ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 10/25/16

Τρίτη 25 Οκτωβρίου 2016

Α΄ Ὁμιλία λεχθεῖσα ἐν τῷ μαρτυρίῳ τῷ ἐπὶ τῇ παλαιᾷ πέτρᾳ,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63

Α΄ Ὁμιλία λεχθεῖσα ἐν τῷ μαρτυρίῳ τῷ ἐπὶ τῇ παλαιᾷ πέτρᾳ, ὀλίγων συλλεγέντων διὰ τὸν χειμῶνα· εἰς τὸ δεῖν συνεχῶς συνάγεσθαι, καὶ μὴ ἀπαγορεύειν τὴν σωτηρίαν ἐν ἁμαρτήμασιν ὄντας, ἀλλὰ μετάνοιαν ἐπιδείκνυσθαι.

 Τί  τοῦτο;  τὴν  πόλιν   ἅπασαν  παρεῖναι   δέον  σήμερον,  οὐδὲ  τὸ πολλοστὸν ἡμῖν ἀπήντηκε τοῦ συλλόγου μέρος; Τάχα ὁ πηλὸς αἴτιος καὶ ὁ ὑετός; Ἄπαγε· οὐχ ὁ πηλὸς, ἀλλ' ἡ ῥᾴθυμος καὶ ἡ ἀναπεπτωκυῖα γνώμη. Τίνα γὰρ ἂν ἔχοιεν συγγνώμην οἱ ἀπολειφθέντες, ὅπου γε οἱ μὲν μάρτυρες καὶ αὐτῆς τῆς ζωῆς κατεφρόνησαν,  αὐτοὶ δὲ ὑπὲρ τοῦ παραγενέσθαι οὐδὲ πηλοῦ κατετόλμησαν; Πῶς μακαρίσω τοὺς παραγενομένους ὑμᾶς; πῶς ταλανίσω τοὺς ἀπολειφθέντας  ἐκείνους, διά τε τὴν ἀπόλειψιν, διά τε τὴν αἰτίαν τῆς ἀπολείψεως; Εὔδηλον γὰρ ὅτι βιωτικαῖς προσηλωμένοι φροντίσι, καὶ τὸν ἅπαντα λυμαινόμενον τῶν χρημάτων ἔρωτα σφοδρότερον ἐν ἑαυτοῖς ἀνάπτοντες, τῆς καλῆς ταύτης ἀπελείφθησαν ἑορτῆς.

Read More ->>

Γ΄ Τῇ ἐπιούσῃ ἡμέρᾳ, παραγενομένου τοῦ βασιλέως ἐν τῷ μαρτυρίῳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63


 Γʹ.Τοῦ αὐτοῦ. Τῇ ἐπιούσῃ ἡμέρᾳ, παραγενομένου τοῦ βασιλέως ἐν τῷ μαρτυρίῳ τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ τοῦ διακειμένου ἐν τῇ ∆ρυπίᾳ, καὶ ἀναχωρήσαντος πρὸ τῆς διαλέξεως, ἐλέχθη ἡ ὁμιλία μετὰ τὴν ἀναχώρησιν τὴν ἐκείνου πρὸς τὸ πλῆθος.

αʹ. Εὐλογητὸς ὁ Θεὸς, ἡλίκαι τῶν μαρτύρων αἱ δυνάμεις· χθὲς ἡμῖν τὴν πόλιν ὁλόκληρον μετὰ τῆς βασιλίδος, σήμερον τὸν βασιλέα μετὰ τοῦ στρατοπέδου ἐνταῦθα εἵλκυσαν μετὰ πολλῆς τῆς εὐλαβείας, οὐ δεσμὰ περιθέντες, ἀλλὰ τῆς ἀγάπης τὴν ἅλυσιν, ἅλυσιν μηδέποτε διακοπτομένην. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι παραγέγονε βασιλεὺς, ἀλλ' ὅτι μετὰ πολλῆς προθυμίας, οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ, οὐ χάριν διδοὺς, ἀλλὰ χάριν λαμβάνων· καὶ ὁ πάντας εὐεργετῶν τοὺς κατὰ τὴν οἰκουμένην, ἦλθεν εὐεργεσίας ἀπολαύσων παρὰ τῶν ἁγίων τούτων, καὶ τὰ μέγιστα καρπωσόμενος ἀγαθά. ∆ιά τοι τοῦτο καὶ αὐτὸς τὸ διάδημα, καὶ οἱ δορυφόροι πάντες, οἱ μὲν τὰς ἀσπίδας, οἱ δὲ τὰ δόρατα ἀποθέμενοι, καὶ τὴν φαντασίαν ἐκείνην ἀφέντες, μετὰ κατεσταλμένης παρεγένοντο  διανοίας ἅπαντες, ὡς ἀπὸ γῆς εἰς τὸν οὐρανὸν εἰσιόντες, ἔνθα ἀξιώματα καὶ περιφάνεια  καὶ πᾶσα αὕτη ἡ σκηνὴ τῶν ἀξιωμάτων ἐκποδὼν,  βίου  δὲ  ἐπίδειξις  διαλάμπει  μόνον  καὶ  ἀρετῆς  καρποί.

Read More ->>

Ε΄ Ομιλία, λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Εἰρήνης

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63


 Εʹ.Τοῦ αὐτοῦ ὁμιλία, λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Εἰρήνης, ὑπέρ τε τῆς σπουδῆς τῶν παρόντων καὶ ῥᾳθυμίας τῶν ἀπολειφθέντων, καὶ περὶ τοῦ ψάλλειν, καὶ περὶ τοῦ μηδὲν εἶναι κώλυμα γυναιξὶ τὴν φύσιν πρὸς τοὺς τῆς ἀρετῆς δρόμους.

αʹ. Ὡς  ἡδίστη  ἡ  τῶν  Γραφῶν  ἀνάγνωσις,  καὶ  λειμῶνος   παντὸς  ἡδίων  καὶ παραδείσου τερπνοτέρα, καὶ μάλιστα ὅταν γνῶσις τῇ ἀναγνώσει πρόσκειται. Λειμὼν μὲν γὰρ, καὶ ἀνθῶν κάλλη, καὶ δένδρων κόμαι, καὶ ῥόδον καὶ κιττὸς καὶ μυρίνη τέρπει τὴν ὄψιν,  καὶ ὀλίγων  παρελθουσῶν  ἡμερῶν  μαραίνεται·  Γραφῶν  δὲ γνῶσις  τειχίζει  τὴν διάνοιαν, καθαίρει τὸ συνειδὸς, ἀνασπᾷ τὰ ἀνελεύθερα πάθη, φυτεύει τὴν ἀρετὴν, μετάρσιον ποιεῖ τὸν λογισμὸν, οὐκ ἀφίησι ταῖς ἀδοκήτοις τῶν πραγμάτων  βαπτίζεσθαι περιστάσεσιν, ὑψηλοτέρους καθίστησι τῶν τοῦ διαβόλου βελῶν, πρὸς αὐτὸν μετοικίζει τὸν οὐρανὸν,  ἀπολύει  τὴν  ψυχὴν  τῶν  συνδέσμων τοῦ σώματος, κοῦφα ἐργάζεται τὰ πτερὰ, καὶ πᾶν ὅπερ ἂν εἴπῃ τις ἀγαθὸν, εἰς τὴν τῶν ἀκροατῶν εἰσοικίζει διάνοιαν. ∆ιὸ καὶ   τοὺς   ἀπολιμπανομένους  οὐ   παύομαι   ταλανίζων,    καὶ   τοὺς   παραγενομένους μακαρίζων, ὅτι δὴ Θησαυρὸν συλλέγετε ἀνάλωτον  καὶ πλοῦτον  ἀδαπάνητον  καὶ περιουσίαν  φθόνον  οὐκ ἔχουσαν, καὶ  πολλῆς  ἐμπλησθέντες  τῆς  εὐφροσύνης  οἴκαδε ἀναχωρεῖτε.  Οὐδὲν γὰρ οὕτως ἡδονὴν ποιεῖν δύναιτ' ἂν, ὡς συνειδὸς καθαρόν· γίνεται δὲ καθαρὸν συνειδὸς, κἂν μυρίοις ἁμαρτήμασιν ᾖ βεβαρημένον, ἀκροάσεως συνεχοῦς ἀπολαῦον.

Read More ->>

Ζʹ.Ὁμιλία λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63


Ζʹ.Ὁμιλία λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας

αʹ. Βραχὺς μὲν τῶν παρόντων  ὁ σύλλογος, μέγας δὲ ὁ πόθος· διόπερ οὐδὲ ὁ σύλλογος βραχύς. Οὐ γὰρ πλήθη σωμάτων ἐπιζητοῦμεν, ἀλλὰ γνώμην παρεσκευασμένην, διάνοιαν  ἐπτερωμένην,  ἀκροατὴν  ὑψηλότερον  γινόμενον  τῶν βιωτικῶν  ἁπάντων· κἂν εἷς ὁ τοιοῦτος ᾖ, ἱκανὸς ἐπαρκέσαι τῷ λέγοντι· ἐπεὶ καὶ ἡ Σαμαρεῖτις γυνὴ  καὶ  πτωχὴ  ἦν  καὶ  ἐναγὴς  καὶ  ἀλλόφυλος,  καὶ  ὅμως  ἀξία  τῶν μακρῶν ἐκείνων ἐνομίσθη λόγων εἶναι τῷ τῆς οἰκουμένης ∆εσπότῃ· καὶ δήμους μὲν παρέδραμεν Ἰουδαϊκοὺς πολλάκις, ἢ μὴ διαλεγόμενος,  ἢ συσκιάζων τὴν διάλεξιν· γυναικὶ  δὲ βαρβάρῳ, καὶ πέντε ἄνδρας ἐχούσῃ, καὶ ἕκτῳ παρανόμως συνοικούσῃ, μόνῃ διελέγετο, τοὺς μαθητὰς ἐπίτηδες εἰς τὴν ἀγορὰν πέμψας, ἵνα μὴ πτοήσῃ τὴν ἄγραν. Τοσαύτη καὶ μιᾶς ψυχῆς  τῷ ∆εσπότῃ τῆς οἰκουμένης  πρόνοια, μόνον  ἐὰν γνώμην καὶ προθυμίαν ἐπιδεικνύντας τῇ ἀκροάσει τῶν λεγομένων ἐπιτηδείαν εὕρῃ· ὅπερ καὶ ἐκείνη τότε παρέσχετο.


Read More ->>

Η' Ομιλία λεχθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ Παύλου, Γότθων ἀναγνόντων,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63


Ηʹ.Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ Παύλου, Γότθων ἀναγνόντων,  καὶ πρεσβυτέρου Γότθου προομιλήσαντος.

αʹ.  Ἐβουλόμην  παρεῖναι   Ἕλληνας   τήμερον,  ὥστε  τῶν   ἀνεγνωσμένων ἀκοῦσαι καὶ μαθεῖν πόση τοῦ σταυρωθέντος ἡ ἰσχὺς, πόση τοῦ σταυροῦ ἡ δύναμις, πόση τῆς   Ἐκκλησίας ἡ εὐγένεια,  πόση τῆς  πίστεως  ἡ εὐτονία,  πόση τῆς πλάνης ἡ αἰσχύνη, πόσος τῶν δαιμόνων  ὁ γέλως. Τὰ μὲν γὰρ τῶν φιλοσόφων  καὶ παρὰ τοῖς ὁμοφώνοις καταλέλυται, τὰ δὲ ἡμέτερα καὶ παρὰ ἑτερογλώσσοις πολλὴν ἔχει δύναμιν· καὶ τὰ μὲν ἀράχνης εὐκολώτερον διεσπάσθη, τὰ δὲ ἀδάμαντος στεῤῥότερον πέπηγε.  Ποῦ τὰ Πλάτωνος καὶ Πυθαγόρου καὶ τῶν ἐν Ἀθήναις; ἐσβέσθη. Ποῦ τὰ τῶν ἁλιέων καὶ σκηνοποιῶν; οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν βαρβάρων γλώττῃ, καθὼς ἠκούσατε σήμερον, ἡλίου φανότερον διαλάμπει· καὶ Σκύθαι  καὶ  Θρᾷκες καὶ  Σαυρομάται  καὶ  Μαῦροι καὶ  Ἰνδοὶ  καὶ  οἱ  πρὸς  αὐτὰς ἀπῳκισμένοι τὰς ἐσχατιὰς τῆς οἰκουμένης, πρὸς τὴν οἰκείαν ἕκαστος μεταβαλόντες γλῶτταν,

Read More ->>

Θʹ.Τοῦ αὐτοῦ, περὶ τοῦ μὴ δεῖν εἰς ἱπποδρομίας μηδὲ εἰς θέατρα ἀναβαίνειν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63


 Θʹ.Τοῦ αὐτοῦ, περὶ τοῦ μὴ δεῖν εἰς ἱπποδρομίας μηδὲ εἰς θέατρα ἀναβαίνειν. Καὶ λυπήσας αὐτοὺς, εἶτα τῇ συνάξει τῇ μετ' ἐκείνην τὴν κυριακὴν παραχωρήσας εἰπεῖν ἐπισκόπῳ ἀπὸ Γαλατίας ἀφιγμένῳ, καὶσιγήσας, καὶ ἐν τούτῳ λυπήσας, ταύτην εἴρηκε τὴν ὁμιλίαν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ εἰς τὸ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.

αʹ.  Σφόδρα  καθηψάμην   ὑμῶν   πρῴην   περὶ   θεάτρων   καὶ   ἱπποδρομίας διαλεχθείς·  διὰ τοῦτο χαίρω καὶ εὐφραίνομαι  κατὰ τὴν ἀποστολικὴν  φωνὴν  τὴν λέγουσαν· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Πολὺν γὰρ ὁρῶ καρπὸν ἀπὸ τῆς λύπης βλαστάνοντα ταύτης. Ἐπεὶ καὶ τὰ φάρμακα τὰ διορθοῦντα τὰ ἕλκη πρότερον δάκνει τὰ τραύματα, καὶ τότε ἀπαλλάττει τῆς σηπεδόνος· οὕτω καὶ ὁ λόγος καθικνούμενος ἀκροατοῦ, ἀρχὴν ποιεῖται διορθώσεως. Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων ἡ μὲν ἅπαξ νεκρωθεῖσα σὰρξ οὐ τομῆς, οὐ φαρμάκων, οὐ καυτῆρος  αἰσθάνεται·  διόπερ  οὐδ'  ἂν  μυρία  γένηται,  πρὸς  ὑγίειαν  ἐπανελθεῖν δύναται, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς θεραπείας ἀπολέσασα·

Read More ->>

Ιʹ Τοῦ αὐτοῦ ὁμιλία, ῥηθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ τοῦ Ἀποστόλου

0 σχόλια

Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63



Ιʹ. Τοῦ αὐτοῦ ὁμιλία, ῥηθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ τοῦ Ἀποστόλου, ἐπισκόπου ὀλίγα προομιλήσαν τος, εἰς τὸ, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

αʹ. Εἴδετε τὸν  γέροντα  καὶ  νέον,  γέροντα  μὲν  τῷ  σώ ματι,  νέον  δὲ  τῷ φρονήματι; εἴδετε πολιὰν ἀκμάζουσαν  καὶ γήρως τόνον σφριγῶντα; Τοιαῦτα γὰρ τὰ παρ' ἡμῖν, ἀπ' ἐναντίας τοῖς ἔξωθεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πραγμάτων τὸ γῆρας ἄχρηστον· οἷον, ὁ στρατιώτης  εἰς ταύτην  ἐλθὼν  τὴν  ἡλικίαν,  οὐ δύναται τεῖναι τόξον, οὐ βέλος ἀφεῖναι, οὔτε δόρυ σεῖσαι, οὔτε ἵππον ἀναβῆναι,  οὔτε τείχεσι  προσβαλεῖν,  οὔτε  ἄλλο   τοιοῦτον   οὐδὲν  ἐργά  σασθαι  δύναται·  καὶ  ὁ κυβερνήτης δὲ, ὅταν αὐτῷ τὸν τόνον τῆς σαρκὸς χαλάσῃ τὸ γῆρας, οὐ σχοινία τεῖναι, οὐχ ἱστία ἀναπετάσαι, οὐ μεταχειρίσασθαι κώπην, οὐ μεταθεῖναι οἴακας, οὐ μαχέσασθαι κύμασιν, οὐκ ἄλλο τι τῶν τοιούτων δυνήσεται.

Read More ->>

ΙΑ΄ Ομιλία λεχθεῖσα, ἑτέρου προειρηκότος σφόδρα πρεσβύτου, περὶ Ἐλεαζάρου

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63


ΙΑʹ.Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα, ἑτέρου προειρηκότος σφόδρα πρεσβύτου, περὶ Ἐλεαζάρου καὶ ἑπτὰ παίδων.

αʹ. Ὡς  ὡραία  ἡ  πνευματικὴ   ἐλαία  αὕτη!  τῶν  κλάδων  αὐτῆς  γεγηρακότων, ὥριμον ἡμῖν ἤνεγκε τὸν καρπόν. Οὐ γὰρ τοιαῦτα τὰ φυτὰ τῆς γῆς, οἷα τὰ δένδρα τῆς Ἐκκλησίας· ἐκεῖνα μὲν γὰρ εἰς γῆρας ἐλθόντα, τότε τὰ πλείονα τῶν φύλλων  ἀποτίθεται, τόν τε καρπὸν, ὃν ἂν ἐνέγκῃ, τοῦτον  ἔξωρόν τε φέρει καὶ ἀραιόν· ταῦτα δὲ ὅταν εἰς γῆρας ἔλθῃ, τότε μάλιστα τῷ καρπῷ βρίθεται. Ὃ δὴ καὶ ἐπὶ τοῦ σήμερον εἰρηκότος ἐστὶν ἰδεῖν· διὸ καὶ σιγᾷν ἔγνων· ἔδει γὰρ, τοσούτων γερόντων παρόντων καὶ λέγειν εἰδότων, τὸν νέον ἡσυχίαν ἄγειν. Οὕτω καὶ αἱ θεῖαι Γραφαὶ παιδεύουσιν ἡμᾶς· ὅταν μὲν γὰρ νέῳ διαλέγωνται,  φασί· Λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· κεφαλαίωσον  ἐν  ὀλίγοις  πολλά.  Τῷ δὲ πρεσβύτῃ οὐ μετὰ  τῶν  τοιούτων  διορισμῶν διαλέγεται, ἀλλ' ἀφεὶς τὸν αὐτὸν καὶ χωρὶς τῶν τοιούτων  ὅρων συγχωρεῖ τρέχειν· καὶ τὴν ἡδονὴν δὲ πάλιν τῶν λεγομένων, ὅταν μετὰ συνέσεως λέγηται, θαυμάζουσα, οὕτως ἔφη·  Λάλησον, πρεσβύτερε, πρέπει  γάρ  σοι, ἐν  ἀκριβεῖ  δὲ  ἐπιστήμῃ,  καὶ  ἐμποδίσεις

Read More ->>

ΑʹΤῇ δεσποίνῃ μου τῇ αἰδεσιμωτάτῃ καὶ θεοφιλεστάτῃ διακόνῳ Ὀλυμπιάδι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

ΑʹΤῇ δεσποίνῃ μου τῇ αἰδεσιμωτάτῃ καὶ θεοφιλεστάτῃ διακόνῳ Ὀλυμπιάδι Ἰωάννης ἐπίσκοπος ἐν Κυρίῳ χαίρειν.

1.1 Ὅσῳ τὰ τῶν πειρασμῶν ἐπιτείνεται,  τοσούτῳ καὶ τὰ τῆς παρακλήσεως ἡμῖν αὔξεται καὶ χρηστοτέρας ἔχομεν περὶ τῶν μελλόντων τὰς ἐλπίδας· καὶ νῦν δὲ κατὰ ῥοῦν ἡμῖν  ἅπαντα  φέρεται  καὶ  ἐξ  οὐρίας  πλέομεν.  Τίς  εἶδεν;  Τίς  ἤκουσεν;  Ὕφαλοι  καὶ σπιλάδες,  στρόβιλοι  καὶ  καταιγίδες   καταρρήγνυνται·   νὺξ  ἀσέληνος,  ζόφος  βαθύς, κρημνοὶ καὶ σκόπελοι· καὶ διὰ τοιούτου πλέοντες πελάγους τῶν ἐν λιμένι σαλευόντων οὐδὲν χεῖρον διακείμεθα. Ταῦτ' οὖν καὶ αὐτὴ λογιζομένη, δέσποινά μου θεοφιλεστάτη, ὑψηλοτέρα   γίνου   τῶν   θορύβων   τούτων   καὶ   τῶν   κλυδώνων  καὶ   δηλῶσαί   μοι καταξίωσον τὰ περὶ τῆς ὑγιείας τῆς σῆς· ἡμεῖς γὰρ ἐν ὑγιείᾳ καὶ ἐν εὐθυμίᾳ διάγομεν. Καὶ γὰρ καὶ τὸ σῶμα ἡμῖν ἐρρωμενέστερον γέγονε καὶ καθαρὸν ἀναπνέομεν  ἀέρα, οἵ τε συναποδημοῦντες  ἡμῖν  ἐπαρχικοὶ  οὕτω  θεραπεύουσιν  ὅτι οὐδὲ οἰκετῶν  ἡμᾶς ἀφιᾶσι δεῖσθαι τὰ οἰκετῶν  ποιοῦντες–καὶ  γὰρ ἥρπασαν τὸ ἐπίταγμα  τοῦτο διὰ τὸν περὶ ἡμᾶς ἔρωτα–καὶ  δορυφορίαι  πανταχοῦ,  ἑκάστου  αὐτοὺς  μακαρίζοντος  διὰ  τὴν  διακονίαν ταύτην.  Ἕν ἐστιν  ἡμᾶς  τὸ λυποῦν  τὸ μὴ θαρρεῖν  ὅτι  καὶ  αὐτὴ  ἐν  εὐθυμίᾳ  διάγεις. ∆ήλωσον δὴ τοῦτο, ἵνα καὶ τῆς ἐντεῦθεν  ἀπολαύσωμεν  εὐφροσύνης καὶ τῷ κυρίῳ μου δὲ τῷ ποθεινοτάτῳ  1.1 τέκνῳ  ἡμῶν Περγαμίῳ πολλὰς  χάριτας εἰσώμεθα. Κἂν ἐθέλῃς ἡμῖν ἐπιστέλλειν, αὐτῷ πρὸς τοῦτο χρῆσαι, γνησίῳ τε ὄντι καὶ σφόδρα ἡμῖν ἀνακειμένῳ καὶ πάνυ αἰδουμένῳ τὴν κοσμιότητά σου καὶ τὴν εὐλάβειαν.

Read More ->>

Γʹ Ὅταν ἴδω δήμους ἀνδρῶν καὶ γυναικῶν κατὰ τὰς ὁδούς, κατὰ τοὺς σταθμούς,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

 Γʹ Ὅταν ἴδω δήμους ἀνδρῶν καὶ γυναικῶν  κατὰ τὰς ὁδούς, κατὰ τοὺς σταθμούς,

Ὅταν ἴδω δήμους ἀνδρῶν καὶ γυναικῶν  κατὰ τὰς ὁδούς, κατὰ τοὺς σταθμούς, κατὰ τὰς πόλεις ἐκχεομένους καὶ ὁρῶντας ἡμᾶς καὶ δακρύοντας, ἐννοῶ ἐν τίσι τὰ ὑμέτερα. Εἰ γὰρ οὗτοι νῦν  πρῶτον  ἡμᾶς ἑωρακότες οὕτω κατακλῶνται ὑπὸ τῆς ἀθυμίας ὡς μηδὲ ἀνενεγκεῖν  ῥᾳδίως, ἀλλὰ ἱκετευόντων  ἡμῶν καὶ παρακαλούντων καὶ συμβουλευόντων, θερμοτέρους ἤφιον δακρύων κρουνούς, εὔδηλον ὅτι παρ' ὑμῖν σφοδρότερος ὁ χειμών. Ἀλλ' ὅσῳ σφοδρότερος ὁ χειμών, τοσούτῳ καὶ μείζονα τὰ βραβεῖα, εἰ διηνεκῶς  αὐτὸν εὐχαρίστως ἐνέγκοιτε καὶ μετὰ τῆς προσηκούσης ἀνδρείας, ὥσπερ οὖν καὶ φέρετε. Ἐπεὶ καὶ   κυβερνῆται   ἀνέμου   σφοδροῦ  πνέοντος,   ἂν   μὲν   πέρα  τοῦ   μέτρου  τὰ  ἱστία ἀναπετάσωσιν, περιτρέπουσι τὸ σκάφος· ἂν δὲ συμμέτρως καὶ ὡς προσῆκεν, ἰθύνουσιν αὐτὸ μετὰ ἀσφαλείας πολλῆς. Ταῦτ' οὖν εἰδυῖα, δέσποινά μου θεοφιλεστάτη, μὴ ἐκδῷς σεαυτὴν τῇ τῆς ἀθυμίας τυραννίδι, ἀλλὰ κράτει τῷ λογισμῷ τοῦ χειμῶνος· δύνασαι γάρ, καὶ  οὐ  μεῖζόν  σου  τῆς  τέχνης   τὸ  κλυδώνιον·   καὶ  πέμπε  γράμματα  ἡμῖν   τοῦτο ἀπαγγέλλοντα ἵνα   καὶ   ἐν   ἀλλοτρίᾳ    διατρίβοντες    πολλὴν    καρπωσώμεθα   τὴν εὐφροσύνην,   μαθόντες   ὅτι  μετὰ  τῆς  προσηκούσης  σοι  συνέσεως  καὶ  φιλοσοφίας ἤνεγκας τὴν ἀθυμίαν ταύτην. Ταῦτα ἐγγὺς Καισαρείας λοιπὸν ἐλθὼν ἐπέσταλκά σου τῇ τιμιότητι.

Read More ->>

Εʹ Οὐκ ἔμελλον ἄρα οὐδὲ τῆς πόλεως ἀναχωρήσας ἀπαλλάττεσθαι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

 Εʹ Οὐκ ἔμελλον ἄρα οὐδὲ τῆς πόλεως ἀναχωρήσας ἀπαλλάττεσθαι  τῶν συντριβόντων ἡμῶν

 Οὐκ ἔμελλον ἄρα οὐδὲ τῆς πόλεως ἀναχωρήσας ἀπαλλάττεσθαι  τῶν συντριβόντων ἡμῶν τὴν διάνοιαν. Οἱ γὰρ κατὰ τὴν ὁδὸν ἡμῖν ἀπαντῶντες, οἱ μὲν ἐξ ἀνατολῆς, οἱ δὲ ἐξ Ἀρμενίας, οἱ δὲ καὶ ἀλλαχόθεν  τῆς οἰκουμένης, πηγὰς ἀφιᾶσι δακρύων ἡμᾶς βλέποντες καὶ κωκυτοὺς προστιθέασι καὶ δι' ὀδυρμῶν πᾶσαν παραπέμπονται  τὴν ὁδόν. Ταῦτα δὲ εἴρηκα, ἵνα μάθητε ὅτι πολλοὺς  ἔχω συναλγοῦντας  ἡμῖν· οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς παραμυθίας  λόγον.  Εἰ γὰρ  τὸ  ἐναντίον  ὡς  βαρὺ καὶ  ἀφόρητον  ὁ προφήτης  θρηνεῖ λέγων·  «Καὶ ὑπέμεινα  συλλυπούμενον  καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντας  καὶ οὐχ εὗρον.» Εὔδηλον  ὅτι  τοῦτο  πολλὴν  φέρει  τὴν  παραμυθίαν,  τὸ κοινωνοὺς  ἔχειν  τῆς ἀθυμίας  τὴν  οἰκουμένην  ἅπασαν.

Read More ->>

ΣΤʹ Μόλις ποτὲ ἀνεπνεύσαμεν εἰς τὴν Κουκουσὸν ἀφικόμενοι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52


ΣΤʹ Μόλις ποτὲ ἀνεπνεύσαμεν  εἰς τὴν Κουκουσὸν ἀφικόμενοι  ὅθεν καὶ ἐπιστέλλομεν·

 Μόλις ποτὲ ἀνεπνεύσαμεν  εἰς τὴν Κουκουσὸν ἀφικόμενοι  ὅθεν καὶ ἐπιστέλλομεν· μόλις  ποτὲ διεβλέψαμεν  ἀπὸ τοῦ καπνοῦ  καὶ τῆς ποικίλης  τῶν  κακῶν  νεφέλης  τῶν κατὰ τὴν ὁδὸν ἡμᾶς καταλαβόντων.  Νῦν γὰρ ἐπειδὴ παρῆλθε τὰ ὀδυνηρά, διηγοῦμαι αὐτὰ τῇ εὐλαβείᾳ  σου. Ὅτε γὰρ ἐν  αὐτοῖς  ἦμεν,  οὐκ ἠβουλόμην  τοῦτο  ποιῆσαι, μὴ σφόδρα σε λυπήσω. Τριάκοντα γὰρ σχεδὸν ἢ καὶ πλείους ἡμέρας πυρετοῖς χαλεπωτάτοις διετέλεσα παλαίων καὶ οὕτω τὴν μακρὰν ταύτην καὶ χαλεπὴν ὁδεύων ὁδὸν καὶ ἑτέραις χαλεπωτάταις  ἀρρωστίαις   πολιορκούμενος   ταῖς   ἀπὸ   τοῦ   στομάχου.   Λόγισαι  τὰ ἐντεῦθεν,  οὐκ ἰατρῶν  ὄντων,  οὐ βαλανείων,  οὐκ ἐπιτηδείων,  οὐ τῆς ἄλλης  ἀνέσεως, ἰσαυρικοῦ φόβου πανταχόθεν  ἡμᾶς πολιορκοῦντος, τῶν ἄλλων κακῶν ἅπερ ἡ δυσκολία τῶν ὁδῶν τίκτειν  εἴωθε, φροντίδος, μερίμνης, ἐρημίας τῶν θεραπευσόντων.

Read More ->>

Ηʹ Ἤρκει μὲν καὶ ἡ πρώην ἐλθοῦσα ἐπιστολὴ πρὸς τὴν ἐμμέλειαν τὴν σὴν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

 Ηʹ Ἤρκει μὲν καὶ ἡ πρώην ἐλθοῦσα ἐπιστολὴ πρὸς τὴν ἐμμέλειαν τὴν σὴν καταστεῖλαί σου τῆς  ὀδύνης

Ἤρκει μὲν καὶ ἡ πρώην ἐλθοῦσα ἐπιστολὴ πρὸς τὴν ἐμμέλειαν τὴν σὴν καταστεῖλαί σου τῆς  ὀδύνης  τὴν  φλεγμονήν·  ἐπειδὴ  δέ σε σφόδρα κατειργάσατο  τῆς  ἀθυμίας  ἡ τυραννίς,  ἀναγκαῖον  εἶναι ἐνόμισα καὶ δευτέραν προσθεῖναι τῇ προτέρᾳ, ὥστε σε μετὰ δαψιλείας πολλῆς καρπώσασθαι τὴν παράκλησιν καὶ ἐν ἀσφαλεῖ σοι τὰ τῆς ὑγιείας εἶναι λοιπόν. ∆εῦρο δὴ οὖν καὶ ἑτέρωθεν διασκεδάσω σου τῆς ἀθυμίας τὴν κόνιν. Καὶ γὰρ ἀπὸ ἕλκους καὶ οἰδημάτων  χαλεπῶν  κόνιν οἶμαι αὐτὴν γεγενῆσθαι. Πλὴν ἀλλ' οὐδὲ οὕτως ἀμελητέον  τῆς  ἐπιμελείας  τῆς  σῆς. Ἐπεὶ  καὶ  ἡ  κόνις  τὸν  μὴ  μετὰ  σπουδῆς  αὐτὴν ἐκκλίνοντα  ἐν  τῷ  καιριωτάτῳ  τῶν  μελῶν  ἐπάγει  τὴν  λύμην,  τὸ διειδὲς  τῆς  κόρης θολοῦσα  καὶ  ὁλόκληρον  διαταράττουσα  τοῦ  ῥᾳθυμοῦντος  τὸ  ὄμμα, ἵν' οὖν  μὴ  καὶ ἐνταῦθα  τοῦτο γένηται,  μετὰ σπουδῆς πολλῆς  καὶ τὸ λείψανον  ἀνέλωμεν  τοῦ κακοῦ.

Read More ->>

Θʹ Τί θρηνεῖς; Τί κόπτεις σαυτὴν καὶ δίκας ἀπαιτεῖς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

Θʹ Τί θρηνεῖς;  Τί κόπτεις  σαυτὴν  καὶ  δίκας  ἀπαιτεῖς  ἃς οὐδὲ οἱ ἐχθροί  σου ἀπαιτῆσαί

Τί θρηνεῖς;  Τί κόπτεις  σαυτὴν  καὶ  δίκας  ἀπαιτεῖς  ἃς οὐδὲ οἱ ἐχθροί  σου ἀπαιτῆσαί σε ἴσχυσαν, οὕτως τῇ τυραννίδι τῆς ἀθυμίας ἐκδοῦσά σου τὴν ψυχήν; Τὰ γὰρ γράμματα  ἃ  διὰ  Πατρικίου  ἡμῖν  διεπέμψω,  ταῦτα  ἐδήλωσέ  σου  τὰ  τραύματα  τῆς διανοίας. ∆ιὸ καὶ σφόδρα ἀλγῶ καὶ ὀδυνῶμαι ὅτι ὀφείλουσα πάντα κινεῖν καὶ πραγματεύεσθαι  ὥστε ἀπελαύνειν  σου τῆς ψυχῆς  τὴν  ἀθυμίαν,  περιέρχῃ  συνάγουσα λογισμοὺς ὀδυνηροὺς καὶ τὰ μὴ ὄντα–τοῦτο γὰρ ἔφης–ἀναπλάττουσα  καὶ καταξαίνουσα σαυτὴν  εἰκῇ  καὶ μάτην  καὶ ἐπὶ βλάβῃ μεγίστῃ. Τί γάρ σε λυπεῖ  ὅτι Κουκουσοῦ οὐκ ἴσχυσας ἡμᾶς  μεταστῆσαι; Καίτοι γε  τὸ  σὸν μέρος  μετέστησας  πάντα  κινήσασα καὶ πραγματευσαμένη. Εἰ δὲ εἰς τέλος τὸ ἔργον οὐκ ἦλθεν, οὐδὲ διὰ τοῦτο ἀλγεῖν δεῖ. Ἴσως γὰρ  ἔδοξε  τῷ  Θεῷ μακροτέρους  μοι  τεθῆναι  τῶν  δρόμων  τοὺς  διαύλους  ὥστε  καὶ λαμπροτέρους  γενέσθαι τοὺς στεφάνους. Τί τοίνυν  ἀλγεῖς  ὑπὲρ τούτων  ἀφ' ὧν ἡμεῖς ἀνακηρυττόμεθα,   δέον  σε  σκιρτᾶν  διὰ  ταῦτα  καὶ  χορεύειν  καὶ  στεφανοῦσθαι,  ὅτι τοσούτου  κατηξιώθημεν  πράγματος  σφόδρα ὑπερβαίνοντος  ἡμῶν  τὴν  ἀξίαν;


Read More ->>

Ιʹ Καὶ τὰ σώματα τὰ σφοδροῖς παλαίσαντα πυρετοῖς, καὶ τὰ πελάγη

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

Ιʹ  Καὶ τὰ σώματα τὰ σφοδροῖς παλαίσαντα πυρετοῖς, καὶ τὰ πελάγη τὰ ἀγρίοις πυκτεύσαντα  πνεύμασιν 

 Καὶ τὰ σώματα τὰ σφοδροῖς παλαίσαντα πυρετοῖς, καὶ τὰ πελάγη τὰ ἀγρίοις πυκτεύσαντα  πνεύμασιν  οὐκ ἀθρόον οὔτε ἐκεῖνα τὴν ἀπὸ τῶν πυρετῶν  βλάβην, οὔτε ταῦτα τὴν ἀπὸ τῶν κυμάτων  ἀποτίθενται  ζάλην, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν  εἰς καθαρὰν ἐπανελθεῖν  ὑγίειαν  καὶ  ἀπονίψασθαι  τὸν  ἀπὸ τῆς  ἀρρωστίας  ἐναπομείναντα   αὐτοῖς μαλακισμόν· τὰ δὲ ὕδατα, καὶ τῶν πνευμάτων  παυσαμένων,  ἐπιπολὺ  σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου ὥστε εἰς καθαρὰν ἐπανελθεῖν  γαλήνην.  Ταῦτα δέ μοι εἴρηται τὰ προοίμια πρὸς τὴν σὴν εὐλάβειαν οὐχ ἁπλῶς, ἀλλ' ἵνα μάθῃς ὅτι καὶ ταύτην ἀναγκαίως  σοι πέμπομεν τὴν ἐπιστολήν. Εἰ γὰρ καὶ τὴν τυραννίδα  κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν ταύτης κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ  τῆς  προσεδρίας, ἵνα  σοι καὶ  βαθεῖαν  ἐργάσηται  τὴν  εἰρήνην  καὶ  τὴν  μνήμην πάντων  τῶν ἐξ ἐκείνης γενομένων

Read More ->>

ΙΑʹ Ἐπετάθη τὰ τῆς θλίψεως ὑμῖν καὶ πλατύτερα πάλιν ἐτέθη τὰ σκάμματα

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

ΙΑʹ  Ἐπετάθη τὰ τῆς θλίψεως  ὑμῖν καὶ πλατύτερα πάλιν ἐτέθη τὰ σκάμματα

11.1 Ἐπετάθη τὰ τῆς θλίψεως  ὑμῖν καὶ πλατύτερα πάλιν ἐτέθη τὰ σκάμματα καὶ μακρότεροι τῶν δρόμων οἱ δίαυλοι καὶ πρὸς μείζονα φλόγα τῶν ἐπιβουλευόντων ὑμῖν αἴρεται  ὁ  θυμός.  Ἀλλ' οὐ  θορυβεῖσθαι  οὐδὲ  ταράττεσθαι,  ἀλλὰ  διὰ  ταῦτα  μὲν  οὖν μάλιστα χαίρειν  δεῖ καὶ σκιρτᾶν καὶ στεφανοῦσθαι καὶ χορεύειν. Εἰ γὰρ μὴ καιρίας ἐν τοῖς ἔμπροσθεν ἐδώκατε τῷ διαβόλῳ τὰς πληγάς, οὐκ ἂν οὕτως ἠγριώθη τὸ θηρίον ὡς καὶ περαιτέρω προελθεῖν.  ∆εῖγμα τοίνυν  καὶ τῆς ὑμετέρας ἀνδρείας καὶ νίκης καὶ τῆς ἥττης   ἐκείνου   τῆς  πολλῆς,   τὸ  μειζόνως   ἐφάλλεσθαι   καὶ  ἐπιπηδᾶν   καὶ  πλείονα ἐπιδείκνυσθαι  τὴν  ἀναισχυντίαν καὶ δαψιλέστερον  ἐκχεῖν  τὸν  ἰόν. Ἐπεὶ καὶ ἐπὶ τοῦ μακαρίου  Ἰώβ,  ἐπειδὴ  ἐν  τῇ  τῶν  χρημάτων  ἀποβολῇ  ἡττήθη  καὶ  τῇ  τῶν  παίδων ἀφαιρέσει, δεῖγμα καὶ τότε ἐκφέρων τοῦ χαλεπὰ τραύματα δέξασθαι, ἐπὶ τὸ κεφάλαιον ὥρμησε τῶν κακῶν, τὴν τῆς σαρκὸς πολιορκίαν,  τὴν τῶν σκωλήκων  πηγήν, τὸν τῶν τραυμάτων  χορόν· χορὸν  γὰρ αὐτὸν  ἐγὼ  καὶ στέφανον  καλῶ  καὶ μυρίων  βραβείων ἐσμόν.

Read More ->>

ΙΒʹ Ἀπ' αὐτῶν ἀναβὰς τῶν τοῦ θανάτου πυλῶν ταῦτα ἐπιστέλλω

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

ΙΒʹ Ἀπ' αὐτῶν ἀναβὰς τῶν τοῦ θανάτου πυλῶν ταῦτα ἐπιστέλλω πρὸς τὴν σὴν κοσμιότητα

12.1 Ἀπ' αὐτῶν ἀναβὰς τῶν τοῦ θανάτου πυλῶν ταῦτα ἐπιστέλλω πρὸς τὴν σὴν κοσμιότητα· διὸ καὶ σφόδρα ἥσθην ὅτι νῦν  ἀπηντήκασιν  οἱ παῖδες εἰς λιμένα  λοιπὸν ὁρμίζουσιν  ἡμῖν.  Εἰ γὰρ  πελαγίῳ  μοι  σαλεύοντι  ἔτι  καὶ  τὰ  χαλεπὰ  τῆς  ἀρρωστίας ἐκδεχομένῳ  κύματα  συνήντησαν,  οὐδὲ  ἀπατῆσαί  μοι  ῥᾴδιον  ἦν  τὴν  σὴν εὐλάβειαν χρηστὰ  ἀντὶ  δυσχερῶν  ἀπαγγέλλοντι.  Καὶ γὰρ  ὁ  χειμὼν  τοῦ  συνήθους  γενόμενος σφοδρότερος καλεπώτερον  ἡμῖν  καὶ τοῦ στομάχου τὸν χειμῶνα  ἐπήγαγε  καὶ νεκρῶν οὐδὲν ἄμεινον  τοὺς δύο διετέλεσα μῆνας  τούτους, ἀλλὰ  καὶ χαλεπώτερον.  Τοσοῦτον γὰρ ἔζων ὅσον ἐπαισθάνεσθαι τῶν πάντοθεν κυκλούντων με δεινῶν, καὶ πάντα μοι νὺξ ἦν καὶ ἡμέρα καὶ ὄρθρος καὶ μεσημβρία μέση καὶ διημέρευον τῇ κλίνῃ προσηλωμένος· καὶ μυρία μηχανώμενος  οὐκ ἴσχυον τὴν ἐκ τοῦ κρυμοῦ βλάβην ἀποτινάξασθαι· ἀλλὰ καὶ πῦρ ἀνακαίων  καὶ καπνοῦ χαλεπωτάτου  ἀνεχόμενος  καὶ ἐν ἑνὶ δωματίῳ καθειργμένος καὶ μυρία ἐπιβλήματα ἔχων καὶ μηδὲ τὸν οὐδὸν ὑπερβῆναι τολμῶν τὰ ἔσχατα ἔπασχον, ἐμέτων  τε συνεχῶς  ἐπιγινομένων, κεφαλαλγίας,  ἀνορεξίας, ἀγρυπνίας  διηνεκοῦς

Read More ->>

ΙΓʹ Τί φῄς; Οὐκ ἔστησας τρόπαιον οὐδὲ ἤρω νίκην λαμπράν;

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52


 ΙΓʹ Τί φῄς; Οὐκ ἔστησας τρόπαιον  οὐδὲ ἤρω νίκην  λαμπράν;

13.1 Τί φῄς; Οὐκ ἔστησας τρόπαιον  οὐδὲ ἤρω νίκην  λαμπράν;  οὐδὲ ἀνεδήσω στέφανον ἀνθοῦντα διηνεκῶς; Ἀλλ' οὐ ταῦτά φησιν ἡ οἰκουμένη πᾶσα ἡ πανταχοῦ τῆς γῆς ᾄδουσά σου τὰ κατορθώματα; Εἰ γὰρ καὶ τὰ σκάμματα καὶ οἱ ἀγῶνες ἐν ἑνὶ ἵδρυνται χωρίῳ καὶ οἱ δίαυλοί σου τῶν δρόμων καὶ τὰ ἀντὶ ἱδρῶτος αἵματος ἐμπεπλησμένα σου παλαίσματα αὐτόθι γέγονεν, ἀλλ' ἡ δόξα τούτων  καὶ ἡ εὐφημία τὰ τέρματα κατείληφε τῆς  οἰκουμένης.   Σὺ  δὲ  αὐτὰ  μείζω  βουλομένη   ποιῆσαι  καὶ  πλείονα   τὰ  βραβεῖα ἐργάσασθαι, καὶ τοὺς ἀπὸ τῆς ταπεινοφροσύνης  αὐτοῖς προσέθηκας στεφάνους λέγουσα τοσοῦτον ἀπέχειν τῶν τροπαίων τούτων ὅσον οἱ νεκροὶ τῶν ζώντων. Ὅτι γὰρ ταπεινοφροσύνης    τὰ   ῥήματα,   μᾶλλον    ἐξ   αὐτῶν    σε   ἐλέγξαι   πειράσομαι   τῶν γεγενημένων. 

Read More ->>

ΙΗʹ Καρτερίᾳ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52


ΙΗʹ. Καρτερίᾳ.

Κἂν πολλάκις, κἂν ὀλιγάκις ἐπιστείλῃς, ἡμεῖς ἥνπερ ἐξ ἀρχῆς ἔχομεν ψῆφον περὶ  τῆς  ἀγάπης  τῆς  σῆς,  ταύτην  ἀκίνητον   διατηροῦμεν.  Ἴσμεν  γὰρ  ὅτι  καὶ γράφουσα καὶ σιγῶσα ὁμοίως περὶ ἡμᾶς διακεῖσθαι ἐσπούδακας. Ὁ Θεός σοι ταχίστην παράσχοι τὴν ὑγείαν, καὶ πάσης ἀπαλλάξειε ἀῤῥωστίας. Καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἐν φροντίδι  καθεστήκαμεν περὶ τῆς ἀῤῥωστίας τῆς σῆς ἀκούοντες. ∆ιὸ καὶ παρακαλοῦμέν σου τὴν ἐμμέλειαν, ἡνίκα ἂν ἐξῇ συνεχῶς ἡμῖν δηλοῦν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς, καὶ εἴ τινα πρὸς τὸ βέλτιον ἐπίδοσιν ἔλαβέ σου τὸ σῶμα. Οἶσθα γὰρ καὶ πῶς  ἀλγοῦμεν  ἀκούοντές  σε ἐν  ἀῤῥωστίᾳ εἶναι,  καὶ πῶς  εὐφραινόμεθα,  καὶ πτερούμεθα ὑπὸ τῆς ἡδονῆς, ἐπειδὰν ἀκούσωμεν ἐν ὑγείᾳ σε καθεστάναι. Ταῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐγενεστάτη, ὁσάκις ἂν δυνατὸν ᾖ, γράφειν ἡμῖν μὴ κατόκνει, καὶ δηλοῦν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Οὐ γὰρ τὴν τυχοῦσαν ἡμῖν χαριῇ χάριν, τοιαύτας πέμπουσα ἡμῖν ἐπιστολάς.

Read More ->>

ΛΑʹ Μαρκελλίνῳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

ΛΑʹ. Μαρκελλίνῳ.

Μακρὰν μὲν ἐσιγήσαμεν ἀμφότεροι σιγὴν πρὸς ἀλλήλους,   τῆς   δὲ  ἀγάπης   σου  τῆς   ἀρχαίας   καὶ  γνησίας   ἡμῖν   ἐκείνης   οὐκ ἐπιλελήσμεθα,  ἀλλ'  ἀκμάζουσαν  αὐτὴν  διατηροῦμεν,  καὶ  ὅπουπερ  ἂν  ἀπίωμεν, αὐτὴν  περιφέρομεν, μεγίστην ἐντεῦθεν  καρπούμενοι τὴν παράκλησιν. ∆ιὸ δὴ καὶ νῦν ἐπιτυχόντες  τῶν πρὸς τὴν σὴν εὐγένειαν  ἀφικνουμένων,  τήν τε ὀφειλομένην ἀποδιδόαμεν  πρόσρησιν, καὶ  δηλοῦμεν,  ὅτι  κἂν  πρὸς  αὐτὰς  ἀπενεχθῶμεν   τῆς οἰκουμένης τὰς ἐσχατιὰς, ἔχοντές σε ἄπιμεν ἐν διανοίᾳ ἐγκεκολαμμένον  ἡμῶν τῷ συνειδότι. Ἀλλ' ἐπειδὴ τοῖς οὕτω διακειμένοις  οὐ τὸ γράφειν  μόνον, ἀλλὰ καὶ τὸ δέχεσθαι γράμματα παρὰ τῶν οὕτω φιλουμένων,  πολλὴν φέρει τὴν ἡδονὴν, διπλασίασον ἡμῖν  τὴν  εὐφροσύνην,  δέσποτα τιμιώτατε,  καὶ ἡνίκα  ἂν ἐξῇ, γράφε συνεχῶς  ἡμῖν, τὰ περὶ τῆς ὑγιείας  τῆς σῆς δηλῶν.  Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον ταῦτα μανθάνειν, καὶ ὅσην καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν.

Read More ->>

Μʹ Ἀσυγκριτίᾳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

Μʹ. Ἀσυγκριτίᾳ.

 Οἶδα ὅτι  ἐν  πολλῇ  θλίψει καθέστηκας νῦν. Ἀλλ' ὥσπερ τοῦτο οἶδα, οὕτως κἀκεῖνο ἐπίσταμαι, ὅτι πολύς σε ἐκ τῶν θλίψεων  τούτων ἀναμένει μισθὸς, καὶ μεγάλη ἀμοιβὴ καὶ ἀντίδοσις κεῖται. Εἰ γὰρ καὶ ἀθυμία, ἀλλὰ τὴν  ψυχὴν  ὠφελοῦσα, καὶ πολλὰ  τὰ βραβεῖα προξενοῦσα. Ταῦτ' οὖν εἰδυῖα καὶ λογιζομένη, μεγίστην ἐντεῦθεν καρποῦ τὴν παράκλησιν, μὴ τὸ ὀδυνηρὸν μόνον ὁρῶσα τῶν θλίψεων, ἀλλὰ καὶ τὸ ἐκ τούτων συναγόμενον κέρδος· καὶ γράφε  συνεχῶς  ἡμῖν  περὶ τῆς ὑγιείας  τῆς σῆς. Ἐπεὶ καὶ νῦν  οὐχ ὡς ἔτυχεν ἠλγήσαμεν, ἀκούσαντές σε ἀῤῥωστεῖν. ∆ιὸ καὶ σφόδρα ἐπιζητοῦμεν μανθάνειν μετὰ πολλοῦ  τοῦ τάχους,  εἰ ῥᾷόν σοι διετέθη  τὰ τῆς  ἀῤῥωστίας, ὥστε τῆς  ἐπὶ  ταύτῃ φροντίδος  ἀνεθῆναι.

Read More ->>

.Ξʹ Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

.Ξʹ. Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ.

 Οἶδα ὅτι σφόδρα ὑμᾶς διετάραξε τῶν ἐπαλλήλων  πειρασμῶν ἡ συνέχεια, τῶν ἐπενεχθέντων  τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ πρεσβυτέρῳ. Ἀλλὰ μηδὲν ὑμᾶς τοῦτο θορυβείτω. Ὁ γὰρ διὰ τὸν Θεὸν  ταῦτα   πάσχων,   ὅσῳπερ  ἄν   τι   χαλεπώτερον   πάθῃ,  μειζόνων   ἀπολαύει στεφάνων.  Ἱκανὴν  τοίνυν  ἔχουσαι ταύτην  τὴν παράκλησιν, φέρετε γενναίως  καὶ εὐχαρίστως  τὰ συμπίπτοντα,  δοξάζουσαι τὸν  Θεὸν ἐφ'  ἅπασι τοῖς  συμβαίνουσιν.Οὕτω γὰρ καὶ ὑμεῖς κοινωνοὶ γενήσεσθε τῶν ἀποκειμένων  αὐτῷ μισθῶν καὶ στεφάνων, ὑπὲρ ὧν γενναίως καὶ πράως ἠνέγκατε τὰ συμβάντα. Ἴστε γὰρ ὅτι ὁδὸς ὁ παρὼν βίος, καὶ τὰ χρηστὰ αὐτοῦ καὶ τὰ λυπηρὰ παροδεύεται, καὶ ὅτι διὰ πολλῶν θλίψεων   δεῖ  ἡμᾶς  εἰσελθεῖν  εἰς  τὴν  βασιλείαν  τοῦ  Θεοῦ· καὶ  ὅτι  στενὴ  καὶ τεθλιμμένη  ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Παρακληθεῖσαι οὖν καὶ διὰ τούτων, καὶ  διὰ  τῆς  παρουσίας  αὐτοῦ,  ἅπαν  ἀθυμίας  διασκεδάσατε  νέφος,  χαίρουσαι, εὐφραινόμεναι ἐπὶ τοῖς τούτου παθήμασι. Καὶ γὰρ ἄφατος αὐτῷ ἐντεῦθεν κείσεται ὁ καρπὸς καὶ ἀκήρατος.

Read More ->>

Πʹ Φιρμίνῳ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52


Πʹ. Φιρμίνῳ.


 Εἰς μὲν τὴν συνουσίαν σου μεγάλα ἡμᾶς τὸ ἀῤῥωστεῖν σε ἐζημίωσεν· εἰς δὲ τὴν ἀγάπην οὐδὲ μικρὰ παρέβλαψεν. Ἤρκεσε γὰρ ἡμῖν καὶ τὸ ἅπαξ σοι συγγενέσθαι, εἰς τὸ γενέσθαι  σου σφοδροὺς ἐραστάς. Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς γράφομεν, καὶ ἅπερ ἐπιθυμεῖς ἀκοῦσαι δηλοῦμεν. Τίνα δὲ ταῦτά ἐστιν; Ὑγιαίνομεν· ἀδεῶς τὴν ὁδὸν διηνύσαμεν· ἐντρυφῶμεν  ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ  πολλῇ· πολλῆς  παρὰ πάντων ἀπολαύομεν εὐνοίας· ἄφατον καρπούμεθα παραμυθίαν. Οὐδεὶς ὁ ἐλαύνων  ἐνταῦθα, οὐδὲ ἐνοχλῶν.  Καὶ τί θαυμάζεις εἰ ἐν τῇ πόλει, ὅπου γε καὶ τὴν ὁδὸν μετὰ πολλῆς ἠνύσαμεν τῆς ἀδείας; ∆ήλου δὴ καὶ αὐτὸς ἡμῖν τὰ σὰ, ἵν' ὥσπερ σὲ τούτοις ἥσαμεν τοῖς διηγήμασιν, οὕτω καὶ αὐτοὶ πολλῆς ἀπολαύσωμεν τῆς εὐφροσύνης, τὰ περὶ τῆς ὑγείας τῆς σῆς μανθάνοντες. 

Read More ->>

Ρʹ Μαρκιανῷ καὶ Μαρκελλίνῳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52



Ρʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ.

 Τοῦτο καὶ ἡμῖν τῆς μακρᾶς σιγῆς αἴτιον γίνεται, ὃ καὶ τῇ εὐγενείᾳ τῇ ὑμετέρᾳ· ἀλλὰ σιγῆς οὐ τῆς κατὰ τὴν γνώμην,  ἀλλὰ τῆς κατὰ τὴν γλῶτταν. Ὡς τῇ διανοίᾳ καὶ ἐπιστέλλομεν, καὶ προσφθεγγόμεθα συνεχῶς, μᾶλλον δὲ διηνεκῶς,  τὴν  εὐγενεστάτην  καὶ  ἐμμελεστάτην  ὑμῶν  ψυχὴν,  καὶ  ἐγκολάψαντες ὑμᾶς τῷ συνειδότι, πανταχοῦ περιφέρομεν· τοιοῦτον γὰρ τὸ φιλεῖν  γνησίως. Ταῦτ' οὖν εἰδότες, κύριοί μου ποθεινότατοι καὶ τιμιώτατοι, ἐπιστέλλετε μὲν, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας δηλοῦντες. Θαῤῥεῖτε δὲ, ὅτι καὶ σιγώντων  ὑμῶν τὴν  αὐτὴν  περὶ τῆς  ἀγάπης  ὑμῶν  ψῆφον  οἴσομεν, ἣν  καὶ  γραφόντων,  ἀπὸ τῆς γνώμης  ταῦτα  ψηφιζόμενοι  τῆς  ὑμετέρας.

Read More ->>

ΡΙΘʹ Θεοφίλῳ πρεσβυτέρῳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52


ΡΙΘʹ. Θεοφίλῳ πρεσβυτέρῳ.

 Οὐκοῦν ἐπειδή σοι θύραν ἀνέῳξα τοῦ γράφειν, δείξον ὡς οὐχ ὁ ὄκνος ἐποίει τὴν ἔμπροσθεν σιγὴν, ἀλλὰ τὸ παρ' ἡμῶν ἀναμένειν λαβεῖν τοῦ γράφειν τὴν παῤῥησίαν, καὶ  πέμπε  νιφάδας  ἡμῖν  γραμμάτων,  τὴν  σὴν  ἀπαγγελλόντων ἡμῖν εὐδοκίμησιν· οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα· μηδὲ ἀφῇς τῆς ἀθυμίας τὴν τυραννίδα   εἰς  σιγήν  σε  ἐμβαλεῖν,   ἀλλὰ  πάσης  ἀράχνης   εὐκολώτερον   αὐτὴν διασπάσας, φαίνου  λαμπρὸς  ἐπὶ  τῆς  παρατάξεως,  καὶ  τῇ  πολλῇ  παῤῥησίᾳ  καὶ ἐλευθερίᾳ συγχέων τοὺς ἐναντίους. Νῦν γάρ ἐστι καιρὸς εὐδοκιμήσεως καὶ ἐμπορίας πολλῆς.  Οὐδὲ γὰρ ἔμπορος ἐν λιμένι  καθήμενος, τὰ φορτία συνάγειν  δύναιτ' ἂν, ἀλλὰ μακρὰ διαπερῶν πελάγη, καὶ κυμάτων κατατολμῶν, καὶ λιμῷ καὶ θηρίοις τοῖς ἐν πελάγει πυκτεύων, καὶ πολλὰς ἑτέρας ὑπομένων δυσκολίας.

Read More ->>

Οʹ Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσιν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

Οʹ  Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσιν.


 Ἐβουλόμην καὶ αὐτὸς παραγενομένους ὑμᾶς ἐνταῦθα ἰδεῖν· ἀλλ' ἐπειδὴ πολλὰ  τὰ κωλύοντα,  τοῦτο μὲν οὐ τολμῶ  νῦν  ἀπαιτεῖν,  ἀξιῶ δὲ, καὶ πόῤῥωθεν ὄντας, τὴν ἀπὸ τῶν πεπαῤῥησιασμένων εὐχῶν ὑμῶν παρέχειν συμμαχίαν ἡμῖν αὕτη γὰρ οὔτε χρόνῳ μαραίνεται ἡ βοήθεια, οὔτε ὁδοῦ μήκει διείργεται, ἀλλ' ὅπουπερ ἂν διάγῃ τις παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχων, καθάπερ οὖν καὶ ὑμεῖς, δύναται καὶ τοὺς πόῤῥωθεν ὄντας ἐντεῦθεν  τὰ μέγιστα ὠφελεῖν,  μετὰ δὲ τῶν εὐχῶν  καὶ γράμματα ἡμῖν παρέχειν τὰ συνεχῶς περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενα. Εἰ γὰρ καὶ πολλὰ τὰ πανταχόθεν ἡμῖν περιεστοιχισμένα κύματα, καὶ ἐρημία τόπου, καὶ πολιορκία, καὶ Ἰσαύρων ἔφοδος, καὶ καθημερινὸς θάνατος θανάτῳ γὰρ συζῶμεν διηνεκεῖ, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν τῷ φρουρίῳ τούτῳ συγκεκλεισμένοι, καὶ σώματος ἀσθενείᾳ παλαίοντες   χαλεπῇ,  ἀλλ'  ὅμως  εἰ  καὶ  πολλαὶ  αἱ  περιστάσεις,  οὐ  μικρὰν  εἰς παραμυθίαν τῶν κακῶν τούτων τὴν ὑμετέραν ἔχομεν ἀγάπην.

Read More ->>

Αʹ Ῥωμανῷ πρεσβυτέρῳ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52


 Αʹ.  Ῥωμανῷ πρεσβυτέρῳ.

Καὶ τοῦτο  σὸν,  καὶ  τῆς  μεγάλης  σου καὶ  ὑψηλῆς  καὶ  φιλοσόφου γνώμης,  τὸ  μηδὲ  ἐν  χειμῶνι  τοσούτων  πραγμάτων  ἐπιλαθέσθαι  τῆς  ἡμετέρας ἀγάπης, ἀλλὰ μένειν ἀκίνητον καὶ ἀκμάζουσαν διατηροῦντα τὴν πρὸς ἡμᾶς φιλίαν. Τοῦτο γὰρ ἔγνων μὲν καὶ παρὰ τῶν ἐκεῖθεν ἀφικνουμένων  σαφῶς, ᾔδειν δὲ καὶ πρὶν  ἢ παρ' ἑτέρων μάθω. Οἶδα γάρ σου τὸ στεῤῥὸν καὶ ἀπερίτρεπτον τῆς διανοίας, τὸ πεπηγὸς καὶ ἀκίνητον τῆς γνώμης. ∆ιὸ καὶ πολλὰς ἔχω χάριτας τῇ θεοσεβείᾳ τῇ σῇ, καὶ  παρακαλῶ  σου τὴν  εὐλάβειαν,  καὶ  ἐν  μεγίστης  αἰτῶ  χάριτος  μέρει, τὸ συνεχῶς ἡμῖν ἐπιστέλλειν, ἡνίκα ἂν ἐξῇ. Οἶσθα γὰρ ὅσην δεχόμεθα παράκλησιν καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ὅταν καὶ γράμματα δεξώμεθα τὰ περὶ τῆς ὑγείας τῆς σῆς ἡμᾶς εὐαγγελιζόμενα. Σφόδρα γὰρ ἐπιθυμοῦμεν καὶ ἐῤῥῶσθαι καὶ ὑγιαίνειν τὴν σὴν θεοσέβειαν, ἐπειδήπερ  ἡ ὑγεία  ἡ σὴ πολλοῖς  στηριγμὸς καὶ λιμὴν  καὶ βακτηρία τυγχάνει,  καὶ  μυρίων  κατορθωμάτων  ὑπόθεσις.

Read More ->>

ΡΘʹ Ῥουφίνῳ ἐπισκόπῳ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

 ΡΘʹ. Ῥουφίνῳ  ἐπισκόπῳ.

 Οἶδά σου τῆς  ἀγάπης  τὸ στεῤῥόν. Ὀλίγα  μέν  σοί ποτε συνεγενόμεθα ἐν Ἀντιοχείᾳ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, πολλὴν δέ σου πεῖραν τῆς εὐλαβείας καὶ τῆς συνέσεως εἰληφότες,  καὶ τῆς περὶ ἡμᾶς ἀγάπης. Ἐξ ἐκείνου, καίτοι πολλοῦ μεταξὺ γενομένου τοῦ χρόνου, τὴν περὶ σὲ ἀγάπην ἀκμάζουσαν διατηροῦμεν, καὶ ὡς χθὲς καὶ πρώην σε ἑωρακότες, οὕτως σου φανταζόμεθα τὴν παρουσίαν. ∆ιὸ καὶ ἐπιστέλλομεν, καὶ παρακαλοῦμεν μεμνῆσθαι ἡμῶν διηνεκῶς. Ἀπήχθημεν εἰς χωρίον τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον, τὴν Κουκουσὸν, καὶ καθ' ἑκάστην σχεδὸν τὴν ἡμέραν ὑπὸ τῆς τῶν  Ἰσαύρων πολιορκούμεθα ἐφόδου. Ἀλλ' ὅμως, καὶ ἐν τοσαύταις ὄντες περιστάσεσιν, ἢν θαῤῥῶμεν περὶ  τῆς ἀγάπης τῆς ὑμετέρας, καὶ ἴδωμεν  σαφῶς, ὅτι γνησίας ἀπολαύομεν διαθέσεως, οὐ τὴν τυχοῦσαν καὶ ἐν ταῖς θλίψεσι ταύταις καρπωσόμεθα τὴν  παράκλησιν.

Read More ->>

ΡΚΕʹ Πρός Κυριάκον Επίσκοπον εν εξορία όντα αυτόν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

ΡΚΕʹ  Πρός Κυριάκον Επίσκοπον εν εξορία όντα αυτόν


Φέρε δὴ  πάλιν  ἀπαντλήσω  τῆς  ἀθυμίας  τὸ  ἕλκος,  καὶ  διασκεδάσω τοὺς λογισμοὺς τοὺς τὸ νέφος τοῦτο συνιστῶντας. Τί γάρ ἐστιν ὃ λυπῇ καὶ ἀδημονεῖς;∆ιότι χαλεπὸς  ὁ χειμὼν  καὶ πικρὸν  τὸ ναυάγιον  τὸ τὴν  Ἐκκλησίαν καταλαβόν; Τοῦτο οἶδα κἀγὼ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλ' εἰ βούλει, εἰκόνα σοι ἀναπλάττω  τῶν γινομένων.  Θάλατταν ὁρῶμεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην  τῆς ἀβύσσου, τοὺς ναύτας ἀντὶ τῶν οἰάκων καὶ τῶν κωπῶν τὰς χεῖρας τοῖς γόνασι περιπλέξαντα καὶ πρὸς τὴν ἀμηχανίαν  τοῦ χειμῶνος  ἀπορηθέντας, οὐκ οὐρανὸν βλέποντας, οὐ πέλαγος, οὐ ξηρὰν, ἀλλ' ἐπὶ τῶν  στρωμάτων κειμένους, καὶ ὀλοφυρομένους,  καὶ κλαίοντας. Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει· νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος, καὶ χείρω τὰ κύματα. Ἀλλὰ παρακάλει τὸν ∆εσπότην ἡμῶν  Χριστὸν, ὃς οὐ τέχνῃ  περιγίνεται  χειμῶνος,  ἀλλὰ νεύματι  λύει τὴν ζάλην. Ἀλλ' εἰ καὶ πολλάκις παρεκάλεσας, καὶ οὐκ εἰσηκούσθης, μὴ ὀλιγωρήσῃς· τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος  Θεός. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκείνους τοὺς τρεῖς παῖδας λυτρώσασθαι, ἵνα μὴ εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμπέσωσιν;

Read More ->>

ΡΛΑʹ Ἐλπιδίῳ ἐπισκόπῳ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

 ΡΛΑʹ. Ἐλπιδίῳ ἐπισκόπῳ.

Ἡμεῖς οὔτε ὑπερορῶντες,  οὔτε  ὀλιγωροῦντές   σου  τῆς  ἀγάπης,  τὸν  ἔμπροσθεν  ἐσιγήσαμεν χρόνον, ἀλλὰ τὰ περιεστῶτα ἡμᾶς δεινὰ τὴν μακρὰν ταύτην σιγὴν ἐποίησεν. Οὐ γὰρ ἐν ἑνὶ ἱδρύμεθα χωρίῳ, ἀλλὰ νῦν μὲν τὴν Κουκουσὸν, νῦν δὲ τὴν Ἀραβισσὸν, νῦν δὲ τὰς φάραγγας καὶ τὰς ἐρημίας περιπολοῦμεν· οὕτω πάντα θορύβων ἐμπέπλησται καὶ ταραχῆς, καὶ πῦρ καὶ σίδηρος ἅπαντα δαπανᾷ, καὶ σώματα, καὶ οἰκοδομήματα. Ἤδη δὲ καὶ πόλεις ἀνεσκάφησαν αὔτανδροι, καὶ καθ' ἑκάστην ἡμέραν συνεχέσιν ἐπιβαλλόμενοι φήμαις μετανάσται γινόμεθα, χαλεπόν τινα καὶ καινὸν ἐξορίας ὑπομένοντες  τρόπον,  καὶ  καθημερινὸν  θάνατον  προσδοκῶντες.  Οὐδὲ γὰρ ἐν  τῷ φρουρίῳ καθάπερ ἐν δεσμωτηρίῳ νῦν ἀποκλεισθέντες  ἔχομεν θαῤῥεῖν, διὰ τὸ καὶ τῶν τοιούτων τοὺς Ἰσαύρους κατατολμᾷν. Προσετέθη δὲ ἡμῖν καὶ ἀῤῥωστία χαλεπὴ, ἧς μόλις νῦν τὸ χαλεπώτερον  διαφυγόντες, ἔτι τὰ λείψανα αὐτῆς περιφέρομεν· καὶ ὥσπερ εἰς νῆσόν τινα ὑπὸ πελάγους ἀπλώτου  κυκλουμένην  ἀποικισθέντες, οὕτως οὐδαμόθεν  οὐδένα  ῥᾳδίως  ὁρᾷν  δυνάμεθα,  πάσης ὁδοῦ τῷ  φόβῳ  τῶν  θορύβων τούτων   ἀποτετειχισμένης.   Παρακαλῶ  τοίνυν   συγγνῶναι   ἡμῖν,   δέσποτά  μου τιμιώτατε καὶ εὐλαβέστατε· οἶσθα γὰρ τὴν ἀγάπην, ἣν ἄνωθεν καὶ ἐξ ἀρχῆς περὶ τὴν σὴν ἐπεδειξάμεθα εὐλάβειαν, καὶ μὴ διαλιπεῖν  εὐχόμενον  ὑπὲρ ἡμῶν. Ὅτι γὰρ εἰ ῥᾳδίως ἐπιτύχοις τῶν πρὸς τὰ γράμματα ὑπηρετησομένων, οὐδὲν ὑπομνήσεως δεήσῃ πρὸς τὸ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῆς ὑγιείας τῆς σῆς, σφόδρα θαῤῥοῦμεν. Καὶ ἡμεῖς  δὲ, εἰ  λωφήσειεν  ταυτὶ  τὰ  δεινὰ,  καὶ  προκύψαι  τοῦ  δεσμωτηρίου  τούτου δυνηθείημεν, καὶ ἀναπνεῦσαι μικρὸν ἀπὸ τῆς κατεχούσης πολιορκίας ἡμᾶς, οὐ διαλείψομεν συνεχῶς ἐπιστέλλοντές σου πρὸς τὴν τιμιότητα. Ἡμῖν γὰρ αὐτοῖς τοῦτο ποιοῦντες τὰ μέγιστα χαριούμεθα.

Read More ->>

ΡΜΕʹ Νικολάῳ πρεσβυτέρῳ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

ΡΜΕʹ. Νικολάῳ   πρεσβυτέρῳ.

 Ἐβουλόμην   καὶ   αὐτὸς,   καὶ   σφόδρα ἐπεθύμουν ἰδεῖν σου τὴν ἐμμέλειαν, καὶ περιπτύξασθαι· καὶ τοῦτο οἶσθα καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων. Φιλεῖν γὰρ εἰδὼς γνησίως καὶ τοὺς γνησίως φιλοῦντας διαγινώσκειν  ἐπίστασαι. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, ὅπερ ἔνι ποιῶ, τέως γράφω, προσαγορεύω, γράμματα  ἀπαιτῶ,  τὰ  περὶ  τῆς  ὑγείας  τῆς  σῆς ὑμῖν  πυκνότερον δηλοῦντα. Χαρίζου δὴ ταύτην ἡμῖν τὴν χάριν. Εἰ γὰρ καὶ μὴ δεῖ σοι παρακλήσεως εἰς τοῦτο, οὐ παυσόμεθά σε ἀναμιμνήσκοντες  ὑπὲρ τούτου. Οὐ γὰρ μικρὰ παράκλησις ἡμῖν καὶ παραμυθία καὶ τῆς ἐρημίας καὶ τῶν φόβων τῶν καθημερινῶν, τῶν ἀπὸ τῆς ἐφόδου γινομένων  τῆς λῃστρικῆς, καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας, καὶ τῶν ἄλλων περιστάσεων, τὸ μανθάνειν  περὶ τῶν ἀγαπώντων  ἡμᾶς ὑμῶν, ὅτι τε ἔῤῥωσθε, καὶ ὑγιαίνετε, καὶ κατὰ ῥοῦν ὑμῖν ἅπαντα φέρεται, κἂν μυρίους ἡμῖν λέγῃς χειμῶνας. Πῶς καὶ τίνι  τρόπῳ; Ὅτι ἔνι τὸν γενναῖον,  καὶ ἐγρηγορότα, καὶ νήφοντα  καὶ ἐν ταραττομένῳ πραγμάτων πελάγει ἐξουρίας πλεῖν, ὥσπερ καὶ τὸν χαῦνον καὶ ἀναπεπτωκότα καὶ κείμενον ὕπτιον, καὶ ἐν γαλήνῃ διαταράττεσθαι καὶ θορυβεῖσθαι.

Read More ->>

Εις τούς άνδριάντας όμιλίαι ΚΑ' έν Αντιόχεια λεχθεΐσαι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάνατας
Τόμος 49

Εις τούς άνδριάντας όμιλίαι ΚΑ' έν Αντιόχεια λεχθεΐσαι .Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.

αʹ. Ἠκούσατε τῆς ἀποστολικῆς φωνῆς, τῆς σάλπιγγος τῆς ἐκ τῶν οὐρανῶν, τῆς  λύρας  τῆς  πνευματικῆς;  Καὶ  γὰρ  ὡς  σάλπιγξ  φοβερὸν  ἠχοῦσα  καὶ πολεμικὸν, καταπλήττει τε τοὺς ἐχθροὺς, καὶ διανίστησι τῶν οἰκείων τὰ πεπτω  κότα  φρονήματα,   καὶ  πολλοῦ   θάρσους  ἐμπλήσασα  ἀκαταγωνίστους   ποιεῖ  τῷ διαβόλῳ τοὺς προσέχοντας· καὶ ὡς λύρα πάλιν μετὰ πολλῆς τῆς ψυχαγωγίας τέρπουσα, κοιμίζει τῶν  ἀτόπων  λογισμῶν τὰ πάθη, καὶ πολλὴν  ἡμῖν μεθ' ἡδονῆς ἐνίησι τὴν ὠφέλειαν. Ἠκούσατε τοίνυν σήμερον περὶ πολλῶν καὶ ἀναγκαίων πραγμάτων  διαλεγομένου   τῷ  Τιμοθέῳ;  Καὶ γὰρ  περὶ  χειροτονιῶν   πρὸς  αὐτὸν ἐπέστελλεν  εἰπών· Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει  ἁμαρτίαις ἀλλοτρίαις· καὶ τὸν ἀφόρητον τῆς τοιαύτης παρανομίας παρέστησε κίνδυνον, δείξας ὅτι τῶν ἑτέροις πεπλημμελημένων  ἕτεροι τὴν τιμωρίαν  ὑποστήσονται μετ' αὐτῶν ἐκείνων, ὅτι τὴν ἐξουσίαν διὰ τῆς χειροτονίας τῇ πονηρίᾳ παρέχονται. Εἶτα πάλιν φησίν·

Read More ->>

Ομιλία δευτέρα λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιᾷ λεγομένῃ ἐκκλησίᾳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49

Ομιλία δευτέρα  λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιᾷ λεγομένῃ ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσηςσυμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.

αʹ. Τί εἴπω καὶ τί λαλήσω; δακρύων ὁ παρὼν καιρὸς, οὐχὶ ῥημάτων· θρήνων, οὐχὶ λόγων· εὐχῆς, οὐ δημηγορίας· τοιοῦτον τῶν τετολμημένων  τὸ μέγεθος, οὕτως ἀνίατον τὸ ἕλκος, οὕτω μέγα τὸ τραῦμα, καὶ πάσης ἰατρείας μεῖζον, καὶ τῆς ἄνωθεν δεόμενον βοηθείας. Οὕτω μὲν ὁ Ἰὼβ ἅπαντα ἀποβαλὼν, ἐπὶ τῆς κοπρίας ἐκάθητο, καὶ ἀκούσαντες οἱ φίλοι παρεγένοντο, καὶ ἰδόντες αὐτὸν πόῤῥωθεν, τὰ ἱμάτια διέῤῥηξαν, καὶ σποδὸν κατεπάσαντο, καὶ μέγα ἀνῴμωξαν.  Νῦν τοῦτο τὰς πόλεις ἁπάσας τὰς κύκλῳ  ποιῆσαι ἐχρῆν, καὶ πρὸς τὴν  πόλιν  τὴν  ἡμετέραν  ἐλθεῖν,  καὶ θρηνῆσαι τὰ γεγενημένα μετὰ συμπαθείας ἁπάσης. Ἐκεῖνος ἐπὶ τῆς κοπρίας ἐκάθητο τότε, αὕτη ἐν  μεγάλῃ  παγίδι  κάθηται  νῦν.  Καθάπερ γὰρ τότε  ὁ διάβολος  εἰς τὰ ποίμνια καὶ τὰ βουκόλια, καὶ πᾶσαν ὠρχήσατο τοῦ δικαίου τὴν οὐσίαν· οὕτω νῦν εἰς τὴν πόλιν ἅπασαν ἐβάκχευσεν.

Read More ->>

Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ ὑπὲρ τῆς πόλεως

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49

Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ, ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα πρεσβευομένου· καὶ τίς ἐστιν ἡ ἀληθὴς νηστεία, καὶ ὅτι τοῦ φαγεῖν ἀνθρώπινον σῶμα τὸ κατηγορῆσαι χεῖρον, καὶ περὶ τῶν διὰ τὴν στάσιν σφαγέντων, καὶ πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι πολλοὶ τῶν ἀναιτίων ἑάλωσαν. Ὁμιλία γʹ

Ὅταν εἰς τὸν θρόνον ἀπίδω τοῦτον ἔρημον ὄντα καὶ κενὸν τοῦ διδασκάλου, χαίρω τε ὁμοῦ καὶ δακρύω· δακρύω μὲν, ὅτι παρόντα οὐχ ὁρῶ τὸν πατέρα· χαίρω δὲ, ὅτι ὑπὲρ τῆς ἡμετέρας ἀπεδήμησε σωτηρίας, καὶ δῆμον τοσοῦτον ἀπῆλθεν  ὀργῆς ἐξαρπάσαι βασιλικῆς. Τοῦτο καὶ ὑμῖν κόσμος, κἀκείνῳ στέφανος· κόσμος ὑμῖν, ὅτι τοιοῦτον  ἐκληρώθητε  πατέρα· στέφανος  ἐκείνῳ,  ὅτι  περὶ τὰ  ἔκγονα  οὕτως  ἐστὶ φιλόστοργος, καὶ τὸ παρὰ τοῦ Χριστοῦ λεχθὲν δι' αὐτῶν ἐβεβαίωσε τῶν πραγμάτων. Ἀκούσας γὰρ, ὅτι Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ἀπῆλθε τὴν ψυχὴν  αὐτοῦ θήσων ὑπὲρ ἡμῶν ἁπάντων,  καίτοι πολλὰ ἦν αὐτὸν τὰ κωλύοντα ἀπιέναι καὶ καταναγκάζοντα  μένειν· καὶ πρῶτον ἡ ἡλικία πρὸς ἔσχατον ἐλάσασα γῆρας, εἶτα ἡ τοῦ σώματος ἀσθένεια, καὶ τοῦ ἔτους ἡ ὥρα, καὶ τῆς ἁγίας ἑορτῆς ἡ ἀνάγκη· πρὸς τούτοις ἡ ἀδελφὴ μόνη οὖσα αὐτῷ καὶ πρὸς ἐσχάτας ἑστῶσα ἀναπνοάς.


Read More ->>

Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49


Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.Ὁμιλία δʹ

Εὐλογητὸς ὁ Θεὸς, ὁ παρακαλέσας τὰς ὀδυνωμένας ὑμῶν ψυχὰς, ὁ στηρίξας δονουμένας  ὑμῶν  τὰς  διανοίας·  ὅτι  γὰρ  ἱκανὴν  ἐδέξασθε παράκλησιν,  διὰ  τῆς σπουδῆς ταύτης ἐδείξατε, καὶ διὰ τῆς περὶ τὴν ἀκρόασιν προθυμίας. Οὐ γὰρ ἔστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχομένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἀκοῦσαί τι τῶν λεγομένων· ὑμᾶς δὲ ὁρῶ μετὰ πολλῆς τῆς εὐνοίας καὶ σφοδρᾶς τῆς σπουδῆς ἡμῖν  προσέχοντας,  καὶ πάντα  ἀποτιναξαμένους  τὰ λυπηρὰ,  καὶ τῷ  τῆς ἀκροάσεως ἔρωτι παρωσαμένους τὴν ἐπικειμένην ὀδύνην. ∆ιὰ τοῦτο εὐχαριστῶ τῷ Θεῷ μεθ' ὑμῶν, ὅτι οὐκ ἤλεγξεν ὑμῶν τὴν φιλοσοφίαν  ἡ συμφορὰ, οὐδὲ ἐξέλυσεν ὑμῶν  τὸν  τόνον  ὁ  φόβος,  οὐδὲ  ἔσβεσεν ὑμῶν  τὴν  προθυμίαν  ἡ  θλῖψις,  οὐδὲ ἐμάρανεν ὑμῶν  τὸν ζῆλον ὁ κίνδυνος,  οὐδὲ ἐνίκησε τὸν περὶ Θεὸν πόθον ὁ τῶν ἀνθρώπων φόβος, οὐδὲ κατέβαλεν ὑμῶν τὴν σπουδὴν ἡ τοῦ καιροῦ δυσκολία· καὶ οὐ μόνον  οὐ  κατέβαλεν,  ἀλλὰ  καὶ  ἐπέῤῥωσεν· οὐ  μόνον  οὐκ  ἐξέλυσεν,  ἀλλὰ  καὶ ἐπέτεινεν· οὐ μόνον οὐκ ἔσβεσεν, ἀλλὰ καὶ ἀνῆψε πλέον.

Read More ->>

Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49

Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τί τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμόν. Ὁμιλία εʹ.

αʹ. Τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου ἡ διήγησις οὐ μετρίως ὡς ἔοικε παρεκάλεσεν ὑμῶν τὴν ἀγάπην χθές· ἔτι δὲ καὶ τὸ παράδειγμα τὸ κατὰ τὸν  Ἰὼβ, καὶ ἡ κοπρία ἡ παντὸς θρόνου βασιλικοῦ σεμνοτέρα. Ἀπὸ μὲν γὰρ τοῦ θρόνον  ἰδεῖν  βασιλικὸν οὐδὲν ἔσται τοῖς θεωμένοις  τὸ κέρδος, ἀλλὰ  πρόσκαιρος μόνον τέρψις, ὄνησιν οὐδεμίαν ἔχουσα· ἀπὸ δὲ τοῦ τὴν  κοπρίαν ἰδεῖν τοῦ Ἰὼβ πᾶσάν τις δέξεται ὠφέλειαν, καὶ φιλοσοφίαν πολλὴν, καὶ παράκλησιν εἰς ὑπομονῆς λόγον. ∆ιὰ τοῦτο πολλοὶ  νῦν  μακράν τινα καὶ διαπόντιον  ἀποδημίαν στέλλονται ἀπὸ τῶν  περάτων  τῆς γῆς εἰς τὴν  Ἀραβίαν τρέχοντες,  ἵνα  τὴν  κοπρίαν  ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι  τὴν  γῆν  τὴν  τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα. Οὐδὲ γὰρ οὕτως ἐστὶν ἁλουργὶς λαμπρὰ, ὡς τὸ σῶμα ἐκεῖνο τότε ἀπέστιλβεν, οὐκ ἀλλοτρίῳ, ἀλλ' οἰκείῳ βαπτιζόμενον  αἵματι.

Read More ->>

Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49


Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή·ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ζʹ.

αʹ. Πολλὰ μὲν καὶ περὶ πολλῶν  χθὲς πρὸς τὴν ὑμετέραν διελέχθην  ἀγάπην, ἀπὸ δὲ τῶν  πολλῶν  εἰ μὴ πάντα κατέχειν  ὑμῖν δυνατὸν, ἐκεῖνο μάλιστα πάντων ὑμᾶς διαμνημονεῦσαι δέομαι, ὅτι τὴν λύπην ἡμῖν ὁ Θεὸς δι' οὐδὲν ἕτερον ἐνέθηκεν, ἀλλ' ἢ δι' ἁμαρτίαν μόνην, καὶ τοῦτο ἐδήλωσε δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἐπὶ μὲν  γὰρ  ζημίᾳ  χρημάτων,  καὶ  ἀῤῥωστίᾳ, καὶ  θανάτῳ,  καὶ  τοῖς  ἄλλοις  τοῖς συμπίπτουσιν ἡμῖν δεινοῖς ἀλγοῦντες καὶ ἀθυμοῦντες, οὐ μόνον οὐδεμίαν ἀπὸ τῆς λύπης καρπούμεθα παραμυθίαν, ἀλλὰ καὶ ἐπιτείνομεν τὰ δεινά· ἐπὶ δὲ τῶν ἁμαρτημάτων  ἂν  ἀλγήσωμεν  καὶ  λυπηθῶμεν,  ὑποτεμνόμεθα  τῆς  ἁμαρτίας  τὸν ὄγκον,   καὶ   μικρὰν   τὴν   μεγάλην   ποιοῦμεν,   πολλάκις   δὲ  καὶ   τέλεον   αὐτὴν ἐξαλείφομεν  ἅπασαν. Τοῦτο δή μοι μέμνησθε διηνεκῶς,  ἵνα  ἐφ' ἁμαρτίᾳ  μόνον ἀλγῆτε, ἐφ' ἑτέρῳ δὲ μηδενί· καὶ μετὰ τούτων κἀκεῖνο πάλιν, ὅτι θάνατον καὶ λύπην ἡ  ἁμαρτία  εἰς  τὸν  βίον  ἡμῶν  εἰσενεγκοῦσα, ὑπ' ἀμφοτέρων  τούτων  ἀναιρεῖται πάλιν. ὅπερ οὖν καὶ αὐτὸ σαφέστερον πρώην ἀπεδείξαμεν.

Read More ->>

Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49

Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία θʹ.

αʹ. Καὶ πρώην πρὸς ὑμᾶς, καὶ νῦν πρὸς ὑμᾶς λέγω· εἴθε δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, μᾶλλον δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, εἰ καὶ μὴ σώματος παρουσίᾳ, ἀλλ' ἀγάπης δυνάμει· οὐδὲ γὰρ ἕτερός μοι βίος τίς  ἐστιν, ἀλλ' ἢ ὑμεῖς  καὶ  τῆς  ὑμετέρας  σωτηρίας  ἡ φροντίς. Ὥσπερ γὰρ ὁ γεωργὸς οὐδὲν ἕτερον μεριμνᾷ, ἀλλ' ἢ τὰ σπέρματα καὶ τὰ λήϊα,  καὶ  ὁ  κυβερνήτης  τὰ  κύματα  καὶ  τοὺς  λιμένας·  οὕτω  καὶ  ὁ  λέγων  τοὺς ἀκούοντας καὶ τὴν ἐκείνων προκοπὴν, καθάπερ καὶ ἐγὼ νῦν. ∆ιὸ καὶ πάντας ὑμᾶς ἐπὶ τῆς διανοίας περιφέρω τῆς ἐμαυτοῦ, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ οἴκοι. Εἰ γὰρ καὶ πολὺς ὁ δῆμος, καὶ βραχὺ τῆς ἐμῆς καρδίας τὸ μέτρον, ἀλλ' εὐρεῖα ἡ ἀγάπη, καὶ Οὐ στενοχωρεῖσθε  ἐν  ἡμῖν·  τὸ  δὲ  ἑξῆς  οὐκ  ἔτι  λοιπὸν  ἐρῶ·  οὐδὲ  γὰρ  ἡμεῖς στενοχωρούμεθα παρ'  ὑμῖν. Πόθεν τοῦτο δῆλον;

Read More ->>

Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49


Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι' ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιαʹ.

αʹ. Ἐπειδὰν ἐννοήσω τὸν παρελθόντα χειμῶνα καὶ τὴν παροῦσαν γαλήνην, οὐ παύομαι λέγων·  Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν  πάντα, καὶ μετασκευάζων αὐτά· ὁ ποιήσας φῶς ἐκ σκότους, ὁ κατάγων εἰς πύλας ᾅδου καὶ ἀνάγων, ὁ παιδεύων καὶ μὴ θανατῶν, καὶ τοῦτο καὶ ὑμᾶς λέγειν βούλομαι διηνεκῶς, καὶ μὴ διαλιμπάνειν· εἰ γὰρ αὐτὸς τοῖς ἔργοις ἡμᾶς εὐηργέτησε, τίνος ἂν εἴημεν ἄξιοι συγγνώμης  ἡμεῖς, μηδὲ λόγοις αὐτὸν ἀμειβόμενοι; ∆ιὸ παρακαλῶ μηδέποτε διαλιμπάνειν  εὐχαριστοῦντας αὐτῷ·  ἂν  γὰρ  περὶ  τὰ  πρῶτα  γενώμεθα  εὐγνώμονες,  εὔδηλον  ὅτι  καὶ  ἑτέρων μειζόνων  ἀπολαύσομεν. Λέγωμεν τοίνυν  διηνεκῶς· Εὐλογητὸς ὁ Θεὸς, ὁ καὶ ἡμῖν δοὺς μετὰ ἀδείας τὴν εἰωθυῖαν ὑμῖν παραθεῖναι τράπεζαν, καὶ ὑμῖν παρασχὼν μετὰ τοῦ θαῤῥεῖν τῶν  ἡμετέρων  ἀκροᾶσθαι λόγων·  εὐλογητὸς  ὁ Θεὸς, ὅτι οὐκέτι τὸν ἔξωθεν φεύγοντες κίνδυνον, ἀλλ' ἀκροάσεως ἐπιθυμοῦντες, ἐνταῦθα συντρέχομεν, οὐκέτι μετὰ ἀγωνίας  καὶ τρόμου καὶ φροντίδος ἀλλήλοις συγγινόμεθα, ἀλλὰ μετὰ ἀδείας πολλῆς  ἅπαν  ἀποτιναξάμενοι  τὸ δέος· ὡς  τάς  γε ἔμπροσθεν ἡμέρας τῶν κλυδωνιζομένων  ἐν μέσῳ πελάγει, καὶ ναυάγιον  καθ' ἑκάστην προσδοκώντων τὴν ὥραν, οὐδὲν ἄμεινον διεκείμεθα, μυρίαις δι' ὅλης ἡμέρας σοβούμενοι φήμαις, ταραττόμενοι καὶ δονούμενοι πάντοθεν, καὶ καθ' ἑκάστην ἡμέραν περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες,  τίς ἀφῖκται ἐκ τοῦ στρατοπέδου; τί δὲ ἐλθὼν  ἀπήγγειλε, καὶ πότερον ἀληθὲς ἢ ψευδὲς τὸ λεγόμενον; καὶ νύκτας ἀΰπνους διατελοῦντες, καὶ τὴν πόλιν ὁρῶντες καὶ δακρύοντες ὡς αὐτίκα ἀπολουμένην. ∆ιὰ τοῦτο καὶ ἡμεῖς τὰς ἔμπροσθεν ταύτας ἐσιγήσαμεν ἡμέρας, διὰ τὸ κεκενῶσθαι τὴν πόλιν ἡμῶν ἅπασαν, καὶ πρὸς τὰς ἐρημίας μετωκίσθαι πάντας, καὶ διὰ τὸ τοὺς ὑπολειφθέντας ἐσκοτῶσθαι τῷ νέφει  τῆς ἀθυμίας. Ψυχὴ γὰρ ἅπαξ ἀθυμίας πλησθεῖσα, πρὸς πᾶσαν ἀκρόασίν ἐστιν  ἀνεπιτήδειος.  ∆ιὰ  τοῦτο  καὶ  οἱ  τοῦ  Ἰὼβ  φίλοι  παραγενόμενοι.  καὶ  τὴν τραγῳδίαν  τῆς οἰκίας ἐκείνης ἰδόντες, καὶ τὸν δίκαιον ἐπὶ τῆς κοπρίας καθήμενον καὶ   ἡλκωμένον,   διέῤῥηξάν   τε   τὰ   ἱμάτια   αὐτῶν,   καὶ   ἀνῴμωξαν,   καὶ   σιγῇ παρεκάθηντο,   δηλοῦντες   ὅτι  οὐδὲν   οὕτως   ἐπιτήδειον   παρὰ  τὴν   ἀρχὴν   τοῖς ὀδυνωμένοις ὡς ἡσυχία καὶ σιγή· καὶ γὰρ ἦν μεῖζον παραμυθίας τὸ πάθος. ∆ιὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι   τῷ  πηλῷ  καὶ τῇ πλινθείᾳ  προσδεδεμένοι, Μωσέα παραγενόμενον   ἰδόντες,   οὐκ   ἐδύναντο   τοῖς   λεγομένοις   προσέχειν   ἀπὸ   τῆς ὀλιγοψυχίας   καὶ  τῆς  θλίψεως   αὐτῶν.  Καὶ τί  θαυμαστὸν  εἰ  μικρόψυχοί  τινες ἄνθρωποι τοῦτο ἔπαθον, ὅπου καὶ τοὺς μαθητὰς εὑρίσκομεν τούτῳ περιπεσόντας τῷ πάθει; Μετὰ γὰρ τὸ μυστικὸν ἐκεῖνο δεῖπνον, ἐπειδὴ λαβὼν αὐτοὺς ὁ Χριστὸς κατ' ἰδίαν  διελέγετο,  παρὰ μὲν  τὴν  ἀρχὴν  συνεχῶς  αὐτὸν  ἠρώτων  οἱ  μαθηταί·  Ποῦ ὑπάγεις; ἐπειδὴ δὲ εἶπεν αὐτοῖς τὰ μικρὸν ὕστερον αὐτοὺς διαδεξόμενα κακὰ, τοὺς πολέμους,  τὰς  ἐπαναστάσεις, τὰς  ἀπεχθείας  τὰς  παρὰ πάντων,  τὰς  μάστιγας, τὰ δεσμωτήρια, τὰ δικαστήρια, τὰς ἀπαγωγὰς, ὥσπερ τινὶ φορτίῳ βαρυτάτῳ τῷ φόβῳ τῶν  εἰρημένων  καὶ  τῇ  τῶν  μελλόντων   ἀθυμίᾳ  πιεζομένη  τότε  αὐτῶν  ἡ  ψυχὴ, ἀχανὴς  λοιπὸν   ἔμεινε.  ∆ιὸ  συγχυθέντας   αὐτοὺς  ἰδὼν  ὁ  Χριστὸς, αὐτὸ  τοῦτο ὀνειδίζων ἔλεγε· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ∆ιὰ τοῦτο   καὶ   ἡμεῖς   ἐσιγήσαμεν   τὸν   παρελθόντα   χρόνον,   τὸν   παρόντα   καιρὸν ἀναμένοντες.  Εἰ γὰρ ὁ μέλλων  δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ προτείνειν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ τῷ μέλλοντι διδόναι τὴν  αἴτησιν  προσέλθοι, καὶ τὴν  ἀπὸ τοῦ καιροῦ λαβὼν  συμμαχίαν  ἐπιτύχοι  τῆς χάριτος,  πολλῷ  μᾶλλον  τὸν  λέγοντα   καιρὸν  ἐπιτήδειον   ζητεῖν  χρὴ,  ὅπως  εὖ διακειμένῳ τῷ ἀκροατῇ καὶ πάσης ἀπηλλαγμένῳ  φροντίδος καὶ ἀθυμίας προσαγάγῃ τοὺς λόγους· ὃ δὴ καὶ ἡμεῖς πεποιήκαμεν.

