ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εʹ Οὐκ ἔμελλον ἄρα οὐδὲ τῆς πόλεως ἀναχωρήσας ἀπαλλάττεσθαι

Τρίτη 25 Οκτωβρίου 2016

Εʹ Οὐκ ἔμελλον ἄρα οὐδὲ τῆς πόλεως ἀναχωρήσας ἀπαλλάττεσθαι




Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

 Εʹ Οὐκ ἔμελλον ἄρα οὐδὲ τῆς πόλεως ἀναχωρήσας ἀπαλλάττεσθαι  τῶν συντριβόντων ἡμῶν

 Οὐκ ἔμελλον ἄρα οὐδὲ τῆς πόλεως ἀναχωρήσας ἀπαλλάττεσθαι  τῶν συντριβόντων ἡμῶν τὴν διάνοιαν. Οἱ γὰρ κατὰ τὴν ὁδὸν ἡμῖν ἀπαντῶντες, οἱ μὲν ἐξ ἀνατολῆς, οἱ δὲ ἐξ Ἀρμενίας, οἱ δὲ καὶ ἀλλαχόθεν  τῆς οἰκουμένης, πηγὰς ἀφιᾶσι δακρύων ἡμᾶς βλέποντες καὶ κωκυτοὺς προστιθέασι καὶ δι' ὀδυρμῶν πᾶσαν παραπέμπονται  τὴν ὁδόν. Ταῦτα δὲ εἴρηκα, ἵνα μάθητε ὅτι πολλοὺς  ἔχω συναλγοῦντας  ἡμῖν· οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς παραμυθίας  λόγον.  Εἰ γὰρ  τὸ  ἐναντίον  ὡς  βαρὺ καὶ  ἀφόρητον  ὁ προφήτης  θρηνεῖ λέγων·  «Καὶ ὑπέμεινα  συλλυπούμενον  καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντας  καὶ οὐχ εὗρον.» Εὔδηλον  ὅτι  τοῦτο  πολλὴν  φέρει  τὴν  παραμυθίαν,  τὸ κοινωνοὺς  ἔχειν  τῆς ἀθυμίας  τὴν  οἰκουμένην  ἅπασαν.


  Εἰ δὲ  καὶ  ἑτέραν  ζητεῖς  παραμυθίαν,  ἡμεῖς  οἱ  τὰ τοσαῦτα καὶ τηλικαῦτα  παθόντες  κακὰ ἐν ὑγιείᾳ, ἐν ἀδείᾳ διάγομεν, ἐν ἡσυχίᾳ πολλῇ, ἀριθμοῦντες ἡμῶν τὰ παθήματα τὰ ποικίλα καὶ συνεχῆ, τὰς θλίψεις, τὰς ἐπιβουλὰς καὶ τῇ μνήμῃ τούτων ἐντρυφῶντες διηνεκῶς. Ταῦτ' οὖν καὶ αὐτὴ λογιζομένη σκέδασον τῆς ἀθυμίας τὸ νέφος καὶ γράφε συνεχῶς ἡμῖν περὶ τῆς ὑγιείας τῆς σῆς. Ἐπεὶ καὶ νῦν τοῦ κυρίου μου τοῦ ποθεινοτάτου Ἀραβίου ἐπεσταλκότος ἡμῖν, ἐθαύμασα πῶς ἡ σὴ τιμιότης οὐκ ἐπέστειλε, καίτοι τῆς κυρίας μου, τῆς ἐλευθέρας αὐτοῦ, σφόδρα σοι φίλης  οὔσης. Ἐννόει δὲ κἀκεῖνο  ὅτι καὶ τὰ χρηστὰ καὶ τὰ λυπηρὰ τοῦ παρόντος  βίου παροδεύεται ἅπαντα. Εἰ γὰρ καὶ στενὴ πύλη καὶ τεθλιμμένη  ἡ ὁδός, ἀλλ' ὅμως ὁδός· ἀναμνήσω γάρ σε ῥήματος οὗ πολλάκις  διελέχθην  πρὸς σέ· «Εἰ καὶ πλατεῖα  ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδός,  ἀλλὰ  καὶ  αὕτη  ὁδός.»  Ἀπαλλαγεῖσα  τοίνυν   τῆς  γῆς,  μᾶλλον  δὲ  αὐτοῦ  τοῦ συνδέσμου τῆς σαρκός, διέγειρόν  σου τῆς φιλοσοφίας  τὸ πτερὸν  μηδὲ ἀφῇς  ὑπὸ τῆς σκιᾶς αὐτὸ  καὶ  τοῦ  καπνοῦ–τοῦτο  γὰρ τὰ ἀνθρώπινα–βαπτίζεσθαι   καὶ  καθέλκεσθαι. Ἀλλὰ κἂν ἴδῃς ἐκείνους τοὺς τοσαῦτα εἰς ἡμᾶς παρανομήσαντας καὶ τὰς πόλεις αὐτῶν ἔχοντας  καὶ τιμῆς  ἀπολαύοντας  καὶ δορυφορίας, ἐπίλεγε  τὸ ῥῆμα τοῦτο· «Πλατεῖα ἡ πύλη  καὶ  εὐρύχωρος  ἡ ὁδὸς  ἡ ἀπάγουσα  εἰς  τὴν  ἀπώλειαν»  καὶ  δάκρυε  διὰ  ταῦτα μᾶλλον  αὐτοὺς καὶ θρήνει.  Ὁ γὰρ ἐνταῦθα  κακόν τι ποιῶν,  εἶτα πρὸς τῷ μὴ δοῦναι δίκην  καὶ τιμῆς παρὰ ἀνθρώπων  ἀπολαύων,  μέγιστον ἀπελεύσεται  τιμωρίας  ἐφόδιον ἔχων τὴν τιμήν. ∆ιά τοι τοῦτο καὶ ὁ πλούσιος ἐκεῖνος χαλεπῶς  ἀπετηγανίζετο,  οὐ τῆς ὠμότητος  μόνης ἕνεκεν  ἣν περὶ τὸν Λάζαρον ἐπεδείξατο  δίκας διδούς, ἀλλὰ  καὶ τῆς εὐημερίας ἧς ἐν ὠμότητι  τοσαύτῃ διηνεκῶς  ἀπολαύων  οὐδὲ ταύτῃ  βελτίων  ἐγένετο. Ταῦτα  καὶ  τὰ  τούτοις   ὅμοια–οὐ  γὰρ  διελίπομεν   ταῦτά  σοι  συνεχῶς   ἐπᾴδοντες– διαλεγομένη  πρὸς ἑαυτήν,  δέσποινά μου θεοφιλεστάτη,  ἀπόθου τὸ βαρὺ τῆς ἀθυμίας φορτίον καὶ δῆλον ἡμῖν τοῦτο ποίησον ἵνα, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, μαθὼν ὅτι γίνεται  σοί τι πλέον  εἰς παραμυθίας  λόγον  καὶ ἀπὸ τῶν  γραμμάτων  τῶν  ἡμετέρων, συνεχέστερον χρήσωμαι τῷ φαρμάκῳ.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |