Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62
Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα τρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
αʹ. Πᾶσαι μὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου, ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι, οἵα ἐστὶν ἡ πρὸς Ἐφεσίους, οἵα ἡ πρὸς Φιλήμονα, οἵα ἡ πρὸς Τιμόθεον, οἵα ἡ πρὸς Φιλιππησίους, οἵα αὕτη ἡ παροῦσα· καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς γράφων ἔλεγε· ∆ιὸ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι. Ἀλλ' αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι. Ἐκείνην μὲν γὰρ οὐδέπω ἰδὼν Ῥωμαίους ἔγραφε, ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. Καὶ δῆλον ἐκεῖθεν· ἐν γὰρ τῇ ἐπιστολῇ φησι τῇ πρὸς Φιλήμονα, Τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύτης, καὶ ὑπὲρ Ὀνησίμου ἀξιῶν· ἐν ταύτῃ δὲ αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθώς φησι, Σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, πιστὸν καὶ ἀγαπητὸν, καὶ ἀδελφὸν αὐτὸν καλῶν.
Read More ->>