βʹ. Νῦν γοῦν  ἐπειδὴ  τὴν  ἀθυμίαν  ἀπετινάξασθε, καὶ τῶν  προτέρων  ὑμᾶς ἀναμνῆσαι βουλόμεθα, ὥστε σαφέστερον ὑμῖν γενέσθαι τὸν λόγον· ὃ γὰρ περὶ τῆς κτίσεως  εἰρήκαμεν,  ὅτι  οὐχὶ  καλὴν  μόνον  καὶ  θαυμαστὴν  καὶ  μεγάλην  αὐτὴν ἐποίησεν ὁ Θεὸς, ἀλλὰ καὶ ἀσθενῆ καὶ φθαρτὴν,  καὶ τούτων  αὐτῶν  πάλιν  πολλὰ ἐγκατέθηκε δείγματα, ἀμφότερα πρὸς τὸ χρήσιμον ἡμῖν οἰκονομῶν, καὶ διὰ μὲν τοῦ κάλλους εἰς τὸ θαῦμα τοῦ πεποιηκότος ἐνάγων, διὰ δὲ τῆς ἀσθενείας τοῦ σέβεσθαι τὴν  κτίσιν  ἡμᾶς  ἀπάγων·  τοῦτο  καὶ  ἐπὶ  τοῦ  σώματος τοῦ  ἡμετέρου ἔστιν  ἰδεῖν γεγενημένον. Καὶ γὰρ καὶ περὶ τούτου πολλοὶ ζητοῦσι τῶν τε τῆς ἀληθείας ἐχθρῶν τῶν τε σὺν ἡμῖν τεταγμένων,  τίνος ἕνεκεν φθαρτὸν καὶ ἐπίκηρον γέγονεν. Ἑλλήνων  δὲ πολλοὶ  καὶ αἱρετικῶν  οὐδὲ γεγενῆσθαι  αὐτὸ παρὰ τοῦ Θεοῦ φασιν· ἀνάξιον γὰρ αὐτὸ τῆς τοῦ Θεοῦ δημιουργίας εἶναι λέγουσι, ῥύπους καὶ ἱδρῶτας καὶ δάκρυα καὶ πόνους καὶ ταλαιπωρίας καὶ τὰ ἄλλα τοῦ σώματος ἐπιόντες ἅπαντα. Ἐγὼ δὲ, ἐπειδὰν περὶ τούτων γένηται λόγος, πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι· Μή μοι τὸν ἄνθρωπον λέγε τοῦτον τὸν προσκεκρουκότα, τὸν ἠτιμωμένον, τὸν καταδικασθέντα· ἀλλ' εἰ βούλει  μαθεῖν  ὁποῖον  ἐξ ἀρχῆς  ἡμῖν  τὸ σῶμα ἔπλασεν  ὁ Θεὸς, ἐπὶ  τὸν παράδεισον ἔλθωμεν, καὶ τὸν ἐξ ἀρχῆς γενόμενον ἄνθρωπον ἴδωμεν. Οὐ γὰρ οὕτω τὸ σῶμα ἐκεῖνο φθαρτὸν  καὶ ἐπίκηρον  ἦν, ἀλλ' ὥσπερ τις χρυσοῦς ἀνδριὰς ἀπὸ χωνευτηρίου  προελθὼν ἄρτι καὶ λαμπρὸν ἀποστίλβων, οὕτω πάσης φθορᾶς ἐκεῖνο τὸ σῶμα ἀπήλλακτο, καὶ οὔτε πόνος ἠνώχλει, οὔτε ἱδρὼς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐκ ἄλλο τι τῶν τοιούτων  ἐλύπει παθῶν· ἐπειδὴ δὲ σωφρόνως τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλ' ἐξύβρισεν εἰς τὸν εὐεργέτην, καὶ τὸν  ἀπατεῶνα  δαίμονα τοῦ κηδεμόνος  Θεοῦ καὶ τιμήσαντος  αὐτὸν  ἐνόμισεν ἀξιοπιστότερον εἶναι, καὶ θεὸς γενέσθαι προσεδόκησε, καὶ μείζονα τῆς οἰκείας ἀξίας ἔλαβεν ἔννοιαν, τότε δὴ, τότε καὶ διὰ τῶν πραγμάτων αὐτῶν σωφρονίζων αὐτὸν ὁ Θεὸς, φθαρτόν τε ἐποίησε καὶ θνητὸν, καὶ ταῖς πολλαῖς ταύταις κατέδησεν ἀνάγκαις, οὐχὶ μισῶν, οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ κηδόμενος, καὶ τὴν πονηρὰν καὶ ὀλέθριον ἐκείνην ἀπόνοιαν ἐκ προοιμίων κωλύων,  καὶ περαιτέρω προελθεῖν οὐκ ἐῶν, ἀλλὰ δι'  αὐτῆς  τῶν  πραγμάτων  τῆς  πείρας  διδάσκων  αὐτὸν,  ὅτι  θνητός  τέ  ἐστι  καὶ ἐπίκηρος, καὶ ταύτῃ πείθων  μηδέποτε τοιαῦτα φαντάζεσθαι καὶ ὀνειροπολεῖν· καὶ γὰρ  εἶπεν   ὁ  διάβολος·  Ἔσεσθε  ὡς   θεοί.  Πρόῤῥιζον  οὖν   ταύτην   ἀνασπάσαι βουλόμενος τὴν ἔννοιαν, πολυπαθὲς αὐτοῦ καὶ ταλαίπωρον  τὸ σῶμα πεποίηκε, δι' αὐτῆς  τῆς  φύσεως  παιδεύων  αὐτὸν,  μηδέποτε τοιαύτην  λαβεῖν  ἔννοιαν.  Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μάλιστα μὲν καὶ ἐκ τῶν ἐπ' ἐκείνου γεγενημένων  δῆλον· μετὰ γὰρ τὴν προσδοκίαν ἐκείνην  ταύτῃ κατεδικάσθη τῇ τιμωρίᾳ. Καὶ σκόπει μοι Θεοῦ σύνεσιν·  οὐκ  ἀφῆκεν   αὐτὸν  πρῶτον   ἀποθανεῖν,   ἀλλὰ  τὸν  υἱὸν  τὸν  ἐκείνου συνεχώρησε τοῦτο παθεῖν, ἵνα πρὸ τῶν  ὀφθαλμῶν  ἰδὼν  τὸ σῶμα σηπόμενον καὶ φθειρόμενον, μεγάλην ἀπὸ τῆς ὄψεως ταύτης δέξηται φιλοσοφίας διδασκαλίαν, καὶ μάθῃ τί γέγονε, καὶ σωφρονισθεὶς καλῶς, οὕτως ἐντεῦθεν ἀπέλθῃ. Μάλιστα μὲν οὖν, ὅπερ ἔφην, καὶ ἐκ τῶν ἤδη γεγενημένων  τοῦτο δῆλον, οὐκ ἔλαττον δὲ καὶ ἐκ τῶν μετὰ  ταῦτα  ῥηθησομένων  ἔσται φανερόν.  Εἰ γὰρ  ἀνάγκῃ  τοιαύτῃ  τοῦ  σώματος ἐνδεδεμένου, καὶ πάντων ἀποθνησκόντων καὶ φθειρομένων καὶ σηπομένων ἐν ταῖς ἁπάντων  ὄψεσι καὶ διαλελυμένων  εἰς κόνιν, καὶ τῶν ἔξωθεν φιλοσόφων  ἕνα καὶ τοῦτον ποιησαμένων συμπληρωτικὸν ὅρον τοῦ τῶν ἀνθρώπων γένους ἐρωτηθέντες γὰρ, τί ποτε ἄνθρωπός ἐστι, ζῶον λογικὸν  θνητὸν  εἶπον· εἰ τοίνυν  πάντων  ταῦτα ὁμολογούντων ἐτόλμησαν ἑαυτοὺς ἀπαθανατίσαι τινὲς ἐν ταῖς τῶν πολλῶν ὑπολήψεσι, καὶ τῆς ὅψεως μαρτυρούσης τὸν θάνατον, ἐφιλονείκησαν ἀναῤῥηθῆναι θεοὶ, καὶ ἐτιμήθησαν οὕτως· εἰ μὴ προὐχώρησεν ὁ θάνατος διδάσκων ἅπαντας τὸ τῆς φύσεως  ἐπίκηρον   καὶ  φθαρτὸν,   ποῦ  οὐκ  ἂν  ἐξέβησαν  ἀσεβείας  πολλοὶ   τῶν ἀνθρώπων;  Ἄκουσον τοίνυν  τί φησιν ὁ προφήτης  περί τινος  βαρβάρου βασιλέως τοιαύτην μανέντος μανίαν·  Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω, φησὶ, τὸν θρόνον  μου,  καὶ  ἔσομαι  ὅμοιος  τῷ  Ὑψίστῳ.  Εἶτα  καταγελῶν   αὐτοῦ,  καὶ  τὴν τελευτὴν αὐτοῦ δηλῶν, φησίν· Ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄνθρωπος τοιαύτην ἀναμένων  τελευτὴν, τοιαῦτα φαντάζεσθαι ἐτόλμησας; Καὶ περὶ ἑτέρου πάλιν  τοῦ βασιλέως, λέγω  τῶν Τυρίων, τοιαῦτα κατασκευάζοντος καὶ βουλομένου νομίζεσθαι θεοῦ, φησί· Σὺ δὲ οὐκ εἶ θεὸς, ἀλλ' ἄνθρωπος, καὶ οἱ κατακεντοῦντές σε τοῦτο ἐροῦσιν. Ὥστε ἄνωθεν καὶ μεθ' ὑπερβολῆς ἀναιρῶν τῆς εἰδωλολατρείας τὴν ὑπόθεσιν, τοιοῦτον ἡμῖν τὸ σῶμα ἐποίησεν ὁ Θεός. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τοῦ σώματος τοῦτο γέγονεν, ὅπου γε καὶ ἐπὶ τῆς ψυχῆς ἔστιν ἰδεῖν τοιοῦτόν τι γεγενημένον; Θνητὴν μὲν γὰρ οὐκ ἐποίησεν, ἀλλ' ἀφῆκεν ἀθάνατον  εἶναι· λήθῃ δὲ καὶ ἀγνοίᾳ καὶ ἀθυμίᾳ καὶ φροντίσιν  ὑπεύθυνον αὐτὴν κατεσκεύασε· καὶ τοῦτο ἐποίησεν, ἵνα μὴ πρὸς τὴν οἰκείαν εὐγένειαν ἰδοῦσα, μείζονα τῆς οἰκείας ἀξίας ἔννοιαν λάβῃ. Εἰ γὰρ καὶ τούτων ὄντων ἐτόλμησάν τινες εἰπεῖν, ὅτι τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ· εἰ καὶ τούτων ἀπήλλακτο τῶν παθῶν, ποῦ οὐκ ἂν ἦλθον οὗτοι μανίας; Πλὴν ἀλλ' ὅπερ ἐπὶ τῆς κτίσεως ἕλεγον, τοῦτο καὶ ἐπὶ τοῦ σώματος λέγω, ὅτι ὁμοίως δι' ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, καὶ ὅτι φθαρτὸν αὐτὸ ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο καὶ σοφίαν. Ὅτι μὲν γὰρ βελτίονος αὐτὸ ἴσχυε ποιῆσαι ὕλης, ἔδειξεν ἐκ τοῦ οὐρανίου τε σώματος καὶ τοῦ ἡλιακοῦ. Ὁ γὰρ ἐκεῖνα τοιαῦτα ποιήσας, καὶ τοῦτο τοιοῦτον ποιῆσαι, εἴπερ ἐθέλησεν, ἴσχυσεν ἄν· ἀλλ' ἡ αἰτία τῆς ἀσθενείας ἐστὶν ἡ προειρημένη πρόφασις. Οὐ μὴν τοῦτο ὑποτέμνεται  τοῦ ∆ημιουργοῦ τὸ θαῦμα, ἀλλὰ καὶ ἐπιτείνει  πλέον. Τὸ γὰρ εὐτελὲς τῆς οὐσίας τοῦτο μάλιστα δείκνυσι τῆς τέχνης  τὸ εὔπορον καὶ εὐμήχανον,  ὅτι ἐν πηλῷ  καὶ  τέφρᾳ  τοσαύτην  ἐνέθηκεν   ἁρμονίαν,  καὶ  τοιαύτας  αἰσθήσεις  οὕτω ποικίλας καὶ παντοδαπὰς καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν. 
γʹ. Ὥστε ὅσῳπερ ἂν κατηγορῇς τοῦ τῆς οὐσίας εὐτελοῦς, τοσούτῳ μᾶλλον θαύμασον τὸ μεγαλεῖον τῆς τέχνης.  Ἐπεὶ  καὶ  ἀνδριαντοποιὸν   οὐχ  οὕτω  θαυμάζω  τὸν  ἀπὸ  χρυσοῦ  καλὸν ἀνδριάντα  ποιοῦντα, ὡς τὸν ἀπὸ πηλοῦ τοῦ διαπίπτοντος  τῇ τῆς τέχνης  εὐπορίᾳ δυνάμενον  κάλλος ἐπιδεῖξαι πλάσεως θαυμαστὸν καὶ ἀμήχανον. Ἐκεῖ μὲν γὰρ καὶ συντελεῖ τι ἡ ὕλη τῷ πλάττοντι, ἐνταῦθα δὲ, γυμνὴ τῆς τέχνης ἐστὶν ἡ ἐπίδειξις. Σὺ δὲ εἰ βούλει μαθεῖν πόση τοῦ δημιουργήσαντος ἡμᾶς ἐστιν ἡ σοφία, ἐννόησον  τί γίνεται ἀπὸ πηλοῦ· τί δὲ ἕτερον ἀλλ' ἢ πλίνθος καὶ κέραμος; Ἀλλ' ὅμως ἴσχυσεν ὁ ἀριστοτέχνης  Θεὸς  ἀπὸ  τῆς  ὕλης  ἐξ  ἧς  γίνεται   κέραμος  καὶ  πλίνθος   μόνον, ὀφθαλμὸν οὕτω ποιῆσαι καλὸν, ὡς ἅπαντας ἐκπλήττειν τοὺς ὁρῶντας, καὶ τοσαύτην ἐνθεῖναι τούτῳ δύναμιν, ὡς ἀέρος τοσοῦτον ὕψος καθορᾷν, καὶ μικρᾶς κόρης ἀντιλήψει  τοσαῦτα περιλαμβάνειν  σώματα, καὶ ὄρη, καὶ νάπας, καὶ βουνοὺς, καὶ πελάγη, καὶ οὐρανὸν δι' ἐκείνης τῆς μικρᾶς. Μὴ τοίνυν εἴπῃς μοι τὰ δάκρυα καὶ τὰς λήμας· τοῦτο γὰρ διὰ τὴν σὴν ἁμαρτίαν γέγονεν· ἀλλ' ἐννόησον αὐτοῦ τὸ κάλλος, καὶ τὴν δύναμιν τὴν ὀπτικὴν, καὶ πῶς τοσοῦτον ἐπιὼν ἀέρος μῆκος οὐ κάμνει καὶ ταλαιπωρεῖ, ἀλλὰ πόδες μὲν ὀλίγον προελθόντες πονοῦσι καὶ ἐκλύονται, ὀφθαλμὸς δὲ  ὁδεύων  τοσοῦτο  μὲν  ὕψος,   τοσοῦτο  δὲ  εὖρος,  οὐδεμιᾶς  αἰσθάνεται ἀῤῥωστίας. Ἐπειδὴ γὰρ τῶν  ἁπάντων  μελῶν  ἡμῖν ἀναγκαιότερόν  ἐστι τοῦτο, οὐκ ἀφῆκεν αὐτὸ πιέζεσθαι καμάτῳ, ὥστε ἀνεμπόδιστον ἡμῖν αὐτοῦ τὴν διακονίαν εἶναι καὶ ἀκώλυτον.  Μᾶλλον δὲ ποῖος λόγος παραστῆσαι δυνήσεται τοῦ μέλους τούτου τὴν ἀρετὴν ἅπασαν; καὶ τί λέγω περὶ κόρης καὶ τῆς ὀπτικῆς δυνάμεως; Ἐὰν γὰρ, ὃ πάντων   εὐτελέστερον  εἶναι  δοκεῖ  τῶν  μελῶν,  τοῦ  ὀφθαλμοῦ  τὰς  βλεφαρίδας ἐξετάσῃς μόνον,  καὶ ἐν ταύταις  πολλὴν  ὄψει τοῦ δημιουργοῦ Θεοῦ τὴν  σοφίαν. Καθάπερ γὰρ ἐπὶ τῶν  ἀσταχύων  οἱ ἀνθέρικες ὥσπερ τινὰ  δόρατα προβεβλημένοι τοὺς ὄρνιθας ἀποσοβοῦσιν, οὐκ ἐπιτρέποντες  ἐγκαθέζεσθαι τῷ καρπῷ καὶ διακλᾷν τὴν καλάμην  ἀσθενεστέραν οὖσαν· οὕτω δὴ καὶ ἐπὶ τῶν  ὀφθαλμῶν,  ὥσπερ τινὲς ἀνθέρικες καὶ δόρατα προβέβληνται αἱ τῶν βλεφάρων τρίχες, κόνιν καὶ κάρφη καὶ πάντα τὰ διενοχλοῦντα ἔξωθεν ἀποκρουόμεναι τῶν ὀφθαλμῶν, καὶ οὐκ ἐῶσαι ἐνοχλεῖσθαι τὰ βλέφαρα. Ἴδοις ἂν καὶ ἐπὶ τῶν ὀφρύων ἑτέραν σοφίαν οὐκ ἐλάττονα ταύτης.  Τίς γὰρ οὐκ ἂν  ἐκπλαγείη  τὴν  θέσιν  αὐτῶν;  ὅτι  οὔτε  πέρα τοῦ  μέτρου προβέβληνται, ὥστε ἐπισκοτεῖν τοῖς ὀφθαλμοῖς, οὔτε ἐνδοτέρω τοῦ δέοντος ὑφιζάνουσιν·  ἀλλ'  ὥσπερ  οἰκίας  γεῖσος,  οὕτως  ἐξέχουσιν  ἄνωθεν,  τὸν  ἐκ  τῆς κεφαλῆς κατιόντα ἱδρῶτα δεχόμεναι, καὶ τοὺς ὀφθαλμοὺς λυπεῖν οὐκ ἐῶσαι. ∆ιὰ δὴ τοῦτο καὶ τρίχες αὐταῖς εἰσιν ἐμπεφυκυῖαι, τῇ δασύτητι τὰ καταῤῥέοντα ἐπέχουσαι, καὶ μετὰ πολλῆς  στέγουσαι τῆς ἀκριβείας, καὶ πολλὴν  ταῖς ὄψεσι τὴν εὐμορφίαν παρέχουσαι. Οὐ τοῦτο δὲ μόνον ἄν τις θαυμάσειεν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, αἱ μὲν τῆς κεφαλῆς αὔξονται τρίχες καὶ ἀποκείρονται, αἱ δὲ τῶν ὀφρύων  οὐκ ἔτι; οὐδὲ γὰρ τοῦτο ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν ἡμῖν γέγονεν,  ἀλλ'  ὥστε μὴ χαλωμένας  ἐπισκοτεῖν τοῖς ὀφθαλμοῖς, ὅπερ οἱ πρὸς βαθὺ γῆρας ἐλθόντες πάσχουσι. Τίς δ' ἂν δυνηθείη τὴν διὰ τοῦ ἐγκεφάλου δεικνυμένην  σοφίαν  ἅπασαν διελθεῖν;  Πρῶτον μὲν  γὰρ αὐτὸν  ἁπαλὸν  ἐποίησεν, ἐπειδὴ ταῖς  αἰσθήσεσιν ἁπάσαις αὐτὸς χορηγεῖ  τὰς πηγάς· εἶτα ἵνα  μὴ παρὰ τὴν οἰκείαν παραβλάπτηται φύσιν, ὀστοῖς αὐτὸν πάντοθεν ἐπετείχισε· πάλιν ἵνα μὴ τῇ σκληρότητι τῶν ὀστῶν παρατριβόμενος ἐνοχλῆται, ὑμένα μέσον ἐπέτεινεν, οὐχ ἕνα μόνον, ἀλλὰ καὶ δεύτερον, τὸν μὲν ὑποτείνας τῷ βρέγματι κάτωθεν, τὸν δὲ ἄνωθεν περιβαλὼν τῇ τοῦ ἐγκεφάλου σαρκί· καὶ ἔστιν ἐκεῖνος τούτου σκληρότερος. Τοῦτο δὲ ἐποίησε διά τε τὴν εἰρημένην  αἰτίαν, καὶ ἵνα τὰς φερομένας ἐπὶ τῆς κεφαλῆς πληγὰς μὴ πρῶτος ὁ ἐγκέφαλος δέχηται, ἀλλὰ προαπαντῶσαι αἱ μήνιγγες αὗται ταῖς βολαῖς τὴν βλάβην διαλύωσιν ἅπασαν, καὶ ἀνεπηρέαστον αὐτὸν διατηρῶσι. Καὶ τὸ μὴ συνεχές τε καὶ ἓν εἶναι τὸ καλύπτον  αὐτὸν ὀστοῦν, ἀλλὰ πολλὰς πανταχόθεν ἔχειν   ῥαφὰς,  πολλῆς   ἀσφαλείας   αὐτῷ   πάλιν   ὑπόθεσις  γίνεται.   Τῶν  τε  γὰρ συνεχόντων  αὐτὸν  ἀτμῶν  εἰς τὸ ἔξω ῥᾳδία γένοιτ' ἂν ἀναπνοὴ  διὰ τῶν  ῥαφῶν ἐκείνων, ὥστε αὐτὸν μὴ συμπνίγεσθαι· πληγή τε εἵ τις ἐπενεχθείη ποθὲν, οὐχ ὁλοσχερὴς γίνεται ἡ βλάβη. Εἰ μὲν γὰρ ἓν καὶ συνεχὲς ἦν τὸ ὀστοῦν, καὶ εἰς ἓν μέρος κατενεχθεῖσα ἡ πληγὴ τὸ πᾶν ἐλυμήνατο ἄν· τῷ δὲ εἰς πολλὰ διαιρεῖσθαι νῦν, οὐκ ἂν γένοιτο τοῦτο. Εἰ γὰρ καὶ συμβαίη τρωθῆναι μέρος ἓν, τὸ κατ' ἐκεῖνο τὸ μέρος ὀστοῦν  κείμενον   παραβλάπτεται  μόνον,  τὰ  δὲ  λοιπὰ  ἀσινῆ  μένει  πάντα,  τοῦ συνεχοῦς  τῆς  πληγῆς  διακοπτομένου  τῇ  τῶν  ὀστῶν  διαι   ρέσει, καὶ  οὐκ ἰσχύοντος εἰς τὰ παρακείμενα ἐκταθῆναι. ∆ιὰ τοῦτο ἐκ πολλῶν  αὐτοῦ τὴν σκέπην ὀστῶν συνέθηκεν ὁ Θεὸς, καὶ καθάπερ οἰκίαν τις οἰκοδομῶν, στέγην καὶ κεραμῖδας ἄνωθεν  ἐπιτίθησιν· οὕτω καὶ τὰ ὀστᾶ ταῦτα ἐπέθηκεν ἄνωθεν  ἐπὶ τῆς κεφαλῆς  ὁ Θεὸς, καὶ τρίχας βλαστάνειν  παρεσκεύασεν, ὥστε ἀντὶ πιλημάτων  τινῶν  εἶναι τῇ κεφαλῇ. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῆς καρδίας ἐποίησεν. Ἐπειδὴ γὰρ τὸ κυριώτατόν ἐστι τῶν  ἐν  ἡμῖν  μελῶν  ἡ  καρδία, καὶ  τῆς  ζωῆς  ἡμῶν  ἁπάσης αὕτη  τὸ  κῦρος ἐγκεχείρισται,  καὶ  τὸ  τυχὸν  πληγείσης  αὐτῆς  θάνατος  γίνεται,   στεγανοῖς  καὶ σκληροῖς ὀστοῖς καὶ ταύτην πανταχόθεν  περιέφραξε, ταῖς τοῦ θώρακος προβολαῖς καὶ ταῖς ὠμοπλάταις ὄπισθεν τειχίσας αὐτήν· καὶ ὅπερ ἐπὶ τῶν μηνίγγων  ἐποίησε, τοῦτο  καὶ  ἐπὶ  ταύτης  εἰργάσατο. Ὥστε γὰρ  μὴ  συνεχῶς  ἁλλομένην  αὐτὴν  καὶ πηδῶσαν ἐν τοῖς θυμοῖς καὶ ταῖς τοιαύταις  ὁρμαῖς καὶ τῇ σκληρότητι τῶν  ὀστῶν ἐγκρούουσαν τῶν περιφραττόντων  αὐτὴν παρατρίβεσθαι καὶ ὀδυνᾶσθαι, ὑμένας τε ὑπέτεινεν  ἐκεῖ πολλοὺς, καὶ τὸν πνεύμονα  ὑπέθηκεν  ὥσπερ ἁπαλὸν  στρῶμα τοῖς ἅλμασιν αὐτῆς παραθεὶς, ἵνα ἀλύπως ἐῤῥηγνυμένη τούτῳ, μηδὲν ἀηδὲς πάσχῃ. Καὶ τί λέγω  περὶ ἐγκεφάλου  καὶ καρδίας, ὅπου γε εἴ τις καὶ περὶ τῶν  ὀνύχων  αὐτῶν ζητήσειε, πολλὴν καὶ ἐν τούτοις ὄψεται τὴν σοφίαν τοῦ Θεοῦ διαδεικνυμένην,  καὶ ἀπὸ τοῦ σχήματος αὐτῶν, καὶ ἀπὸ τῆς οὐσίας, καὶ ἀπὸ τῆς θέσεως. Ἐνῆν δὲ εἰπεῖν καὶ τίνος  ἕνεκεν  οὐκ ἰσόμετροι πάντες  ἡμῖν  εἰσιν οἱ δάκτυλοι,  καὶ πολλὰ  ἕτερα τούτων πλείονα· ἀλλ' ἀρκούντως καὶ ἐκ τῶν εἰρημένων τοῖς ἐθέλουσι προσέχειν ἡ σοφία τοῦ δημιουργήσαντος ἡμᾶς διαλάμπει Θεοῦ· διόπερ ἀφεὶς τοῦτο τὸ μέρος τοῖς φιλοπόνοις ἐξεργάσασθαι μετὰ ἀκριβείας, ἐφ' ἑτέραν ἀντίθεσιν τρέψομαι.

δʹ. Καὶ γὰρ πολλοὶ  μετὰ  τῶν  εἰρημένων  κἀκεῖνο  ἀντιλέγουσι·  Τί  δήποτε,  εἰ  βασιλεὺς  τῶν ἀλόγων ἐστὶν ὁ ἄνθρωπος, καὶ ῥώμῃ καὶ ὀξύτητι καὶ τάχει πολλὰ τῶν ζώων αὐτοῦ πλεονεκτεῖ; καὶ γὰρ ταχύτερον ἵππος ἀνθρώπου, καὶ τλητικώτερον βοῦς, καὶ κουφότερον ἀετὸς, καὶ ἰοχυρότερον λέων. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι καὶ ἐντεῦθεν  μάλιστα εἰσόμεθα τοῦ Θεοῦ τὴν σοφίαν, καὶ τὴν τιμὴν ἣν ἡμᾶς ἐτίμησε. Ταχύτερον μὲν γὰρ ἵππος ἀνθρώπου, ἀλλ' εἰς ἀποδημίας τάχος ἐπιτηδειότερον ἄνθρωπος  ἵππου· ἵππος μὲν γὰρ, κἂν πάντων  ὀξύτατος καὶ ἀλκιμώτατος  ᾖ, μόλις διακοσίους δραμεῖται τῆς ἡμέρας σταδίους· ἄνθρωπος δὲ ὑποζεύξας ἵππους ἐκ διαδοχῆς πολλοὺς, καὶ δισχιλίους δυνήσεται σταδίους διανύσαι. Ὥστε ὅπερ ἐκείνῳ τὸ τάχος, τούτῳ ὁ λογισμὸς καὶ ἡ τέχνη παρέσχε μετὰ πλείονος τῆς ὑπερβολῆς· οὐκ ἔχει μὲν γὰρ πόδας ἰσχυροὺς ὁ ἄνθρωπος, ὥσπερ ἐκεῖνος, ἔχει δὲ τοὺς ἐκείνου τῶν ἑαυτοῦ οὐκ ἔλαττον  αὐτῷ  διακονουμένους.  Τῶν μὲν γὰρ ἀλόγων  οὐδὲ ἓν ζώων ἕτερον πρὸς τὴν ἑαυτοῦ χρείαν ὑποζεῦξαι δύναται, ὁ δὲ ἄνθρωπος πάντα ἔπεισι, καὶ διὰ  τῆς  ποικίλης  τέχνης  τῆς  παρὰ τοῦ  Θεοῦ δοθείσης αὐτῷ,  πρὸς τὴν  μάλιστα προσήκουσαν αὐτῷ οἰκονομίαν ἕκαστον ὑπάγει τῶν ζώων. Εἰ δὲ ἦσαν οὕτως ἰσχυροὶ οἱ πόδες τῶν ἀνθρώπων  ὡς οἱ τῶν ἵππων, πρὸς ἕτερα ἂν ἐγένοντο ἄχρηστοι, πρὸς δυσχωρίας, πρὸς ἀκρωρείας, πρὸς ἀναβάσεις δένδρων·  ἡ γὰρ ὁπλὴ  ταῖς  πρὸς τὰ τοιαῦτα βαδίσεσιν ἐμποδίζειν εἴωθεν. Ὥστε εἰ καὶ ἁπαλώτεροι αἱ πόδες αὐτῶν, ἀλλὰ πρὸς πλείους ἐπιτηδειότεροι χρείας, καὶ οὔτε διὰ τὴν ἀσθένειάν τι βλάπτονται, τῆς τοῦ ἵπ  που δυνάμεως διακονουμένης, καὶ παρὰ τὴν ποικιλίαν  τῆς βαδίσεως πλεονεκτοῦσι. Πάλιν ἐστὶ πτερὸν τῷ ἀετῷ κοῦφον, ἀλλ'  ἔστιν ἐμοὶ λογισμὸς καὶ τέχνη  δι' ἧς δύναμαι πάντα τὰ ἱπτάμενα ζῶα κατενεγκεῖν  καὶ χειρώσασθαι. Εἰ δὲ βούλει καὶ τὸ ἐμὸν πτερὸν ἰδεῖν, ἔχω πολλῷ  κουφότερον  ἐκείνου, οὐ μέχρι δέκα σταδίων καὶ εἴκοσι, οὐδὲ μέχρι τοῦ οὐρανοῦ, ἀλλὰ καὶ ὑπὲρ αὐτὸν ἀνιπτάμενον τὸν οὐρανὸν, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ἄνω, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Τὰ ἄλογα πάλιν ἐν τῷ σώματι τὰ ὅπλα ἔχει, οἷον ὁ βοῦς τὰ κέρατα, τοὺς ὀδόντας  ὁ ὗς ὁ ἄγριος, τοὺς ὄνυχας  ὁ λέων·  ἐμοὶ δὲ οὐκ ἐν τῇ φύσει τοῦ σώματος τὰ ὅπλα κατέθετο ὁ Θεὸς, ἀλλ' ἔξω τοῦ σώματος, δεικνὺς ὅτι ἥμερον ζῶον ὁ ἄνθρωπος, καὶ ὅτι οὐκ ἀεί μοι τούτων τῶν ὅπλων καιρός· καὶ γὰρ πολλάκις μὲν αὐτὰ   ἀποτίθημι,   πολλάκις    δὲ   μεταχειρίζομαι.   Ἵν'   οὖν   ἐλεύθερος   ὦ   καὶ ἀπολελυμένος,  καὶ μὴ διηνεκῶς  ἀναγκάζωμαι  βαστάζειν τὰ ὅπλα, ἐποίησεν αὐτὰ κεχωρισμένα τῆς φύσεως εἶναι τῆς ἐμῆς. Οὐ γὰρ μόνον τῷ ψυχὴν  ἔχειν  λογικὴν κρατοῦμεν τῶν  ἀλόγων,  ἀλλὰ καὶ τῷ σώματι πλεονεκτοῦμεν  αὐτῶν· καὶ γὰρ καὶ τοῦτο τῇ τῆς ψυχῆς εὐγενείᾳ συμβαῖνον κατεσκεύασεν ὁ Θεὸς, καὶ τοῖς ἐπιτάγμασιν αὐτῆς ἐπιτήδειον· καὶ γὰρ τὸ σῶμα τοιοῦτον οὐχ ἁπλῶς ἐποίησον, ἀλλ' οἷον εἰκὸς εἶναι λογικῇ ψυχῇ διακονούμενον· ὡς εἰ μὴ τοιοῦτον ἦν, σφόδρα ἂν ἐνεποδίσθησαν αἱ τῆς  ψυχῆς  ἐνέργειαι·  καὶ  τοῦτο  δῆλον  ἐκ τῶν  νοσημάτων.  Εἰ γὰρ μικρόν  τι παρατραπείη τῆς οἰκείας καταστάσεως αὐτὴ τῆς σαρκὸς ἡ διακόσμησις, πολλαὶ τῶν ἐνεργειῶν  τῆς ψυχῆς  ἐμποδίζονται·  οἷόν τι λέγω,  εἰ θερμότερος ἢ ψυχρότερος ὁ ἐγκέφαλος γένοιτο. Ὥστε πολλὴν καὶ ἀπὸ τοῦ σώματος ἔστιν ἰδεῖν τὴν κηδεμονίαν τοῦ Θεοῦ, οὐχ ὅτι μόνον ἐξ ἀρχῆς αὐτὸ βέλτιον ἐποίησε τοῦ νῦν ὄντος, οὐδ' ὅτι καὶ νῦν  πρὸς  τὸ  χρήσιμον  αὐτὸ  μετεσκεύασεν, ἀλλ'  ὅτι  καὶ  πρὸς  πολλῷ  μείζονα ἀναστήσει δόξαν πάλιν. Εἰ δὲ καὶ ἑτέρωθεν θέλεις μαθεῖν ὅσην περὶ τὸ σῶμα ὁ Θεὸς ἐπεδείξατο σοφίαν, ἐρῶ τοῦτο ὃ μάλιστα πάντων ὁ Παῦλος ἐκπληττόμενος φαίνεται συνεχῶς. Τί δὲ τοῦτό ἐστιν; Τὰ μέλη πλεονεκτεῖν  ἀλλήλων  πεποίηκεν, οὐκ ἐν τοῖς αὐτοῖς, ἀλλὰ τὰ μὲν ἐν κάλλει, τὰ δὲ ἰσχύϊ κρατεῖν  παρεσκεύασεν· οἷον καλὸς ὁ ὀφθαλμὸς, ἀλλ' ἰσχυρότεροι οἱ πόδες· τιμία ἡ κεφαλὴ, ἀλλ' οὐ δύναται εἰπεῖν τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω. Καὶ τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ἔστιν ἰδεῖν, τοῦτο καὶ ἐπὶ  τοῦ  βίου  παντός.  Ὁ  γοῦν  βασιλεὺς  τῶν  ὑπηκόων  δεῖται,  οἱ  ὑπήκοοι  τοῦ βασιλέως, ὥσπερ ἡ κεφαλὴ  τῶν  ποδῶν. Καὶ πάλιν  ἐπὶ τῶν  ἀλόγων  τὰ μὲν ἔστιν ἰσχυρότερα,  τὰ  δὲ  εὐπρεπέστερα, καὶ  τὰ  μὲν  ἡμᾶς  τέρπει,  τὰ  δὲ  τρέφει,  τὰ  δὲ περιβάλλει· οἷον τέρπει μὲν ὁ ταὼς, τρέφουσι δὲ ὄρνιθες καὶ ὕες, περιβάλλουσι δὲ πρόβατα καὶ αἶγες, συμπονεῖ δὲ βοῦς καὶ ὄνος. Ἔστι δὲ καὶ ἄλλα ἃ τούτων μὲν οὐδὲν παρέχει, γυμνάζει δὲ ἡμῶν τὴν δύναμιν, ὡς τὰ ἄγρια θηρία τῶν κυνηγετῶν  αὔξει τὴν ἰσχὺν, καὶ τῷ φόβῳ παιδεύει τὸ γένος ἡμῶν, καὶ προσεκτικώτερον ποιεῖ, καὶ πρὸς θεραπείαν δὲ ἡμῖν οὐκ ὀλίγην φορὰν ἀπὸ τῶν οἰκείων εἰσάγει σωμάτων. Ὥστε ὅταν εἴπῃ σοί τις· Πῶς ἄρχουν εἶ τῶν ἀλόγων φοβούμενος λέοντα; εἰπὲ πρὸς αὐτὸν, ὅτι Παρὰ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ὅτε εὐδοκίμουν παρὰ τῷ Θεῷ, ὅτε  ἐν  παραδείσῳ  διέτριβον·  ἀλλ'  ἐπειδὴ  προσέκρουσα τῷ  ∆εσπότῃ, ὑπεύθυνος ἐγενόμην τοῖς δούλοις· καὶ οὐδὲ νῦν ὀλοσχερῶς, ἀλλ' ἔχω τινὰ τέχνην δι' ἧς κρατῶ τῶν  θηρίων.  Οὕτω καὶ  ἐπὶ  τῶν  οἰκιῶν  γίνεται  τῶν  μεγάλων,  ὅτε  οἱ  υἱοὶ,  κἂν εὐγενεῖς ὦσιν, ὦσι δὲ ἀτελεῖς, πολλοὺς τῶν δούλων  δεδοίκασιν· ὅταν δὲ καὶ προσκεκρουκότες ὦσιν, ἐπιτείνεται  μᾶλλον  ἡ ἀγωνία.  Ταῦτα καὶ περὶ ὄφεων  καὶ σκορπίων καὶ ἐχιδνῶν  ἔστιν εἰπεῖν, ὅτι διὰ τὴν ἁμαρτίαν ἡμῖν ἐστι φοβερά.

εʹ. Οὐκ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου μόνον, οὐδὲ ἐπὶ τῶν βίων τῶν διαφόρων, οὐδὲ ἐπὶ τῶν ἀλόγων, ἀλλὰ καὶ ἐπὶ δένδρων ἔστιν ἰδεῖν τὴν ποικιλίαν ταύτην· καὶ τὸ πάντων εὐτελέστερον ἴδοι τις ἂν κατὰ τοῦ μείζονος ἔχον ὑπεροχὴν, καὶ οὐ πάντα ἐν ἅπασιν ὄντα, ἵνα πάντα ἡμῖν ἀναγκαῖα ᾖ, καὶ τοῦ ∆εσπότου τὴν ποικίλην  σοφίαν ἴδωμεν. Μὴ τοίνυν  κατηγόρει  τοῦ  Θεοῦ διὰ  τὴν  φθορὰν  τοῦ  σώματος, ἀλλὰ  διὰ  τοῦτο μᾶλλον αὐτὸν προσκύνει, καὶ τῆς σοφίας καὶ τῆς κηδεμονίας αὐτὸν θαύμαζε· τῆς σοφίας μὲν, ὅτι ἴσχυσεν ἐν οὕτω φθαρτῷ σώματι τοσαύτην ἐπιδείξασθαι ἁρμονίαν· τῆς κηδεμονίας δὲ, ὅτι διὰ τὴν τῆς ψυχῆς ὠφέλειαν  φθαρτὸν  αὐτὸ ἐποίησεν, ἵνα αὐτῆς καταστείλῃ τὸ φύσημα, καὶ τὴν ἀπόνοιαν καθέλῃ. Τί οὖν οὐκ ἐξ ἀρχῆς αὐτὸ τοιοῦτον ἐποίησεν ὁ Θεὸς, φησίν; Ἀπολογούμενός σοι διὰ τῶν πραγμάτων αὐτῶν, καὶ μονονουχὶ λέγων διὰ τῆς ἐκβάσεως αὐτῆς, ὅτι Ἐγὼ μέν σε ἐπὶ μείζονα ἐκάλουν τιμὴν, σὺ δὲ σαυτὸν ἀνάξιον κατέστησας τῆς δωρεᾶς, ἐκπεσὼν τοῦ παραδείσου· πλὴν ἀλλ' οὐδὲ οὕτω περιόψομαί σε, ἀλλὰ διορθώσομαί σου τὸ ἁμάρτημα, καὶ εἰς τὸν οὐρανόν σε ἀνάξω. Καὶ γὰρ διὰ τοῦτό σε ἐπὶ τοσοῦτον χρόνον ἀφῆκα σήπεσθαι καὶ διαφθείρεσθαι, ἵνα ἐν τῷ πλήθει τοῦ χρόνου μόνιμός σοι γένηται  τῆς ταπεινοφροσύνης  ἡ διδασκαλία, καὶ  μηδέποτε  τὴν  προτέραν  ἔννοιαν  ἀναλάβῃς. Ὑπὲρ  δὴ  τούτων   ἁπάντων   εὐχαριστήσωμεν   τῷ   φιλανθρώπῳ   Θεῷ,  καὶ   τῆς κηδεμονίας αὐτὸν ἀμειψώμεθα ἀμοιβὴν ἡμᾶς ὠφελοῦσαν πάλιν, καὶ τῆς ἑντολῆς, ὑπὲρ  ἧς  συχνῶς  ὑμῖν  διαλέγομαι,  πολλὴν  ποιησώμεθα  τὴν  σπουδήν.  Οὐδὲ γὰρ ἀποστήσομαι ἕως ἂν κατορθώσητε, ἐπειδὴ τὸ ζητούμενον  ἡμῖν οὐ τοῦτό ἐστιν, ἢ ὀλιγάκις εἰπεῖν, ἢ πολλάκις, ἀλλὰ μέχρι τότε λέγειν, ἕως ἂν ὑμᾶς πείσωμεν. Πρὸς μὲν  οὖν  Ἰουδαίους  ὁ  Θεὸς ἔλεγε  διὰ  τοῦ  προφήτου·  Εἰ εἰς  κρίσεις  καὶ  μάχας νηστεύετε, ἵνα  τί  μοι νηστεύετε; πρὸς ὑμᾶς δὲ ἐρεῖ δι' ἡμῶν·  Εἰ εἰς ὅρκους καὶ ἐπιορκίας νηστεύετε, ἵνα τί νηστεύετε; Πῶς γὰρ τὸ Πάσχα ὀψόμεθα τὸ ἱερόν; πῶς τὴν θυσίαν δεξόμεθα τὴν ἁγίαν; πῶς τῶν θαυμαστῶν κοινωνήσομεν μυστηρίων διὰ τῆς γλώττης,  δι' ἧς τὸν νόμον τοῦ Θεοῦ κατεπατήσαμεν, διὰ τῆς γλώττης,  δι' ἧς τὴν ψυχὴν  ἐμολύναμεν;  Εἰ γὰρ  πορφυρίδα  τις  βασιλικὴν  οὐκ  ἂν  ἀνάσχοιτο  χερσὶ δέξασθαι  μεμιασμέναις,  πῶς  σῶμα  ∆εσποτικὸν  δεξόμεθα  ἀκαθάρτῳ   γενομένῃ γλώττῃ; Ὁ μὲν γὰρ ὅρκος τοῦ Πονηροῦ, ἡ δὲ θυσία τοῦ ∆εσπότου. Τίς οὖν κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Ὅτι μὲν οὖν ἐσπουδάκατε ταύτης ἀπαλλαγῆναι  τῆς παρανομίας, οἶδα σαφῶς, ἀλλ' ἐπειδὴ καθ' αὑτὸν ἕκαστος οὐκ ἂν εὐκόλως αὐτὸ κατορθώσειε, ποιησώμεθα φρατρίας καὶ συμμορίας, καὶ ὅπερ ἐπὶ   τῶν   συμποσίων  οἱ  πένητες   ποιοῦσιν,   ἐπειδὰν   αὐτῶν   ἕκαστος  ἑστιάτωρ ὁλόκληρος γενέσθαι μὴ δύνηται, συνελθόντες ἅπαντες ἐξ ἐράνου τὴν εὐωχίαν εἰσφέρουσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν· ἐπειδὴ καθ' ἑαυτούς ἐσμεν ῥᾴθυμοι, συμμορίας ποιήσαντες  ἀλλήλοις  παρεγγυῶμεν  εἰσφέρειν  συμβουλὴν,  καὶ παραγγελίαν, καὶ παράκλησιν, καὶ ἐπιτίμησιν, καὶ ὑπόμνησιν, καὶ ἀπειλὴν, ἵνα ἐκ τῆς ἑκάστου σπουδῆς ἅπαντες κατορθώ  σωμεν. Ἐπειδὴ γὰρ τὰ τῶν πλησίον ὀξύτερον βλέπομεν  ἢ τὰ ἡμέτερα, ἡμεῖς ἑτέρους φυλάττωμεν,  καὶ τὴν  ἡμετέραν φυλακὴν  ἐπιτρέψωμεν  ἐκείνοις, καὶ τὴν καλὴν ἅμιλλαν  ταύτην  ποιησώμεθα, ἵνα οὕτω περιγενόμενοι τῆς πονηρᾶς ταύτης συνηθείας, μετὰ παῤῥησίας ἐπὶ  τὴν ἁγίαν  ταύτην  ἔλθωμεν  ἑορτὴν,  καὶ τῆς  ἁγίας  μετάσχωμεν  θυσίας μετὰ χρηστῆς ἐλπίδος, καὶ συνειδότος ἀγαθοῦ, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιολογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ περὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.Ὁμιλία ιβʹ.

αʹ. Καὶ χθὲς εἶπον, Εὐλογητὸς ὁ Θεὸς, καὶ σήμερον τὸ αὐτὸ τοῦτο πάλιν ἐρῶ. Εἰ γὰρ καὶ τὰ δεινὰ παρῆλθεν, ἀλλ' ἡ μνήμη τῶν δεινῶν  μὴ παρερχέσθω, οὐχ ἵνα ἀλγῶμεν, ἀλλ' ἵνα εὐχαριστῶμεν. Ἐὰν γὰρ ἡ μνήμη τῶν δεινῶν μένῃ, ἡ πεῖρα τῶν δεινῶν    οὐδέποτ'   ἐπιστήσεται.   Τί   γὰρ   δεῖ   τῆς   πείρας,   τῆς   μνήμης   ἡμᾶς σωφρονιζούσης; Ὥσπερ οὖν οὐκ ἀφῆκεν ἡμᾶς ὁ Θεὸς καταποντισθῆναι  παρόντων τῶν λυπηρῶν, οὕτω μὴ ἀφῶμεν ἑαυτοὺς ἐκλυθῆναι παρελθόντων ἐκείνων. Παρεκάλεσεν ἡμᾶς ἀθυμοῦντας τότε, εὐχαριστήσωμεν αὐτῷ χαίροντες νῦν· παρεμυθήσατο ὀδυνωμένους καὶ οὐ προέδωκε, μὴ τοίνυν μηδὲ ἡμεῖς ἑαυτοὺς εὐθηνουμένους προδῶμεν, εἰς ῥᾳθυμίαν ἐκκλίνοντες· Μνήσθητι γὰρ καιρὸν λιμοῦ, φησὶν, ἐν ἡμέρᾳ πλησμονῆς. Μνησθῶμεν οὖν καιρὸν πειρασμοῦ καὶ ἡμεῖς ἐν ἡμέρᾳ ἀνέσεως· καὶ ἐπὶ τῶν  ἁμαρτημάτων  δὲ τὸ αὐτὸ τοῦτο ποιῶμεν. Κἂν ἁμάρτῃς καὶ συγχωρήσῃ σοι τὴν ἁμαρτίαν ὁ Θεὸς, τὴν μὲν συγχώρησιν δέξαι καὶ εὐχαρίστησον, τῆς δὲ ἁμαρτίας μὴ ἐπιλάθῃ, οὐχ ἵνα σαυτὸν κατατρύχῃς τῷ λογισμῷ, ἀλλ' ἵνα τὴν ψυχὴν παιδεύσῃς μὴ σκιρτᾷν μηδὲ περιπίπτειν πάλιν τοῖς αὐτοῖς. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· εἰπὼν  γὰρ ὅτι, Πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,  ἐπήγαγε, Τὸν πρότερον ὄντα βλάσφημον παὶ διώκτην καὶ ὑβριστήν. Ἐκπομπευέσθω, φησὶν, ὁ βίος τοῦ οἰκέτου, ἵνα φανῇ ἡ φιλανθρωπία τοῦ ∆εσπότου. Εἰ γὰρ καὶ συγχώρησιν ἔλαβον τῶν  ἁμαρτημάτων,  ἀλλὰ  τὴν  μνήμην  οὐκ  ἐκβάλλω  τῶν  ἁμαρτημάτων.  Οὐ τοῦ ∆εσπότου δὲ τὴν φιλανθρωπίαν  ἐδείκνυ τοῦτο μόνον, ἀλλὰ κἀκεῖνον λαμπρότερον ἐποίει. Ὅταν γὰρ μάθῃς τίς ἦν ἔμπροσθεν, τότε αὐτὸν θαυμάσεις πλέον· καὶ ὅταν ἴδῃς ἐκ τίνος τίς ἐγένετο, τότε αὐτὸν ἀποδέξῃ μειζόνως· κἂν μεγάλα ᾖς ἡμαρτηκὼς, χρηστὰς ἕξεις ἐντεῦθεν τὰς ἐλπίδας μεταβαλλόμενος· πρὸς γὰρ τοῖς εἰρημένοις, καὶ τοὺς ἐν ἀπογνώσει τὸ ὑπόδειγμα τοῦτο παρακαλεῖ καὶ ἀνίστασθαι ποιεῖ. Ὅπερ οὖν καὶ ἐπὶ τῆς πόλεως ἔσται τῆς ἡμετέρας· τὰ γὰρ συμβάντα ἅπαντα τήν τε ἀρετὴν ὑμῶν δείκνυσι, δυνηθέντων  διὰ τῆς μετανοίας τοσαύτην ὀργὴν ἀποκρούσασθαι, τήν τε τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττει, ἐξ ὀλίγης τῆς ἐπιστροφῆς τοσοῦτον παρενέγκαντος νέφος, τούς τε ἐν ἀπογνώσει πάντας ἀνίστησι μαθόντας ἐκ τῶν ἡμετέρων, ὅτι τὸν ἄνω καὶ πρὸς τὴν τοῦ Θεοῦ βλέποντα ῥοπὴν, κἂν μυρία περιστῇ πανταχόθεν κύματα, καταποντισθῆναι οὐκ ἔνι. Τίς γὰρ εἶδε, τίς ἤκουσέ ποτε τὰ ἡμέτερα πάθη; ἐκ βάθρων αὐτῶν καθ' ἑκάστην προσεδοκῶμεν ἡμέραν ἀνασπασθήσεσθαι τὴν πόλιν ἡμῖν μετὰ τῶν  ἐνοικούντων·   ἀλλ'  ὅτε  ἤλπιζε  καταποντίζειν   τὸ  σκάφος  ὁ  διάβολος,  τότε καθαρὰν γαλήνην  ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν ἐπιλανθανώμεθα  τοῦ μεγέθους τῶν δεινῶν, ἵνα μνημονεύωμεν  τοῦ μεγέθους τῶν εὐεργεσιῶν τῶν παρὰ τοῦ Θεοῦ γενομένων·  καὶ γὰρ ὁ μὴ εἰδὼς τοῦ νοσήματος τὴν φύσιν, οὐκ εἴσεται  τοῦ ἰατροῦ τὴν τέχνην.  Ταῦτα καὶ πρὸς τοὺς παῖδας λέγωμεν  τοὺς ἡμετέρους, καὶ εἰς μυρίας παραπέμπωμεν γενεὰς, ἵνα μάθωσιν ἅπαντες πῶς ἐσπούδασεν ὁ διάβολος καὶ τὸ ἔδαφος ἀφανίσαι  τῆς πόλεως, καὶ πῶς ἴσχυσεν ὁ Θεὸς πεπτωκυῖαν  αὐτὴν  καὶ κειμένην  ἐπ' ὄψεσι στῆσαι πάλιν,  καὶ μηδὲ τὴν  τυχοῦσαν  συγχωρῆσαι γενέσθαι βλάβην, ἀλλὰ καὶ τὸν φόβον ἀνεῖλε, καὶ τὸν κίνδυνον  ἀπεκρούσατο μετὰ πολλοῦ τοῦ τάχους. Καὶ γὰρ τῇ παρελθούσῃ ἑβδομάδι τὰς οὐσίας δημεύεσθαι προσεδοκῶμεν ἅπαντες, καὶ στρατιώτας ἡμῖν ἐπαφίεσθαι, καὶ μυρία ἕτερα ὠνειροπολοῦμεν  δεινά· ἀλλ' ἰδοὺ πάντα ἐκεῖνα παρῆλθεν, ὥσπερ νέφος καὶ ὥσπερ σκιὰ παρατρέχουσα, καὶ τῇ προσδοκίᾳ τῶν δεινῶν ἐκολάσθημεν μόνον· μᾶλλον δὲ οὐκ ἐκολάσθημεν, ἀλλὰ καὶ ἐπαιδεύθημεν  καὶ βελτίους  γεγόναμεν,  τοῦ Θεοῦ τὴν  καρδίαν  τοῦ βασιλέως μαλάξαντος. Λέγωμεν τοίνυν  διαπαντὸς  καὶ καθ' ἡμέραν, Εὐλογητὸς ὁ Θεὸς, καὶ μετὰ πλείονος σπουδῆς τῇ συνάξει προσέχωμεν, καὶ πρὸς τὴν Ἐκκλησίαν τρέχωμεν, ὅθεν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. Ἴστε γὰρ ἐν ἀρχῇ ποῦ κατεφύγετε, ποῦ συνεδράμετε, πόθεν ἡμῖν ἡ σωτηρία γέγονεν. Ἐχώμεθα τοίνυν  τῆς ἱερᾶς ἀγκύρας, καὶ καθάπερ ἐν τῷ καιρῷ τῶν κινδύνων ἡμᾶς οὐ προέδωκεν, οὕτω μηδὲ ἡμεῖς αὐτὴν ἐν τῷ καιρῷ τῆς ἀνέσεως καταλίπωμεν,  ἀλλὰ  μείνωμεν  μετὰ ἀκριβείας, καὶ τὰς συνάξεις καὶ τὰς εὐχὰς καὶ τὴν τῶν θείων λογίων ἀκρόασιν ποιώμεθα καθ' ἡμέραν, καὶ τὴν  σχολὴν  ἣν ἀνηλίσκομεν  περιεργαζόμενοι, πολυπραγμονοῦντες,  τοὺς ἀπὸ τοῦ  στρατοπέδου  περιτρέχοντες,   σπουδάζοντες  ὑπὲρ  τῶν   ἐπικειμένων   κακῶν, ταύτην  ἀναλώσωμεν  ἅπασαν εἰς  τὴν  τῶν  θείων  νόμων  ἀκρόασιν, ἀλλὰ  μὴ  εἰς ἀκαίρους καὶ ἀνονήτους  διατριβὰς, ἵνα  μὴ πάλιν  εἰς τὴν  ἀνάγκην  τῆς ἀσχολίας ἐκείνης ἑαυτοὺς καταστήσωμεν.

βʹ. Ἐν μὲν οὖν ταῖς παρελθούσαις τρισὶν ἡμέραις ἕνα θεογνωσίας ἐξητάσαμεν τρόπον,  καὶ  πρὸς  τὸ  τέλος  αὐτὸν   ἠγάγομεν,   ἑρμηνεύοντες   πῶς  Οἱ  οὐρανοὶ διηγοῦνται τὴν δόξαν Θεοῦ, καὶ τί ποτέ ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον, ὅτι Τὰ ἀόρατα  αὐτοῦ  ἀπὸ  κτίσεως  κόσμου  τοῖς  ποιήμασι  νοούμενα   καθορᾶται,  καὶ ἐδείκνυμεν πῶς ἀπὸ κτίσεως κόσμου, καὶ πῶς δι' οὐρανοῦ καὶ γῆς καὶ θαλάττης ὁ ∆ημιουργὸς δοξάζεται. Τήμερον δὲ ὀλίγα πάλιν εἰς αὐτὴν ταύτην φιλοσοφήσαντες τὴν ὑπόθεσιν, ἐφ' ἕτερον βαδιούμεθα λόγον· οὐ γὰρ μόνον ἐποίησεν αὐτὴν, ἀλλὰ καὶ γενομένην   ἐργάζεσθαι  παρεσκεύασεν, οὔτε  πᾶσαν  ἀκίνητον  ἀφεὶς,  οὔτε  πᾶσαν κινεῖσθαι κελεύσας· ἀλλ' οὐρανὸς μὲν ἀκίνητος ἕστηκε, καθάπερ ὁ προφήτης φησὶν, Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡσεὶ σκηνὴν ἐπὶ τῆς γῆς· ὁ δὲ ἥλιος μετὰ τῶν ἄστρων τῶν λοιπῶν  καθ' ἑκάστην τρέχει τὴν ἡμέραν· καὶ γῆ πάλιν πέπηγε, τὰ δὲ ὕδατα βαδίζει διαπαντός· οὐχ ὕδατα δὲ μόνον, ἀλλὰ καὶ νεφέλαι καὶ ὄμβροι συνεχεῖς καὶ ἐπάλληλοι κατὰ τὸν οἰκεῖον ἀποδιδόμενοι καιρόν· καὶ μία μὲν ἡ τῶν  ὄμβρων  φύσις. διάφορα  δὲ τὰ ἐξ αὐτῶν  γινόμενα·  καὶ γὰρ ἐν ἁμπέλῳ γίνεται οἶνος ὁ ὑετὸς, καὶ ἔλαιον ἐν ἐλαίᾳ, καὶ ἐν τοῖς ἄλλοις δὲ φυτοῖς πρὸς τοὺς αὐτῶν μεθίσταται χυμούς. Καὶ μία δὲ τῆς γῆν ἡ γαστὴρ καὶ διαφόρους φέρει καρπούς· καὶ μία μὲν ἡ τῆς ἡλιακῆς ἀκτῖνος θέρμη καὶ διαφόρως ἅπαντα πεπαίνει,τὰ  μὲν  βραδύτερον,  τὰ  δὲ  ταχύτερον  πρὸς  ἀκμὴν  ἄγουσα.  Τίς  οὐκ  ἂν  ταῦτα ἐκπλαγείη  καὶ  θαυμάσειε;  μᾶλλον  δὲ  οὐ  τοῦτο  μόνον  ἐστὶ  τὸ  θαυμαστὸν,  ὅτι ποικίλην αὐτὴν καὶ διάφορον κατεσκεύασεν, ἀλλ' ὅτι καὶ κοινὴν αὐτὴν προσέθηκεν ἅπασι, καὶ πλουσίοις  καὶ πένησι, καὶ ἁμαρτωλοῖς  καὶ δικαίοις.  Ὅπερ οὖν  καὶ ὁ Χριστὸς ἔλεγεν,  ὅτι  Τὸν ἥλιον  αὐτοῦ  ἀνατέλλει  ἐπὶ  πονηροὺς  καὶ ἀγαθοὺς,  καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ μυρίων αὐτὴν ζώων ἐμπλήσας, καὶ φυσικὰ τοῖς ζώοις  ἐνθεὶς  ἤθη,  τὰ  μὲν  μιμεῖσθαι,  τὰ  δὲ  φεύγειν   ἐκέλευσεν.  Οἷόν  τι  λέγω· φιλόπονόν ἐστιν ὁ μύρμηξ, καὶ ἐπίπονον ποιεῖται τὴν ἐργασίαν· ἂν τοίνυν προσέχῃς, μεγίστην παρὰ τοῦ ζώου δέξῃ παραίνεσιν, ὥστε μὴ καταμαλακίζεσθαι μηδὲ φεύγειν ἱδρῶτας  καὶ πόνους.  ∆ιὰ τοῦτο  καὶ ἡ Γραφὴ τὸν  ὀκνηρὸν  πρὸς ἐκεῖνον  ἔπεμψε λέγουσα· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου  σοφώτερος.  Οὐ βούλει,  φησὶ,  παρὰ  τῶν  Γραφῶν  μαθεῖν  ὅτι  καλὸν  τὸ ἐργάζεσθαι, καὶ ὅτι ὁ μὴ ἐργαζόμενος οὐδὲ ἐσθίειν ὀφείλει;  οὐ βούλει παρὰ τῶν διδασκάλων ἀκοῦσαι τοῦτο; παιδεύθητι παρὰ τῶν ἀλόγων. Οὕτω καὶ ἐν ταῖς οἰκίαις ποιοῦμεν, πολλάκις τοὺς μείζονας καὶ ἐντιμοτέρους εἶναι δοκοῦντας, ἐπειδὰν ἁμάρτωσι, παιδίοις νήφουσι προσέχειν παρακελευόμεθα λέγοντες· Βλέπε τὸν μικρότερόν σου πῶς ἐστι σπουδαῖος καὶ διεγηγερμένος. Καὶ σὺ τοίνυν παρὰ τοῦ ζώου τούτου μεγίστην λάβε φιλοπονίας  παραίνεσιν, καὶ θαύμασόν σου τὸν ∆εσπότην, μὴ ἐπειδὴ ἥλιον ἐποίησε μόνον καὶ οὐρανὸν, ἀλλ' ἐπειδὴ καὶ μύρμηκα ἐποίησεν· εἰ γὰρ καὶ  βραχὺ  τὸ  ζῶον,  ἀλλὰ  τοῦ  μεγέθους  τῆς  σοφίας  τοῦ  Θεοῦ πολλὴν  ἔχει  τὴν ἀπόδειξιν. Ἐννόησον γοῦν πῶς ἐστι συνετὸν, καὶ θαύμασον, πῶς ἴσχυσεν ὁ Θεὸς ἐν οὕτω βραχεῖ σώματι τοσαύτην ἐγκαταθεῖναι  ἐργασίας ἐπιθυμίαν  ἀδιάπτωτον.  Καὶ ἀπὸ  τούτου  μὲν  τὸ  φιλόπονον,  ἀπὸ  δὲ  τῆς  μελίττης  καὶ  τὸ  φιλόκαλον  καὶ  τὸ φιλόπονον  μάνθανε καὶ τὸ φιλάλληλον.  Καὶ γὰρ ἐκείνη οὐχ ἑαυτῇ μᾶλλον ἢ ἡμῖν πονεῖ καὶ ταλαιπωρεῖται καθ' ἑκάστην ἡμέραν· ὃ μάλιστα ἴδιον Χριστιανῷ, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τὰ τῶν  ἑτέρων. Ὥσπερ οὖν ἐκείνη πάντας  περιίπταται  τοὺς λειμῶνας,   ἵνα  ἑτοίμην  ἑτέρῳ  παρασκευάσῃ  τράπεζαν·  οὕτω  καὶ  σὺ  ποίησον, ἄνθρωπε, κἂν χρήματα συλλέγῃς, εἰς ἑτέρους βαπάνησον, κἂν λόγους διδασκαλίας ἔχῃς, μὴ κατορύξῃς, ἀλλὰ πρόθες εἰς μέσον τοῖς δεομένοις, κἂν ἕτερον ἔχῃς πλεονέκτημα, γενοῦ χρήσιμος τοῖς δεομένοις τῶν σῶν ἀπολαύειν πόνων. Οὐχ ὁρᾷς ὅτι διὰ τοῦτο μάλιστα τῶν  ἄλλων  ἐστὶν ἐντιμοτέρα ζώων  ἡ μέλιττα,  οὐκ ἐπειδὴ πονεῖ, ἀλλ' ἐπειδὴ ἑτέροις πονεῖ; ἐπεὶ καὶ ὁ ἀράχνης πονεῖ καὶ ταλαιπωρεῖται  καὶ λεπτὰ  διατείνει  κατὰ  τοὺς  τοίχους  ὑφάσματα  πᾶσαν  γυναικὸς  σοφίαν ὑπερβάλλοντα, ἀλλ' ἔστιν ἄτιμον τὸ ζῶον, ἐπειδὴ τὸ ἔργον ἡμῖν οὐδαμοῦ χρήσιμον. Τοιοῦτοί εἰσιν οἱ ἑαυτοῖς κάμνοντες καὶ ταλαιπωρούμενοι. Μίμησαι τῆς περιστερᾶς τὸ ἀκέραιον, μίμησαι τοῦ ὄνου τὸ φιλοδέσποτον καὶ τοῦ βοὸς, μίμησαι τῶν ὀρνίθων τὸ ἀμέριμνον· ἔστι  γὰρ, ἔστι μεγάλα ἀπὸ τῶν ἀλόγων καρπώσασθαι εἰς ἠθῶν διόρθωσιν.  Ἀπὸ τούτων  καὶ  ὁ Χριστὸς ἡμῖν  διαλέγεται  τῶν  ζώων·  Γίνεσθε γὰρ φρόνιμοι, φησὶν, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ πάλιν· Ἐμβλέψατε εἰς  τὰ  πετεινὰ  τοῦ  οὐρανοῦ,  ὅτι  οὐ  σπείρει οὐδὲ  θερίζει, καὶ  ὁ Πατὴρ ὑμῶν  ὁ οὐράνιος τρέφει αὐτά. Καὶ ὁ προφήτης  δὲ ἐντρέπων  τοὺς ἀγνώμονας  Ἰουδαίους, οὕτω πώς φησιν· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν  φάτνην  τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Καὶ πάλιν, Τρυγὼν καὶ χελιδὼν  ἀγροῦ, στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Ἀπὸ μὲν τούτων καὶ τῶν τοιούτων ζώων μάνθανε κατορθοῦν ἀρετὴν, ἀπὸ δὲ τῶν ἐναντίων  παιδεύου φεύγειν  κακίαν. Ὥσπερ γὰρ φιλόκαλον  ἡ μέλιττα, οὕτως  ὀλέθριον  ἡ ἀσπίς· ἀποστράφηθι  τοίνυν  τὴν  κακίαν,  ἵνα  μὴ ἀκούσῃς· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ἀναίσχυντον πάλιν ὁ κύων· μίσησον καὶ ταύτην τὴν πονηρίαν. ∆ολερὸν καὶ πανοῦργον ἡ ἀλώπηξ· μὴ ζηλώσῃς τὸ νόσημα· ἀλλὰ καθάπερ ἡ μέλιττα τοῖς λειμῶσιν ἐφιπταμένη οὐ πάντα ἐκλέγει, ἀλλὰ τὰ χρήσιμα λαβοῦσα, τὰ λοιπὰ ἀφίησιν, οὕτω καὶ σὺ ποίησον· τῶν ἀλόγων ἐπελθὼν τὸ γένος, εἴ τι χρήσιμον, παρ' ἐκείνων λάμβανε· καὶ ἅπερ ἔχουσιν ἐν τῇ φύσει πλεονεκτήματα, ταῦτα σὺ διὰ τῆς προαιρέσεως κατόρθωσον· καὶ γὰρ καὶ ταύτῃ παρὰ τοῦ Θεοῦ τετίμησαι, ὅτι τὰ φυσικὰ  αὐτῶν  πλεονεκτήματα  ἐκ  προαιρέσεώς σοι παρέσχε κατορθοῦν,  ἵνα  καὶ βραβεῖα λάβῃς. Ἐκείνοις γὰρ οὐκ ἐκ προαιρέσεως καὶ λόγου τὰ κατορθώματα, ἀλλ' ἀπὸ φύσεως μόνης. Οἷόν τι λέγω· ἡ μέλιττα μελιτουργεῖ οὐ λόγῳ μαθοῦσα τοῦτο καὶ λογισμῷ, ἀλλ' ἀπὸ τῆς φύσεως παιδευθεῖσα· ἐπεὶ εἰ μὴ φυσικὸν ἦν τὸ ἔργον, μηδὲ τῷ γένει συγκεκλήρωτο, ἔδει πάντως τινὰς ἐξ αὐτῶν ἀπείρους εἶναι τῆς τέχνης· νῦν δὲ ἐξ οὗ γέγονεν ὁ κόσμος μέχρι τῆς παρούσης ἡμέρας, οὐδεὶς εἶδε μελίττας ἡσυχαζούσας καὶ μὴ μελιτουργούσας.  Τοιαῦτα γὰρ τὰ φυσικὰ κοινὰ  τοῦ παντὸς γένους  ἐστί· τὰ  δὲ  ἐκ  προαιρέσεως  οὐκ  ἔστι  κοινά·  πόνου  γὰρ  δεῖται  πρὸς  τὸ κατορθωθῆναι.

 γʹ. Πάντα τοίνυν τὰ κάλλιστα λαβὼν περιβαλοῦ· καὶ γὰρ βασιλεὺς εἶ τῶν ἀλόγων· οἱ δὲ βασιλεῖς, εἴ τι κάλλιστόν ἐστιν ἐν τοῖς ὑπηκόοις, εἴτε χρυσὸς, εἴτε ἄργυρος, εἴτε λίθοι τίμιοι, εἴτε ἱμάτια πολυτελῆ, ταῦτα μεθ' ὑπερβολῆς αὐτοὶ κέκτηνται· καὶ θαύμαζέ σου τὸν ∆εσπότην ἀπὸ τῆς κτίσεως. Εἰ δέ τί σε ὑπερβαίνει τῶν  ὁρωμένων,  καὶ  τὸν  λόγον  οὐ  δύνασαι  εὑρεῖν,  καὶ  διὰ  τοῦτο  δόξασον τὸν ποιήσαντα, ὅτι ὑπερβαίνει σου τὴν κατάληψιν ἡ σοφία τῶν γινομένων. Μὴ λέγε· ∆ιὰ τί τοῦτο; εἰς τί τοῦτο; ἕκαστον γὰρ χρήσιμόν ἐστιν, εἰ καὶ τὸν λόγον  ἀγνοοῦμεν ἡμεῖς. Ὥσπερ οὖν ἐὰν εἰς ἰατρεῖον εἰσέλθῃς, καὶ ἴδῃς ἐργαλεῖα πολλὰ προκείμενα, θαυμάζεις τὴν ποικιλίαν τῶν ὀργάνων, καίτοι γε τὰς χρείας αὐτῶν οὐκ εἰδώς· οὕτω καὶ ἐπὶ τῆς κτίσεως ποίησον, κἂν ἴδῃς πολλὰ τῶν ζώων καὶ τῶν βοτανῶν καὶ τῶν φυτῶν  καὶ τῶν ἄλλων  πραγμάτων ὧν τὰς χρείας οὐκ οἶδας, θαύμασον αὐτῶν τὴν ποικιλίαν, καὶ ἐκπλάγηθι καὶ διὰ τοῦτο τὸν ἀριστοτέχνην Θεὸν, ὅτι οὔτε σοι πάντα δῆλα ἐποίησεν, οὕτε πάντα ἀφῆκεν ἄδηλα. Οὐκ ἀφῆκε μὲν γὰρ πάντα ἄδηλα, ἵνα μὴ ἀπρονόητα εἶναι λέγῃς τὰ ὄντα· οὐκ ἀφῆκε δέ σοι πάντα γνώριμα εἶναι, ἵνα μὴ τὸ μέγεθος τῆς γνώσεως εἰς ἀπόνοιάν σε ἐπάρῃ. Οὕτω γοῦν καὶ τὸν πρῶτον ἄν  θρωπον ὁ πονηρὸς δαίμων ἐκεῖνος ἐξετραχήλισεν, ἐλπίδι μείζονος γνώσεως καὶ τῆς οὔσης ἀποστερήσας. ∆ιὰ τοῦτο καὶ σοφός τις παραινεῖ λέγων· Ἰσχυρότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· τὰ γὰρ πλείονα τῶν   ἔργων   αὐτοῦ  ἐν  ἀποκρύφοις·  καὶ  πάλιν,   Πλείονα  συνέσεως  ἀνθρώπων ὑπεδείχθη σοι. Τοῦτο δὲ εἶπε παραμυθούμενος τὸν ἀσχάλλοντα καὶ ἀλύοντα, ἐπειδὴ μὴ πάντα οἶδεν. Καὶ γὰρ αὐτὰ, φησὶν, ἅπερ ἐπετράπης εἰδέναι, σφόδρα ὑπερβαίνει σου τὴν σύνεσιν· οὐδὲ γὰρ οἵκοθεν εὗρες, ἀλλὰ παρὰ τοῦ Θεοῦ διδαχθείς. Ἀρκοῦ τοίνυν τῷ δοθέντι πλούτῳ, καὶ μὴ πλέον ἐπιζήτει, ἀλλ' ὑπὲρ ὧν ἔλαβες εὐχαρίστει, μὴ ἀγανάκτει ὑπὲρ ὧν οὐκ ἔλαβες, καὶ ὑπὲρ ὧν οἶδας δόξαζε, μὴ σκανδαλίζου δι' ἃ οὐκ οἶδας· ἀμφότερα γὰρ χρησίμως ὁ Θεὸς ἐποίησε, καὶ τὰ μὲν ἀπεκάλυψε, τὰ δὲ ἀπέκλεισε, τῆς σῆς προνοῶν σωτηρίας. Εἷς μὲν οὖν, ὅπερ ἔφην, τρόπος θεογνωσίας ὁ διὰ τῆς κτίσεως, πολλὰς δυνάμενος ἡμέρας ἀναλῶσαι. Ἵνα γὰρ μὴ μόνου τοῦ ἀνθρώπου κατ' ἀκρίβειαν τὴν διατύπωσιν ἐπέλθωμεν, κατ' ἀκρίβειαν δὲ λέγω τὴν ἡμῖν  δυνατὴν,   οὐ  τὴν  ὄντως  ἀκρίβειαν·  εἰ  γὰρ  καὶ  πολλοὺς  εἰρήκαμεν  τῶν γενομένων λόγους, ἀλλ' εἰσὶ καὶ ἕτεροι πλείους ἀπόῤῥητοι, οὓς ὁ ποιήσας οἶδε Θεός· οὐ γὰρ δὴ πάντας ἴσμεν αὐτοί· ἵν' οὖν ἅπασαν τοῦ ἀνθρώπου κατὰ ἀκρίβειαν τὴν διάπλασιν ἐπέλθωμεν καὶ τὴν ἐν ἑκάστῳ μέλει σοφίαν εὕρωμεν, τῶν νεύρων, τῶν φλεβῶν,   τῶν  ἀρτηριῶν  τὴν  διανομὴν,  τὴν  θέσιν,  τὴν  διάπλασιν  τῶν  ἄλλων ἁπάντων, οὐδὲ ἐνιαυτὸς ὁλόκληρος ἡμῖν ἀρκέσειεν ἂν πρὸς τὴν ἐξήγησιν ταύτην. ∆ιόπερ  τοῦτον   ἐνταῦθα   καταλύσαντες   τὸν   λόγον,   καὶ   τοῖς   φιλοπόνοις   καὶ φιλομαθέσι παρασχόντες ἐκ τῶν εἰρημένων καὶ τὰ λοιπὰ τῆς κτίσεως ἐπελθεῖν μέρη, ἐφ'  ἑτέραν ὑπόθεσιν τὸν λόγον  τρέψωμεν, ἐνδεικτικὴν  καὶ αὐτὴν οὖσαν τῆς τοῦ Θεοῦ προνοίας. Τίς οὖν ἐστιν ἡ δευτέρα ὑπόθεσις; Ἐξ ἀρχῆς πλάττων  ὁ Θεὸς τὸν ἄνθρωπον, νόμον αὐτῷ φυσικὸν ἐγκατέθηκε. Καὶ τί ποτέ ἐστιν νόμος φυσικός; Τὸ συνειδὸς ἡμῖν διήρθρωσε, καὶ αὐτοδίδακτον ἐποίησε τὴν γνῶσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· οὐ γὰρ δεόμεθα μαθεῖν ὅτι κακὸν ἡ πορνεία, καὶ καλὸν ἡ σωφροσύνη, ἀλλ' ἴσμεν ἐξ ἀρχῆς τοῦτο. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐξ ἀρχῆς ἴσμεν, ὁ νομοθέτης νόμους διδοὺς ὕστερον, καὶ εἰπὼν, Οὐ φονεύσεις, οὐκ ἐπήγαγε, Κακὸν γὰρ ὁ φόνος, ἀλλ' ἁπλῶς, Οὐ φονεύσεις, εἶπεν· ἁπηγόρευσε γὰρ τὴν ἁμαρτίαν μόνον, οὐκ ἐδίδαξε. Τίνος οὖν ἕνεκεν εἰπὼν, Οὐ φονεύσεις, οὐ προσέθηκεν, Ὅτι κακὸν ὁ φόνος; Ἐπειδὴ προλαβὼν τὸ συνειδὸς ἡμᾶς ἐπαίδευσε τοῦτο, καὶ ὡς εἰδόσι καὶ ἐπισταμένοις οὕτω διαλέγεται.  Ὅταν γοῦν  περὶ ἑτέρας ἐντολῆς  λέγῃ τῆς οὐ γνωρίμης  ἡμῖν ἀπὸ τοῦ συνειδότος γενομένης, οὐκ ἀπαγορεύει μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν προστίθησι. Περὶ σαββάτου γοῦν νομοθετῶν καὶ λέγων, Τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ ποιήσεις ἔργον, καὶ τὴν  αἰτίαν  ἐπήγαγε  τῆς  ἀργίας·  ποίαν  δὴ  ταύτην;  Ὅτι ἐν  τῇ  ἡμέρᾳ τῇ  ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων  τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι· καὶ πάλιν, Ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τοῦ σαββάτου τὴν αἰτίαν προσέθηκεν, ἐπὶ δὲ τοῦ φόνου οὐδὲν τοιοῦτον ἐποίησεν; Ἐπειδὴ αὕτη μὲν ἡ ἐντολὴ οὐ τῶν προηγουμένων ἦν, οὐδὲ τῶν ἐκ τοῦ συνειδότος ἡμῖν ἠκριβωμένων, ἀλλὰ μερική τις καὶ πρόσκαιρος, διὰ τοῦτο καὶ κατελύθη μετὰ ταῦτα· αἱ δὲ ἀναγκαῖαι καὶ συνέχουσαι  τὴν  ζωὴν  τὴν  ἡμετέραν,  ἐκεῖναί  εἰσιν· Οὐ φονεύσεις,  Οὐ μοιχεύσεις, Οὐ κλέψεις. ∆ιόπερ οὐδαμοῦ αἰτίαν ἐνταῦθα τίθησιν, οὐδὲ διδασκαλίαν εἰσάγει, ἀλλ' ἀρκεῖται ψιλῇ τῇ ἀπαγορεύσει.δʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμῖν δεῖξαι πειράσομαι πῶς αὐτοδίδακτος ἦν ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀρετῆς γνῶσιν. Ἥμαρτεν ὁ Ἀδὰμ τὴν ἁμαρτίαν τὴν πρώτην, καὶ μετὰ τὴν ἁμαρτίαν εὐθέως ἐκρύπτετο· εἰ δὲ μὴ ᾔδει κακόν τι  ἐργασάμενος, τίνος  ἕνεκεν  ἐκρύπτετο;  Οὐδὲ γὰρ  γράμματα  ἦν,  οὐ  νόμος,  οὐ Μωσῆς· πόθεν οὖν ἔγνω τὴν ἁμαρτίαν καὶ κρύπτεται; Καὶ οὐ κρύπτεται μόνον, ἀλλὰ καὶ ἐγκαλούμενος, ἐφ' ἕτερον πειρᾶται μετατιθέναι  τὴν αἰτίαν, λέγων· Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὕτη ἔδωκέ μοι ἐκ τοῦ ξύλου, καὶ ἔφαγον· κἀκείνη πάλιν  ἐφ' ἕτερον μετάγει τὸ ἔγκλημα, τὸν ὄφιν. Καὶ ὅρα Θεοῦ σοφίαν· εἰπόντος  γὰρ τοῦ Ἀδὰμ, ὅτι Ἤκουσα τῆς φωνῆς  σου καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι καὶ ἐκρύβην, οὐκ ἤλεγξεν εὐθέως ὁ Θεὸς τὸ γεγονὸς, οὐδὲ εἶπε· ∆ιὰ τί γὰρ ἔφαγες ἀπὸ τοῦ ξύλου; ἀλλὰ πῶς; Τίς σοι ἀνήγγειλε, φησὶν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Οὔτε ἐσίγησεν, οὔτε φανερῶς αὐτὸν ἤλεγξεν· οὐκ ἐσίγησε μὲν, ἵνα αὐτὸν ἐκκαλέσηται πρὸς ὁμολογίαν τῆς ἁμαρτίας· οὐκ ἤλεγξε δὲ φανερῶς, ἵνα μὴ αὐτοῦ τὸ πᾶν γένηται, κἀκεῖνος ἔρημος εἴη τῆς ἀπὸ τῆς ἐξομολογήσεως γινομένης συγγνώμης ἡμῖν. ∆ιὰ τοῦτο οὐκ εἶπε φανερῶς τὴν αἰτίαν ἀφ'  ἧς  γνῶσις  γέγονεν,  ἀλλ'  ἐν  ἐρωτήσεως  τάξει  προάγει  τὸν  λόγον,  ἐκείνῳ καταλιμπάνων  εἰς ἐξομολόγησιν ἐλθεῖν. Πάλιν ἐπὶ τοῦ Κάϊν καὶ τοῦ Ἄβελ τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν. Πρῶτον μὲν γὰρ ἀπήρξαντο τῷ Θεῷ τῶν οἰκείων πόνων. Μὴ γὰρ δὴ ἀπὸ τῆς ἁμαρτίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀρετῆς δείξωμεν, ὅτι ἀμφοτέρων ἦν ἐπιστημονικὸς ὁ ἄνθρωπος. Ὅτι μὲν οὖν ᾔδει τὴν ἁμαρτίαν κακὸν ὃν ὁ ἄνθρωπος, ἔδειξεν ὁ Ἀδάμ· ὅτι δὲ καὶ τὴν ἀρετὴν ἠπίστατο καλὸν ὂν, ἐδήλωσε πάλιν ὁ Ἄβελ. Οὐ γὰρ παρά τινος μαθὼν, οὐδὲ νόμου περὶ ἀπαρχῶν διαλεγομένου  τότε ἀκούσας, ἀλλ' οἴκοθεν καὶ παρὰ τοῦ συνειδότος διδαχθεὶς τὴν θυσίαν ἐκείνην ἀνήνεγκε. ∆ιὰ τοῦτο  οὐ καταφέρω  κάτω  τὸν  λόγον,  ἀλλ' ἐπὶ  τῶν  προτέρων  αὐτὸν  ἀνθρώπων γυμνάζω, ὅτε οὔπω γράμματα, οὔτε νόμος, οὔτε προφῆται καὶ δικασταὶ, ἀλλὰ μόνος ὁ Ἀδὰμ μετὰ τῶν παίδων ἦν, ἵνα μάθῃς ὅτι ἐν τῇ φύσει προαπέκειτο τῶν καλῶν καὶ τῶν οὐ τοιούτων ἡ γνῶσις. Πόθεν γὰρ ἔμαθεν ὅτι καλὸν τὸ προσφέρειν ὁ Ἄβελ, ὅτι καλὸν  τὸ  τιμᾷν  τὸν  Θεὸν καὶ  εὐχαριστεῖν  ἐν  ἅπασι; Τί οὖν; ὁ Κάϊν, φησὶν,  οὐπροσήνεγκε; Προσήνεγκε μὲν καὶ οὗτος, ἀλλ' οὐχ ὁμοίως. Κἀντεῦθεν δὲ πάλιν ἡ τοῦ συνειδότος φαίνεται γνῶσις· ἐπειδὴ γὰρ τῷ τιμηθέντι βασκήνας περὶ σφαγῆς ἐβουλεύετο, κρύπτει τὴν δολερὰν γνώμην.  Καὶ τί φησι; ∆εῦρο, ἐξέλθωμεν  εἰς τὸ πεδίον. Ἕτερον τὸ σχῆμα, φιλοφροσύνης  γὰρ ἡ ὑπόκρισις· καὶ τὸ φρόνημα ἕτερον,ἀδελφοκτονίας  γὰρ ἡ γνώμη.  Καίτοι εἰ μὴ κακὸν ᾔδει τὸ βούλημα, τίνος  ἕνεκεν  αὐτὸ συνεσκίαζε; Καὶ μετὰ τὸ γενέσθαι τὸν φόνον, πάλιν ἐρωτώμενος ὑπὸ τοῦ Θεοῦ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; φησίν· Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Τίνος γὰρ ἕνεκεν  ἀρνεῖται; οὐκ εὔδηλον ὅτι καταγινώσκων  σφόδρα ἑαυτοῦ; Ὥσπερ γὰρ ὁ πατὴρ αὐτοῦ ἐκρύβη, οὕτω καὶ οὗτος ἀρνεῖται· καὶ μετὰ τὸν ἔλεγχον πάλιν  φησί· Μείζων ἡ αἰτία  μου τοῦ ἀφεθῆναί  με. Ἀλλ' ὁ Ἕλλην οὐκ ἀνέχεται τούτων. Φέρε οὖν καὶ πρὸς ἐκεῖνον διαλεχθῶμεν,  καὶ ὅπερ ἐπὶ τῆς κτίσεως ἐποιήσαμεν,  οὐκ  ἀπὸ  τῶν  Γραφῶν  μόνον,  ἀλλὰ  καὶ  ἀπὸ  λογισμῶν  τοὺς  πρὸς ἐκείνους κινήσαντες ἀγῶνας, τοῦτο καὶ ἐπὶ τοῦ συνειδότος ποιῶμεν νῦν· καὶ γὰρ καὶ τοῦτο τὸ κεφάλαιον  ὁ Παῦλος ἐκίνησε πρὸς ἐκείνους  ἀγωνιζόμενος.  Τί ποτ' οὖν ἐστιν  ὃ  λέγουσιν;  Οὐκ ἔστιν  ἡμῖν  αὐτοδίδακτος  νόμος  ἐν  τῷ  συνειδότι,  φησὶ, κείμενος, οὐδὲ τῇ φύσει τοῦτο ἐγκατέθηκεν ὁ Θεός. Πόθεν οὖν, εἰπέ μοι, πόθεν περὶ γάμων, περὶ φόνων, περὶ διαθηκῶν, περὶ παρακαταθηκῶν, περὶ τοῦ μὴ πλεονεκτεῖν ἀλλήλους, περὶ μυρίων ἑτέρων νόμους ἔγραψαν οἱ παρ' αὐτοῖς νομοθέται; Οὗτοι μὲν γὰρ οἱ νῦν  ἴσως παρὰ τῶν  πρώτων  ἔμαθον, καὶ ἐκεῖνοι παρὰ τῶν  προτέρων, καὶ παρὰ τῶν ἄνω πάλιν οὗτοι· οἱ δὲ ἐξ ἀρχῆς καὶ πρῶτοι παρ' αὐτοῖς νόμους θέντες, παρὰ τίνος ἔμαθον; οὐκ εὔδηλον ὅτι παρὰ τοῦ συνειδότος; οὐ γὰρ ἂν ἕχοιεν εἰπεῖν ὅτι Μωϋσεῖ συνεγένοντο,  ὅτι προφητῶν  ἤκουσαν· πῶς γὰρ Ἕλληνες ὅντες; Ἀλλ' εὔδηλον ὅτι ἀπὸ τοῦ νόμου ὃν ἔθηκεν ὁ Θεὸς τῷ ἀνθρώπῳ, ἐξ ἀρχῆς αὐτὸν πλάττων, ἀπὸ τούτου καὶ νόμους ἔθηκαν, καὶ τέχνας εὕροντο, καὶ τὰ ἄλλα πάντα Καὶ γὰρ καὶ αἱ τέχναι οὕτω συνέστησαν τῶν ἐξ ἀρχῆς αὐτοδιδάκτως ἐπ' αὐτὰς ἐλθόντων· οὕτω καὶ δικαστήρια γέγονε, οὕτω καὶ κολάσεις ὡρίσθησαν, ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀντιλέγειν  ἔμελλον, καὶ λέγειν ὅτι, Πῶς κρινεῖ ὁ Θεὸς τοὺς  ἀνθρώπους  τοὺς  πρὸ  Μωϋσέως; οὐ  νομοθέτην   ἔπεμψεν,  οὐ  νόμον εἰσήνεγκεν, οὐ προφήτην  ἀπέστειλεν, οὐκ ἀπόστολον, οὐκ εὐαγγελιστήν· πῶς οὖν εὐθύνας ἀπαιτεῖ; βουλόμενος ὁ Παῦλος δεῖξαι, ὅτι αὐτοδίδακτον εἶχον νόμον, καὶ τὰ πρακτέα σαφῶς ᾔδεσαν, ἅκουσον πῶς φησιν· Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει  τὰ  τοῦ  νόμου  ποιῇ,  οὗτοι  νόμον  μὴ  ἔχοντες  ἑαυτοῖς  εἰσι νόμος,  οἵτινες ἐνδείκνυνται   τὸ  ἔργον  τοῦ  νόμου  γραπτὸν  ἐν  ταῖς  καρδίαις  αὐτῶν.  Πῶς χωρὶς γραμμάτων;  Συμμαρτυρούσης αὐτῶν  τῆς  συνειδήσεως  καὶ μεταξὺ ἀλλήλων  τῶν λογισμῶν  κατηγορούντων,  ἢ καὶ ἀπολογουμένων  ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Τί ἐστιν, Ἀνόμως ἀπολοῦνται; Οὐχὶ τοῦ νόμου κατηγοροῦντος, ἀλλὰ τῶν λογισμῶν καὶ τοῦ συνειδότος. Εἰ δὲ μὴ εἶχον νόμον τὸν τοῦ συνειδότος, οὐδὲ ἀπολέσθαι αὐτοὺς ἁμαρτάνοντας ἔδει· πῶς γὰρ, εἰ ἀνόμως ἥμαρτον; Ἀλλ' ἀνόμως ὅταν εἴπῃ, οὐ τοῦτο λέγει, ὅτι οὐκ εἶχον νόμον, ἀλλ' ὅτι οὐκ εἶχον νόμον γραπτὸν, τὸν δὲ τῆς φύσεως νόμον εἶχον. Καὶ πάλιν· ∆όξα δὲ, καὶ τιμὴ, καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ταῦτα δὲ ἔλεγε περὶ τῶν ἄνω  χρόνων  διαλεγόμενος  τῶν  πρὸ  τῆς  παρουσίας  τοῦ  Χριστοῦ. Καὶ Ἕλληνα ἐνταῦθα καλεῖ οὐ τὸν εἰδωλολάτρην, ἀλλὰ τὸν προσκυνοῦντα μὲν τὸν Θεὸν μόνον, οὐκ ἐνδεδεμένον δὲ τῇ τῶν Ἱουδαϊκῶν παρατηρήσεων ἀνάγκῃ, σαββατισμοῖς λέγω  καὶ περιτομῇ καὶ καθαρισμοῖς διαφόροις, ἀλλὰ  φιλοσοφίαν  καὶ εὐσέβειαν ἅπασαν ἐπιδεικνύμενον.  Καὶ πάλιν  περὶ τοῦ αὐτοῦ διαλεγόμενός  φησι· Θυμὸς καὶ ὀργὴ, θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος Πάλιν ἐνταῦθα Ἕλληνα καλεῖ τὸν ἀπηλλαγμένον τῆς  παρατηρήσεως  τῆς  Ἰουδαϊκῆς.  Εἰ  τοίνυν   μήτε  νόμου  ἤκουσε,  μήτε  μετὰ Ἰουδαίων  ἀνεστράφη, πῶς ἔσται αὐτῷ θυμὸς καὶ ὀργὴ καὶ θλῖψις  ἐργαζομένῳ τὸ κακόν; Ἐπειδὴ συνειδὸς  εἶχεν  ἔνδον  ἐνηχοῦν  αὐτῷ,  καὶ διδάσκον  καὶ παιδεῦον ἅπαντα.  Πόθεν δῆλον  τοῦτο;  Ἀφ'  ὧν  ἑτέρους  ἁμαρτάνοντας  ἐκόλασεν,  ἀφ'  ὧν νόμους ἔθηκεν, ἀφ' ὧν τὰ δικαστήρια ἐκάθισε. Τοῦτο γὰρ αὐτὸ δηλῶν  ὁ Παῦλος ἔλεγε περὶ τῶν ἐν κακίᾳ ζώντων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνδοκοῦσι τοῖς πράσσουσι. Καὶ πόθεν ᾔδεισαν, φησὶν, ὅτι θέλημα Θεοῦ ἐστι τοὺς ἐν πονηρίᾳ ζῶντας θανάτῳ κολάζεσθαι; πόθεν; Ἐξ ὧν ἑτέρους ἐδίκαζον ἁμαρτάνοντας. Εἰ γὰρ μὴ νομίζεις κακὸν εἶναι τὸν φόνον, ἐπειδὰν λάβῃς ἀνδροφόνον,  ὑπὸ τῇ σῇ ψήφῳ μὴ κολάσῃς· εἰ μὴ νομίζεις κακὸν εἶναι τὸ μοιχεύειν, ἐπειδὰν ἐμπέσῃ μοιχὸς, ἄφες αὐτὸν τῆς τιμωρίας. Εἰ δὲ ἐν τοῖς ἑτέρων ἁμαρτήμασι καὶ νόμους γράφεις, καὶ τιμωρίας ὁρίζεις, καὶ ἀκριβὴς εἶ δικαστὴς, ποίαν ἂν σχοίης ἀπολογίαν ἐν οἷς αὐτὸς ἁμαρτάνεις, λέγων  ἀγνοεῖν  τὰ πρακτέα; Ἐμοίχευσας, καὶ οὐ κἀκεῖνος.  Τίνος οὖν ἕνεκεν ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ συγγνώμης ἀξιοῖς; Εἰ γὰρ μὴ ᾔδεις κακὸν εἶναι τὴν μοιχείαν, οὐδὲ ἕτερον τιμωρεῖσθαι ἔδει· εἰ δὲ ἕτερον μὲν κολάζεις, σὺ δὲ νομίζεις διαφεύγειν  τὴν κόλασιν, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν ἁμαρτημάτων μὴ τὰς αὐτὰς  διδόναι  δίκας; Τοῦτο γοῦν  αὐτὸ ἐγκαλῶν  ὁ Παῦλος ἔλεγε· Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων  τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀπὸ γὰρ τῆς ψήφου, φησὶν, ἧς ἤνεγκας  καθ' ἑτέρου, ἀπὸ ταύτης  σοι κρινεῖ  ὁ Θεὸς τότε· οὐ γὰρ δήπου  σὺ μὲν δίκαιος, ὁ δὲ Θεὸς ἄδικος. Εἰ γὰρ σὺ οὐ περιορᾷς ἕτερον ἀδικούμενον, πῶς ὁ Θεὸς περιόψεται; εἰ σὺ διορθοῖς τὰ ἑτέρων ἁμαρτήματα, πῶς ὁ Θεὸς οὐ διορθώσεταί σε; Εἰ δὲ  οὐ  παρὰ πόδας  ἐπάγει  σοι τὴν  τιμωρίαν,  μὴ  θάῤῥει διὰ  τοῦτο,  ἀλλὰ  φοβοῦ μειζόνως.  Οὕτω καὶ  Παῦλος ἐκέλευσε λέγων·  Ἢ τοῦ  πλούτου  τῆς  χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν  σε ἄγει; ∆ιὰ γὰρ τοῦτο ἀνέχεται, φησὶν, οὐχ ἵνα χείρων  γένῃ, ἀλλ' ἵνα μετανοήσῃς· εἰ δὲ μὴ βούλει, κολάσεως μείζονος ἐφόδιον ἡ μακροθυμία σοι γίνεται  ἀμετανοήτῳ  μένοντι.  Καὶ τοῦτο  γοῦν  αὐτὸ  δηλῶν  ἔλεγε·  Κατὰ δὲ  τὴν σκληρότητά σου καὶ ἀμετανόητον  καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν  ἐν  ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐπεὶ οὖν ἑκάστῳ κατὰ τὰ ἔργα ἀποδίδωσι, καὶ νόμον διὰ τοῦτο φυσικὸν ἡμῖν   ἐνέθηκε,   καὶ   γραπτὸν   ὕστερον   ἔδωκεν,   ἵνα   εὐθύνας   ἀπαιτήσῃ   τῶν ἁμαρτημάτων, καὶ ἵνα κατορθοῦντας στεφανώσῃ· μετὰ πολλῆς οὖν τῆς σπουδῆς, καὶ ὥσπερ εἰς δικαστήριον ἀπαντήσεσθαι μέλλοντες φοβερὸν, τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν,  εἰδό   τες  ὡς  μηδεμιᾶς  ἀπολαύσομεν  συγγνώμης,  εἰ  μετὰ φυσικὸν καὶ γραπτὸν νόμον, καὶ διδασκαλίαν τοσαύτην, καὶ συνεχῆ παραίνεσιν, τῆς ἡμετέρας ἀμελήσαιμεν σωτηρίας.
ςʹ. Βούλομαι οὖν πάλιν  περὶ τῶν  ὅρκων ὑμῖν διαλεχθῆναι,  αἰσχύνομαι δέ.Ἐμοὶ μὲν γὰρ οὐκ ἔστιν ἐπαχθὲς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὰ αὐτὰ πρὸς ὑμᾶς λέγειν, δέδοικα  δὲ μὴ τὰς  πολλὰς  ταύτας  ἡμέρας ὑμῖν  παρακολουθήσας, πολλὴν  ὑμῶν καταγνῶ  ῥᾳθυμίαν  περὶ πράγματος  οὕτως  εὐκόλου  διηνεκοῦς  δεομένων ὑπομνήσεως. Οὐκ αἰσχύνομαι δὲ μόνον, ἀλλὰ καὶ δέδοικα περὶ ὑμῶν· ἡ γὰρ συνεχὴς διδασκαλία  τοῖς  μὲν  προσέχουσι  σωτήριον  καὶ  χρήσιμον,  τοῖς  δὲ  ῥᾳθυμοῦσι βλαβερὸν  καὶ  ἐπικίνδυνον.  Καὶ γὰρ  ὅσῳπερ ἄν  τις  πλεονάκις  ἀκούσῃ, τοσούτῳ μᾶλλον ἐπισπᾶται τὴν κόλασιν μὴ ποιῶν τὰ λεγόμενα. Τοῦτο γοῦν καὶ Ἰουδαίοις ὀνειδίζων ἕλεγεν ὁ Θεός· Ἀπέστειλα τοὺς προφήτας μου ὀρθρίζων, καὶ ἀποστέλλων, καὶ  οὐδὲ  οὕτως  εἰσηκούσατε.  Ἡμεῖς  μὲν  οὖν  ἀπὸ  πολλῆς   κηδεμονίας  τοῦτο ποιοῦμεν, δεδοίκαμεν δὲ μὴ κατὰ τὴν ἡμέραν ἐκείνην  τὴν φοβερὰν ἀντικαταστῇ πᾶσιν ὑμῖν ἡ παραίνεσις αὕτη καὶ ἡ συμβουλή. Ὅταν γὰρ καὶ τὸ κατόρθωμα εὔκολον ᾖ, καὶ ὁ συνεχῶς ὑπομιμνήσκων μὴ διαλιμπάνῃ, ποίαν ἕξομεν ἀπολογίαν εἰπεῖν; ἢ τίς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως λόγος; Εἰπὲ γάρ μοι, ἂν ἀργύριόν σοι χρεωστούμενον τύχῃ, οὐκ ἀεὶ συντυγχάνων  τῷ ὀφείλοντι ἀναμιμνήσκεις αὐτὸν τοῦ δανείσματος; Τοῦτο καὶ σὺ ποίησον, καὶ ἕκαστος νομιζέτω  τὸν πλησίον ἀργύριον ὀφείλειν   αὐτῷ,  τὴν  ἐκπλήρωσιν  τῆς  ἐντολῆς  ταύτης,  καὶ  ἀπαντῶν   ὑπὲρ  τῆς ἐκτίσεως αὐτὸν ἀναμιμνησκέτω, εἰδὼς ὡς οὐ μικρὸς ἡμῖν ἀπόκειται κίνδυνος τῶν ἀδελφῶν  οὐκ  ἐπιμελουμένοις.  ∆ιὰ  τοῦτο  καὶ  ἐγὼ  τὰ  αὐτὰ  λέγων  οὐ  παύομαι· δέδοικα γὰρ μήποτε κατ'  ἐκείνην  ἀκούσω τὴν ἡμέραν· Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας. Ἰδοὺ γοῦν κατέβαλον οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις· ὑμῶν ἐστι λοιπὸν τὸν τόκον ἐπιδείξασθαι· τόκος δὲ ἀκροάσεως, ἡ διὰ τῶν ἔργων ἐπίδειξις· καὶ γὰρ  ∆εσποτικὰ τὰ καταβαλλόμενα. Μὴ τοίνυν παρέργως ὑποδεξώμεθα, ἀλλὰ μετὰ ἀκριβείας κατέχωμεν  τὴν παρακαταθήκην, ἵνα μετὰ πολλῆς τῆς ἐργασίας αὐτὴν ἀποδῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην.  Ἐὰν γὰρ μὴ καὶ ἑτέρους εἰς τὸ αὐτὸ ἐναγάγῃς  κατόρθωμα, ἀκούσῃ τῆς φωνῆς ἐκείνης ἧς ἤκουσεν ὁ τὸ τάλαντον κατορύξας. Ἀλλὰ μὴ γένοιτο ταύτης, ἀλλὰ τῆς ἄλλης ὑμᾶς ἀκοῦσαι φωνῆς ἣν πρὸς τὸν ἐργασάμενον ἀφῆκε λέγων ὁ Χριστός· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Ταύτης δὲ ἀκουσόμεθα τῆς φωνῆς, ἂν τὴν αὐτὴν ἐκείνῳ σπουδὴν ἐπιδειξώμεθα· τὴν αὐτὴν δὲ ἐπιδειξόμεθα σπουδὴν, ἐὰν τοῦτο ὃ λέγω ποιήσωμεν. Ἔτι θερμῆς οὔσης τῆς ἀκροάσεως ἐν ὑμῖν, ἐξελθόντες παρακελεύεσθε ἀλλήλοις, καὶ καθάπερ ἕκαστος μετὰ προσηγορίας διαλύεσθε, οὕτω μετὰ παραγγελίας ἕκαστος οἴκαδε ἀναχωρείτω, καὶ τῷ πλησίον  λεγέτω·  Σκόπει καὶ  μέμνησο  ὅπως  φυλάξῃς  τὴν  ἐντολὴν,  καὶ  πάντως περιεσόμεθα. Ὅταν γὰρ φίλοι  παραπέμπωσι  μετὰ τοιαύτης  συμβουλῆς, καὶ οἴκοι γενόμενον  ἡ  γυνὴ  πάλιν  τὰ  αὐτὰ  ἀναμιμνήσκῃ,  καὶ  μόνους  ὄντας  ὁ  λόγος  ὁ ἡμέτερος κατέχῃ, ταχέως ἀποκρουσόμεθα τὴν πονηρὰν συνήθειαν ταύτην. Οἶδα μὲν ὅτι θαυμάζετε τίνος ἕνεκεν τοσαύτην ὑπὲρ τῆς ἐντολῆς ταύτης ποιοῦμαι σπουδήν· κατορθώσατε δὲ τὸ ἐπιταχθὲν,  καὶ τότε ἐρῶ. Τέως μὲν γὰρ ἐκεῖνο λέγω, ὅτι νόμος ἐστὶ θεῖος τὸ ἐπίταγμα τοῦτο, καὶ παραβῆναι αὐτὸν οὐκ ἀσφαλές· ἐὰν δὲ ἴδω κατορθωθὲν,  καὶ  ἑτέραν  ὑμῖν  αἰτίαν  ἐρῶ οὐκ ἐλάττονα  ταύτης,  ἵνα  μάθητε  ὅτι δικαίως  τοσαύτην ὑπὲρ τοῦ νόμου τούτου ποιοῦμαι  σπουδήν· ὥρα δὲ λοιπὸν  εἰς εὐχὴν καταλῦσαι τὸν λόγον. Κοινῇ τοίνυν πάντες εἴπωμεν· Ὁ Θεὸς ὁ μὴ θέλων τὸν θάνατον  τοῦ ἁμαρτωλοῦ,  ὡς τὸ ἐπιστρέψαι αὐτὸν  καὶ ζῇν, καὶ τοῦτον  καὶ τοὺς λοιποὺς  νόμους  ἅπαντας  καταξίωσον  ἡμᾶς  ἐξανύσαντας,  οὕτω  παραστῆναι  τῷ βήματι  τοῦ  Χριστοῦ σου,  ἵνα  παῤῥησίας  πολλῆς  ἀπολαύσαντες,  τῆς  βασιλείας ἐπιτύχωμεν  εἰς δόξαν σὴν, ὅτι σοὶ πρέπει δόξα, ἅμα τῷ μονογενεῖ σου Παιδὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |