ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΡΜΕʹ Νικολάῳ πρεσβυτέρῳ

Τρίτη 25 Οκτωβρίου 2016

ΡΜΕʹ Νικολάῳ πρεσβυτέρῳ



Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

ΡΜΕʹ. Νικολάῳ   πρεσβυτέρῳ.

 Ἐβουλόμην   καὶ   αὐτὸς,   καὶ   σφόδρα ἐπεθύμουν ἰδεῖν σου τὴν ἐμμέλειαν, καὶ περιπτύξασθαι· καὶ τοῦτο οἶσθα καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων. Φιλεῖν γὰρ εἰδὼς γνησίως καὶ τοὺς γνησίως φιλοῦντας διαγινώσκειν  ἐπίστασαι. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, ὅπερ ἔνι ποιῶ, τέως γράφω, προσαγορεύω, γράμματα  ἀπαιτῶ,  τὰ  περὶ  τῆς  ὑγείας  τῆς  σῆς ὑμῖν  πυκνότερον δηλοῦντα. Χαρίζου δὴ ταύτην ἡμῖν τὴν χάριν. Εἰ γὰρ καὶ μὴ δεῖ σοι παρακλήσεως εἰς τοῦτο, οὐ παυσόμεθά σε ἀναμιμνήσκοντες  ὑπὲρ τούτου. Οὐ γὰρ μικρὰ παράκλησις ἡμῖν καὶ παραμυθία καὶ τῆς ἐρημίας καὶ τῶν φόβων τῶν καθημερινῶν, τῶν ἀπὸ τῆς ἐφόδου γινομένων  τῆς λῃστρικῆς, καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας, καὶ τῶν ἄλλων περιστάσεων, τὸ μανθάνειν  περὶ τῶν ἀγαπώντων  ἡμᾶς ὑμῶν, ὅτι τε ἔῤῥωσθε, καὶ ὑγιαίνετε, καὶ κατὰ ῥοῦν ὑμῖν ἅπαντα φέρεται, κἂν μυρίους ἡμῖν λέγῃς χειμῶνας. Πῶς καὶ τίνι  τρόπῳ; Ὅτι ἔνι τὸν γενναῖον,  καὶ ἐγρηγορότα, καὶ νήφοντα  καὶ ἐν ταραττομένῳ πραγμάτων πελάγει ἐξουρίας πλεῖν, ὥσπερ καὶ τὸν χαῦνον καὶ ἀναπεπτωκότα καὶ κείμενον ὕπτιον, καὶ ἐν γαλήνῃ διαταράττεσθαι καὶ θορυβεῖσθαι.



ΡΜς  ʹ.  Θεοδότῳ, Νικολάῳ,  Χαιρέᾳ, πρεσβυτέροις καὶ  μονάζουσι.

Ὑμεῖς  μὲν  τῶν Ἰσαύρων αἰτιᾶσθε τὴν  καταδρομὴν τῆς ἀπουσίας τῆς ὑμετέρας· ἐγὼ  δὲ ὑμᾶς καὶ παρεῖναί φημι, καὶ σὺν ἡμῖν εἶναι, καὶ οὐδὲν οὐδὲ ἐντεῦθεν γενέσθαι κώλυμα πρὸς τὴν ἄφιξιν  ὑμῶν. Τοιαῦτα γὰρ τῆς ἀγάπης τὰ πτερά· ἀθρόον καὶ μετὰ πολλῆς τῆς εὐκολίας πανταχοῦ  παραγίνεται,  κἂν μυρία τὰ κωλύματα  ᾖ. Εἰ δὲ τῆς σωματικῆς ὑμῶν ἀπεστερήμεθα παρουσίας, μὴ διαλίπητε εὐχόμενοι, καὶ δώσει ταῦτα ὁ φιλάνθρωπος  Θεός. Ἐπεὶ καὶ αὐτὸς διηνεκῶς  ὑμᾶς ἐν διανοίᾳ περιφέρων, οὐχ ὡς ἔτυχε καὶ τῆς κατ' ὄψιν ἐρῶ συντυχίας, καὶ εὖ οἶδ' ὅτι καὶ αὐτὴ ἔσται, μετὰ ἐκτενείας ὑμῶν  παρακαλούντων   τὸν  δυνάμενον  πάντα  λῦσαι  χειμῶνα,  καὶ  εἰς  γαλήνην λευκὴν  ἅπαντα  ἀγαγεῖν.  Ἵνα δὲ καὶ τὰ ἡμέτερα μαθόντες  εὐφραίνησθε,  πολλῆς ἀπολαύομεν ἡσυχίας καὶ ἀπραγμοσύνης, τὸ σῶμα ἡμῖν, καίτοι πολλῶν  ὄντων  τῶν λυμαινομένων  αὐτοῦ τὴν  ὑγείαν· καὶ γὰρ ἰατρῶν  σπάνις, καὶ ἀναγκαίων  ἀπορία οὐδὲν γάρ ἐστιν ὤνιον ἐνταῦθα, οὐ φαρμάκων εὐπορία,  καὶ ἀέρος δυσκρασία τοῦ  κρυμοῦ  γὰρ  οὐκ  ἔλαττον   ἡμᾶς  τὸ  θέρος  λυπεῖ,  ἀπεναντίας   τοῦ  κρυμοῦ μιμούμενον τὴν σφοδρότητα, καὶ πολιορκία χαλεπὴ καὶ διηνεκὴς, καὶ συνεχεῖς καὶ ἐπάλληλοι  φόβοι  τῶν  Ἰσαυρικῶν ἐφόδων·  τούτων  τοίνυν  καὶ ἑτέρων  πλειόνων ὄντων τῶν διαφθειρόντων  τὴν ῥῶσιν ἡμῖν, τέως τοῦ μὲν κινδύνου τοῦ χαλεποῦ, καὶ τῆς τοιαύτης ἀπηλλάγμεθα ἀῤῥωστίας, ὑγιαίνομεν δέ τινα ὑγείαν σύμμετρον. Μὴ δὴ διαλίπητε  καὶ  αὐτοὶ  συνεχῶς  ἡμῖν  ἐπιστέλλοντες,  καὶ  τὰ  περὶ  τῆς  ὑγείας  τῆς ὑμετέρας  εὐαγγελιζόμενοι.  Καὶ γὰρ  παράκλησιν  μεγίστην,  καὶ  παραμυθίαν,  καὶ θησαυρὸν πολλῶν γέμοντα ἀγαθῶν, τὴν ὑμετέραν ἀγάπην εἶναι νομίζομεν· καὶ ὅταν τὴν διάθεσιν ὑμῶν τὴν γνησίαν, καὶ τὸ ἀπερίτρεπτον τῆς γνώμης, καὶ τὴν ἀκλινῆ καὶ  στεῤῥὰν ὑμῶν  ἐννοήσωμεν  ἀγάπην  ἀεὶ  δὲ αὐτὴν  ἐννοοῦντες  οὐ παυόμεθα, ὥσπερ  εἴς  τινα  λιμένα  εὐρὺν  καὶ  ἀκύμαντον  ἀπὸ  τῶν  πολλῶν   καταπλέομεν θλίψεων.


ΡΜΖʹ. Ἀνθεμίῳ.

 Ἄλλοι μέν σου τῇ θαυμασιότητι καὶ τῆς ὑπατείας καὶ τῆς ἐπαρχότητος συνήδονται· ἐγὼ δὲ αὐταῖς ταῖς ἀρχαῖς τῆς σῆς ἕνεκεν μεγαλοπρεπείας. Οὐ γὰρ σὲ κατεκόσμησαν, ἀλλ' ἐκοσμήθησαν παρὰ σοῦ. Ἐπειδὴ καὶ τοιοῦτον ἡ ἀρετή· οὐκ ἔξωθεν δανείζεται τὰς τιμὰς, ἀλλ' αὐτὴ ἐν ἑαυτῇ περιφέρει ταύτας, τιμὴν τοῖς ἀξιώμασι τούτοις  παρέχουσα, οὐκ αὐτὴ παρ'  ἐκείνων  λαμβάνουσα. ∆ιὰ δὴ τοῦτο οὐδὲ προσεθήκαμεν τῷ φίλτρῳ  νῦν τῷ περὶ σέ. Οὐδὲν γάρ σοι προσγέγονε πλέον· οὐδὲ  τὸν  ὕπαρχον  καὶ  ὕπατον  ἡμεῖς  φιλοῦμεν,   ἀλλὰ  τὸν  δεσπότην  μου  τὸν ἡμερώτατον Ἀνθέμιον, τὸν πολλῆς μὲν συνέσεως, πολλῆς δὲ γέμοντα φιλοσοφίας.∆ιό σε καὶ μακαρίζομεν, οὐκ ἐπειδὴ πρὸς τὸν θρόνον ἀνέβης τοῦτον, ἀλλ' ἐπειδὴ δαψιλεστέραν   ἔλαβες  ὕλην,   εἰς  τὸ  τὴν   σύνεσίν  σου  καὶ  τὴν   φιλανθρωπίαν ἐπιδείξασθαι. Καὶ τοῖς ἀδικουμένοις πᾶσι συνηδόμεθα, τὸν πλατύν σου λιμένα τῆς ψυχῆς ὁρῶντες, μυρία δυνάμενον  λῦσαι ναυάγια, καὶ τοὺς εἰς ἔσχατον κλυδωνίου κατενεχθέντας   παρασκευάσαι ἐξουρίας  πλεῖν.  ∆ιὰ  ταῦτα  σκιρτῶμεν,  διὰ  ταῦτα χαίρομεν, τὴν σὴν ἀρχὴν κοινὴν ἑορτὴν τῶν ἐπηρεαζομένων εἶναι νομίζοντες. Ἧς καὶ αὐτοὶ νῦν ἀπολαύομεν, οἰκείαν ἡδονὴν εἶναι τιθέμενοι τῶν σῶν κατορθωμάτων τὸ μέγεθος.


ΡΜΗʹ. Κυριακῷ, ∆ημητρίῳ, Παλλαδίῳ, Εὐλυσίῳ, ἐπισκόποις.

Μακάριοι καὶ  τρισμακάριοι,  καὶ  πολλάκις  τοῦτο  ὑμεῖς  τῶν  καλῶν  τούτων  ἱδρώτων  καὶ ἀγώνων, τῶν μόχθων, καὶ πόνων, καὶ τῶν κινδύνων, οὓς ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν οἰκουμένην κειμένων ὑπομεμενήκατε, λαμπροὶ μὲν ἐν γῇ, λαμπροὶ δὲ ἐν οὐρανοῖς διὰ τούτων γενόμενοι. Καὶ γὰρ ἄνθρωποι πάντες οἱ νοῦν ἔχοντες ἀνακηρύττουσιν  ὑμᾶς, καὶ στεφανοῦσιν,  ἐκπληττόμενοι  τὴν  εὐτονίαν  ὑμῶν,  τὴν ἀνδρείαν, τὴν καρτερίαν, τὴν προσεδρείαν. Ὅ τε φιλάνθρωπος  Θεὸς, ὁ μείζονας ἐκ πολλοῦ  τοῦ  περιόντος  τιθεὶς  ἀεὶ  τῶν  πόνων  τὰς  ἀμοιβὰς, τοσούτοις  ἀμείψεται ἀγαθοῖς, ὅσοις ἀμείβεσθαι Θεῷ πρέπον τοὺς οὕτω γενναίως ἀγωνιζομένους ὑπὲρ τῆς κατὰ   τὴν   οἰκουμένην   ἅπασαν   εἰρήνης.   ∆ιὰ  τοῦτο   καὶ   ἡμεῖς   οὐ   παυόμεθα μακαρίζοντες ὑμᾶς, ἐντρυφῶντες  ὑμῶν τῇ μνήμῃ διηνεκῶς, ἐπὶ διανοίας περιφέροντες, εἰ καὶ πολλῷ διῳκίσμεθα τῷ τῆς ὁδοῦ μήκει. Ὁ μὲν οὖν τιμιώτατος Κυριακὸς ὁ διάκονος οὐκ ἠδυνήθη νῦν ἐκπλεῦσαι, διὰ τὸ πολλῷ κατειργάσθαι πόνῳ. Οἱ μέντοι  κύριοί  μου, ὁ  εὐλαβέστατος  πρεσβύτερος Ἰωάννης,  καὶ  ὁ  τιμιώτατος Παῦλος ὁ διάκονος,  ἐλαυνόμενοι  πανταχόθεν,  καὶ μηδαμοῦ στῆναι, μηδὲ λαθεῖν ἔχοντες, ἀναγκαῖον ἐνόμισαν καταλαβεῖν ὑμῶν τὴν ἀγάπην, καὶ αὐτόθι μεθ' ὑμῶν εἶναι.  ∆εξάμενοι τοίνυν  αὐτοὺς  μετὰ ἀγάπης, τὴν  πρέπουσαν ὑμῖν  εὔνοιαν  περὶ αὐτοὺς  ἐπιδείξασθε. 

ΡΜΘʹ. Αὐρηλίῳ  ἐπισκόπῳ  Καρθαγένης.

Βαβαὶ, ἡλίκον  ἐστὶ γενναία  ψυχὴ, καὶ πολλῷ  βρύουσα τῷ τῆς ἀγάπης καὶ τῷ τῆς εὐλαβείας καρπῷ, ὅπου γε καὶ αὐτὸς τοσοῦτον ἡμῶν  ἀπῳκισμένος  ὁδοῦ μῆκος, ὡς παρὼν καὶ μεθ' ἡμῶν ὢν, οὕτως ἡμᾶς εἷλες, καὶ ἐχειρώσω. Τῆς γὰρ ἀγάπης σου τὸ θερμὸν, καὶ τῆς παῤῥησίας  καὶ  τῆς  εὐλαβείας  ἡ  εὐωδία  μέχρι  τὰ  ἡμῶν  τῶν   ἐν  ἐσχατιᾷ  τῆς οἰκουμένης καθημένων ἔφθασεν. ∆ιὰ ταῦτά σοι χάριτας πολλὰς ἴσμεν, διὰ ταῦτά σου μακαρίζομεν τὴν εὐλάβειαν, ὅτι πόνον πολὺν καὶ ἱδρῶτα ὑπὲρ τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν ἀναδεχόμενος, μεγίστους ἑαυτῷ παρὰ τῷ φιλανθρώπῳ  Θεῷ προαπέθου τοὺς στεφάνους. Καί σε παρακαλοῦμεν μεῖναι τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζόμενον·  οἶσθα γὰρ τὰ ἐντεῦθεν  βραβεῖα. Εἰ γὰρ ἕνα  τις  ἀδικούμενον  καὶ παρανομούμενον  ἀνέχων  ἄφατον ἔχει παρὰ τοῦ Θεοῦ τὸν μισθὸν, ἐννόησον ὅσην αὐτὸς λήψῃ τὴν ἀμοιβὴν, Ἐκκλησίας τοσαύτας ταρασσομένας διὰ τῆς καλῆς ταύτης σπουδῆς ἀπαλλάττων  μὲν θορύβων  καὶ ταραχῆς, εἰς δὲ γαληνὸν  λιμένα  εἰρήνης ὁρμίσαι ἐσπουδακώς.

ΡΝʹ. Μαξίμῳ ἐπισκόπῳ.

Ὅταν ἐννοήσω τοὺς πόνους ὑμῶν, καὶ τοὺς ἱδρῶτας, τοὺς ἐπὶ μακρῷ χρόνῳ  γεγενημένους,  οὐ τὴν  τυχοῦσαν, ἀλλὰ  καὶ μεγίστην καρποῦμαι παράκλησιν, ἐφ' οἷς αὐτὸς πέπονθα παρανόμως, τὴν ὑμετέραν ἀγάπην τὴν οὕτω θερμὴν καὶ γνησίαν, τὴν πρόνοιαν τὴν εἰλικρινῆ, τὴν ἀγρυπνίαν τὴν  ὑπὲρ τῆς διορθώσεως τῶν  γεγενημένων,  τὴν  ἐπιτεταμένην,  μεγίστην ἔχων παραμυθίαν. Καὶ γὰρ οὐχ ἡ τυχοῦσα γέγονέ μοι παραψυχὴ, τὸ λογίζεσθαι ὅτι ἐκ τοσούτου καθήμενοι  διαστήματος, οὐχ ἑωρακότες ἡμᾶς ποτε, οὐκ ὀφθέντες  παρ' ἡμῶν,   οὐ   λόγων   ἡμῖν   κοινωνήσαντες,    ἀθρόον   ὑπὸ   τῆς   παρανομίας   τῶν τολμηθέντων  κινηθέντες,  τοσαύτην ἐπεδείξασθε περὶ ἡμᾶς ἀγάπην, ὅσην πατέρες περὶ παῖδας, μᾶλλον δὲ καὶ πατέρας ἀπεκρύψατε τῇ τοσαύτῃ κηδεμονίᾳ. ∆ιὰ ταῦτα χάριτας  ὑμῶν  ἴσμεν τῇ εὐλαβείᾳ, θαυμάζομεν, μακαρίζομεν, παρακαλοῦμεν  ὑμᾶς αὐτοὺς τὰ ἑαυτῶν μιμήσασθαι, καὶ ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε προθυμίαν, ταύτην εἰς τέλος ἀγαγεῖν. Κἂν γὰρ μηδὲν γίνηται  πλέον εἰς διόρθωσιν τῶν γεγενημένων,  οὐ μικρὰ παράκλησις ἡμῖν, ὅπερ ἔφθην εἰπὼν, τοσαύτης ἀπολελαυκόσι καὶ ἀπολαύουσι παρὰ τῆς τιμιότητος  τῆς ὑμετέρας ἀγάπης. ΡΝΑʹ. Ἀσέλλῳ ἐπισκόπῳ. Οἶδα μὲν ὅτι οὐδὲν ὑμῖν δεῖ γραμμάτων  εἰς τὸ διαναστῆναι,  καὶ ἀντιλαβέσθαι τῆς διορθώσεως τῶν   τὰς  Ἐκκλησίας  τῆς  Ἀνατολῆς   κατειληφότων   κακῶν.  Καὶ  τοῦτο  δι'  ὧν πεποιήκατε,  ἐπεδείξασθε, αὐτοπαράκλητοι  τοσαύτην  παρασχόντες  σπουδήν. Ἀλλ' ἐπειδὴ τὰ κακὰ ἔτι μένει ἀδιόρθωτα, διὰ τὴν ἄνοιαν τῶν τοσαῦτα παρανομησάντων, ἀναγκαῖον εἶναι ἐνομίσαμεν παρακαλέσαι ὑμῶν τὴν εὐλάβειαν, ὥστε μὴ ἀποκαμεῖν, μηδὲ περικακῆσαι, ἀλλ'  ἀκμαζούσῃ χρήσασθαι τῇ προθυμίᾳ, καὶ τὰ παρ'  ἑαυτῶν πάλιν ἅπαντα εἰσενεγκεῖν. Ὅσῳ γὰρ ἂν ἀνίατα νοσῶσιν οἱ πρὸς τὴν τῶν Ἐκκλησιῶν κατάστασιν στασιάζοντες, τοσούτῳ κἀκείνων πλέον ἔσται τὸ κρῖμα, καὶ ὑμῖν τοῖς μὴ ἀποκάμνουσι λαμπρότερος ὁ μισθὸς, καὶ μείζους οἱ στέφανοι.

ΡΝΒʹ. Ἐπισκόποις.

Καὶ ἰδίᾳ ἑκάστῳ, καὶ κοινῇ πᾶσιν ὑμῖν ὀφείλομεν χάριτας, οὐχ ἡμεῖς δὲ μόνον, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν Ἀνατολὴν ἐπίσκοποι, κληρικοὶ διαφόρων πόλεων, λαοὶ ποικίλως ἐλαυνόμενοι, ὅτι πατρικὰ σπλάγχνα ἐπιδειξάμενοι, συνηλγήσατε, ἔστητε γενναίως, τὰ παρ' ὑμῶν  αὐτῶν  πάντα  εἰσηνέγκατε. ∆ιὰ ταῦτα πάντες  ὑμᾶς ἀνακηρύττουσι, στεφανοῦσιν, ἐπὶ στόματος φέρουσιν ὑμῶν τὰ κατορθώματα. Εἰ δὲ παρὰ ἀνθρώπων τοιαῦται αἱ τιμαὶ, ἐννοήσατε παρὰ τοῦ φιλανθρώπου Θεοῦ πόσαι ὑμῖν αἱ ἀντιδόσεις. Ταῦτ' οὖν εἰδότες, τιμιώτατοι  δέσποταί μου καὶ εὐλαβέστατοι, κἂν οἱ θορυβοῦντες τὰς Ἐκκλησίας ἀνίατα  νοσῶσι, μὴ παύσησθε τὴν  παρ' ὑμῶν  αὐτῶν  εἰσφέροντες θεραπείαν. Ὅσῳ γὰρ ἂν πλείονα τὰ κωλύματα ᾖ καὶ πλείων  ἡ δυσκολία, τοσούτῳ καὶ μείζων ὑμῖν ὁ μισθός. Εἰ γὰρ ποτόν τις ψυχρὸν ἐπιδοὺς, οὐκ ἄμισθον ἕξει τὴν βραχεῖαν   φιλοφροσύνην·   οἱ  τοσαῦτα  καὶ  ποιῆσαι  καὶ  παθεῖν   ἑλόμενοι   ὑπὲρ Ἐκκλησιῶν ταρασσομένων, ἐννοήσατε ἡλίκην λήψεσθε τὴν ἀμοιβὴν, καὶ πόσα ὑμᾶς ἀναμένει τῶν καλῶν πόνων τὰ βραβεῖα.

ΡΝΓʹ. Τοῖς αὐτοῖς.

Οὐ διαλιμπάνομεν χάριν ὑμῖν ὁμολογοῦντες  διηνεκῶς. Εἰ γὰρ καὶ πολλὰ παρανενομήμεθα παρὰ τῶν ἐχθρῶν, ἀλλ' ὅμως πολλῆς παρ' ὑμῶν ἀπηλαύσαμεν τῆς συμμαχίας, δαψιλοῦς τῆς ἀγάπης, γνησίας φιλοφροσύνης, θερμοτάτης σπουδῆς· καὶ ταῦτα οὐ μικρὰν παράκλησιν καὶ τῆς χαλεπωτάτης  ἐξορίας, ἐν ᾗ κατεχόμεθα, καὶ τῶν  ἄλλων  τῶν ἐπενεχθέντων   ἡμῖν   δεινῶν,   ἔχομεν.  ∆ιὸ  παρακαλοῦμεν   ὑμῶν   τὴν  εὐλάβειαν ἐπιμεῖναι τὴν αὐτὴν περὶ ἡμᾶς ἐπιδεικνυμένους  διάθεσίν τε καὶ σπουδήν. Οὐδὲ γὰρ εἰς ἡμᾶς στήσεται τὸ γινόμενον  μόνον,  ἀλλὰ  καὶ εἰς τὸ κοινὸν  τῶν  Ἐκκλησιῶν διαβήσεται. Οὐ γὰρ μία, καὶ δύο, καὶ τρεῖς πόλεις, ἀλλ' ὁλόκληρα ἔθνη πανταχοῦ τῆς γῆς ταράττεται. Καὶ τοσαύτην παρ' ὑμῶν ἐπιδειχθῆναι δίκαιον σπουδὴν, ὅσην εἰκὸς ὑπὲρ  τοσούτων  ψυχῶν  ἐσπουδακότας  καὶ  κάμνοντας  ἐπιδείξασθαι.  Εἰ δὲ  πολλὰ πεπονήκατε, καὶ τὰ παρ' ἑαυτῶν εἰσηνέγκατε, ἴσμεν τοῦτο καὶ ἡμεῖς, καὶ εὐχαριστοῦντες  ὑμῖν οὐ παυόμεθα· ἀξιοῦμεν δὲ μὴ διαλιπεῖν  τοῦτο ποιοῦντας. Ἡ γὰρ καρτερία ὑμῶν, καὶ ὑπομονὴ, καὶ ἡ εὔτονος γνώμη δυνήσεται καὶ τοὺς σφόδρα φιλονείκως  διακειμένους καὶ ἀνίατα νοσοῦντας ἀποστῆσαι τῆς κατεχούσης αὐτοὺς νυνὶ  παραφροσύνης.  Εἰ δὲ  ἐπιμένοιεν   καὶ  οὕτως  ἀνιάτως   ἔχοντες,  ἀλλ'  ὑμῖν ἀπηρτισμένος ὁ μισθὸς ἔσται, καὶ πλήρη τὰ τῆς ἀμοιβῆς, καὶ ὁλόκληρος τῶν καλῶν τούτων ὁ στέφανος.

ΡΝ∆ʹ. Τοῖς αὐτοῖς.

Ἡμεῖς μὲν ἐποθοῦμεν καὶ ταῖς τοῦ σώματος ὄψεσιν ὑμᾶς θεάσασθαι· ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, τῷ τῆς ἐξορίας δεσμῷ κατεχομένων ἡμῶν, τοῖς ὀφθαλμοῖς τῆς ἀγάπης ὑμᾶς καθ' ἑκάστην φανταζόμεθα τὴν ἡμέραν, καὶ περιπτυσσόμεθα, καὶ κροτοῦντες καὶ θαυμάζοντες οὐ διαλιμπάνομεν,  ὅτι τοσαύτην προθυμίαν καὶ σπουδὴν ἐξ ἀρχῆς μέχρι νῦν μεμενήκατε ἐπιδεικνύμενοι  ὑπὲρ τῶν τῆς Ἀνατολῆς Ἐκκλησιῶν· καὶ παρακαλοῦμεν ἄξιον τῶν προοιμίων ἐπιδείξασθαι τὸ τέλος. Εἰ γὰρ οἱ πάντα ταράξαντες, καὶ θορύβων ἐμπλήσαντες, τοσαύτῃ κέχρηνται τῇ φιλονεικίᾳ,  πολλῷ  μᾶλλον  ὑμᾶς, τοὺς τὰ κακῶς  γεγενημένα  διορθοῦν ἐσπουδακότας, πολλῇ  δίκαιον  κεχρῆσθαι τῇ ὑπομονῇ,  καὶ καρτερίᾳ τῇ  περὶ τὴν τοιαύτην σπουδήν. Οὕτω γὰρ πλείων ὑμῖν ἔσται ὁ μισθὸς, καὶ μείζων ἡ ἀμοιβὴ, ὅταν καὶ πολλῶν κωλυμάτων  γινομένων,  μὴ ἀνακρούησθε, ἀλλὰ μένητε τὴν τῶν πραγμάτων  δυσκολίαν  τῇ  παρ'  ἑαυτῶν  ἀποτειχίζοντες  ἀγρυπνίᾳ  τε  καὶ  σπουδῇ.

ΡΝΕʹ. Χρωματίῳ ἐπισκόπῳ Ἀκυληΐας.

Ἤχησε καὶ μέχρις ἡμῶν ἡ μεγαλόφωνος  τῆς θερμῆς σου καὶ γνησίας ἀγάπης σάλπιγξ, μέγα τι καὶ  διωλύγιον  ἐκ τοσούτου πνεύσασα τοῦ διαστήματος, καὶ πρὸς αὐτὰ ἀφικομένη τῆς γῆς τὰ πέρατα. Καὶ τῶν παρόντων  οὐκ ἔλαττον  ἴσμεν  ἡμεῖς, οἱ τοσοῦτον  ἀπῳκισμένοι  μῆκος  ὁδοῦ, τὴν σφοδροτάτην σου καὶ πυρὸς γέμουσαν ἀγάπην, τὴν εἰλικρινῆ καὶ ἐλευθερίας πολλῆς καὶ παῤῥησίας ἐμπεπλησμένην  γλῶτταν,  τὴν ἔνστασιν τὴν ἀδάμαντα μιμουμένην.∆ιὸ καὶ σφόδρα ἐπιθυμοῦμεν  καὶ τῆς κατὰ πρόσωπον ἀπολαῦσαί σου συντυχίας. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο ἡμᾶς ἡ ἐρημία αὕτη παρείλετο, ᾗ νῦν  ἐσμεν πεπεδημένοι, εὑρόντες τὸν κύριόν μου τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον, καθὼς ἔνι, τὴν ἐπιθυμίαν πληροῦμεν τὴν ἑαυτῶν, γράφοντες καὶ προσαγορεύοντες, χάριτας ὁμολογοῦντες  ὑμῖν πολλὰς  ὑπὲρ τῆς σπουδῆς, ἣν διὰ παντὸς  τοῦ μακροῦ τούτου χρόνου, μετὰ πολλῆς ἐπεδείξασθε τῆς εὐτονίας. Καὶ παρακαλοῦμεν ἡνίκα ἂν ἐπανίῃ, καὶ τούτου χωρὶς, διὰ τῶν ἐμπιπτόντων  γραμματηφόρων, εἴ γέ τινες εὑρεθεῖεν οἱ πρὸς τὴν ἐρημίαν ταύτην ἀφικνούμενοι,  τὰ περὶ τῆς ὑγείας ἡμῖν ἐπιστέλλειν  τῆς ὑμετέρας. Οἶσθα γὰρ ὅσην ἐντεῦθεν  καρπωσόμεθα τὴν ἡδονὴν, τῶν οὕτω θερμῶς περὶ ἡμᾶς διακειμένων  τὴν ὑγείαν πυκνοτέρως εὐαγγελιζόμενοι.

ΡΝς  ʹ. Ἐπισκόποις.

 Βοᾷ μὲν  πανταχοῦ  καὶ  αὐτὴ  τῶν  πραγμάτων  ἡ  φύσις,  σάλπιγγος  λαμπροτέραν ἀφιεῖσα φωνὴν, τὸν κάλλιστον ὑμῶν ζῆλον, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν, ἣν οὐχ ὁδοῦ μῆκος, οὐ χρόνου πλῆθος, οὐ τῶν  ἀνίατα  νοσούντων  ἡ παράλογος φιλονεικία,  οὐκ ἄλλο τῶν τοιούτων  οὐδὲν κατέλυσεν, οὐδὲ ἀμαυροτέραν ἐποίησε. Καὶ ἡμεῖς δὲ οὐ διαλιμπάνομεν πολλὰς ὑμῖν ἔχοντες χάριτας, καὶ μακαρίζοντες ὑμᾶς οὐ παυόμεθα, τῶν ἐπὶ τοῖς καλοῖς τούτοις ἀγῶσιν ἀποκειμένων ὑμῖν στεφάνων παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ ἐπιθυμοῦμεν ὑμᾶς καὶ κατ' ὄψιν ἰδεῖν. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι δυνατὸν τῷ τῆς ἐξορίας δεσμῷ πεπεδημένοις, ἐπιλαβόμενοι τοῦ κυρίου μου τοῦ  τιμιωτάτου   καὶ  εὐλαβεστάτου  πρεσβυτέρου, δι'  αὐτοῦ  γράφομεν,  καὶ  τὴν ὀφειλομένην  πρόσρησιν ἀποδιδόαμεν ὑμῖν δηλοῦντες  ὡς ἅπασαν ἀνηρτήσασθε τῷ πόθῳ τὴν ἀνατολὴν,  καὶ σφοδροὺς ὑμῶν κατεστήσατε ἐραστὰς, καὶ μυρίους ἔχετε τοὺς συναγανακτοῦντας  ὑμῖν  τὴν  δικαίαν  ταύτην  ἀγανάκτησιν  ἐπὶ ταῖς γεγενημέναις παρανομίαις. Καὶ παρακαλοῦμεν τὴν αὐτὴν ἐπιδείξασθαι μέχρι τέλους προθυμίαν. Ἴστε γὰρ ὅσους καρπώσεσθε στεφάνους ἀπὸ τῶν  προσκαίρων τούτων πόνων, τὰς ἀθανάτους ὑμῖν μετὰ πολλῆς δαψιλείας προαποτιθέμενοι παρὰ τῷ φιλανθρώπῳ   Θεῷ  ἀμοιβάς.

 ΡΝΖʹ. Ἐπισκόποις  ἐλθοῦσιν  ἀπὸ  τῆς  ∆ύσεως.

Καὶ ἔμπροσθεν μὲν  ἐξεπληττόμεθα  ὑμῶν  τὴν  σπουδὴν, τὴν  προθυμίαν  τὴν  ὑπὲρ τῆς διορθώσεως τῶν Ἐκκλησιῶν γεγενημένην,  τὴν στεῤῥὰν καὶ γνησίαν διάθεσιν, τὴν ἀνδρείαν  καὶ ἀπερίτρεπτον  γνώμην,  τὴν καρτερίαν, ἣν ἐπὶ τοσοῦτον ἐπεδείξασθε  χρόνον. Μάλιστα δὲ ἐξεπλάγημεν νῦν τὸν πολὺν ὑμῶν τόνον, οὕτω μακρὰν καὶ διαπόντιον  ἀποδημίαν ἑλομένων, καὶ πόνων καὶ ἱδρώτων γέμουσαν, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων. Καὶ ἐβουλόμεθα μὲν καὶ ἐπιστέλλειν  συνεχῶς, καὶ τὴν ὀφειλομένην  τῇ εὐλαβείᾳ ὑμῶν ἀποδιδόναι πρόσρησιν. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι σχεδὸν γὰρ ἄβατον τοῖς πολλοῖς οἰκοῦμεν χωρίον, ἐρημίᾳ πάντοθεν ἀποτετειχισμένον,  νῦν ἐπιλαβόμενοι  τοῦ κυρίου μου τοῦ τιμιωτάτου  καὶ εὐλαβεστάτου πρεσβυτέρου, προσαγορεύομεν ὑμῶν τὴν ἀγάπην, καὶ παρακαλοῦμεν τοῖς προοιμίοις συμβαῖνον ἐπιθεῖναι τέλος. Ἴστε γὰρ ὅσος ὑμῖν ἔσται τῆς ὑπομονῆς ὁ μισθὸς, καὶ ὅσαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ αἱ ἀντιδόσεις ὑπὲρ τῆς κοινῆς εἰρήνης πονουμένοις, καὶ τοσοῦτον ἀναδεχομένοις ἀγῶνα.

ΡΝΗʹ. Τοῖς αὐτοῖς.

Οὐ μικρὰν καὶ ὑμῖν   αὐτοῖς   στεφάνων   ὑπόθεσιν,  καὶ  ἡμῖν   παρακλήσεως   ἀφορμὴν   ἀπὸ  τῆς καλλίστης ὑμῶν ταύτης σπουδῆς, καὶ τῶν πόνων, καὶ τῶν ἱδρώτων κατεσκευάσατε. ∆ιὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, ἀνακηρύττομεν ὑμᾶς, χάριτας ὁμολογοῦμεν,   καὶ   στεφανοῦμεν,   καὶ   μακαρίζομεν.   Καὶ  ἐβουλόμεθα   μὲν   καὶ συνεχέστερον ἐπιστέλλειν· καὶ γὰρ μεγίστην ἐντεῦθεν ἂν ἐκαρπωσάμεθα τὴν παραμυθίαν, εἴ γε τῶν τὰ γράμματα διακομιζόντων  ἐπετυγχάνομεν.  Ἐπειδὴ δὲ οὐ ῥᾴδιον  ἡμῖν  τοῦτο  πρὸς αὐτὰς  τὰς  ἐσχατιὰς  τῆς  οἰκουμένης  ἀπῳκισμένοις,  καὶ οὐδενὸς ἡμῖν ταχέως ἐπιχωριάζειν δυναμένου, νῦν ὅτε ἐπετύχομεν τοῦ κυρίου μου τοῦ τιμιωτάτου  καὶ εὐλαβεστάτου πρεσβυτέρου, τὴν  ὀφειλομένην  ἀποδεδώκαμεν πρόσρησιν, καὶ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν, ἐννοοῦντας τοῦ κατορθώματος τὸ  μέγεθος,  εἰ  καὶ  πολὺς  ὁ παρελθὼν  ἀνηλώθη  χρόνος,  καὶ  ἐπὶ  τὸ χεῖρον  τῶν ἐναντιουμένων αὔξεται ἡ φιλονεικία,  καὶ μένουσι νοσοῦντες ἀνίατα, τὰ γοῦν παρ' ὑμῶν μὴ διαλιπεῖν εἰς διόρθωσιν τῶν γεγενημένων  εἰσφέροντας. Ὅσῳ γὰρ πλείων ἡ δυσκολία, τοσούτῳ μείζων καὶ δαψιλεστέρα ἔσται τῶν καλῶν τούτων ἀγώνων ὑμῖν ἡ  ἀμοιβὴ  παρὰ  τοῦ  φιλανθρώπου   Θεοῦ.

 ΡΝΘʹ.  Τοῖς  αὐτοῖς.

  Οὐ μικρὰν  ἔχομεν παραμυθίαν  τῶν  κατειληφότων   τὰ  ἐνταῦθα  κακῶν,  τῆς  ὑμετέρας  σπουδῆς  τὸ μέγεθος. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἔμπροσθεν παρ' ὑμῶν γεγενημένα, ἡ ἀγρυπνία, καὶ ἡ σπουδὴ, καὶ ἡ τοσαύτη φροντὶς, πολλὴν ἡμῖν παρασχεῖν τὴν παράκλησιν· ὃ δὲ νῦν προσεθήκατε, τὸ μακρὰν οὕτως ἀποδημίαν στείλασθαι, ὑπὲρ τῶν  ταῖς Ἐκκλησίαις συμφερόντων,  σφόδρα πάντας ἡμᾶς ἀναπνεῦσαι πεποίηκε. Καὶ κοινῇ πάντες ὑμῖν χάριτας ὁμολογοῦμεν πολλὰς ὑπὲρ τῶν τοσούτων πόνων, καὶ τῶν ἱδρώτων,  καὶ τῶν  καλῶν  τούτων  ἀγώνων,  καὶ μακαρίζοντες  ὑμᾶς οὐ διαλιμπάνομεν  τῆς καλῆς ταύτης προθυμίας τε καὶ σπουδῆς. ∆ιὸ καὶ τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον  πρεσβύτερον παρεκαλέσαμεν δραμεῖν ἕως ὑμῶν.  ∆εξάμενοι τοίνυν αὐτὸν  μετὰ  τῆς  ὑμῖν  πρεπούσης φιλοφροσύνης,  ἄξιον  τοῖς  προοιμίοις  τὸ  τέλος ἐπιθεῖναι παρακλήθητε. Εἰ γὰρ καὶ ἀνίατα νοσοῦσι τέως οἱ τοσούτους χειμῶνας καὶ πολέμους ταῖς Ἐκκλησίαις ἐργασάμενοι, τοσοῦτον ταλανίζειν μὲν ἐκείνους καὶ δακρύειν  χρὴ,  ὑμᾶς  δὲ  ἐκπλήττεσθαι   καὶ  ἀνακηρύττειν,   ὅτι  καὶ  τῶν   κακῶν αὐξομένων,  μείζονα  ἀεὶ προϊόντες  τὴν  ὑπὲρ τοῦ τὰ τοιαῦτα  διορθῶσαι σπουδὴν ἐπιδείκνυσθε. ΡΞʹ. Ἐπισκόπῳ ἐλθόντι  ἀπὸ ∆ύσεως. Ὅταν ἐννοήσω τὸν ἱδρῶτα, ὃν ἵδρωσας, καὶ οἴκοι καθήμενος, καὶ μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενος,  ὑπὲρ τῶν  ταῖς  Ἐκκλησίαις συμφερόντων  πραγμάτων,  καὶ  πρὸ τοῦ τέλους  σε στεφανῶν  καὶ  ἀνακηρύττων  καὶ  μακαρίζων  οὐ  παύομαι.  Ἄν  τε  γὰρ γένηταί τι πλέον ἀπὸ τῆς ὑμετέρας σπουδῆς, δέσποτά μου τιμιώτατε, ἄν τε ἐπὶ τῆς αὐτῆς  μένωσι  φιλονεικίας  οἱ  τὰς  ταραχὰς  παρὰ τὴν  ἀρχὴν  ἐμβαλόντες,  ἀνίατα νοσοῦντες,  ὑμῖν  ὁ μισθός ἐστιν  ἀπηρτισμένος  ἀπὸ τῆς  γνώμης  καὶ  τοῦ  τὰ  παρ' ἑαυτῶν ἅπαντα εἰσενεγκεῖν. ∆ιὰ τοῦτο ὑμᾶς μακαρίζομεν, θαυμάζομεν, χάριτας ὑμῖν ὁμολογοῦντες  οὐ διαλιμπάνομεν.  Καὶ ἐβουλόμεθα μὲν  καὶ συνεχέστερον ἐπιστέλλειν·   ἐπειδὴ   δὲ  τοῦτο   ἡμᾶς  παρείλετο   ἡ  τοῦ  χωρίου   τούτου,  ἐν   ᾧ καθείργμεθα, ἐρημία, νῦν ὅτε ἐπετύχομεν τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην  ὑμῖν ἀποδιδόαμεν πρόσρησιν. Γνώμῃ  μὲν  γὰρ  καὶ  διαθέσει  πολλάκις  ἐπεστάλκαμεν,  χάρτῃ  δὲ  καὶ μέλανι   πρῶτον   νῦν,   ἐπειδὴ   καὶ  νῦν   πρῶτον   τὸν   πρὸς  ὑμᾶς  ἀφικνούμενον εὑρήκαμεν. ∆εξάμενοι τοίνυν αὐτὸν ὡς ὑμῖν πρέπον ἐστὶ, καὶ τὴν προσήκουσαν περὶ αὐτὸν ἐπιδειξάμενοι ἀγάπην, δότε ἐντρυφῆσαι ὑμῶν τῇ διαθέσει. Οὐ γὰρ μικρὰν ἕξει τῆς τοσαύτης ταλαιπωρίας, τῆς κατὰ τὴν ὁδοιπορίαν, παραμυθίαν καὶ παράκλησιν, τὸ  τῆς  εὐνοίας   ἀπολαῦσαι  τῆς  ὑμετέρας.  Ὅτι  γὰρ  ὑπὲρ  τοῦ  ἐῤῥωμενεστάτῃ χρήσασθαι τῇ σπουδῇ τῶν ταῖς Ἐκκλησίαις ἕνεκεν συμφερόντων οὐδὲν δεήσεσθε τῆς ἑτέρων ὑπομνήσεως, ἐδείξατε διὰ τῶν πραγμάτων αὐτῶν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |