ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ιʹ.Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.

Κυριακή 23 Οκτωβρίου 2016

Ιʹ.Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.




Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62

Ιʹ.Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ κατ' ὀφθαλμοδουλείαν,ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν. Πᾶν ὅτι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. Ὁ δὲ ἀδικῶν, κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.


αʹ. ∆ιὰ τί  μὴ πανταχοῦ  καὶ  ἐν  πάσαις ταῖς  ἐπιστολαῖς  ταῦτα  ἐπιτάττει,  ἀλλ' ἐνταῦθα, καὶ τῇ πρὸς Ἐφεσίους, καὶ τῇ πρὸς Τιμόθεον, καὶ τῇ πρὸς Τίτον; Ὅτι εἰκὸς ἐν ταύταις ταῖς πόλεσιν εἶναι τὰς διχοστασίας· ἢ εἰκὸς τὰ μὲν ἄλλα αὐταῖς κατωρθῶσθαι, τούτων δὲ οὕτως ὑστερεῖν, ὥστε δέον εἶναι καὶ περὶ τούτων αὐτοὺς ἀκούειν. Μᾶλλον δὲ ἃ πρὸς τούτους λέγει, πρὸς πάντας λέγει. Πολλὴν δὲ ἐμφέρειαν ἔχει αὕτη ἡ Ἐπιστολὴ τῇ πρὸς Ἐφεσίους. Ἀλλαχοῦ  δὲ τοῦτο οὐ ποιεῖ· ἢ ὅτι ἀνδράσι λοιπὸν  εἰρηνεύουσιν,  οὓς ἐχρῆν  περὶ  δογμάτων  μανθάνειν  ὑψηλῶν  ἔτι  ἐλλειπόντων αὐτοῖς,  οὐκ  ἐχρῆν  περὶ τούτων  γράφειν·  ἢ ὅτι παρακληθέντας  ἐπὶ τοῖς πειρασμοῖς περιττὸν  ἦν περὶ τούτων ἀκούειν. Ὥστε στοχάζομαι ἐνταῦθα λοιπὸν ἑδραίαν εἶναι τὴν Ἐκκλησίαν, καὶ πρὸς τῷ τέλει ταῦτα λέγεσθαι. Αἱ γυναῖκες,  ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν  ἐν Κυρίῳ· ἀντὶ τοῦ, Ὑποτάσσεσθε διὰ τὸν Θεόν· ἐπειδὴ τοῦτο ὑμᾶς κοσμεῖ, φησὶ, οὐκ ἐκείνους. Οὐ γὰρ δεσποτικὴν  ὑποταγὴν,  οὐδὲ τὴν ἀπὸ φύσεως μόνον, ἀλλὰ τὴν διὰ Θεόν φημι.


 Οἱ ἄνδρες,  ἀγαπᾶτε  τὰς  γυναῖκας,  καὶ  μὴ πικραίνεσθε  πρὸς αὐτάς.  Ὅρα πῶς  πάλιν  τὸ κατάλληλον  παρῄνεσε. Καθάπερ ἐκεῖ φόβον καὶ ἀγάπην τίθησιν, οὕτω καὶ ἐνταῦθα· ἔστι γὰρ καὶ ἀγαπῶντα πικραίνεσθαι. Ὃ οὖν φησι, τοῦτό ἐστι· Μὴ μάχεσθε· οὐδὲν γὰρ οὕτως τῆς μάχης ταύτης πικρότερον, ὅταν παρὰ ἀνδρὸς πρὸς γυναῖκα γίνηται. Αἱ γὰρ πρὸς τὰ φιλούμενα   πρόσωπα  γινόμεναι  μάχαι,  αὗται  πικραί· καὶ  δεί   κνυσιν  ὅτι  ἀπὸ πολλῆς πικρίας τοῦτο γίνεται, ὅταν πρὸς τὸ μέλος αὑτοῦ, φησὶ, τὶς διαστασιάζῃ. Τὸ μὲν οὖν  ἀγαπᾷν  τῶν  ἀνδρῶν  ἐστι,  τὸ  δὲ  εἴκειν  ἐκείνων.  Ἐὰν  οὖν  ἕκαστος  τὸ  ἑαυτοῦ εἰσενέγκῃ, ἕστηκε πάντα βέβαια. Ἀπὸ μὲν γὰρ τοῦ ἀγαπᾶσθαι γίνεται καὶ ἡ γυνὴ φιλική· ἀπὸ δὲ τοῦ ὑποτάσσεσθαι ὁ ἀνὴρ ἐπιεικής. Ὅρα δὲ ὅτι καὶ ἐν τῇ φύσει οὕτω κατεσκεύασται,  ὥστε  τὸν  μὲν  φιλεῖν,   τὴν  δὲ  ὑπακούειν.  Ὅταν  γὰρ  ὁ  ἄρχων   τὸ ἀρχόμενον φιλῇ, τότε τὰ πάντα συνέστηκεν. Οὐχ οὕτως ἡ παρὰ τοῦ ἀρχομένου ἀγάπη, ὡς ἡ παρὰ τοῦ ἄρχοντος ζητεῖται πρὸς τὸν ἀρχόμενον· παρ' ἐκείνου γὰρ ἡ ὑπακοή. Τὸ γὰρ ἐν ὥρᾳ εἶναι τὴν γυναῖκα, τοῦτον δὲ ἐν ἐπιθυμίᾳ, οὐδὲν ἄλλο δείκνυσιν, ἀλλ' ἢ ὅτι διὰ τὴν ἀγάπην οὕτω γεγένηται. Μὴ τοίνυν, ἐπειδὴ ὑποτέτακται ἡ γυνὴ, αὐθέντει· μηδὲ σὺ, ἐπειδὴ ὁ ἀνὴρ ἀγαπᾷ, φυσιοῦ. Μήτε ἡ τοῦ ἀνδρὸς φιλία τὴν γυναῖκα ἐπαιρέτω, μήτε ἡ τῆς γυναικὸς ὑποταγὴ φυσάτω τὸν ἄνδρα. ∆ιὰ τοῦτό σοι ὑπέταξεν αὐτὴν, ἵνα μᾶλλον φιλῆται· διὰ τοῦτό σε φιλεῖσθαι ἐποίησεν, ὦ γύναι, ἵνα εὐκόλως φέρῃς τὸ ὑποτετάχθαι. Μὴ φοβοῦ ὑποτασσομένη· τὸ γὰρ φιλοῦντι  ὑποταγῆναι,  οὐδεμίαν ἔχει δυσκολίαν. Μὴ φοβοῦ  ἐρῶν·  ἔχεις  γὰρ  αὐτὴν  εἴκουσαν.  Οὐκ  ἂν  ἄλλως   οὖν  ἐγένετο   σύνδεσμος. Ἀναγκαίαν  τοίνυν  ἔχεις ἀπὸ τῆς φύσεως τὴν ἀρχὴν, ἔχε καὶ τὸν δεσμὸν τὸν ἀπὸ τῆς ἀγάπης· τὴν γὰρ ἀσθενεστέραν ἀνεκτὴν  εἴασε. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Πάλιν τὸ, Ἐν Κυρίῳ, τέθεικε, καὶ νόμους τιθεὶς ὑπακοῆς, καὶ ἐντρέπων,  καὶ καταβάλλων.  Τοῦτο γὰρ, φησὶν, ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. Ὅρα πῶς  οὐκ  ἀπὸ  τῆς  φύσεως  μόνης,  ἀλλὰ  πρὸ  ταύτης  ἀπὸ  τῶν  τῷ  Θεῷ δοκούντων  βούλεται  ἡμᾶς ἅπαντα  πράττειν,  ἵνα  καὶ μισθὸν ἔχωμεν.  Οἱ πατέρες, μὴ ἐρεθίζετε  τὰ  τέκνα  ὑμῶν,  ἵνα  μὴ  ἀθυμῶσιν.  Ἰδοὺ  πάλιν  καὶ  ἐνταῦθα  ὑποταγὴ  καὶ φίλτρον.   Καὶ οὐκ  εἶπεν,  Ἀγαπᾶτε  τὰ  τέκνα·  περιττὸν  γὰρ  ἦν·  αὐτὴ  γὰρ  ἡ  φύσις καταναγκάζει, ἀλλ' ὅπερ ἔδει διώρθωσε, τὸ καὶ τὸ φίλτρον ἐνταῦθα εἶναι σφοδρότερον, ἐπειδὴ καὶ ἡ ὑπακοὴ μείζων. Οὐδαμοῦ γὰρ τίθησιν ὑπόδειγμα τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός·  ἀλλὰ  τί;  Ἄκουε  τοῦ  Προφήτου  λέγοντος·  Καθὼς οἰκτείρει  πατὴρ  υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. Καὶ πάλιν ὁ Χριστός φησι·  Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθὺν αἰτήσῃ,  μὴ ὄφιν  ἐπιδώσει  αὐτῷ; –Οἱ πατέρες,  μὴ ἐρεθίζετε  τὰ  τέκνα  ὑμῶν,  ἵνα  μὴ ἀθυμῶσιν.  Ὃ μάλιστα αὐτοὺς  ᾔδει δυνατὸν  δακεῖν,  τοῦτο  τέθεικε,  καὶ φιλικώτερον εἶπεν ἐπιτάττων  αὐτοῖς, καὶ οὐδαμοῦ τὸν Θεὸν τίθησιν· ἐπέκλασε γὰρ τοὺς γονέας, καὶ κατέκαμψεν αὐτῶν τὰ σπλάγχνα. Τὸ δὲ, Μὴ ἐρεθίζετε, τοῦτό ἐστι, Μὴ φιλονεικοτέρους αὐτοὺς ποιεῖτε· ἔστιν ὅπου καὶ συγχωρεῖν  ὀφείλετε.  Εἶτα ἐπὶ τρίτην  ἦλθεν  ἀρχὴν, Οἱ δοῦλοι, λέγων,  ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις. Ἐνταῦθα ἔστι μέν τι καὶ φίλτρον, ἀλλ' οὐκέτι φυσικὸν, καθάπερ ἄνω, ἀλλὰ συνηθείας, καὶ ἀπ' αὐτῆς τῆς ἀρχῆς, καὶ ἀπὸ τῶν  ἔργων.  Ἐπεὶ οὖν  ἐνταῦθα  τὸ μὲν τοῦ φίλτρου  ὑποτέτμηται,  τὸ δὲ τῆς ὑπακοῆς ἐπιτέταται,  τούτῳ  ἐνδιατρίβει,  βουλόμενος,  ὅπερ οἱ πρῶτοι  ἔχουσιν  ἀπὸ τῆς φύσεως, τοῦτο  δοῦναι  τούτοις  ἀπὸ τῆς ὑπακοῆς. Ὥστε οὐχ ὑπὲρ τῶν  δεσποτῶν  τοῖς οἰκέταις μόνοις  διαλέγεται,  ἀλλὰ  καὶ  ὑπὲρ  αὐτῶν,  ἵνα  ποθεινοὺς  ἑαυτοὺς  ἐργάζωνται  τοῖς δεσπόταις. Ἀλλ' οὐ τίθησι τοῦτο φανερῶς· ἦ γὰρ ἂν ὑπτίους αὐτοὺς ἐποίησεν. Οἱ δοῦλοι, φησὶν, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις.

βʹ. Καὶ ὅρα  πῶς  ἀεὶ  τὰ  ὀνόματα  τίθησι,  γυναῖκες,  τὰ  τέκνα,  οἱ  δοῦλοι,  ὡς δικαίωμα  τοῦ ὑπακούειν.  Ἀλλ' ἵνα μὴ ἀλγήσῃ, ἐπήγαγε· Τοῖς κατὰ σάρκα κυρίοις. Τὸ κρεῖττόν   σου  ἡ  ψυχὴ  ἐλευθέρωται,   φησί·  πρόσκαιρος  ἡ  δουλεία.  Ἐκεῖνο  τοίνυν ὑπόταξον,  ἵνα  μηκέτι  ἀνάγκης  ᾖ ἡ δουλεία.  Μὴ ἐν ὀφθαλμοδουλείαις, ὡς ἀνθρωπάρεσκοι. Ποίησον, φησὶ, τὴν ἀπὸ τοῦ νόμου δουλείαν  ἀπὸ τοῦ φόβου γίνεσθαι τοῦ Χριστοῦ. Κἂν γὰρ μὴ ὁρῶντος  ἐκείνου πράττῃς τὰ δέοντα καὶ τὰ πρὸς τιμὴν  τοῦ δεσπότου, δηλονότι  διὰ τὸν ἀκοίμητον  ὀφθαλμὸν  ποιεῖς. Μὴ κατ' ὀφθαλμοδουλείαν, φησὶν,  ὡς  ἀνθρωπάρεσκοι.  Ὥστε ὑμεῖς  τὴν  βλάβην  ὑποστήσεσθε. Ἄκουε  γὰρ  τοῦ Προφήτου λέγοντος· ∆ιεσκόρπισε Κύριος ὀστᾶ ἀνθρωπαρέσκων. Ὅρα τοίνυν πῶς αὐτῶν φείδεται, καὶ αὐτοὺς ῥυθμίζει. Ἀλλ' ἐν ἁπλότητι, φησὶ, καρδίας, φοβούμενοι  τὸν Θεόν. Ἐκεῖνο γὰρ οὐχ ἁπλότης,  ἀλλ' ὑπόκρισις, ἕτερον ἔχειν  καὶ ἕτερον ποιεῖν· ἄλλον  μὲν παρόντος  φαίνεσθαι  τοῦ δεσπότου, ἄλλον  δὲ ἀπόντος.  Οὐκοῦν οὐχ ἁπλῶς  εἶπεν·  Ἐν ἁπλότητι  καρδίας, ἀλλὰ,  Φοβούμενοι τὸν Θεόν. Τοῦτο γάρ ἐστι φοβεῖσθαι  τὸν Θεὸν, ὅταν μηδενὸς ὁρῶντος, μηδὲν πράττωμεν  πονηρόν· ἂν δὲ πράττωμεν,  οὐχὶ τὸν Θεὸν, ἀλλὰ  τοὺς ἀνθρώπους  φοβούμεθα.  Ὁρᾷς ὅτι ἐκείνους  ῥυθμίζει; Πᾶν ὅ τι ἂν ποιῆτε, φησὶν, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις.  Οὐ μόνον ὑποκρίσεως, ἀλλὰ  καὶ  ἀργίας  αὐτοὺς  ἀπηλλάχθαι   βούλεται.  Ἐλευθέρους  αὐτοὺς  ἐποίησεν  ἀντὶ δούλων, ὅταν μὴ δέωνται τῆς τῶν δεσποτῶν ἐπιστασίας· τὸ γὰρ, Ἐκ ψυχῆς, τοῦτό ἐστι, τὸ μετ' εὐνοίας, μὴ μετὰ δουλικῆς ἀνάγκης, ἀλλὰ μετ' ἐλευθερίας καὶ προαιρέσεως. Καὶ τίς ὁ μισθός; Εἰδότες, φησὶν, ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας ἡμῶν· τῷ γὰρ Κυρίῳ δουλεύετε. Οὐκοῦν παρ' αὐτοῦ δῆλον ὅτι λήψεσθε τὸν μισθόν. Καὶ ὅτι  τῷ   Κυρίῳ δουλεύετε,  δῆλον  ἐκ τούτου.  Ὁ δὲ ἀδικῶν,  φησὶ, κομίσεται  ὃ ἠδίκησεν. Ἐνταῦθα βεβαιοῖ τὸν πρότερον λόγον. Ἵνα γὰρ μὴ δόξῃ κολακείας εἶναι τὰ ῥήματα,  Λήψεται,  φησὶν,  ὃ  ἠδίκησε·  τουτέστι,  καὶ  τιμωρίαν  δίδωσιν·  Οὐ γὰρ  ἔστι προσωποληψία  παρὰ τῷ Θεῷ. Τί γὰρ, εἰ δοῦλος εἶ; οὐκ αἰσχύνῃ. Καὶ μὴν τοῦτο πρὸς τοὺς δεσπότας ἔδει εἰπεῖν, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἐφεσίους. Ἀλλ' ἐνταῦθά μοι δοκεῖ τοὺς Ἕλληνας αἰνίττεσθαι  δεσπότας. Τί γὰρ, εἰ ἐκεῖνος μὲν Ἕλλην, σὺ δὲ Χριστιανός; Οὐ τὰ πρόσωπα, ἀλλὰ τὰ πράγματα ἐξετάζεται. Ὥστε καὶ οὕτω μετ' εὐνοίας, καὶ ἐκ ψυχῆς δεῖ δουλεύειν. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε. Τί δέ ἐστι τὸ δίκαιον; τί δέ ἐστιν ἰσότης; Πάντων ἐν ἀφθονίᾳ  καθιστᾷν, καὶ μὴ ἐᾷν ἑτέρων δεῖσθαι, ἀλλὰ ἀμείβεσθαι αὐτοὺς τῶν πόνων.  Μὴ γὰρ, ἐπειδὴ εἶπον, ὅτι παρὰ Θεοῦ ἔχουσι τὸν μισθὸν,  διὰ   τοῦτο   σὺ  ἀποστερήσῃς.  Ἑτέρωθι   δέ  φησιν,   Ἀνιέντες   τὴν   ἀπειλὴν, ἡμερωτέρους ἐργάσασθαι βουλόμενος· τέλειοι γὰρ ἦσαν ἐκεῖνοι. Τουτέστιν, Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Καὶ τὸ, Οὐκ ἔστι προσωποληψία, πρὸς τούτους εἴρηται· κεῖται  δὲ  ἐπ'  ἐκείνων,  ἵνα  οὗτοι  δέξωνται.  Ὅταν  γὰρ  ἑτέρῳ  ἁρμόζον  πρὸς  ἕτερον εἴπωμεν,  οὐκ ἐκεῖνον  τοσοῦτον, ὅσον τὸν ὑπεύθυνον  κατωρθώσαμεν.  Καὶ ὑμεῖς μετ' ἐκείνων,  φησίν.  Ἐνταῦθα  κοινὴν  ἐποίησε τὴν  δουλείαν·  Εἰδότες γὰρ, φησὶν,  ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. Ἐπειδὴ γὰρ τὸ καρτερεῖν ἐν ταῖς εὐχαῖς ῥᾳθυμεῖν πολλάκις ποιεῖ, διὰ τοῦτό φησι·  Γρηγοροῦντες, τουτέστι, νήφοντες,  μὴ ῥεμβόμενοι. Οἶδε γὰρ, οἶδεν  ὁ διάβολος ὅσον  ἀγαθὸν  εὐχή·  διὸ  βαρὺς  ἔγκειται.  Οἶδε δὲ  καὶ  Παῦλος  πῶς  ἀκηδιῶσι  πολλοὶ εὐχόμενοι·   διό   φησι,   Προσκαρτερεῖτε   τῇ   προσευχῇ,   ὡς   περί   τινος   ἐπιπόνου. Γρηγοροῦντες ἐν  αὐτῇ, ἐν  εὐχαριστίᾳ.  Τοῦτο γὰρ, φησὶν,  ἔργον  ὑμῶν  ἔστω, ἐν  ταῖς εὐχαῖς εὐχαριστεῖν καὶ ὑπὲρ τῶν φανερῶν  καὶ ὑπὲρ τῶν ἀφανῶν,  καὶ ὑπὲρ ὧν ἑκόντας καὶ  ὑπὲρ  ὧν  ἄκοντας  ἐποίησεν  εὖ, καὶ  ὑπὲρ  βασιλείας  καὶ  ὑπὲρ  γεέννης,  καὶ  ὑπὲρ θλίψεως  καὶ ὑπὲρ ἀνέσεως. Οὕτω γὰρ ἔθος τοῖς ἁγίοις εὔχεσθαι, καὶ ὑπὲρ τῶν κοινῶν εὐεργεσιῶν εὐχαριστεῖν.

γʹ. Οἶδα ἐγώ τινα ἅγιον ἄνδρα οὕτως εὐχόμενον. Οὐδὲν πρὸ τούτου τοῦ ῥήματος ἔλεγεν,  ἀλλ'  ὅτι.  Εὐχαριστοῦμεν  ὑπὲρ  πασῶν  τῶν  εὐεργεσιῶν  σου τῶν  ἐκ  πρώτης ἡμέρας μέχρι τῆς παρούσης εἰς ἡμᾶς τοὺς ἀναξίους ἐπιδεικνυμένων· ὑπὲρ ὧν ἴσμεν καὶ οὐκ ἴσμεν, ὑπὲρ τῶν  φανερῶν,  ὑπὲρ τῶν  ἀφανῶν,  τῶν  ἐν ἔργῳ γενομένων,  τῶν  ἐν λόγῳ, τῶν ἑκοντὶ, τῶν ἀκοντί· πασῶν τῶν εἰς τοὺς ἀναξίους ἡμᾶς γεγενημένων· ὑπὲρ θλίψεων,  ὑπὲρ ἀνέσεων,  ὑπὲρ τῆς γεέννης,  ὑπὲρ τῆς κολάσεως, ὑπὲρ βασιλείας  τῶν οὐρανῶν.  Παρακαλοῦμέν  σε φυλάξαι  τὴν  ψυχὴν  ἡμῶν  ἁγίαν,  καθαρὰν  συνείδησιν ἔχουσαν, τέλος ἄξιον τῆς φιλανθρωπίας σου. Ὁ ἀγαπήσας ἡμᾶς ὥστε τὸν Μονογενῆ σου δοῦναι ὑπὲρ ἡμῶν, καταξίωσον  ἀξίους γενέσθαι τῆς σῆς ἀγάπης· δὸς ἐν τῷ λόγῳ σου σοφίαν, καὶ ἐν τῷ φόβῳ σου, μονογενὲς Χριστὲ, ἔμπνευσον  ἰσχὺν τὴν παρὰ σοῦ· ὁ τὸν Μονογενῆ δοὺς ὑπὲρ ἡμῶν, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον ἐξαποστείλας εἰς ἄφεσιν τῶν  ἡμετέρων  ἁμαρτιῶν,  εἴ  τι  ἑκόντες  ἢ ἄκοντες  ἡμάρτομεν,  συγχώρησον,  καὶ  μὴ λογίσῃ· μνήσθητι  πάντων  τῶν  ἐπικαλουμένων τὸ ὄνομά  σου ἐν  ἀληθείᾳ· μνήσθητι πάντων  τῶν εὖ, καὶ τἀναντία ἡμῖν θελόντων·  πάντες γὰρ ἄνθρωποί ἐσμεν. Εἶτα ἐπιθεὶς τὴν  εὐχὴν  τῶν  πιστῶν,  ἐνταῦθα  ἐπαύετο,  ὡς  κορωνίδα  τινὰ  καὶ  σύνδεσμον  ὑπὲρ πάντων  τὴν εὐχὴν ποιησάμενος. Πολλὰ γὰρ ἡμᾶς ὁ Θεὸς καὶ ἄκοντας εὖ ποιεῖ· πολλὰ γὰρ καὶ οὐκ εἰδότας, καὶ μείζονα. Ὅταν γὰρ τἀναντία  εὐχώμεθα,  αὐτὸς δὲ τἀναντία ποιῇ, δῆλον ὅτι καὶ οὐκ εἰδότας εὖ ποιεῖ. Προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν. Ὅρα τὴν ταπεινοφροσύνην,  μετ' ἐκείνους  ἑαυτὸν  τίθησιν.  Ἵνα ὁ Θεὸς ἀνοίξῃ  ἡμῖν  θύραν τοῦ λόγου,  λαλῆσαι  τὸ  μυστήριον  τοῦ  Χριστοῦ. Εἴσοδόν φησι  καὶ  παῤῥησίαν.  Βαβαί!  ὁ ἀθλητὴς ὁ τοσοῦτος οὐκ εἶπεν, Ἵνα ἀπαλλαγῶ  τῶν δεσμῶν, ἀλλὰ δέσμιος ὢν ἑτέρους παρεκάλει, καὶ παρεκάλει ἐπὶ πράγματι μεγάλῳ, ἵνα παῤῥησίαν λάβῃ. Τὰ δύο μεγάλα, καὶ  ἡ  ποιότης  τοῦ  προσώπου,  καὶ  ἡ  τοῦ  πράγματος.  Βαβαί!  ὅσον  τὸ  ἀξίωμα.  Τὸ μυστήριον, φησὶ, τοῦ Χριστοῦ. ∆είκνυσιν,  ὅτι οὐδὲν  αὐτῷ  τούτου  ποθεινότερον,  τοῦ λαλῆσαι. ∆ι' ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι. Μετὰ πολλῆς, φησὶ, τῆς  παῤῥησίας,  καὶ  μηδὲν   ὑποστειλάμενον.   Ὁρᾷς,  τὰ  δεσμὰ  φανεροῖ   αὐτὸν,   οὐ συσκιάζει. Μετὰ πολλῆς, φησὶ, τῆς παῤῥησίας. Εἰπέ μοι, σὺ δέδεσαι, καὶ ἄλλους παρακαλεῖς; Ναὶ, φησί· μείζονά μοι παῤῥησίαν δίδωσι τὰ δεσμά· ἀλλὰ δέομαι τῆς τοῦ Θεοῦ ῥοπῆς· ἤκουσα γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὅταν παραδιδῶσι ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἢ τί λαλήσητε. Καὶ ὅρα πῶς μεταφορικῶς εἶπεν· Ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου· Ὅρα πῶς ἄτυφός ἐστι, καὶ πῶς ἐν τοῖς δεσμοῖς ὢν ταπεινὰ φθέγγεται· τούτεστιν, Ἵνα  μαλάξῃ  τὰς  καρδίας  αὐτῶν.  Οὐκ εἶπεν  οὕτως,  ἀλλ',  Ἵνα  ἡμῖν  παῤῥησίαν  δῷ, ταπεινοφρονῶν οὕτως εἴρηκε, καὶ τοῦτο ὅπερ εἶχεν, ἀξιοῖ λαβεῖν. ∆είκνυσιν ἐν ταύτῃ τῇ Ἐπιστολῇ διὰ τί τότε οὐκ ἦλθεν  ὁ Χριστὸς τῷ σκιὰν ἐκεῖνα  καλέσαι·  Τὸ δὲ σῶμα, φησὶ, τοῦ Χριστοῦ. Ὥστε ἔδει ἐν τῇ σκιᾷ ἐθισθῆναι. Ἅμα καὶτῆς ἀγάπης τῆς εἰς αὐτοὺς μέγιστον ἐμφαίνει  τεκμήριον· Ἵνα ὑμεῖς, φησὶν, ἀκούσητε· Ἐγὼ δὲ δέδεμαι. Πάλιν τὸν δεσμὸν εἰς μέσον τίθησιν, οὗ σφόδρα ἐρῶ, ὃς διανίστησί μου τὴν καρδίαν, καὶ ἀεὶ εἰς ἐπιθυμίαν   ἄγει  τοῦ  τὸν  Παῦλον  δεδεμένον   ἰδεῖν,  καὶ  ἐν  δεσμοῖς  γράφοντα,   καὶ κηρύττοντα,  καὶ βαπτίζοντα,  καὶ κατηχοῦντα.  Ὑπὲρ τῶν  Ἐκκλησιῶν τῶν  ἀπανταχοῦ ἀνεφέρετο αὐτῷ δεδεμένῳ, μυρία ᾠκοδόμει δεδεμένος. Τότε εὔλυτος μᾶλλον ἦν. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Ὥστε τοὺς πλείονας  τῶν  ἀδελφῶν  πεποιθότας  τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν  ἀφόβως τὸν λόγον  λαλεῖν.  Καὶ αὐτὸς δὲ πάλιν  τοῦτο ὁμολογεῖ λέγων·  Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ  δέδεται.  Ἐδεσμεῖτο μετὰ  τῶν  κακούργων,  μετὰ  τῶν  δεσμωτῶν,  μετὰ  τῶν ἀνδροφόνων· ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, ὁ τὰ ἄῤῥητα ῥήματα ἀκούσας, ἐδέδετο. Ἀλλὰ τότε ταχύτερος ὁ δρόμος ἦν. Ὁ δε  θεὶς ἐλέλυτο, καὶ ὁ μὴ δεδεμένος ἐδέδετο. Οὗτος μὲν γὰρ ὅπερ ἤθελεν, ἔπραττεν· ἐκεῖνος δὲ αὐτὸν οὐκ ἐκώλυεν, οὐδὲ τὴν ἰδίαν ἐπλήρου πρόθεσιν. Τί ποιεῖς, ὦ ἀνόητε; μὴ γὰρ σωματικός ἐστι δρομεύς; μὴ γὰρ ἐν σταδίῳ τῷ παρ' ἡμῖν ἀγωνίζεται;  ἐν οὐρανῷ  πολιτεύεται·  τὸν ἐν οὐρανῷ τρέχοντα  δῆσαι τὰ ἐπὶ γῆς οὐ δύναται, οὐδὲ κατασχεῖν. Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον; Περίβαλε δεσμὰ ταῖς ἀκτῖσι, στῆσον τοῦ δρόμου· ἀλλ' οὐ δυνήσῃ. Οὐκοῦν οὐδὲ Παῦλον· καὶ πολλῷ μᾶλλον τοῦτον, ἢ ἐκεῖνον· πλείονος γὰρ οὗτος, ἢ ἐκεῖνος ἀπέλαυσε προνοίας, ἅτε φῶς φέρων οὐ τοιοῦτον ἡμῖν, ἀλλὰ τὸ ἀληθινὸν βαστάζων. Ποῦ νῦν εἰσιν οἱ  μηδὲν  βουλόμενοι  διὰ  τὸν  Χριστὸν πάσχειν;  τί  δὲ  λέγω  πάσχειν,  ὅπου  γε  οὐδὲ χρήματα   βούλονται    προέσθαι;   Ἐδέσμει   καὶ   Παῦλός   ποτε,   καὶ   ἐνέβαλλεν    εἰς δεσμωτήριον· ἀλλ' ἐπειδὴ τοῦ Χριστοῦ γέγονε  δοῦλος, οὐ τῷ ποιεῖν  λοιπὸν,  ἀλλὰ τῷ πάσχειν  σεμνύνεται.  Καὶ τοῦτο  δὲ τοῦ κηρύγματος  θαῦμα, ὅταν  διὰ τῶν  πασχόντων αὐτῶν,  ἀλλ' οὐ τῶν  ποιούντων  κακῶς,  οὕτως  ἐγείρηται  καὶ αὔξηται.  Ποῦ τις  εἶδεν ἀγῶνας τοιούτους; Ὁ πάσχων κακῶς, νικᾷ· καὶ ὁ ποιῶν κακῶς, ἡττᾶται. Οὗτος ἐκείνου λαμπρότερος· διὰ δεσμῶν τὸ κήρυγμα εἰσῆλθεν. Οὐκ αἰσχύνομαι, ἀλλὰ καὶ σεμνύνομαι, φησὶ, τὸν ἐσταυρωμένον κηρύττων. Ἐννόησον γάρ μοι· Ἡ οἰκουμένη πᾶσα τοὺς λελυμένους  ἀφεῖσα, τοῖς δεδεμένοις  προσῄει· τοὺς δεσμοῦντας  ἀποστρεφομένη,  τοὺς τὴν  ἅλυσιν  περικειμένους   τιμᾷ·  τοὺς  σταυρώσαντας  μισήσασα, τὸν  ἐσταυρωμένον προσκυνεῖ.


δʹ. Οὐκ ἔστι μόνον θαυμαστὸν, ὅτι ἁλιεῖς, ὅτι ἰδιῶται ἦσαν οἱ κήρυκες, ἀλλ' ὅτι καὶ ἕτερα κωλύματα, φύσει κωλύματα ἦσαν, καὶ πλείων  γέγονεν  ἡ ἐπίδοσις. Οὐ μόνον οὐδὲν ἐκώλυσεν  ἡ ἰδιωτεία,  ἀλλὰ καὶ αὐτὸ τοῦτο φανερωθῆναι ἐποίησε τὸ κήρυγμα. Ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος· Καὶ καταλαβόμενοι,  φησὶν, ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται,  ἐθαύμαζον. Οὐ μόνον οὐδὲν ἐκώλυεν  ὁ δεσμὸς, ἀλλὰ καὶ αὐτὸ τοῦτο ἐποίησεν  αὐτοὺς  θαρσαλεωτέρους.  Οὐχ οὕτως  ἐθάῤῥουν  οἱ μαθηταὶ,  λελυμένου  τοῦ Παύλου, ὡς δεδεμένου· Περισσοτέρως γὰρ, φησὶ, τολμᾷν  ἀφόβως τὸν λόγον τοῦ Θεοῦ λαλεῖν. Ποῦ οἱ ἀντεροῦντες,  ὅτι οὐ θεῖον τὸ κήρυγμα; ἡ ἰδιωτεία οὐκ ἦν ἱκανὴ ποιῆσαι καταγνωσθῆναι   αὐτούς;  οὐκοῦν  ἔδει  κἀνταῦθα  φοβῆσαι  αὐτούς;  Ἴστε  γὰρ  ὅτι  δύο πάθεσι τούτοις τὸ πλῆθος κατέχεται, κενοδοξίᾳ καὶ δειλίᾳ. Ἡ ἰδιωτεία οὐκ ἠφίει ἐπαισχύνεσθαι·  οἱ  κίνδυνοι   εἰς  δειλίαν   ἐμβαλεῖν  ὤφειλον.   Ἀλλὰ  θαύματα,  φησὶν, ἐποίουν. Πιστεύετε οὖν ὅτι ἐποίουν  θαύματα. Ἀλλ' οὐκ ἐποίουν; Τοῦτο μεῖζον θαῦμα τοῦ ποιεῖν, εἰ χωρὶς θαυμάτων  προσήγοντο. Ἐδέθη καὶ Σωκράτης παρ' Ἕλλησι· τί οὖν; οὐκ  εὐθέως  ἔφυγον  εἰς  Μέγαρα οἱ  μαθηταί;  Πάνυ γε· οὐ  γὰρ  τοὺς  περὶ  ἀθανασίας ἐδέξαντο λόγους. Ἀλλ' ὅρα ἐνταῦθα· ἐδέθη Παῦλος, καὶ μᾶλλον  ἐθάῤῥουν οἱ μαθηταί· εἰκότως· ἑώρων γὰρ οὐκ ἐμποδιζόμενον  τὸ κήρυγμα. Μὴ γὰρ γλῶτταν  δύνασαι δῆσαι; ταύτῃ   μάλιστα  τρέχει.  Ὥσπερ γὰρ,  δρομέως  ἂν  μὴ  δήσῃς  τοὺς  πόδας,  οὐκ ἐκώλυσας  τοῦ  δρόμου·  οὕτω  καὶ  εὐαγγελιστοῦ   ἐὰν  μὴ  δήσῃς  τὴν  γλῶτταν,   οὐκ ἐκώλυσας  τοῦ δρόμου. Καὶ ὥσπερ ἐκεῖνος,  ἐὰν δήσῃς τὴν  ὀσφὺν, μᾶλλον  τρέχει  καὶ διαβαστάζεται, οὕτω καὶ οὗτος δεσμούμενος μᾶλλον  κηρύττει, καὶ μετὰ πλείονος  τῆς παῤῥησίας. ∆ειλιᾷ ὁ δέσμιος, ὅταν δεσμὸς ᾖ μόνον· ὁ δὲ τοῦ θανάτου καταφρονῶν,  πῶς ἂν ἐδέθη; Ταυτὸν ἐποίουν, οἷον ἂν εἰ τὴν σκιὰν ἐδέσμουν Παύλου, καὶ τὸ στόμα αὐτῆς ἐνέφραττον.  Σκιομαχία γὰρ ἦν· τοῖς τε γὰρ οἰκείοις  ποθεινότερος  μᾶλλον  ἦν, τοῖς τε ἐχθροῖς  αἰδεσιμώτερος,  ἅτε  ἀνδρείας  φέρων  ἔπαθλον  τὸν  δεσμόν. Στέφανος  κοσμεῖ κεφαλὴν,  ἀλλ' οὐκ αἰσχύνει, ἀλλὰ καὶ λαμπρὸν ποιεῖ. Ἄκοντες ἐστεφάνουν  αὐτὸν τῇ ἁλύσει. Εἰπὲ γάρ μοι, σίδηρον εἶχε δεῖσαι ὁ τῶν ἀδαμαντίνων τοῦ θανάτου κατατολμῶν πυλῶν; Ἔλθωμεν  εἰς  ζῆλον,  ἀγαπητοὶ,  τῶν  δεσμῶν  τούτων.  Ὅσαι γυναῖκες  χρυσία περίκεισθε, τὰ Παύλου δεσμὰ ποθήσατε. Οὐχ οὕτως ὑμῖν περὶ τὸν τράχηλον  τὸ περιδέῤῥαιον  ἀπολάμπει, ὡς ἐκείνου  περὶ τὴν ψυχὴν  ὁ τῶν  σιδηρῶν δεσμῶν ἔστιλβε κόσμος. Εἴ τις ἐκεῖνα ποθεῖ, ταῦτα μισείτω. Τίς γὰρ κοινωνία  βλακείᾳ πρὸς ἀνδρείαν; καλλωπισμῷ σωματικῷ πρὸς φιλοσοφίαν; Ἐκεῖνα τὰ δεσμὰ ἄγγελοι αἰδοῦνται, τούτων καὶ καταπαίζουσιν· ἐκεῖνα τὰ δεσμὰ πρὸς τὸν οὐρανὸν ἀπὸ τῆς γῆς ἕλκειν εἴωθε, ταῦτα τὰ δεσμὰ πρὸς τὴν γῆν ἀπὸ τοῦ οὐρανοῦ κατάγει. Ὄντως γὰρ ταῦτα δεσμὰ, οὐκ ἐκεῖνα· ἐκεῖνα  κόσμος, ταῦτα δεσμά· ταῦτα μετὰ τοῦ σώματος καὶ τὴν  ψυχὴν  θλίβει,  ἐκεῖνα μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν κοσμεῖ. Βούλει μαθεῖν ὅτι ἐκεῖνα κόσμος ἐστίν; Εἰπέ μοι, τίς μᾶλλον ἐπεσπάσατο τοὺς ὁρῶντας, σὺ, ἢ Παῦλος; καὶ τί λέγω, σύ; αὐτὴ ἡ βασιλὶς
ἡ πάντα χρυσὸν περικειμένη, οὐκ ἂν μᾶλλον ἐπεσπάσατο τοὺς ὁρῶντας· ἀλλ' εἰ συνέβη καὶ Παῦλον κατὰ τὸν  αὐτὸν  καιρὸν  δεδεμένον,  καὶ τὴν  βασιλίδα εἰς τὴν  ἐκκλησίαν εἰσελθεῖν, πάντες ἂν ἀπ' ἐκείνης ἐπὶ τοῦτον μετήγαγον  τοὺς ὀφθαλμούς· καὶ εἰκότως. Τὸ γὰρ ὁρᾷν ἄνδρα τῆς φύσεως τῆς ἀνθρωπίνης  μείζονα, καὶ οὐδὲν ἔχοντα ἀνθρώπινον, ἀλλ' ἄγγελον ἐπὶ γῆς, θαυμασιώτερον τοῦ ὁρᾷν γυναῖκα κεκαλλωπισμένην. Ταῦτα μὲν γὰρ  καὶ  ἐν  θεάτροις,  καὶ  ἐν  πομπαῖς,  καὶ  βαλανείοις,  καὶ  πολλαχοῦ   ἔστιν  ἰδεῖν· ἄνθρωπον  δὲ δεσμὰ περικείμενον,  καὶ νομίζοντα  τὸν μέγιστον κόσμον ἔχειν, καὶ οὐκ εἴκοντα  τοῖς δεσμοῖς, οὐκ ἔστι γῆς θέαμα ἰδεῖν  τὸν  ὁρῶντα,  ἀλλ' οὐρανῶν  ἄξιον τὸ θέαμα. Ἡ ταῦτα περικειμένη ψυχὴ περισκοπεῖ, τίς εἶδε, τίς οὐκ εἶδε, τύφου πεπλήρωται, φροντίσι κατέχεται, μυρίοις ἑτέροις δέδεται πάθεσιν· ὁ δὲ ἐκεῖνα περικείμενος, ἄτυφος· ἡ  ψυχὴ   γαυροῦται,   πάσης  ἀπήλλακται   φροντίδος,   γεγηθυῖα,   πρὸς  τὸν   οὐρανὸν βλέπουσα, ἐπτερωμένη.  Εἴ τίς μοι Παῦλον ἐδίδου ἀπὸ τοῦ οὐρανοῦ διακύπτοντα  ἰδεῖν καὶ φωνὴν  ἀφιέντα, ἢ ἐκ τοῦ δεσμωτηρίου, ἐκ τοῦ δεσμωτηρίου ἂν εἱλόμην· οἱ γὰρ ἐκ τοῦ  οὐρανοῦ  πρὸς  αὐτὸν  ἔρχονται,  ὅταν  εἰς  τὸ  δεσμωτήριον  ᾗ.  Ὁ σύνδεσμος  τοῦ κηρύγματος  τὰ δεσμὰ Παύ  λου, ὁ θεμέλιος  ἡ ἅλυσις ἐκείνη.  Ἐκεῖνα τὰ δεσμὰ ποθήσωμεν.

εʹ. Καὶ πῶς, φησὶν, ἔνι; Ἐὰν ταῦτα συντρίψωμεν  καὶ διακλάσωμεν. Οὐδὲν ἡμῖν  ἀπὸ τούτων  ὄφελος  τῶν  δεσμῶν,  ἀλλὰ  καὶ βλάβη. ∆εσμώτας ἡμᾶς ἐκεῖ δείξει ταῦτα, τὰ δὲ Παύλου δεσμὰ λύσει ἐκεῖνα τὰ δεσμά· ἡ τούτοις ἐνταῦθα δεδεμένη καὶ τοῖς ἀθανάτοις  ἐκεῖ  δεσμοῖς  δεθήσεται  χεῖρας  καὶ  πόδας,  ἡ  τοῖς  Παύλου  δεδεμένη  ἕξει καθάπερ κόσμον περικείμενον αὐτῇ τότε. Λῦσον καὶ σαυτὴν τοῦ δεσμοῦ, καὶ τὸν πένητα τοῦ  λιμοῦ.  Τί τῶν  ἁμαρτημάτων  τὰς  σειρὰς ἐπισφίγγεις;  Πῶς; φησίν.  Ὅταν  σὺ μὲν χρυσοφορῇς, ἕτερος δὲ ἀπόλλυται·  ὅταν σὺ μὲν ἵνα δόξης τύχῃς  τῆς κενῆς, τοσοῦτον λαμβάνῃς χρυσίον, ἕτερος δὲ μηδὲ φαγεῖν  ἔχῃ, οὐχὶ τὰς ἁμαρτίας ἐπέσφιγξας; Περίθου τὸν Χριστὸν, καὶ μὴ τὸν χρυσόν· ἔνθα μαμμωνᾶς, ἐκεῖ Χριστὸς οὐκ ἔστιν· ἔνθα Χριστὸς, ἐκεῖ μαμμωνᾶς οὐκ ἔστιν. Οὐ βούλει τὸν Βασιλέα αὐτὸν περικεῖσθαι τῶν πάντων; Εἴ τίς σοι τὴν ἁλουργίδα καὶ τὸ διάδημα ἔδωκεν, οὐκ ἂν ἐδέξω ἀντὶ παντὸς τοῦ χρυσίου; Ἐγώ σοι οὐ τὸν κόσμον δίδωμι τὸν βασιλικὸν, ἀλλ' αὐτὸν περιθέσθαι τὸν Βασιλέα παρέχω. Καὶ πῶς ἄν τις περικέοιτο τὸν Χριστὸν, φησίν; Ἄκουε τοῦ Παύλου λέγοντος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· ἄκουσον τῆς παραινέσεως τῆς ἀποστολικῆς· Τῆς σαρκὸς, φησὶ, πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν. Οὕτω τις ἐνδύεται τὸν Χριστὸν, μὴ  προνοῶν  τῆς  σαρκὸς  εἰς  ἐπιθυμίαν.  Ἂν  τὸν  Χριστὸν ἐνδύσῃ,  καὶ  δαίμονές  σε φοβηθήσονται·  ἂν  δὲ  τὸν  χρυσὸν,  καὶ  ἄνθρωποι  καταγελάσονται·  ἐὰν  ἐνδύσῃ  τὸν Χριστὸν,  καὶ  ἄνθρωποί   σε  αἰδεσθήσονται.  Βούλει  φαίνεσθαι   καλὴ  καὶ  εὐπρεπής; ἀρκέσθητι τοῦ ∆ημιουργοῦ τῇ πλάσει. Τί τὰ χρυσία ἐπεισάγεις, ὡς διορθωσομένη  τοῦ Θεοῦ τὸ πλάσμα; Θέλεις εὐπρεπὴς φαίνεσθαι; περιβαλοῦ ἐλεημοσύνην, περιβαλοῦ φιλανθρωπίαν,  περιβαλοῦ  σωφροσύνην,  ἀτυφίαν·   ταῦτα  πάντα  χρυσοῦ  τιμιώτερα· ταῦτα  καὶ τὴν  ὡραίαν  εὐπρεπεστέραν  ποιεῖ· ταῦτα  καὶ τὴν  οὐκ εὔμορφον  εὔμορφον ἐργάζεται. Ὅταν γάρ τις μετ' εὐνοίας ὄψιν ὁρᾷ, ἀπὸ ἀγάπης φέρει τὰς ψήφους· τὴν δὲ πονηρὰν οὐ δύναταί τις οὐδὲ καλὴν οὖσαν, καλὴν εἰπεῖν· πεπληγμένη  γὰρ ἡ διάνοια οὐ φέρει τὴν ψῆφον ὀρθήν. Ἐκοσμήθη ποτὲ ἡ Αἰγυπτία, ἐκοσμήθη καὶ ὁ Ἰωσήφ· τίς οὖν ἦν ὁ ὡραιότερος; οὐ λέγω ὅτε ἐν τοῖς βασιλείοις ἦν ἐκείνη, οὗτος δὲ ἐν τῷ δεσμωτηρίῳ. Γυμνὸς ἦν οὗτος, ἀλλ'  ἐνεδέδυτο  τῆς σωφροσύνης τὰ ἱμάτια·  ἐνδεδυμένη  ἦν ἐκείνη, ἀλλὰ γυμνῆς  ἦν αἰσχροτέρα· σωφροσύνην  γὰρ οὐκ εἶχεν. Ὅταν σφοδρῶς κοσμήσῃ, ὦ γύναι, τότε τῆς γυμνῆς αἰσχροτέρα γέγονας· ἀπεδύσω γὰρ τὴν εὐκοσμίαν. Ἦν καὶ ἡ Εὔα γυμνή· ἀλλ' ὅτε ἐνεδύσατο, τότε ἦν αἰσχροτέρα· ὅτε μὲν γὰρ ἦν γυμνὴ, κεκόσμητο τῇ δόξῃ τοῦ Θεοῦ· ὅτε δὲ τὸ τῆς ἁμαρτίας ἱμάτιον ἐνεδύσατο, τότε ἦν αἰσχρά. Καὶ σὺ τῆς φιλοκοσμίας ἐνδυομένη τὸ ἱμάτιον, τότε αἰσχροτέρα φαίνῃ. Ὅτι γὰρ ἡ πολυτέλεια  οὐκ ἀρκεῖ δεῖξαι εὔμορφον, ἀλλ' ἔστι καὶ ἐνδεδυμένην  τῆς γυμνῆς μᾶλλον ἀσχημονεῖν, ἐγὼ ἐρῶ. Εἴ ποτε αὐλητοῦ ἢ χοραύλου σκεύη ἐνεδύσω, ἆρα οὐκ ἦν ἀσχημοσύνη; Καίτοι γε χρυσᾶ τὰ ἱμάτιά εἰσιν· ἀλλὰ διὰ τοῦτο ἀσχημοσύνη, ὅτι χρυσᾶ. Ἡ γὰρ πολυτέλεια  τῆς σκηνῆς ἁρμόζει τοῖς τρα  γῳδοῖς, τοῖς ὑποκριταῖς, τοῖς μίμοις, τοῖς ὀρχησταῖς, τοῖς πρὸς τὰ θηρία μαχομένοις· γυναικὶ δὲ πιστῇ ἕτερα δέδοται ἱμάτια παρὰ τοῦ Θεοῦ, αὐτὸς ὁ  μονογενὴς   τοῦ  Θεοῦ Παῖς.  Ὅσοι γὰρ,  φησὶν,  εἰς  Χριστὸν  ἐβαπτίσθητε,  Χριστὸν ἐνεδύσασθε. Εἰπέ μοι, εἴ τίς σοι βασιλικὸν ἔδωκεν ἱμάτιον, σὺ δὲ ἐπάνω ἐκείνου τὸ τοῦ εἵλωτος  λαβοῦσα περιέθου, ἆρα οὐκ ἂν μετὰ τοῦ ἀσχημονεῖν  καὶ ἐκολάσθης; τὸν τοῦ οὐρανοῦ ∆εσπότην καὶ τῶν ἀγγέλων  ἐνεδύσω, καὶ περὶ τὴν γῆν ἔτι στρέφῃ; Ταῦτά μοι εἴρηται,  ὅτι  μέγα  μὲν  καὶ  καθ'  ἑαυτὸ  κακὸν  ἡ  φιλοκοσμία,  κἂν  μηδὲν  ἦν  ἕτερον ἐντεῦθεν  τικτόμενον,  ἀλλ'  ἐξῆν  ἀκινδύνως   ἔχειν  (εἰς  γὰρ  κενοδοξίαν  ἀλείφει  καὶ τῦφον)·  νῦν  δὲ  καὶ  ἕτερα  πολλὰ  τίκτεται  ἐκ  τοῦ  καλλωπισμοῦ,  ὑποψίαι  φανεραὶ, δαπάναι  ἄκαιροι, βλασφημίαι, πλεονεξιῶν  ὑποθέσεις. Τί γὰρ καλλωπίζῃ,  εἰπέ μοι; ἵνα ἀρέσῃς τῷ ἀνδρί; Οὐκοῦν ἐπὶ τῆς οἰκίας τοῦτο ποίει. Ἐνταῦθα δὲ τοὐναντίον γίνεται. Εἰ γὰρ τῷ οἰκείῳ ἀρέσαι θέλεις ἀνδρὶ, τοῖς ἄλλοις μὴ ἄρεσκε· εἰ δὲ τοῖς ἄλλοις ἀρέσκεις, οὐ δυνήσῃ ἀρέσκειν τῷ οἰκείῳ. Ὥστε πάντα ἀποτίθεσθαι τὸν κόσμον ἔδει  εἰς ἀγορὰν ἐμβάλλουσαν, εἰς ἐκκλησίαν  προϊοῦσαν. Ἄλλως  δὲ, μὴ ἀπὸ τούτων  ἄρεσκε τῷ ἀνδρὶ, ἀφ' ὧν καὶ αἱ πόρναι, ἀλλ' ἀπὸ τούτου μᾶλλον, ἀφ' οὗ αἱ γυναῖκες  αἱ ἐλεύθεραι. Τίνι γὰρ, εἰπέ μοι, διέστηκε γυνὴ πόρνης; Ὅτι ἡ μὲν πρὸς ἓν[α] μόνον ὁρᾷ, ὅπως τῷ κάλλει τοῦ σώματος ἐφελκύσηται  τὸν ἐρώμενον· αὕτη δὲ καὶ οἰκίας προΐσταται, καὶ τέκνων κοινωνεῖ,  καὶ τῶν  ἄλλων  ἁπάντων.  Θυγάτριον ἔχεις; ὅρα μὴ διαδέξηται τὴν βλάβην· φιλεῖ γάρ πως πρὸς τὰς ἀνατροφὰς τὰ ἤθη ῥυθμίζεσθαι, καὶ μιμεῖσθαι τὰ τῶν μητέρων ἤθη. Ἔσο ὑπόδειγμα  τῇ θυγατρὶ  σωφροσύνης, κόσμησαι τὸν κόσμον ἐκεῖνον,  καὶ ὅρα πῶς τούτου καταφρονήσεις. Ὄντως γὰρ ἐκεῖνα κόσμος ἐστὶ, ταῦτα δὲ ἀκοσμία. Ἀρκεῖ τὰ εἰρημένα.  Ὁ δὲ Θεὸς ὁ τὸν  κόσμον ποιήσας, καὶ  δοὺς ἡμῖν  τὸν  τῆς  ψυχῆς  κόσμον, κοσμήσειεν ἡμᾶς, καὶ τῇ αὑτοῦ δόξῃ ἀμφιάσειεν· ἵνα πάντες ἐν ἀγαθοῖς ἔργοις διαλάμποντες,  καὶ εἰς δόξαν αὐτοῦ ζῶντες, δόξαν ἀναπέμψωμεν  τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/










Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |