Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62
∆ʹ.Καὶ ὑμᾶς ποτε ἐχθροὺς ὄντας καὶ ἀπηλλοτριωμένους τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξε τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους καὶ ἐνώπιον αὐτοῦ.
αʹ. Ἐνταῦθα λοιπὸν δείκνυσιν, ὅτι καὶ ἀναξίους ὄντας καταλλαγῆς κατήλλαξε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους ἦσαν, δείκνυσι τὴν συμφορὰν, ἐν ᾗ ἦσαν. Ἀλλ' ἵνα μὴ ἀκούσας ἐξουσίαν σκότους, ἀνάγκην νομίσῃς εἶναι, ἐπάγει· Καὶ ὑμᾶς ὄντας ἀπηλλοτριωμένους· ὥστε δοκεῖ μὲν τὸ αὐτὸ λέγειν, οὐκ ἔστι δέ· οὐ γάρ ἐστιν ἴσον ἀνάγκῃ κακῶς παθόντα, καὶ ἑκόντα τοῦτο ὑπομείναντα ἀπαλλάξαι τῶν δεινῶν. Ἐκεῖνος μὲν γὰρ ἐλεεῖσθαι ἄξιος, οὗτος δὲ μισεῖσθαι. Ἀλλ' ὅμως ὑμᾶς, φησὶν, οὐχὶ ἄκοντας οὐδὲ ἀναγκαζομένους, ἀλλ' ἑκόντας καὶ μετὰ τοῦ βούλεσθαι ἀποπηδῶντας αὐτοῦ, καὶ ἀναξίους ὄντας ἀπήλλαξε.
Καὶ ἐπειδὴ τῶν ἐν τοῖς οὐρανοῖς ἐμνήσθη, δείκνυσιν ὅτι ἡ ἔχθρα πᾶσα ἐντεῦθεν εἶχε τὴν ἀρχὴν, οὐκ ἐκεῖθεν. Ἐκεῖνοι μὲν γὰρ πάλαι ἐβούλοντο, καὶ ὁ Θεός· ὑμεῖς δὲ οὐκ ἠθελήσατε. Καὶ διόλου δείκνυσι τοὺς ἀγγέλους μηδὲν ἰσχύσαντας ἐν τοῖς κάτω χρόνοις, εἴ γε ἔμενον ἐχθροὶ, καὶ οὔτε πεῖσαι ἠδύναντο, οὔτε πεισθέντας ἀπαλλάξαι τοῦ διαβόλου. Οὐδὲ γὰρ τὸ πεῖσαι εἶχέ τι κέρδος, τοῦ κατέχοντος μὴ δεθέντος· οὐδὲ τὸ δεθῆναι εἶχέ τι κέρδος, τῶν κατεχομένων μὴ βουλομένων ἐπανελθεῖν. Ἀλλ' ἀμφότερα ἔδει, ὧν ἐκεῖνοι μὲν οὐδὲν, ὁ Χριστὸς δὲ ἀμφότερα πεποίηκεν. Ὥστε τοῦ τὸν θάνατον λῦσαι θαυμασιώτερον τὸ πεῖσαι. Ἐκεῖνο μὲν γὰρ ὅλον αὐτοῦ ἦν, καὶ αὐτὸς μόνος κύριος ἦν· τούτου δὲ οὐχὶ αὐτὸς μόνος, ἀλλὰ καὶ ἡμεῖς· εὐκολώτερον δὲ ταῦτα ἀνύομεν, ὧν αὐτοὶ κύριοί ἐσμεν. Ἅτε οὖν καὶ μεῖζον ὂν, ὕστερον αὐτὸ τίθησι. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐχθραίνοντας, ἀλλὰ, Ἀπηλλοτριωμένους, ὃ πολλῆς ἔχθρας ἐστίν· οὐδὲ ἠλλοτριωμένους, ἀλλὰ μηδὲ προσδοκῶντας ἐπανελθεῖν. Καὶ ἐχθροὺς, φησὶ, τῇ διανοίᾳ, διὰ τούτου δηλῶν, ὅτι οὐχὶ μέχρι τῆς προαιρέσεως μόνον ἡ ἀλλοτρίωσις ἦν αὐτῶν· ἀλλὰ τί; Καὶ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Καὶ ἐχθροὶ ἦτε, φησὶ, καὶ τὰ τῶν ἐχθρῶν ἐπράττετε. Νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ. Ἐνταῦθα τίθησι καὶ τὸν τρόπον τῆς καταλλαγῆς, ὅτι ἐν τῷ σώματι, καὶ ὅτι οὐχ ἁπλῶς πληγεὶς, οὐδὲ μαστιγωθεὶς, οὐδὲ πραθεὶς, ἀλλὰ καὶ ἀποθανὼν τῷ αἰσχίστῳ θανάτῳ. Πάλιν τοῦ σταυροῦ μέμνηται, καὶ πάλιν ἑτέραν τίθησιν εὐεργεσίαν. Οὐ γὰρ ἀπήλλαξε μόνον, ἀλλὰ καὶ ὅ φησιν ἀνωτέρω, Τῷ ἱκανώσαντι ἡμᾶς, τοῦτο δὲ καὶ ἐνταῦθα αἰνίττεται. ∆ιὰ τοῦ θανάτου αὑτοῦ, φησὶ, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ. Οὐ γὰρ δὴ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐν τοῖς εὐδοκιμηκόσι κατέστησεν. Οὐ γὰρ ἵνα κακῶν ἀπαλλάξῃ μόνον τοσαῦτα ἔπαθεν, ἀλλ' ἵνα καὶ τῶν πρώτων ἐπιτύχωμεν· ὥσπερ ἂν εἴ τις κατάδικον μὴ μόνον τῆς τιμωρίας ἐλευθερώσῃ, ἀλλὰ καὶ εἰς τιμὴν ἀναγάγῃ. Καὶ τοῖς οὐδὲν ἡμαρτηκόσιν ἐγκατέταξε· μᾶλλον δὲ οὐ τοῖς μὴ ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς κατωρθωκόσι τὰ μέγιστα· καὶ τὸ δὴ μεῖζον, ὅτι ἁγιωσύνην τὴν κατενώπιον αὐτοῦ δέδωκε. Τὸ δὲ ἀνέγκλητον, ἐπίτασις τοῦ ἀμώμου· ἀνέγκλητον γὰρ τότε λέγεται, ὅταν μηδὲ μέχρι καταγνώσεως, μηδὲ μέχρι ἐγκλήματος ᾖ τι πεπραγμένον ἡμῖν. Ἀλλ' ἐπειδὴ τὸ ὅλον αὐτοῦ τέθεικεν εἰπὼν, ὅτι διὰ τοῦ θανάτου ταῦτα κατώρθωσεν, ἵνα μή τις εἴπῃ, Οὐκοῦν οὐδενὸς χρῄζομεν, διὰ τοῦτο ἐπήγαγεν· Εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου. Τὴν ῥᾳθυμίαν αὐτῶν ἐνταῦθα ἐπικόπτει. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐπιμένετε· ἔστι γὰρ ἐπιμένειν σαλευόμενον, καὶ διχοστατοῦντα· ἔστιν ἑστάναι καὶ μένειν περιφερόμενον. Εἴ γε ἐπιμένετε, φησὶ, τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι. Βαβαὶ, ἡλίκῃ κέχρηται τροπῇ. οὐ μόνον μὴ σαλευόμενοι, φησὶν, ἀλλὰ μηδὲ κινούμενοι. Καὶ ὅρα· οὐδὲν φορτικὸν τέως τίθησιν, οὐδὲ ἐπίπονον, ἀλλὰ πίστιν καὶ ἐλπίδα. Τουτέστιν, ἐὰν μένητε πιστεύοντες, ὅτι ἀληθὴς ἡ ἐλπὶς τῶν μελλόντων. Ἐνταῦθα μὲν γὰρ δυνατόν· ἐπὶ δὲ τῆς ἀρετῆς οὐκ ἔνι μὴ μετασαλευθῆναι, κἂν μικρόν· οὕτως οὐκ ἔστιν ἐπαχθές. Ἀπὸ τῆς ἐλπίδος, φησὶ, τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Τίς δέ ἐστιν ἡ ἐλπὶς τοῦ Εὐαγγελίου, ἀλλ' ἢ ὁ Χριστός; Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ πάντα ταῦτα ὁ ἐργασάμενος. Ὥστε ὁ ἑτέροις ἐπιγράφων, μετακεκίνηται· πάντα γὰρ ἀπώλεσεν, ἐὰν μὴ εἰς τὸν Χριστὸν πιστεύῃ. Ἠκούσατε, φησί. Πάλιν αὐτοὺς φέρει μάρτυρας, εἶτα τὴν οἰκουμένην ἅπασαν. Οὐ λέγει, τοῦ
κηρυττομένου, ἀλλ', ἤδη πιστευθέντος καὶ Κηρυχθέντος· ὅπερ καὶ ἀρχόμενος ἐποίησεν, ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας καὶ τούτους στῆσαι βουλόμενος. Οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. Καὶ τοῦτο εἰς τὸ ἀξιόπιστον συντελεῖ. Ἐγὼ, φησὶ, Παῦλος διάκονος. Μέγα γὰρ αὐτοῦ ἦν τὸ ἀξίωμα λοιπὸν πανταχοῦ ᾀδομένου, καὶ τῆς οἰκουμένης ὄντος διδασκάλου. Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία.
βʹ. Καὶ ποία αὕτη ἀκολουθία; ∆οκεῖ μὲν ἀπηρτῆσθαι, πολλὴν δὲ ἔχει τὴν ἀκολουθίαν. Καὶ, ∆ιάκονος, φησίν· ἀντὶ τοῦ, οὐδὲν παρ' ἐμαυτοῦ εἰσφέρων, ἀλλὰ τὰ ἑτέρου καταγγέλλων. Οὕτω δὲ πιστεύω, ὅτι καὶ πάσχω ὑπὲρ αὐτοῦ· καὶ οὐ πάσχω μόνον, ἀλλὰ καὶ χαίρω πάσχων, πρὸς τὴν ἐλπίδα τὴν μέλλουσαν ἀφορῶν· καὶ πάσχω οὐχ ὑπὲρ ἐμαυτοῦ, ἀλλ' ὑπὲρ ὑμῶν. Καὶ ἀνταναπληρῶ, φησὶ, τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. ∆οκεῖ μὲν μέγα εἶναι ὅπερ ἐφθέγξατο, ἀλλ' οὐκ ἔστιν ἀπονοίας, μὴ γένοιτο, ἀλλὰ καὶ πολλῆς φιλοστοργίας τῆς περὶ τὸν Χριστόν· οὐ γὰρ βούλεται αὐτοῦ εἶναι, ἀλλ' ἐκείνου τὰ πάθη. Οὕτω δὲ εἶπε, τούτους οἰκειῶσαι αὐτῷ βουλόμενος. Καὶ ἃ ἐγὼ πάσχω, δι' ἐκεῖνον πάσχω, φησίν· ὥστε μὴ ἐμοὶ χάριν ὁμολογεῖτε, ἀλλ' ἐκείνῳ· αὐτὸς γὰρ πάσχει ταῦτα. Ὥσπερ ἂν εἴ τις πεμφθεὶς πρός τινα, ἕτερον ἀξιώσειε λέγων· Παρακαλῶ σε, ὑπὲρ ἐμοῦ ἄπελθε πρὸς τόνδε· εἶτα ἐκεῖνος λέγοι, ὅτι ∆ιὰ τόνδε ταῦτα ποιῶ. Ὥστε οὐκ ἐπαισχύνεται καὶ ταῦτα αὐτοῦ παθήματα λέγειν. Οὐ γὰρ μόνον ἀπέθανεν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ μετὰ τὸ ἀποθανεῖν ἕτοιμός ἐστι θλιβῆναι δι' ἡμᾶς. Ἐφιλονείκησε καὶ ἐβιάσατο δεῖξαι αὐτὸν καὶ νῦν κινδυνεύοντα ὑπὲρ τῆς Ἐκκλησίας διὰ τοῦ ἰδίου σώματος, καὶ πρὸς ἐκεῖνο ἀποτείνεται, ὅτι Οὐ δι' ἡμῶν προσάγεσθε, ἀλλὰ δι' αὐτοῦ, κἂν ἡμεῖς ταῦτα ποιῶμεν· οὐ γὰρ οἰκεῖον ἔργον ἀνεδεξάμεθα, ἀλλὰ τὸ ἐκείνου. Καὶ ταυτόν ἐστιν, ὥσπερ ἂν εἴ τις τάξις λαχοῦσα στρατηγὸν τὸν ὑπερασπίζοντα αὐτῆς, καὶ ἐν τῷ πολέμῳ στήκοι, εἶτα ἀπελθόντος ἐκείνου, ὁ ὑποστράτηγος τὰ ἐκείνου τραύματα ἀναδέξοιτο μέχρι τοῦ λυθῆναι τὸν πόλεμον. Εἶτα ὅτι καὶ δι' αὐτὸν ταῦτα ποιεῖ, ἄκουσον. Ὑπὲρ τοῦ σώματος αὐτοῦ, φησί· τοῦτο θέλων εἰπεῖν, ὅτι Οὐχ ὑμῖν χαρίζομαι, ἀλλὰ τῷ Χριστῷ· ἃ γὰρ ἐκεῖνον ἔδει παθεῖν, ἐγὼ πάσχω ἀντ' αὐτοῦ· ὅρα πόσα κατασκευάζει. ∆είκνυσι πολὺ τὸ φίλτρον· ὥσπερ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγεν, Ἐν ἡμῖν ἔθετο τὴν διακονίαν τῆς καταλλαγῆς· καὶ πάλιν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· τοῦτο καὶ ἐνταῦθά φησιν, Ὑπὲρ αὐτοῦ πάσχω, ἵνα μᾶλλον αὐτοὺς ἐπισπάσηται. Τουτέστιν, Εἰ καὶ ὁ ὀφείλων ὑμῖν ἀπῆλθεν, ἀλλ' ἐγὼ ἀποδίδωμι. ∆ιὰ γὰρ τοῦτο καὶ Ὑστερήματα εἶπεν, ἵνα δείξῃ ὅτι οὐδὲ τὸ πᾶν ἡγεῖται οὐδέπω πεπονθέναι. Ὑπὲρ ὑμῶν, φησὶ, καὶ μετὰ θάνατον πάσχει, εἴ γε ἔτι ἐλλείμματα ἔμεινε. Τοῦτο ἐν τῇ πρὸς Ῥωμαίους ἑτέρως ποιεῖ λέγων· Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· δεικνὺς ὅτι οὐκ ἠρκέσθη τῷ θανάτῳ μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα μυρία ποιεῖ. Οὐ τοίνυν ἑαυτὸν ἐπαίρων ταῦτα λέγει, ἀλλὰ τὸν Χριστὸν δεῖξαι βουλόμενος ἔτι καὶ νῦν ὑπὲρ αὐτῶν φροντίζοντα. Καὶ τὸν λόγον ἀξιόπιστον δείκνυσι τῷ ἐπαγαγεῖν, Ὑπὲρ τοῦ σώματος αὐτοῦ. Ὅτι γὰρ οὕτως ἔχει, καὶ οὐδὲν ἀπεικὸς, δῆλον ἐκ τοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ ταῦτα γενέσθαι. Ὅρα πῶς ἡμᾶς συνῆψεν ἑαυτῷ. Τί τοίνυν ἐπεισάγετε διὰ μέσου ἀγγέλους; Ἧς ἐγὼ ἐγενόμην, φησὶ, διάκονος. Τί ἑτέρους ἐπεισάγετε ἀγγέλους; ἐγώ εἰμι διάκονος. Εἶτα δείκνυσιν ὅτι οὐδὲν αὐτὸς ἐποίησεν, εἴ γε διάκονός ἐστιν. Ἧς ἐγενόμην ἐγὼ, φησὶ, διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ οἰκονομίαν. Ἤτοι τοῦτό φησιν, ὅτι Οὕτως ἠθέλησεν, αὐτοῦ ἀπελθόντος, ἡμᾶς διαδέξασθαι τὴν οἰκονομίαν, ἵνα μὴ ὡς ἐγκαταλελειμμένοι διακέησθε· αὐτὸς γάρ ἐστιν ὁ παθὼν, αὐτὸς ὁ πρεσβεύων· ἢ τοῦτό φησιν, ὅτι Ἐμὲ τὸν μάλιστα πάντων διώκτην διὰ τοῦτο εἴασε διῶξαι, ἵνα ἀξιόπιστος ὦ κηρύσσων· ἢ οἰκονομίαν φησὶν, ὅτι Οὐκ ἔργα ἐζήτησεν οὐδὲ πράξεις οὐδὲ κατορθώματα, ἀλλὰ πίστιν καὶ βάπτισμα. Οὐ γὰρ ἂν ἑτέρως ἐδέξασθε τὸν λόγον. Εἰς ὑμᾶς, φησὶ, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ. Περὶ τῶν ἐθνῶν λέγει, δεικνὺς αὐτοὺς ἔτι σαλευομένους τῷ εἰπεῖν, Πληρῶσαι. Τὸ γὰρ ἔθνη ἀπεῤῥιμμένα δυνηθῆναι τοσοῦτον ὕψος δογμάτων δέξασθαι, οὐχὶ Παύλου ἦν, ἀλλ' οἰκονομίας τῆς τοῦ Θεοῦ· Ἐπεὶ ἐγὼ οὐκ ἂν ἴσχυσα, φησί. ∆είξας δὴ τὸ μεῖζον, τὰ αὐτοῦ παθήματα τοῦ Χριστοῦ ὄντα, τότε τὸ σαφέστερον ἐπάγει, ὅτι Καὶ τοῦτο τοῦ Θεοῦ ἐστι, τὸ πληρῶσαι τὸν λόγον εἰς ὑμᾶς. Καὶ δείκνυσιν ἐνταῦθα [οὐ] φανερῶς, ὅτι Καὶ τοῦτο οἰκονομίας, τὸ νῦν λεχθῆναι, ὅτι δύνασθε ἀκούειν, ἀλλ' οὐκ ἀμελείας, ἀλλ' ὥστε δεκτικοὺς γενέσθαι. Ὁ γὰρ Θεὸς οὐκ ἀθρόως πάντα ποιεῖ, ἀλλὰ κέχρηται συγκαταβάσει διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν. Καὶ τοῦτο αἴτιον τοῦ νῦν παραγενέσθαι τὸν Χριστὸν, ἀλλὰ μὴ πάλαι. Οὕτω καὶ δείκνυσιν ἐν τῷ Εὐαγγελίῳ ὅτι διὰ τοῦτο τοὺς δούλους ἀπέστειλε πρώτους, ἵνα μὴ ἐπὶ τὸν φόνον ἔλθωσι τοῦ υἱοῦ. Εἰ γὰρ οὐδὲ μετὰ τοὺς δούλους ἐλθόντα τὸν υἱὸν ᾐδέσθησαν, πολλῷ μᾶλλον πρὸ τούτου· εἰ τῶν ἐλαττόνων οὐκ ἤκουον προσταγμάτων, πῶς τῶν μειζόνων ἤκουσαν ἄν; Τί οὖν φησιν; Οὐκ εἰσὶν Ἰουδαῖοι καὶ νῦν, καὶ Ἕλληνες ἀτελέστερον διακείμενοι; Τοῦτο λοιπὸν ὑπερβολὴ ῥᾳθυμίας. Τὸ γὰρ μετὰ τοσοῦτον χρόνον, μετὰ τοσαῦτα διδάγματα ἔτι μένειν ἀτελεῖς, πολλῆς νωθείας ἐστίν.
γʹ. Ὅταν οὖν λέγωσιν Ἕλληνες, ∆ιὰ τί νῦν ἦλθεν ὁ Χριστός; μὴ τοῦτο ἀφῶμεν λέγειν αὐτοὺς, ἀλλ', εἰ μὴ κατώρθωσεν, ἐρωτῶμεν. Ὥσπερ γὰρ εἰ καὶ παρὰ τὴν ἀρχὴν ἦλθε καὶ μὴ κατώρθωσεν, οὐκ ἤρκει ἡμῖν πρὸς ἀπολογίαν ὁ καιρός· οὕτως, ἐπειδὴ κατώρθωσεν, οὐκ ἂν εἴημεν δίκαιοι τοῦ καιροῦ τὰς εὐθύνας ὑπέχειν. Οὐδὲ γὰρ ἰατρόν τις τὴν νόσον λύσαντα καὶ ἐπὶ ὑγείαν ἀγαγόντα ἀπαιτεῖ τῆς ἰατρείας τὰς εὐθύνας, οὐδὲ στρατηγὸν νενικηκότα τις ἐξετάζει, διὰ τί τῷδε τῷ καιρῷ, καὶ διὰ τί ἐν τῷδε τῷ τόπῳ. Ταῦτα γὰρ, μὴ κατορθώσαντος, ἦν ἐρωτᾷν· κατορθώσαντος δὲ, καὶ ἀποδέχεσθαι. Τίς γὰρ, εἰπέ μοι, ἀξιοπιστότερος; ὁ σὸς λογισμὸς καὶ ἡ συκοφαντία, ἢ ἡ τοῦ πράγματος τελειότης; ἐνίκησεν, ἢ οὐκ ἐνίκησε; τοῦτο δεῖξον· ἐκράτησεν, ἢ οὐκ ἐκράτησεν; ἐξήγαγεν εἰς τέλος ἅπερ εἶπεν, ἢ οὔ; Αὗταί εἰσιν αἱ εὐθῦναι. Εἰπὲ δή μοι, Θεὸν πάντως ὁμολογεῖς εἶναι, εἰ καὶ μὴ Χριστόν; ἐρωτῶ δή σε· ἄναρχος ὁ Θεός; Πάντως ἐρεῖς. Εἰπὲ δή μοι, διὰ τί μὴ πρὸ μυρίων ἐτῶν τοὺς ἀνθρώπους ἐποίησε; πλείονα γὰρ ἔμελλον ζήσεσθαι χρόνον. Εἰ γὰρ καλὸν τὸ εἶναι, πολλῷ μᾶλλον τὸ ἐπιπλεῖον εἶναι. Νῦν δὲ ἐζημιώθησαν ὃν οὐκ ἐγένοντο χρόνον; Ἀλλ' οὐκ ἐζημιώθησαν· τὸ δὲ πῶς, αὐτὸς οἶδεν ὁ πεποιηκώς. Πάλιν σε ἐρωτῶ, διὰ τί μὴ πάντας ἀθρόον ἐποίησεν, ἀλλ' ἡ μὲν τοῦ δεῖνος ψυχὴ τοῦ πρώτου γενομένου τοσαῦτα ἔτη ἔχει οὖσα, ἡ δὲ ἑτέρα ἠλάττωται ἡ μηδέπω γενομένη; διὰ τί τὸν μὲν πρῶτον, τὸν δὲ ὕστερον ἐποίησεν εἰς τόνδε παραχθῆναι τὸν κόσμον; καὶ τοιαῦτα ὄντως ζητήσεως ἄξια, ἀλλ' οὐ πολυπραγμοσύνης· τοῦτο γὰρ οὐδὲ ζητήσεως. Ἐγὼ δὲ ἐρῶ τὴν αἰτίαν ἥνπερ εἶπον· ὑπόθου γάρ μοι τὴν ἀνθρωπίνην φύσιν ὥσπερ μίαν τινὰ ἡλικίαν, καὶ τοὺς μὲν πρώτους χρόνους μειρακίου τάξιν ἔχειν τὸ γένος τὸ ἡμέτερον, τοὺς δὲ μετ' ἐκεῖνο νεανίσκου, τούτους δὲ τοὺς ἐγγὺς τοῦ γήρως πρεσβύτου. Λοιπὸν ὅταν ἡ ψυχὴ ἀκμάζῃ, τῶν τοῦ σώματος μελῶν χαλασθέντων, καὶ τοῦ πολέμου λυθέντος, τότε ἤχθημεν ἐπὶ τὴν φιλοσοφίαν. Καὶ μὴν τοὐναντίον, φησί· μειράκια ὄντα διδάσκομεν, ἀλλ' οὐ τὰ μεγάλα δόγματα, ἀλλὰ ῥητορείαν, ἀλλὰ δεινότητα λόγων· ταῦτα μὲν οὖν, ὅταν ἀκμάζοντα γένηται. Ὅρα καὶ τὸν Θεὸν ταῦτα ποιοῦντα ἐπὶ τῶν Ἰουδαίων. Καθάπερ γὰρ παιδίοις τοῖς Ἰουδαίοις γραμματιστὴν τὸν Μωϋσέα οὕτως αὐτοῖς ἐπέστησε, καὶ ὡς παιδία, οὕτως αὐτοὺς ἀνήγαγεν ἐκεῖνος σκιαγραφῶν, καθάπερ ἡμεῖς τὰ στοιχεῖα. Σκιὰν γὰρ ἦν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων. Καθάπερ οὖν ἡμεῖς τοῖς παιδίοις καὶ πλακοῦντας ὠνούμεθα, καὶ ἀργύρια δίδομεν, ἓν μόνον παρ' αὐτῶν ἀπαιτοῦντες, τὸ τέως βαδίζειν ἐπὶ τὸ διδασκαλεῖον· οὕτω καὶ ὁ Θεὸς τότε καὶ πλοῦτον ἔδωκε καὶ τρυφὴν, ἓν παρ' αὐτῶν ὠνούμενος μόνον διὰ τῆς πολλῆς συγχωρήσεως τὸ ἀκούειν Μωϋσέως. ∆ιὰ τοῦτο αὐτοὺς διδασκάλῳ παρέδωκεν, ἵνα μὴ αὐτοῦ καταφρονῶσιν, ἀλλὰ περιέχωνται καθάπερ πατρὸς φιλοστόργου. Ὅρα γὰρ πῶς ἐκεῖνον μόνον ἐδεδοίκεσαν. Οὐ γὰρ εἶπον, Ποῦ ἐστιν ὁ Θεός; ἀλλὰ, Ποῦ ἐστι Μωϋσῆς; καὶ παρὼν μόνον φοβερὸς ἦν. Ὅτε γοῦν κακῶς ἔπραξαν, ὅρα πῶς αὐτοὺς ἐκόλασεν. Ὁ μὲν γὰρ Θεὸς αὐτοὺς ἀποκηρῦξαι ἐβούλετο, αὐτὸς δὲ οὐκ ἀφίησι· μᾶλλον δὲ τὸ ὅλον τοῦ Θεοῦ γέγονε, καθάπερ πατρὸς ἀπειλοῦντος, ἐκείνου δὲ αὐτὸν οἱονεὶ διδασκάλου παραιτουμένου, καὶ λέγοντος, ὅτι Ἐμοὶ συγχώρησον, καὶ ἐκ τοῦ νῦν ἀναδέχομαι. Οὕτως ἐγένετο διδασκαλεῖον ἡ ἔρημος. Καὶ καθάπερ παιδία χρονίσαντα ἐπὶ τῆς διατριβῆς, ἀναχωρῆσαι βούλεται· οὕτω καὶ ἐκεῖνοι τότε συνεχῶς τὴν Αἴγυπτον ἐζήτουν, καὶ ἔκλαιον λέγοντες· Ἀπολώλαμεν, ἐξανηλώμεθα, παραπολώλαμεν. Καὶ τὴν πινακίδα αὐτῶν συνέτριψεν ὁ Μωϋσῆς, ἐφ' ἧς γράψας αὐτοῖς ἦν καθάπερ ὀνόματά τινα· ταυτὸ ποιῶν, ὅπερ καὶ διδάσκαλος ποιήσειεν ἂν, τὴν δέλτον λαβὼν, καὶ ἰδὼν κακῶς γεγραμμένην, καὶ αὐτὴν ῥίπτει τὴν δέλτον, πολὺν τὸν θυμὸν ἐνδείξασθαι βουλόμενος· κἂν κατεάξῃ, ὁ πατὴρ οὐ χολᾷ. Αὐτὸς μὲν γὰρ ἐνέκειτο γράφων· ἐκεῖνοι δὲ οὐχ ὁρῶντες εἰς αὐτὸν, ἀλλ' ἑτέρωθι ἐστραμμένοι ἠτάκτουν· καὶ καθάπερ ἐν τῇ διατριβῇ ἀλλήλους τύπτουσιν οἱ παῖδες, οὕτω καὶ τότε ἀλλήλους τύπτειν ἐκέλευσε καὶ ἀναιρεῖν. Καὶ πάλιν καθάπερ μαθήματα διδοὺς, εἶτα ἀπαιτῶν, καὶ οὐχ εὑρίσκων, ἐκόλαζεν. Οἷόν τι λέγω· γράμματα τῆς δυνάμεως τοῦ Θεοῦ ἦσαν γνωριστικὰ τὰ ἐν Αἰγύπτῳ. Ναὶ, φησίν· ἀλλὰ ταῦτα τὰ γράμματα τὰς πληγὰς ἐδήλου, καὶ ὅτι τοὺς ἐχθροὺς κολάζει, καὶ διδασκαλεῖον αὐτοῖς ἦν ἀκριβές. Τί γὰρ ἦν ἄλλο ἡ κόλασις τῶν ἐχθρῶν, ἀλλ' ἢ ὑμετέρα εὐεργεσία; Ἄλλως δὲ καὶ εὐηργέτει ὑμᾶς· καὶ ταυτὸν γέγονεν, οἷον ἂν εἴ τις λέγοι μὲν εἰδέναι τὰ στοιχεῖα, σποράδην δὲ ἐρωτώμενος μὴ εὑρίσκοι, καὶ τύπτοιτο. Οὕτω κἀκεῖνοι ἔλεγον μὲν εἰδέναι τὴν δύναμιν τοῦ Θεοῦ, σποράδην δὲ ἀπαιτούμενοι τὴν γνῶσιν, αὐτὴν οὐ παρείχοντο· διὸ καὶ ἐτύπτοντο. Εἶδες ὕδωρ; ὀφείλεις ἀναμνησθῆναι τοῦ ὕδατος τοῦ ἐν Αἰγύπτῳ. Ὁ γὰρ ἀπὸ ὕδατος αἷμα ποιήσας, δυνήσεται καὶ τοῦτο ποιῆσαι· ὥσπερ καὶ ἡμεῖς λέγομεν πολλάκις τοῖς παιδίοις· Ὅταν ἴδῃς ἐν τῷ βιβλίῳ τὸ, α, στοιχεῖον, ἀναμνήσθητι ὅτι ἐν τῇ πινακίδι αὐτὸ εἶχες. Εἶδες λιμόν; ἀναμνήσθητι ὅτι αὐτὸς ἦν ὁ τὰ γεννήματα ἀπολέσας. Εἶδες πολέμους; ἀναμνήσθητι τοῦ καταποντισμοῦ. Εἶδες ὅτι μεγάλοι οἱ τὴν γῆν οἰκοῦντες; ἀλλ' οὐ τῶν Αἰγυπτίων μείζους. Εἶτα ὁ ἐκ μέσου αὐτῶν σε λαβὼν, οὐ πολλῷ μᾶλλον ἔξωθεν ὄντα σώσειεν ἄν; Ἀλλ' οὐκ ᾔδεσαν σκορπιστὰ ἐρωτᾶσθαι τὰ στοιχεῖα· διὰ τοῦτο ἐτύπτοντο. Ἔφαγον καὶ ἔπιον, καὶ ἀπελάκτισαν. Ἔδει ἐν τῷ μάννα μὴ ζητεῖν τρυφὴν, τὸ ἀπὸ ταύτης μαθόντας κακόν. Καὶ ταυτὸν ἐποίουν, οἷον εἰ ἐλεύθερος παῖς εἰς διδασκαλεῖον πεμπόμενος, ἐπιζητοίη τὸ μετὰ τῶν δούλων ἄγεσθαι, καὶ ὑπηρετεῖν αὐτοῖς, καὶ τὴν ἀναγκαίαν καὶ ἐλευθέρῳ πρέ πουσαν τροφὴν λαβὼν, καὶ ἐν τῇ τοῦ πατρὸς τραπέζῃ καθήμενος, τῆς τῶν οἰκετῶν ἀπολαύειν θέλοι τῆς δυσώδους, τῆς ταραχῆς ἐμπεπλησμένης. Οὕτω καὶ οὗτοι Αἴγυπτον ἐζήτουν, καὶ ἔλεγον τῷ Μωϋσῇ, Ναὶ, Κύριε, πάντα ὅσα ἂν εἴπῃς ποιήσομεν, καὶ ἀκουσόμεθα. Καὶ ὅπερ ἐπὶ τῶν σφόδρα δυσδιορθώτων παίδων γίνεται, τοῦ πατρὸς αὐτοὺς ἀνελεῖν βουλομένου, ὁ διδάσκαλος
παραιτεῖται συνεχῶς, τοῦτο καὶ τότε ἐγίνετο. δʹ. Τί δὴ ταῦτα ἡμῖν εἴρηται; Ὅτι παίδων οὐδὲν διαφέρομεν. Βούλει ἀκοῦσαι καὶ τὰ δόγματα αὐτῶν, πῶς παίδων ἐστί; Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, φησὶ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Εἰκότως· οὐδὲν γὰρ οὕτω πρὸς ἄμυναν ὥρμηται, ὡς παιδικὴ διάνοια. Ἐπειδὴ γὰρ ἀλογίας ἐστὶ τὸ πάθος, πολλὴ δὲ ἡ ἀλογία, καὶ πολλὴ τοῦ λογισμοῦ ἡ ἐρημία ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, εἰκότως τυραννεῖται ὑπὸ θυμοῦ τὸ παιδίον· καὶ τοσαύτη ἡ τυραννὶς τοῦ θυμοῦ, ὥστε πολλάκις προσπταίσαντα καὶ διαναστάντα, ἢ γόνυ τύπτειν ἀγανακτοῦντα, ἢ τὸ ὑποπόδιον ἀναστρέφειν, καὶ οὕτως ἀναπαύειν αὐτῶν τὴν ὀδύνην καὶ τὴν ὀργὴν σβεννύναι. Τοιοῦτόν τι καὶ ὁ Θεὸς ἐποίησεν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ δοὺς ἐκκόπτειν, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ Αἰγυπτίους ἀναιρῶν καὶ Ἀμαληκίτας τοὺς λελυπηκότας αὐτούς. Καὶ τοιαῦτα ἐπαγγέλλεται, ὥσπερ ἂν εἴποι τις· Πάτερ, ὁ δεῖνά με ἐτύπτησεν· εἶτ' ἐρεῖ ὁ πατήρ· Κακὸς ἄνθρωπος ὁ δεῖνα, καὶ μισήσωμεν αὐτόν. Οὕτω καὶ ὁ Θεὸς, Τοῖς ἐχθραίνουσί σοι, φησὶν, ἐχθρεύσω, καὶ τοὺς μισοῦντάς σε μισήσω. Καὶ πάλιν, ὅτε ὁ Βαλαὰμ ηὔχετο, παιδικὴ ἦν ἡ συγκατάβασις ἡ γεγονυῖα αὐτοῖς. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν τι τῶν οὐ φοβερῶν ἴδωσιν, οἷον ἢ ἔριον, ἢ ἄλλο τι τοιοῦτον, ἐξαίφνης φοβοῦνται· ὥστε δὲ μὴ ἐναπομεῖναι αὐτοῖς τὸν φόβον, ἄγομεν ὑπὸ τὰς ἐκείνων χεῖρας αὐτὸ, καὶ τίτθας ποιοῦμεν ὑποδεικνύειν· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν· ἐπειδὴ γὰρ φοβερὸς ἦν ὁ μάντις, ἔτρεψεν αὐτοῖς τὸν φόβον εἰς θάρσος. Καὶ καθάπερ τὰ ἀπογαλακτιζόμενα τῶν παιδίων ἐν καλαθίσκοις πάντα ἔχουσιν· οὕτω κἀκείνοις πάντα ἐδίδου, καὶ πολλὴν τὴν τρυφὴν ἐχορήγει. Ἀλλὰ τὸ παιδίον τὴν θηλὴν ἐπιζητεῖ· οὕτω καὶ οὗτοι τὴν Αἴγυπτον, καὶ τὰ ἐκεῖ κρέα. Ὥστε καὶ διδάσκαλον καὶ τροφέα καὶ παιδαγωγὸν οὐκ ἄν τις ἁμάρτοι τὸν Μωϋσέα προσειπών· πολλὴ γὰρ ἡ σοφία τοῦ ἀνδρός. Οὐκ ἔστι δὲ ἴσον ἀνδρῶν ἤδη φιλοσοφεῖν δυναμένων ἡγεῖσθαι, καὶ παίδων ἀλογίστων ἄρχειν. Καὶ, εἰ βούλεσθε καὶ ἕτερόν τι ἀκοῦσαι, καθάπερ ἡ τροφὸς τῷ παιδίῳ λέγει· Ὅταν ἀποπατῇς, ἀνάστειλόν σου τὰ ἱμάτια, καὶ μέχρι τοσούτου, ὅταν καθιζάνῃς· οὕτω καὶ ὁ Μωϋσῆς ἐποίει. Καὶ ὥσπερ πάντα τὰ πάθη τυραννεῖ ἐν τοῖς παισὶ (οὐδέπω γὰρ ἔχει τὸν ἡνίοχον), κενοδοξία, ἐπιθυμία, ἀλογία, θυμὸς, βασκανία· οὕτω καὶ ἐν τοῖς Ἰουδαίοις πάντα ταῦτα ἐκράτει· ἐνέπτυον, ἔτυπτον τὸν Μωϋσέα. Καὶ καθάπερ παιδίον λαμβάνει λίθον, καὶ πάντες βοῶμεν· Ὢ μὴ ῥίψῃς· οὕτω κἀκεῖνοι λίθους ἐλάμβανον κατὰ τοῦ πατρὸς, ὁ δὲ ἔφευγε. Καὶ καθάπερ εἰ κόσμον τινὰ ἔχοι ὁ πατὴρ, τοῦτον τὸ παιδίον αἰτεῖ παρ' αὐτοῦ φιλόκοσμον ὄν· οὕτω δὴ οἱ περὶ ∆αθὰν καὶ Ἀβειρὼν πεποιήκασι τῇ ἱερωσύνῃ ἐπαναστάντες. Καὶ βάσκανοι δὲ μάλιστα πάντων ἦσαν, καὶ
μικρόψυχοι, καὶ κατὰ πάντα ἀτελεῖς. Τότε οὖν ἔδει φανῆναι τὸν Χριστὸν, εἰπέ μοι; τότε τὰ διατάγματα ταῦτα δοῦναι τὰ φιλόσοφα, ὅτε ἐμαίνοντο ὑπὸ τῆς ἐπιθυμίας, ὅτε ἵπποι ἦσαν θηλυμανεῖς, ὅτε χρημάτων δοῦλοι, ὅτε γαστρός; Ἀλλ' ἐξέχεεν ἂν τὰ τῆς φιλοσοφίας διδάγματα ἀνοήτοις οὖσι διαλεγόμενος· καὶ οὔτε ταῦτα, οὔτε ἐκεῖνα ἔμαθον ἄν. Καὶ ὥσπερ ὁ πρὸ τῶν στοιχείων ἀναγινώσκειν διδάσκων, οὐδέποτε οὐδὲ τὰ στοιχεῖα διδάξει, οὕτω δὴ καὶ τότε. Ἀλλ' οὐ νῦν· ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ πολλὴ ἡ ἐπιείκεια, πολλὴ ἡ ἀρετὴ πανταχοῦ καταπεφύτευται. Εὐχαριστῶμεν οὖν ὑπὲρ πάντων, καὶ μὴ πολυπραγμονῶμεν. Τὸν γὰρ καιρὸν οὐχ ἡμεῖς ἴσμεν, ἀλλ' ὁ τοῦ καιροῦ ποιητὴς, καὶ τῶν αἰώνων δημιουργός. Πάντων τοίνυν αὐτῷ παραχωρῶμεν· τοῦτο γάρ ἐστι δοξάζειν τὸν Θεὸν, τὸ μὴ ἀπαιτεῖν αὐτὸν εὐθύνας ὧν ποιεῖ. Οὕτω καὶ Ἀβραὰμ δόξαν ἔδωκε τῷ Θεῷ, Πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ἐκεῖνος οὐδὲ τὸ μέλλον ἠρώτησεν· ἡμεῖς δὲ καὶ τῶν παρελθόντων ἐξετάζομεν τὸν λόγον. Ὅρα πόση ἡ ἄνοια, πόση ἡ ἀγνωμοσύνη. Ἀλλὰ παυσώμεθα λοιπόν· οὐδὲν γὰρ ἀπὸ τούτου κέρδος, ἀλλὰ καὶ πολλὴ ἡ βλάβη· καὶ εὐγνωμόνως διατεθῶμεν περὶ τὸν ἡμέτερον ∆εσπότην, καὶ δόξαν ἀναπέμψωμεν τῷ Θεῷ, ἵνα ὑπὲρ ἁπάντων τὴν εὐχαριστίαν ἀναφέροντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου