοντες, διὰ θείους οἰκτιρ μοὺς, οὐ δι' ἀξίαν ἰδίαν. Οὐ
πάθος δὲ Θεοῦ μεταμέλεια, παιδείας δὲ παῦσις.
Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολο γήσασθαι τῷ ὀνόματί
σου τῷ μεγάλῳ καὶ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. Καὶ ταῦτα δηλοῖ, ὡς ὁ
προφητικὸς αὐτοὺς διδάσκει λόγος, πῶς δεῖ
τὸν Θεὸν ἱλεώσασθαι, καὶ τῆς παρ' αὐτοῦ κηδεμονίας τυχεῖν. Καὶ ὁ θεσπέσιος δὲ ἀπόστολος
τὴν ἐσομένην Ἰουδαίοις σωτη ρίαν διὰ Ἠλιοὺ τοῦ Θεσβίτου προηγόρευσεν· Ἥξει γὰρ,
φησὶν, ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ
διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. Οὐ μὴν τὴν οἰκοδο μίαν τῆς Ἱερουσαλὴμ
προσμεῖναι δεῖ κατὰ τοὺς μύθους τῶν ἀνοήτων,
καὶ τὴν κατὰ νόμον λατρείαν, καὶ τὰς ἀλόγους θυσίας,
καὶ περιτομὴν, καὶ σάββατον, καὶ
σκιώδη περιῤῥαντήρια μετὰ τὸ
πανάγιον βάπτισμα· ταῦτα γὰρ γραϊδίων μεθυόντων
παραληρήματα· ἀλλὰ κλῆσιν καὶ ἐπίγνωσιν
ἀληθείας καὶ πίστιν εἰς τὸν ∆εσπό την Χριστὸν, καὶ τῆς καινῆς ∆ιαθήκης τὴν
πολιτείαν. ∆ιδάσκονται δὲ καὶ πῶς εὔχεσθαι δεῖ, ὅπερ Ἰουδαῖοι μὲν προσδοκῶσιν, ἡμεῖς
δὲ πληρωθῆναι διὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας φαμὲν, πάντων πανταχόθεν προσιόντων τῷ σωτηρίῳ κηρύγματι, κρείττονά τε
προσδεχομένων συνα γωγὴν ἐπὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἥτις ἀληθὴς οὖσα γῆ παρὰ
τὴν παροῦσαν ἐπήγγελται, κατὰ τὸ, Μακάριοι
οἱ πραεῖς, ὅτι αὐτοὶ
κληρονομήσουσι τὴν γῆν, ἔνθα 66 οἱ
συναχθέντες εὐχαριστήσουσιν ὑπὲρ ὧν ἠξιώθησαν ἐπὶ τῇ τοῦ Σώσαντος αἰνέσει
καυχώμενοι. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Ὑμ νητὸς
γὰρ ἐπὶ πᾶσι τῶν
ὅλων ὁ Κύριος, ὁ τοῦ Ἰσραὴλ χρηματίσας Θεὸς, ὁ τοσαῦτα τῆς τῶν ἀνθρώπων
ἕνεκα πραγματευσάμενος σωτηρίας.
Προσήκει δὲ τὸν λαὸν ἅπαντα τὸ Ἀμὴν τῇ τῶν ὑμνούντων
ἐπιφέρειν φωνῇ. Τὸ γὰρ Γένοιτο, Ἀμὴν καὶ ἀμὴν ὁ Ἑβραῖοςκαλεῖ·
ὅθεν καὶ τὸ ἔθος ἐν ταῖς ἐκκλησίαις μεμένηκε, τὸ τῇ δοξολογίᾳ τοῦ ἱερέως
διὰ τοῦ Ἀμὴν συντίθεσθαι τὸν λαὸν,
καὶ τὴν ἐντεῦθεν κοινωνίαν προσφέρειν,
καὶ τὴν εὐλογίαν λαμβάνειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
Ἀμήν.
Ιωάννης Χρυσόστομος Τόμος 55
Η ηλεκτρονική
επεξεργασία, επιμέλεια και
μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση
κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το
Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου