Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62
ΙΑʹ.Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
αʹ. Ὅπερ ὁ Χριστὸς πρὸς τοὺς μαθητὰς ἔλεγε, τοῦτο καὶ νῦν Παῦλος παραινεῖ. Τί δὲ ὁ Χριστὸς ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡσεὶ περιστεραί. Τουτέστι, φυλακτικοὶ γίνεσθε, μηδεμίαν αὐτοῖς λαβὴν διδόντες καθ' ὑμῶν. ∆ιὰ γὰρ τοῦτο πρόσκειται, Πρὸς τοὺς ἔξω, ἵνα μάθωμεν, ὅτι πρὸς τὰ μέλη τὰ οἰκεῖα οὐ τοσαύτης ἡμῖν δεῖ ἀσφαλείας, ὅσης πρὸς τοὺς ἔξω. Ἔνθα μὲν γὰρ ἀδελφοὶ, εἰσὶ καὶ συγγνῶμαι πολλαὶ καὶ ἀγάπαι. ∆εῖ μὲν οὖν καὶ ἐνταῦθα ἀσφάλειαν εἶναι, πολλῷ δὲ πλέον ἔξω· οὐ γάρ ἐστιν ἴσον μεταξὺ ἐχθρῶν καὶ πολεμίων εἶναι, καὶ φίλων. Εἶτ' ἐπειδὴ ἐφόβησεν, ὅρα πῶς πάλιν θαῤῥύνει. Τὸν καιρὸν, φησὶν, ἐξαγοραζόμενοι· τουτέστι, βραχὺς ὁ παρὼν καιρός. Ταῦτα δὲ ἔλεγεν, οὐ ποικίλους εἶναι βουλόμενος, οὐδὲ ὑποκριτάς· τοῦτο γὰρ οὐ σοφίας, ἀλλὰ ἀνοίας· ἀλλὰ τί;
Ἐν οἷς μὴ βλάπτουσι, φησὶ, μηδεμίαν αὐτοῖς δίδοτε λαβήν· ὃ καὶ πρὸς Ῥωμαίους γράφων φησίν· Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὴν τιμὴν, τὴν τιμήν. ∆ιὰ τὸ κήρυγμα μόνον ἔστω σοι πόλεμος, φησί· μηδεμίαν ἑτέραν ὁ πόλεμος οὗτος ἀρχὴν λαμβανέτω. Εἰ γὰρ μέλλοιεν ἡμῖν καὶ δι' ἕτερα ἀπεχθάνεσθαι, οὔτε μισθὸς ἡμῖν ἔσται, καὶ αὐτοὶ χείρους ἔσονται, καὶ δόξουσιν ἡμῖν δίκαια ἐγκαλεῖν· οἷον τὰ τελέσματα ἂν μὴ καταβάλλωμεν, τὰς τιμὰς τὰς προσηκούσας ἐὰν μὴ ἀποδιδῶμεν, ἂν μὴ ὦμεν ταπεινοί. Οὐχ ὁρᾷς Παῦλον, ἔνθα μηδὲν ἔβλαπτε τὸ κήρυγμα, πῶς ἐστι καθυφιείς; Ἄκουε γὰρ αὐτοῦ λέγοντος πρὸς τὸν Ἀγρίππαν· Μακάριον ἐμαυ τὸν ἥγημαι ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον, μάλιστα γνώστην σε ὄντα τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων. Εἰ δὲ ἐνόμιζε δεῖν ὑβρίζειν τὸν ἄρχοντα, πάντα ἂν ἀνέτρεψεν. Ἄκουε δὲ καὶ τῶν περὶ τὸν μακάριον Πέτρον, πῶς ἐπιεικῶς ἀποκρίνονται τοῖς Ἰουδαίοις λέγοντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον, ἢ ἀνθρώποις. Καίτοι γε ἄνθρωποι τῆς ἑαυτῶν ψυχῆς ἀπεγνωκότες, καὶ ὑβρίζειν καὶ πᾶν ὁτιοῦν ποιεῖν ἠδύναντο· ἀλλὰ διὰ τοῦτο ἀπέγνωσαν τῆς ψυχῆς, ἵνα μὴ κενοδοξῶσι (κενοδοξίας γὰρ τοῦτό ἐστιν), ἀλλ' ἵνα κηρύσσωσι, καὶ ἵνα μετὰ παῤῥησίας πάντα φθέγγωνται· ἐκεῖνο δὲ ἀμετρίας ἐστίν· Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος· τουτέστι, μὴ εἰς ἀδιαφορίαν τὸ χαρίεν ἐκπίπτῃ. Ἔνι γὰρ καὶ χαριεντίζεσθαι, ἔνι καὶ μετὰ τῆς προσηκούσης κοσμιότητος τοῦτο ποιεῖν. Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ὥστε οὐχ ὁμοίως πᾶσι διαλέγεσθαι χρὴ, Ἕλλησι λέγω καὶ ἀδελφοῖς. Οὐδαμῶς· ἐπεὶ τοῦτο τῆς ἐσχάτης ἀνοίας ἐστί. Τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Κυρίῳ. Βαβαὶ, ὅση σοφία Παύλου! Πῶς οὐ πάντα ἐντίθησιν εἰς τὰς ἐπιστολὰς, ἀλλὰ τὰ ἀναγκαῖα καὶ τὰ κατεπείγοντα; Πρῶτον μὲν, οὐ βουλόμενος αὐτὰς εἰς μῆκος ἐκτείνειν· δεύτερον δὲ, καὶ τὸν ἀπερχόμενον αἰδεσιμώτερον ποιῶν, ἵνα ἔχῃ τι καὶ διηγεῖσθαι· τρίτον, δεικνὺς πῶς πρὸς αὐτὸν διάκειται· οὐ γὰρ ἂν αὐτῷ ταῦτα ἐνεχείρισεν. Ἔπειτα ἦν, ἃ οὐκ ἔδει διὰ γραμμάτων δηλωθῆναι. Ὁ ἀγαπητὸς, φησὶν, ἀδελφός. Εἰ ἀγαπητὸς, πάντα οἶδε, καὶ οὐδὲν αὐτὸν ἔκρυπτε. Καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ. Εἰ πιστὸς, οὐδὲν ψεύσεται· εἰ σύνδουλος, κεκοινώνηκε τῶν πειρασμῶν· ὥστε αὐτῷ πάντοθεν τὸ ἀξιόπιστον συνήγαγεν. Ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο. Ἐνταῦθα τὴν ἀγάπην δείκνυσι τὴν πολλὴν, εἴ γε καὶ διὰ τοῦτο αὐτὸν ἀπέσταλκε, καὶ τῆς ἀποδημίας αἰτία αὕτη γέγονεν· ὃ καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγε· ∆ιὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν. Καὶ Ἐφεσίοις δὲ αὐτὸν τοῦτον πέμπει, καὶ ὑπὲρ τῆς αὐτῆς αἰτίας· Ἵνα γνῷ, φησὶ, τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Ὅρα τί φησιν· Οὐχ ἵνα ὑμεῖς τὰ ἐμὰ μάθητε, ἀλλ' ἵνα ἐγὼ τὰ ὑμέτερα· οὕτως οὐδαμοῦ τὸ αὑτοῦ τίθησι. ∆είκνυσιν αὐτοὺς καὶ ἐν πειρασμοῖς ὄντας τῷ εἰπεῖν· Ἵνα παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Σὺν Ὀνησίμῳ τῷ ἀγαπητῷ καὶ πιστῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ὀνήσιμος οὗτός ἐστι, περὶ οὗ γράφων τῷ Φιλήμονι ἔλεγεν· Ὃν ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι. Καὶ τὸ ἐγκώμιον δὲ προστίθητι τῆς πόλεως, ἵνα καὶ ἐγκαλλωπίζωνται, μὴ μόνον οὐκ ἐπαισχύνωνται. Ὅς ἐστι, φησὶν, ἐξ ὑμῶν· Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου.
βʹ. Οὐδὲν τούτου τοῦ ἐγκωμίου μεῖζον. Οὗτός ἐστιν ὁ ἀπὸ Ἱεροσολύμων ἀναχθεὶς μετ' αὐτοῦ. Μεῖζον εἶπε τῶν προφητῶν οὗτος· ἐκεῖνοι μὲν γὰρ ξένους καὶ παρεπιδήμους ἑαυτοὺς καλοῦσιν, οὗτος δὲ καὶ αἰχμάλωτον. Καθάπερ γὰρ αἰχμάλωτος, οὕτως ἤγετο καὶ ἐφέρετο, καὶ πᾶσιν εἰς τὸ κακῶς πάσχειν προὔκειτο, μᾶλλον δὲ καὶ ἐκείνων χεῖρον. Ἐκείνους μὲν γὰρ, ἐπειδὰν λάβωσιν οἱ πολέμιοι, ἐν πολλῇ θεραπείᾳ λοιπὸν ἔχουσιν, ἅτε ὡς οἰκείων κτημάτων ἐπιμελούμενοι· τοῦτον δὲ ὡς ἐχθρὸν καὶ πολέμιον πάντες ἦγον καὶ ἔφερον, δέροντες, μαστίζοντες, ὑβρίζοντες, συκοφαντοῦντες. Τοῦτο καὶ ἐκείνοις παράκλησις ἦν· ὅταν γὰρ καὶ ὁ διδάσκαλος ἐν τοῖς τοιούτοις ᾖ, μᾶλλον παρακαλοῦνται οἱ μαθηταί. Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα. Καὶ τοῦτον ἐνεκωμίασε τέως ἀπὸ τῆς συγγενείας· μέγας γὰρ ἦν ἀνὴρ ὁ Βαρνάβας. Περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν; Τί γάρ; οὐκ ἐδέχοντο καὶ χωρὶς τούτου; Ναί· ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς βούλομαι, φησί· καὶ τοῦτο τὸν ἄνδρα δείκνυσι μέγαν. Πόθεν τὰς ἐντολὰς ἔλαβον, οὐ λέγει. Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος. Ἴσως Κορίνθιος ἦν οὗτος. Εἶτα πᾶσι τὸ ἐγκώμιον κοινὸν ἀποδίδωσιν, εἰπὼν τὸ ἰδιάζον ἑκάστου· Οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἐπειδὴ εἶπε, Συναιχμάλωτος, ἵνα μὴ συγκατενέγκῃ τὴν ψυχὴν τῶν ἀκουόντων, ὅρα πῶς τοῦτο τίθησι, καὶ διανίστησιν αὐτούς· Συνεργοὶ, φησὶν, εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ὥστε τῶν πειρασμῶν κοινωνοῦντες, τῆς βασιλείας κοινωνοῦσιν. Οἵτινες ἐγενήθησάν μοι παρηγορία. ∆είκνυσιν αὐτοὺς μεγάλους, εἴ γε Παύλῳ παρηγορία γεγένηνται. Ἀλλ' ἴδωμεν τὴν σύνεσιν Παύλου. Ἐν σοφίᾳ, φησὶ, περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Τουτέστιν, Οὐκ ἔστιν ὑμέτερος ὁ καιρὸς, ἀλλ' ἐκείνων ἐστί· μὴ τοίνυν βούλεσθε αὐθεντεῖν, ἀλλ' ἐξαγοράζετε τὸν καιρόν. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἀγοράζετε, ἀλλ', Ἐξαγοράζετε, δηλῶν, ὅτι Οὕτω διατιθέμενοι, ὑμέτερον αὐτὸν ποιεῖτε ἑτέρως. Ἀνοίας γὰρ περιττῆς, πολέμων καὶ ἀπεχθείας προφάσεις ἐπινοεῖν. Πρὸς γὰρ τῷ κινδύνους περιττοὺς ὑπομένειν καὶ κέρδος οὐκ ἔχοντας, καὶ ἑτέρα γίνεται βλάβη, τὸ τοὺς Ἕλληνας μὴ προσιέναι ἡμῖν. Ἐν γὰρ τοῖς ἀδελφοῖς ὅταν ᾖς, εἰκότως θαῤῥεῖς· ἔξω δὲ οὐχ οὕτω χρή. Ὁρᾷς πῶς πανταχοῦ τοὺς ἔξω, τοὺς Ἕλληνας λέγει; ∆ιὰ τοῦτο καὶ Τιμοθέῳ γράφων ἔλεγε· ∆εῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν· καὶ πάλιν, Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; Ἐν σοφίᾳ, φησὶ, περιπατεῖτε πρὸς τοὺς ἔξω. Ἔξω γάρ εἰσι, κἂν τὸν αὐτὸν κόσμον οἰκῶσιν ἡμῖν, τῆς βασιλείας ὄντες ἔξω καὶ τοῦ οἰκίσκου τοῦ πατρικοῦ. Ἅμα καὶ παραμυθεῖται αὐτοὺς, ἔξω ἐκείνους καλῶν· ὅπερ ἔλεγεν ἀνωτέρω, ὅτι Ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τότε, φησὶ, δόξαν ζητεῖτε, τότε τιμὰς, τότε τὰ ἄλλα πάντα· νῦν δὲ μὴ, ἀλλ' ἐκείνοις παρέχετε. Εἶτα, ἵνα μὴ νομίσῃς χρήματα λέγειν αὐτὸν, ἐπάγει· Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι ὑμᾶς πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἵνα μὴ ὑποκρίσεως γέμῃ, φησί· τοῦτο γὰρ οὐ χάρις, οὐδὲ ἅλατι ἤρτυται. Οἷον, ἐὰν δέῃ θεραπεῦσαι ἀκινδύνως, μὴ παραιτήσῃ· ἂν καιρὸς ᾖ προσηνῶς διαλεχθῆναι, μὴ νομίσῃς τὸ πρᾶγμα κολακείαν· πάντα ποίει τὰ εἰς τιμὴν ἀνήκοντα, ἄνευ τοῦ βλάπτεσθαι τὴν εὐσέβειαν. Οὐχ ὁρᾷς πῶς ∆ανιὴλ ἄνθρωπον ἀσεβῆ θεραπεύει; οὐχ ὁρᾷς τοὺς τρεῖς παῖδας, πῶς μετὰ σοφίας τῷ βασιλεῖ προσεφέροντο, καὶ ἀνδρείαν δεικνύντες, καὶ παῤῥησίαν, καὶ οὐδὲν θρασὺ οὐδὲ ἐπαχθές; τοῦτο γὰρ οὐκέτι παῤῥησίας, ἀλλὰ κενοδοξίας. Εἰδέναι, φησὶ, πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἑτέρως γὰρ τῷ ἄρχοντι, ἄλλως τῷ ἀρχομένῳ· ἄλλως τῷ πλουτοῦντι, ἄλλως τῷ πένητι. ∆ιὰ τί; Ὅτι αἱ τῶν πλουτούντων καὶ ἀρχόντων ψυχαὶ ἀσθενέστεραι τυγχάνουσιν οὖσαι, μᾶλλον φλεγμαίνουσαι, μᾶλλον διαῤῥέουσαι· ὥστε ἐκεῖ συγκαταβατικὸν εἶναι δεῖ· αἱ τῶν πενήτων καὶ ἀρχομένων, στεῤῥότεραι καὶ συνετώτεραι· ὥστε ἐνταῦθα καὶ παῤῥησίᾳ χρὴ μείζονι κεχρῆσθαι, πρὸς ἓν ὁρῶντα, τὴν οἰκοδομήν. Μὴ ἐπειδὴ ὁ μὲν πλούσιος, ὁ δὲ πένης, ὁ μὲν πλέον τιμάσθω, ὁ δὲ ἔλαττον·
ἀλλὰ διὰ τὴν ἀσθένειαν ὁ μὲν διαβασταζέσθω, ὁ δὲ μὴ οὕτως· οἷον, αἰτίας οὐκ οὔσης, μὴ κάλει τὸν Ἕλληνα μιαρὸν, μηδὲ ἔσο ὑβριστής· ἀλλ' ἂν μὲν ἐρωτηθῇς περὶ τοῦ δόγματος, ἀπόκριναι ὅτι μιαρὸν καὶ ἀσεβές· οὐδενὸς δὲ ἐρωτῶντος οὐδὲ ἀναγκάζοντος λέγειν, οὐ προσήκει ἁπλῶς ἀπέχθειαν ἀναδέχεσθαι. Ποία γὰρ ἀνάγκη περιττὰς ἔχθρας κατασκευάζειν; Πάλιν, ἄν τινα κατηχῇς, λέγε ἐξ ὑποθέσεως ὑποκειμένης· ἐπεὶ σίγα. Ἐὰν ᾖ ἅλατι ἠρτυμένος ὁ λόγος, κἂν εἰς διαῤῥέουσαν ἐμπέσῃ ψυχὴν, ἐπισφίγξει τὴν χαύνην· κἂν εἰς τραχεῖαν, λεανεῖ τὸ σκληρόν. Ἐπίχαρις ὢν, μήτε φορτικὸς ἔστω, μήτε πάλιν χαῦνος, ἀλλὰ καὶ τὸ στῦφον ἐχέτω, καὶ τὸ μεθ' ἡδονῆς. Ἄν τε γὰρ ἀμέτρως ἐπιστύψῃ, μᾶλλον ἔβλα ψεν ἢ ὠφέλησεν· ἐὰν δὲ ἀμέτρως χαριεντίσηται, μᾶλλον ἐλύπησεν ἢ ὤνησεν· ὥστε πανταχοῦ μέτρα δεῖ εἶναι. Μήτε κατηφὴς ἔσο καὶ σκυθρωπός· ἀηδὲς γάρ· μήτε διακεχυμένος· εὐκαταφρόνητον γὰρ καὶ πεπατημένον ἀλλ' ἑκατέρου τὴν ἀρετὴν λαβὼν, τὴν κακίαν φύγε, καθάπερ ἡ μέλιττα τοῦ μὲν τὸ φαιδρὸν, τοῦ δὲ τὸ σεμνόν. Εἰ γὰρ ἰατρὸς οὐχ ὁμοίως πᾶσι χρήσεται τοῖς σώμασι, πολλῷ μᾶλλον διδάσκαλος. Καίτοι μᾶλλον ἂν τὰ σώματα ἀκατάλληλα φάρμακα ἐνέγκοι, ἢ ψυχὴ λόγον· οἷον, πρόσεισιν Ἕλλην, καὶ γίνεταί σοι φίλος; μηδὲν αὐτῷ περὶ τούτου διαλεχθῇς, ἕως ἂν γένηται πάνυ φίλος· καὶ ὅταν γένηται, ἠρέμα.
γʹ. Ὅρα γὰρ καὶ ὁ Παῦλος ἡνίκα εἰς τὰς Ἀθήνας παρεγένετο, πῶς αὐτοῖς διελέγετο. Οὐκ εἶπεν, Ὦ μιαροὶ καὶ παμμίαροι· ἀλλὰ τί; Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Πάλιν ὅτε ὑβρίσαι ἐχρῆν, οὐ παρῃτήσατο· ἀλλὰ μετὰ πολλῆς τῆς σφοδρότητος ἔλεγε τῷ Ἐλύμᾳ· Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης. Ὥσπερ γὰρ ἐκείνους ὑβρίσαι ἀνοίας ἦν, οὕτω τοῦτον μὴ ὑβρίσαι μαλακίας ἦν. Πάλιν, εἰσήχθης πρὸς ἄρχοντα διὰ πρᾶγμα; τὰς προσηκούσας ἀπόνειμαι τιμάς. Πάντα ὑμῖν, φησὶ, γνωριοῦσι τὰ ὧδε. ∆ιὰ τί μὴ συνῆλθον, φησί; Τί δέ ἐστι, Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε; Τουτέστι, Τὰ δεσμὰ, καὶ τὰ ἄλλα πάντα τὰ κατέχοντά με. Οὐκ ἂν οὖν ὁ προσευχόμενος αὐτοὺς ἰδεῖν, ὁ καὶ ἑτέρους ἀποστέλλων, αὐτὸς ὑστέρησα, μὴ μεγάλης με κατεχούσης ἀνάγκης. Καὶ μὴν τοῦτο οὐκ ἦν ἐγκαλούντων. Καὶ μὴν σφόδρα ἐγκαλούντων. Τὸ γὰρ μαθεῖν ὅτι καὶ πειρασμοῖς περιέπεσε καὶ ἤνεγκε γενναίως, τοῦτο πιστουμένου ἦν τὸ πρᾶγμα, καὶ ἀνορθοῦντος τὰς ἐκείνων ψυχάς. Σὺν Ὀνησίμῳ, φησὶ, τῷ ἀγαπητῷ καὶ πιστῷ ἀδελφῷ. Ἀδελφὸν τὸν δοῦλον ὁ Παῦλός φησιν· εἰκότως· ὅπου γε καὶ ἑαυτὸν δοῦλον ὀνομάζει τῶν πιστῶν. Κατενέγκωμεν πάντες τὸν τῦφον, καταπατήσωμεν τὴν ἀλαζονείαν. ∆οῦλον ὀνομάζει ἑαυτὸν Παῦλος, ὁ τῆς οἰκουμένης ἀντάξιος καὶ μυρίων οὐρανῶν, καὶ σὺ μέγα φρονεῖς; ὁ πάντα ἄγων καὶ φέρων ὡς ἤθελεν, ὁ τὰ πρωτεῖα ἔχων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὁ ἐστεφανωμένος, ὁ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, τοὺς δούλους ἀδελφοὺς καλεῖ, καὶ συνδούλους. Ποῦ ἡ μανία; ποῦ ἡ ἀλαζονεία; Οὕτως ἀξιόπιστος γέγονεν ὁ Ὀνήσιμος, ὥστε καὶ τοιαῦτα πιστεύεσθαι. Καὶ Μάρκος, φησὶν, ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολάς· δέξασθε αὐτόν. Ἴσως παρὰ Βαρνάβα ἐντολὰς ἔλαβον. Οἱ ὄντες ἐκ περιτομῆς. Καταστέλλει τῶν Ἰουδαίων τὸ φύσημα· ἐπαίρει τούτων τὰς ψυχὰς, ὅτι ὀλίγοι μὲν ἐκ περιτομῆς, οἱ δὲ πλείους ἐκ τῶν ἐθνῶν. Οἵτινες ἐγενήθησάν μοι, φησὶ, παρηγορία.
∆είκνυσιν ἑαυτὸν ἐν πειρασμοῖς ὄντα μεγάλοις. Ὥστε οὐδὲ τοῦτο μικρόν· ὅταν τοὺς ἁγίους παρακαλῶμεν καὶ παρουσίᾳ καὶ λόγῳ καὶ προσεδρείᾳ, ὅταν συγκακουχώμεθα (τοῖς δεσμίοις γὰρ, φησὶν, ὡς συνδεδεμένοι)· ὅταν τὰ ἐκείνων ἡμέτερα ποιῶμεν πάθη, καὶ ἐν τοῖς στεφάνοις κοινωνήσομεν. Οὐχ εἱλκύσθης εἰς τὸ στάδιον; οὐ καθῆκας εἰς τὸν ἀγῶνα; ἄλλος ἀπεδύσατο, ἄλλος παλαίει. Ἀλλ' ἐὰν θέλῃς, κοινωνήσεις καὶ σύ· ἄλειψον ἐκεῖνον, γενοῦ αὐτοῦ φιλητὴς καὶ σπουδαστὴς, ἔξωθεν ἐπιβόα μεγάλα, διέγειρετὴν δύναμιν, ἀνακτῶ τὴν ψυχήν. Ταῦτα ἐπὶ τῶν ἄλλων ἁπάντων γίνεσθαι ἀκόλουθον. Παῦλος γὰρ οὐκ ἐδεῖτο, ἀλλ' ἐκείνους ἐπαίρων ἔλεγε ταῦτα. Σὺ τοίνυν ἐπὶ τῶν ἄλλων ἁπάντων τοὺς βουλομένους κακίζειν ἐπιστόμιζε, κατασκεύαζε αὐτῷ ἐραστὰς, ὑπόδεξαι ἐξιόντα μετὰ πολλῆς τῆς θεραπείας· οὕτω κοινωνήσεις τῶν στεφάνων, οὕτω τῆς δόξης· κἂν μηδὲν ἕτερον ποιήσῃς, ἡσθῇς δὲ ἐπὶ τοῖς γενομένοις, καὶ οὕτως ἐκοινώνησας οὐχ ὡς ἔτυχεν· εἰσήνεγκας γὰρ ἀγάπην, τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν. Εἰ γὰρ οἱ κλαίοντες δοκοῦσι τοῦ πένθους κοινωνεῖν, καὶ μεγάλα χαρίζονται τοῖς πενθοῦσι, καὶ τὸ πολὺ τῆς ὀδύνης ἀφαιροῦσι, πολλῷ μᾶλλον καὶ οἱ χαίροντες μείζονα ποιοῦσι τὴν ἡδονήν. Ὅσον γὰρ κακὸν τὸ μὴ ἔχειν τοὺς συλλυπουμένους, ἄκουε τοῦ Προφήτου λέγοντος· Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε. ∆ιὰ τοῦτο καὶ Παῦλός φησι· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Αὔξησον τὴν ἡδονήν· ἂν ἴδῃς τὸν ἀδελφὸν εὐδοκιμοῦντα, μὴ εἴπῃς, Ἐκείνου ἡ εὐδοκίμησις, ἐγὼ τίνος ἕνεκεν χαίρω; οὐκ ἀδελφοῦ ταῦτα τὰ ῥήματα, ἀλλὰ πολεμίου. Ἂν θέλῃς, οὐκ ἐκείνου ἐστὶν, ἀλλὰ σοῦ· σὺ κύριος ποιῆσαι αὐτὴν μείζονα, ἂν μὴ κατηφὴς ᾖς, ἀλλ' ἡσθῇς, ἂν φαιδρὸς γένῃ, ἂν γεγανωμένος. Καὶ ὅτι οὕτως ἔχει τὸ πρᾶγμα, ἐκεῖθεν δῆλον· Οἱ φθονοῦντες οὐκ ἐκείνοις φθονοῦσι μόνοις τοῖς εὐδοκιμοῦσιν, ἀλλὰ καὶ τοῖς ταῖς ἐκείνων εὐδοκιμήσεσι χαίρουσιν· οὕτως ἴσασιν ὅτι καὶ οὗτοι ἐν τῇ εὐδοκιμήσει εἰσὶ, καὶ οὗτοι μάλιστά εἰσιν οἱ σεμνυνόμενοι. Ἐκεῖνος μὲν γὰρ καὶ ἐρυθριᾷ σφόδρα ἐγκωμιαζόμενος· οὗτος δὲ μετὰ πολλῆς τῆς ἡδονῆς ἐγκαλλωπίζεται. Οὐχ ὁρᾶτε ἐπὶ τῶν ἀθλητῶν πῶς ὁ μὲν στεφανοῦται, ὁ δὲ οὐ στεφανοῦται; ἡ δὲ ὀδύνη καὶ χαρὰ τῶν ἐραστῶν ἐστι καὶ τῶν μισούντων· ἐκεῖνοι πηδῶσιν, ἐκεῖνοι σκιρτῶσιν. Ὅρα πόσον ἐστὶ τὸ μὴ φθονεῖν· ἑτέρου ὁ πόνος, καὶ σοῦ ἡ ἡδονή· ἕτερος τὸν στέφανον περίκειται, καὶ σὺ σκιρτᾷς, σὺ ἐγκαλλωπίζῃ. Εἰπὲ γάρ μοι, ἄλλος νενίκηκε, σὺ τί πηδᾷς; Ἀλλ' ἴσασι κἀκεῖνοι καλῶς, ὅτι κοινὸν τὸ γενόμενον. ∆ιὰ τοῦτο τούτῳ μὲν οὐκ ἐγκαλοῦσιν οἱ φθονοῦντες, πειρῶνται δὲ καταβάλλειν τὴν νίκην· καὶ ἀκούεις ῥήματα τοιαῦτα λεγόντων αὐτῶν· Ἐξήλειψά σε, καὶ, Κατέβαλόν σε· καίτοι γε ἑτέρου τὸ ἔργον, ἀλλὰ τὸ ἐγκώμιον σόν. Εἰ δὲ ἐν τοῖς ἔξωθεν τοσοῦτον ἀγαθὸν τὸ μὴ φθονεῖν, ἀλλ' οἰκειοῦσθαι τὰ ἑτέρου ἀγαθὰ, πολλῷ μᾶλλον ἐπὶ τῇ νίκῃ τοῦ διαβόλου· τότε γὰρ καθ' ἡμῶν πλέον πνεῖ, δηλονότι ὡς πλέον ἡδομένων. Καίτοι γε μιαρὸς ὢν οἶδεν ἀκριβῶς ὅτι μεγάλη αὕτη ἡ ἡδονή. Θέλεις αὐτὸν λυπῆσαι; ἥσθητι καὶ χάρηθι. Θέλεις αὐτὸν εὐφρᾶναι; σκυθρωπὸς γενοῦ· τὴν ἐκ τῆς νίκης τοῦ ἀδελφοῦ γενομένην αὐτῷ λύπην ἐπικουφίζεις διὰ τῆς σῆς ἀθυμίας· μετ' ἐκείνου ἵστασαι ἀποσχισθεὶς τοῦ ἀδελφοῦ· μεῖζον ἢ ἐκεῖνος ποιεῖς κακόν. Οὐ γάρ ἐστιν ἴσον ἐχθρὸν ὄντα τὰ τῶν ἐχθρῶν ποιεῖν, καὶ φίλον ὄντα μετὰ τῶν ἐχθρῶν ἵστασθαι· οὗτος τῶν ἐχθρῶν μιαρώτερος. Εἰ εὐδοκίμησεν ὁ ἀδελφὸς, ἢ λέγων, ἢ ἐπιδεικνύμενος, ἢ κατορθῶν, γενοῦ κοινωνὸς τῆς εὐδοκιμήσεως, δεῖξον ὅτι μέλος ἐστὶ σόν.
δʹ. Καὶ πῶς, φησίν; ἐγὼ γὰρ οὐκ εὐδοκιμῶ. Μὴ φθέγξῃ ποτὲ τὸ ῥῆμα τοῦτο· σύνελε τὰ χείλη. Εἴ γε πλησίον μου ἦς ὁ ταῦτα λέγων, ἐπέθηκα ἂν καὶ τὴν χεῖρα τοῖς χείλεσι, μή ποτε ἀκούσῃ ὁ ἐχθρός. Πολλάκις πρὸς ἀλλήλους ἔχθρας ἔχομεν, καὶ τοῖς ἐχθροῖς οὐκ ἐπιδεικνύμεθα· τῷ διαβόλῳ οὖν ἐπιδείκνυσαι σύ. Μὴ εἴπῃς τοῦτο, μὴ ἐννοήσῃς· ἀλλὰ καὶ τοὐναντίον· Μέλος ἐστὶν ἐμόν· εἰς τὸ σῶμα διαβαίνει ἡ δόξα. Τί οὖν, φησὶν, ὅτι οἱ ἔξωθεν οὐχ οὕτω διάκεινται; Ὅτι σὺ αἴτιος· ὅταν ἴδωσί σε ἀλλοτριούμενον αὐτοῦ τὴν ἡδονὴν, καὶ αὐτοὶ ἀλλοτριοῦνται· ὡς ἂν ἴδωσί σε οἰκειούμενον, οὐ τολμῶσιν· ἀλλ' ὁμοίως εἶ καὶ σὺ λαμπρός. Οὐκ εὐδοκίμησας λέγων, ἀλλ' εὐδοκίμησας συνηδόμενος μειζόνως, ἢ ἐκεῖνος. Εἰ γὰρ ἡ ἀγάπη μέγα καὶ πάντων κεφάλαιον, σὺ τὸν ἐκ ταύτης ἔλαβες στέφανον· ἐκεῖνος τὸν ἐκ τῆς ῥητορείας, σὺ τὸν ἐκτοῦ σφόδρα φιλεῖν· ἐκεῖνος ἐπεδείξατο ῥημάτων ἰσχὺν, σὺ διὰ τῶν ἔργων τὸν φθόνον κατέβαλες, ἐπάτησας τὴν βασκανίαν. Ὥστε εἰκότως ἂν μᾶλλον ἐκείνου στεφανωθείης· λαμπρότερος ὁ σὸς ἀγών· οὐκ ἐπάτησας μόνον τὴν βασκανίαν, ἀλλὰ καὶ ἕτερον τι πεποίηκας. Ἐκεῖνος ἕνα ἔχει στέφανον μόνον, σὺ δὲ δύο, καὶ τοὺς δύο τοῦ ἑνὸς λαμπροτέρους. Ποίους τούτους; Ἕνα μὲν ὃν ἀνείλου κατὰ τοῦ φθόνου, δεύτερον δὲ ὃν ἀνεδήσω ἐκ τῆς ἀγάπης. Οὐ γὰρ τοῦ καθαρὸν εἶναι φθόνου τεκμήριον μόνον τὸ συνήδεσθαι, ἀλλὰ καὶ τοῦ ἀγάπην ἔχειν ἐῤῥιζωμένην. Ἐκείνῳ πολλάκις καὶ ἀνθρώπινόν τι διενοχλεῖ πάθος, οἷον ἡ κενοδοξία· σὺ δὲ παντὸς εἶ πάθους καθαρός· οὐ γὰρ δὴ κενοδοξῶν χαίρεις ἐπὶ τοῖς ἑτέρου καλοῖς. Ὤρθωσε τὴν ἐκκλησίαν ἐκεῖνος, εἰπέ μοι; ηὔξησε τὸν σύλλογον; ἐπαίνεσον πάλιν· ἔχεις διπλοῦς τοὺς στεφάνους· τὸν φθόνον κατέβαλες, τὴν ἀγάπην ἀνεδήσω. Ναὶ δέομαι, καὶ ἀντιβολῶ. Βούλει καὶ τρίτον ἀκοῦσαι στέφανον; τοῦτον οἱ κάτω κροτοῦσιν ἄνθρωποι, σὲ οἱ ἄνω ἄγγελοι. Οὐ γάρ ἐστιν ἴσον εὐέπειαν ἐπιδείκνυσθαι, καὶ παθῶν κρατεῖν. Οὗτος ὁ ἔπαινος πρόσκαιρος, ἐκεῖνος αἰώνιος· οὗτος ἐξ ἀνθρώπων, ἐκεῖνος ἐκ Θεοῦ· οὗτος φαίνεται ἐστεφανωμένος, σὺ δὲ ἐν τῷ κρυπτῷ στεφανοῦσαι, ὅπου ὁ Πατήρ σου ὁρᾷ. Εἰ τὸ σῶμα ἀποσχίσαντα τὴν ἑκάστου ψυχὴν ἦν ἰδεῖν, ἔδειξα ἄν σοι τοῦτον ἐκείνου σεμνότερον, μᾶλλον ἀποστίλβοντα. Πατήσωμεν τὰ κέντρα τῆς βασκανίας, ἑαυτοὺς ἐντεῦθεν ὠφελοῦμεν ἀγαπητοὶ, αὐτοὶ ἀναδησόμεθα τὸν στέφανον. Ὁ βασκαίνων, τῷ Θεῷ μάχεται, οὐκ ἐκείνῳ· ὅταν γὰρ ἴδῃ χάριν ἔχοντα, καὶ ἀλγῇ, καὶ βούληται καθαιρεῖσθαι τὴν Ἐκκλησίαν, οὐκ ἐκείνῳ μάχεται, ἀλλὰ τῷ Θεῷ. Εἰπὲ γάρ μοι, εἴ τις κόρην ἐκαλλώπιζε βασιλέως, καὶ εὐδοκίμει καλλωπίζων αὐτὴν καὶ σεμνὴν ἐργαζόμενος, ἕτερος δέ τις ἐβούλετο ταύτην ἀσχημονῆσαι, καὶ μὴ δυνηθῆναι καλλωπίσαι, τίνι ἂν ἐπεβούλευσε, τούτῳ ἢ ἐκείνῃ καὶ τῷ ταύτης πατρί; Οὕτω καὶ νῦν σὺ ὁ βασκαίνων μάχῃ τῇ Ἐκκλησίᾳ, τῷ Θεῷ πολεμεῖς. Ἐπειδὴ γὰρ τῇ εὐδοκιμήσει τοῦ ἀδελφοῦ συμπέπλεκται καὶ ἡ τῆς Ἐκκλησίας ὠφέλεια, ἀνάγκη, ταύτης καταλυομένης, κἀκείνην καταλύεσθαι· ὥστε κατὰ τοῦτο, ἔργον σατανικὸν ποιεῖς, ἐπιβουλεύων τῷ σώματι τοῦ Χριστοῦ. Πρὸς τοῦτον ἀλγεῖς τὸν οὐδὲν ἠδικηκότα. πολλῷ δὲ μᾶλλον πρὸς τὸν Χριστόν. Τί σε ἠδίκησεν, ὅτι οὐκ ἀφίης τὸ σῶμα αὐτοῦ καλλωπισθῆναι τῷ κάλλει; ὅτι οὐκ ἀφίης τὴν νύμφην κοσμηθῆναι; Θέα δέ μοι τὴν τιμωρίαν, ὅση· Τοὺς ἐχθροὺς εὐφραίνεις τοὺς σοὺς, καὶ αὐτὸν ἐκεῖνον τὸ εὐδοκιμοῦντα, ὃν βούλει λυπῆσαι φθονῶν, μᾶλλον αὐτὸν εὐφραίνεις, μᾶλλον δεικνύεις, ὅτι ηὐδοκίμησε βασκαίνων· οὐ γὰρ ἂν ἐβάσκηνας μᾶλλον δεικνύεις ὅτι τιμωρῇ. Αἰσχύνομαι μὲν οὖν ἀπὸ τούτων προτρέπων· πλὴν ἀλλ' ἐπειδὴ οὕτως ἀσθενῶς διακείμεθα, καὶ ἀπὸ τούτων παιδευθέντες τοῦ ὀλεθρίου τούτου πάθους ἀπαλλαγῶμεν. Ἀλγεῖς ὅτι ηὐδοκίμησε; τί οὖν τὴν εὐδοκίμησιν αὐτοῦ ἐπαίρεις φθονῶν; Βούλει αὐτὸν τιμωρήσασθαι; Τί οὖν δεικνύεις ὅτι ἀλγεῖς; τί τιμωρίαν σαυτὸν ἀπαιτεῖς ἔμπροσθεν τούτου, ὃν βούλει μὴ εὐδοκιμεῖν; ∆ιπλῆ λοιπὸν ἔσται ἡ ἡδονὴ τούτῳ καὶ σοὶ ἡ τιμωρία, οὐ μόνον ὅτι μέγαν δεικνύεις αὐτὸν, ἀλλ' ὅτι καὶ ἑτέραν αὐτῷ ἐντίκτεις ἡδονὴν τιμωρούμενος σαυτόν· καὶ πάλιν ὑπὲρ ὧν ἀλγεῖς, ἐκεῖνος ἥδεται, σοῦ φθονοῦντος. Ὅρα πῶς πληγὰς χαλεπὰς ἑαυτοῖς διδόαμεν, καὶ οὐκ αἰσθανόμεθα. Ἀλλ' ἐχθρός ἐστι. Καίτοι γε διὰ τί ἐχθρός; Τί ἠδίκησεν; Ἀλλ' ὅμως τὸν ἐχθρὸν λαμπρότερον ποιοῦμεν, καὶ ἡμᾶς αὐτοὺς πλέον κολάζομεν τούτῳ. Πάλιν ἑαυτοὺς τιμωρούμεθα, ἂν αἰσθώμεθα ὅτι ἔγνω ἐκεῖνος. Ἴσως μὲν γὰρ ἐκεῖνος οὐχ ἥδεται· ἡμεῖς δὲ νομίζοντες ὅτι ἥδεται, πάλιν διὰ τοῦτο ἀλγοῦμεν. Οὐκοῦν παῦσαι φθονῶν· τί τραύματα ἑαυτῷ παρέχεις; Ταῦτα ἐννοήσωμεν, ἀγαπητοὶ, τοὺς στεφάνους τοὺς διπλοῦς τῶν μὴ φθονούντων, τοὺς ἐπαίνους τοὺς παρὰ ἀνθρώπων, τοὺς παρὰ Θεοῦ, τὰ κακὰ τὰ ἀπὸ τῆς βασκανίας· καὶοὕτω δυνησόμεθα σβέσαι τὸ θηρίον, καὶ εὐδοκιμῆσαι ἔμπροσθεν τοῦ Θεοῦ, καὶ τῶν αὐτῶν τυχεῖν τοῖς εὐδοκιμοῦσι. Τευξόμεθα γὰρ ἴσως· κἂν μὴ τύχωμεν δὲ, διὰ τὸ συμφέρον οὐ τευξόμεθα· πλὴν καὶ οὕτω δυνησόμεθα εἰς δόξαν Θεοῦ ζήσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου