ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΡΚΕʹ Πρός Κυριάκον Επίσκοπον εν εξορία όντα αυτόν

Τρίτη 25 Οκτωβρίου 2016

ΡΚΕʹ Πρός Κυριάκον Επίσκοπον εν εξορία όντα αυτόν




Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

ΡΚΕʹ  Πρός Κυριάκον Επίσκοπον εν εξορία όντα αυτόν


Φέρε δὴ  πάλιν  ἀπαντλήσω  τῆς  ἀθυμίας  τὸ  ἕλκος,  καὶ  διασκεδάσω τοὺς λογισμοὺς τοὺς τὸ νέφος τοῦτο συνιστῶντας. Τί γάρ ἐστιν ὃ λυπῇ καὶ ἀδημονεῖς;∆ιότι χαλεπὸς  ὁ χειμὼν  καὶ πικρὸν  τὸ ναυάγιον  τὸ τὴν  Ἐκκλησίαν καταλαβόν; Τοῦτο οἶδα κἀγὼ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλ' εἰ βούλει, εἰκόνα σοι ἀναπλάττω  τῶν γινομένων.  Θάλατταν ὁρῶμεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην  τῆς ἀβύσσου, τοὺς ναύτας ἀντὶ τῶν οἰάκων καὶ τῶν κωπῶν τὰς χεῖρας τοῖς γόνασι περιπλέξαντα καὶ πρὸς τὴν ἀμηχανίαν  τοῦ χειμῶνος  ἀπορηθέντας, οὐκ οὐρανὸν βλέποντας, οὐ πέλαγος, οὐ ξηρὰν, ἀλλ' ἐπὶ τῶν  στρωμάτων κειμένους, καὶ ὀλοφυρομένους,  καὶ κλαίοντας. Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει· νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος, καὶ χείρω τὰ κύματα. Ἀλλὰ παρακάλει τὸν ∆εσπότην ἡμῶν  Χριστὸν, ὃς οὐ τέχνῃ  περιγίνεται  χειμῶνος,  ἀλλὰ νεύματι  λύει τὴν ζάλην. Ἀλλ' εἰ καὶ πολλάκις παρεκάλεσας, καὶ οὐκ εἰσηκούσθης, μὴ ὀλιγωρήσῃς· τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος  Θεός. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκείνους τοὺς τρεῖς παῖδας λυτρώσασθαι, ἵνα μὴ εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμπέσωσιν;


 Ἀλλ' ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βάρβαρον χώραν ἀπεῤῥίφησαν, καὶ τῆς πατρῴας κληρονομίας  ἐξέπεσον, καὶ παρὰ πάντων  ἀπεγνώσθησαν,  καὶ οὐδὲν  λοιπὸν  οὐκ ἀπελίπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν τὴν θαυματοποιίαν εἰργάσατο, καὶ διεσκόρπισε τὸ πῦρ. Μὴ φέρον γὰρ τὴν ἀρετὴν τῶν δικαίων τὸ πῦρ, ἐξεπήδησεν ἔξω, καὶ ἐνεπύρισεν  οὓς εὗρε περὶ τὴν  κάμινον  τῶν  Χαλδαίων. Καὶ λοιπὸν  ἐκκλησία αὐτοῖς  ἦν  ἡ κάμινος,  καὶ πᾶσαν τὴν  κτίσιν  προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις, καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον. Ὁρᾷς πῶς ἡ ὑπομονὴ τῶν δικαίων καὶ τὸ πῦρ εἰς δρόσον μετέβαλε, καὶ τὸν  τύραννον  ἐδυσώπησε, καὶ κατὰ πάσης τῆς οἰκουμένης ἐκπέμπει γράμματα; Μέγας ὁ Θεὸς, φησὶ, Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ. Καὶ ἰδοὺ πόσην ἀποτομίαν ἐνέθηκεν, εἴ τις λόγον εἴπῃ κατ' αὐτῶν, τὸν οἶκον αὐτοῦ ταμιεύεσθαι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ διαρπάζεσθαι. Μὴ οὖν ἀθυμήσῃς, μηδὲ ὀλιγωρήσῃς. Καὶ γὰρ ἐγὼ  ὅτε ἐξηλαυνόμην  ἀπὸ τῆς πόλεως,  οὐδὲν  τούτων  οὐκ ἐφρόντιζον, ἀλλ' ἔλεγον πρὸς ἐμαυτόν· Εἰ μὲν βούλεται ἡ βασίλισσα ἐξορίσαι, ἐξορίσῃ με· Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Καὶ εἰ βούλεται πρῖσαι, πρίσῃ με· τὸν Ἡσαΐαν ἔχω ὑπογραμμόν. Εἰ θέλει εἰς τὸ πέλαγος ἀκοντίσαι με, τὸν Ἰωνᾶν ὑπομιμνήσκομαι. Εἴ με θέλει  εἰς κάμινον  ἐμβαλεῖν,  τοὺς τρεῖς παῖδας ἔχω τοῦτο πεπονθότας.  Εἴ με θέλει  τοῖς  θηρίοις  βαλεῖν,  τὸν  ∆ανιὴλ  ἐν  λάκκῳ  τοῖς  λέουσι βεβλημένον ὑπομιμνήσκομαι. Εἰ θέλει με λιθάσαι, λιθάσῃ με· τὸν Στέφανον ἔχω τὸν πρωτομάρτυρα.  Εἰ  θέλει  τὴν  κεφαλήν   μου  λαβεῖν,  λάβῃ·  ἔχω  Ἰωάννην   τὸν Βαπτιστήν. Εἰ θέλει  τὰ  ὑπάρχοντά  μου  λαβεῖν,  λάβῃ  αὐτά·  Γυμνὸς ἐξῆλθον  ἐκ κοιλίας μητέρος μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἐμοὶ παραινεῖ ὁ Ἀπόστολος· Πρόσωπον ἀνθρώπου ὁ Θεὸς οὐ λαμβάνει· καὶ, Εἰ ἔτι, φησὶν, ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ ὁ ∆αυῒδ καθοπλίζει με λέγων, Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον  βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο, καὶ λέγουσιν, ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς. Καὶ εἰ μὲν τοῦτο ἐποίησα, ἐξαλειφθείη  τὸ ὄνομά μου ἐκ τῆς βίβλου τῶν  ἐπισκόπων, καὶ μὴ γραφείη ἐν τῇ βίβλῳ τῆς ὀρθοδόξου πίστεως, ὅτι ἰδοὺ ἐὰν τοιοῦτον ἐγὼ ἔπραξα, καὶ ἀποβαλεῖ με Χριστὸς ἐκ τῆς βασιλείας αὐτοῦ. Εἰ δὲ ἅπαξ καὶ τοῦτό μοι λέγουσι, καὶ φιλονεικοῦσι, καθελέτωσαν καὶ τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον τὸν οἶκον  ἐβάπτισε·  καθελέτωσαν  καὶ αὐτὸν  τὸν  Κύριον, ὃς μετὰ τὸ δειπνῆσαι  τοῖς ἀποστόλοις   τὴν   κοινωνίαν   ἔδωκε.   Λέγουσιν,  ὅτι   μετὰ   γυναικὸς   ἐκοιμήθην. Ἀποδύσατέ μου τὸ σῶμα, καὶ εὑρήσετε τὴν νέκρωσιν τῶν μελῶν μου. Ἀλλὰ ταῦτα πάντα διὰ τὸν φθόνον ἐποίησαν. Ἀλλὰ πάντως λυπῇ, ἀδελφὲ Κυριακὲ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παῤῥησιάζονται, καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων αὐτοῖς; Ἀλλὰ πάλιν ὑπομνήσθητι τὸν πλούσιον καὶ τὸν Λάζαρον, ποῖος μὲν ἐν τῷ νῦν αἰῶνι ἐθλίβη, ποῖος δὲ ἀπήλαυσε. Τί ἔβλαψεν αὐτὸν ἡ πενία; Οὐχὶ ὁ ἀθλητὴς καὶ νικητὴς εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπηνέχθη; Τί δὲ ὠφέλησεν ἐκεῖνον ὁ πλοῦτος τὸν ἐν πορφύρᾳ καὶ βύσσῳ ἀναπαυόμενον; Ποῦ οἱ ῥαβδοῦχοι; ποῦ οἱ δορυφόροι; ποῦ οἱ χρυσοχάλινοι  ἵπποι; ποῦ οἱ παράσιτοι, καὶ ἡ βασιλικὴ  τράπεζα; Οὐχὶ ὡς  λῃστὴς δεδεμένος ἀπήγετο ἐν τῷ μνήματι, γυμνὴν τὴν ψυχὴν ἐκ τοῦ κόσμου ἐκφέρων, καὶ κράζει κενῇ τῇ φωνῇ,  Πάτερ Ἀβραὰμ, πέμψον  Λάζαρον, ἵνα βρέξῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ, καὶ καταψύξῃ τὴν γλῶττάν  μου, διότι δεινῶς ἀποτηγανίζομαι; Τί πατέρα καλεῖς τὸν Ἀβραὰμ, οὗ τὸν βίον οὐκ ἐμιμήσω; Ἐκεῖνος πάντα ἄνθρωπον εἰς τὸν  οἶκον  αὐτοῦ  ἐξένιζεν,  σὺ δὲ ἑνὸς  πτωχοῦ  φροντίδα  οὐκ ἐποιήσω. Οὐκ ἔστι πενθῆσαι καὶ κλαῦσαι, ὅτι ὁ τοσοῦτον πλοῦτον  ἔχων, σταγόνος ὕδατος ἄξιος οὐκ ἐγένετο. Ἐπειδὴ γὰρ ψιχίων  οὐ μετέδωκε τῷ πτωχῷ, σταγόνα ὕδατος οὐ λαμβάνει. Τῷ χειμῶνι  οὐκ ἔσπειρεν ἔλεος· ἦλθε  τὸ θέρος, καὶ οὐκ ἐθέρισε. Καὶ τοῦτο τοῦ∆εσπότου οἰκονομία,  ὅτι ἐξ ἐναντίας  ἐποίησε τὴν  κόλασιν  τοῖς  ἀσεβέσι, καὶ τὴν ἀνάπαυσιν τοῖς δικαίοις,  ἵνα βλέπωσιν ἀλλήλους, καὶ ἀλλήλους γνωρίζωσι.Καὶ γὰρ ἕκαστος τότε μάρτυς τὸν ἴδιον τύραννον ἐπιγνώσεται, καὶ ἕκαστος τύραννος τὸν  ἴδιον  μάρτυρα, ὃν  ἐκόλασε. Καὶ οὐκ  ἐμὰ  τὰ  ῥήματα·  ἄκουσον  τῆς  Σοφίας λεγούσης·   Τότε  ἐν  πολλῇ  παῤῥησίᾳ  στήσεται  ὁ  δίκαιος  κατὰ  πρόσωπον  τῶνθλιψάντων  αὐτόν.  Ὥσπερ  γὰρ  ὁδοιπόρος  ἐν  καύματι  περιπατῶν,   ἡνίκα  εὕρῃ καθαρὰν     πηγὴν   τῇ   δίψῃ   φλεγόμενος,    καὶ   πολλῷ   τῷ   λιμῷ   συνεχόμενος παρακαθέζηται τραπέζῃ ἐχούσῃ παντοῖα τὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρουκωλύηται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφοδρὰν ἔχει τὴν ὀδύνην  καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται, καὶ τῶν  βρωμάτων ἀπολαῦσαι οὐ δύναται, καὶ ὁ τῇ πηγῇ παρακαθεζόμενος, τοῦ ὕδατος ἀπολαῦσαι οὐ δύναται· οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς, καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται.  Καὶ γὰρ τὸν Ἀδὰμ ὁ Θεὸς κολάσαι βουλόμενος, ἐποίησεν αὐτὸν ἐξ ἐναντίας τοῦ παραδείσου ἐργάζεσθαι τὴν γῆν, ἵνα καθ' ἑκάστην ἡμέραν καὶ ὥραν βλέπων ἐκεῖνο τὸ ποθητὸν χωρίον, ὅθεν ἐξῆλθεν,  ἔχῃ  πάντοτε  τὴν  ὀδύνην  ἐν  τῇ  ψυχῇ.  Εἰ  δὲ  καὶ  ὧδε  ἀλλήλοις   μὴ συντύχωμεν,  ἀλλ' ἐκεῖ  οὐδεὶς  ὁ κωλύων  ἡμᾶς  τότε  μετ' ἀλλήλων  διάγειν·  καὶ ὀψόμεθα τοὺς ἐξορίσαντας ἡμᾶς, ὥσπερ ὁ Λάζαρος τὸν πλούσιον, καὶ οἱ μάρτυρες τοὺς  τυράννους.   Μὴ  οὖν  ἀθύμει,  ἀλλὰ   μνημόνευε   τοῦ  προφήτου   λέγοντος·Μυκτηρισμὸν ἀνθρώπων  μὴ φοβεῖσθε, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἔριον ὑπὸ σητὸς, οὕτω βρωθήσονται, καὶ ὡς ἱμάτιον παλαιωθήσονται. Κατανόησον δὲ τὸν  ∆εσπότην, πῶς εὐθὺς ἀπὸ τῶν  σπαργάνων  ἐδιώκετο,  καὶ εἰς βάρβαρον γῆν ἀπεῤῥίπτετο, ὁ τὸν κόσμον κατέχων,  τύπος ἡμῖν γενόμενος  τοῦ μὴ ἐκκακεῖν ἐν τοῖς πειρασμοῖς. Ἀνάμνησαι τὸ πάθος τοῦ Σωτῆρος, ὅσας ὕβρεις δι' ἡμᾶς ὑπέμεινεν.   Οἱ  μὲν   γὰρ  αὐτὸν   Σαμαρείτην  ἐκάλουν,   οἱ  δὲ  δαιμονιῶντα   καὶ γαστρίμαργον   καὶ  ψευδοπροφήτην.   Λέγουσι  γάρ·  Ἰδοὺ   ἄνθρωπος   φάγος   καὶ οἰνοπότης, καὶ, ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων  ἐκβάλλει τὰ δαιμόνια. Τί δὲ ὅτε ἦγον  αὐτὸν  κρημνίσαι, καὶ ὅτε εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον;  τί  δὲ ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν, καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν, καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες, καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες, τί δὲ ὅτε ῥαπίσματα αὐτῷ ἐδίδουν; ὅτε ὄξος καὶ τὴν χολὴν αὐτὸν ἐπότιζον; ὅτε τῷ καλάμῳ τὴν κεφαλὴν αὐτοῦἔτυπτον, καὶ ὅτε περιῆγον αὐτὸν οἱ αἱμοβόροι ἐκεῖνοι κύνες; τί δὲ ὅτε ἐπὶ τὸ πάθος ἤγετο  γυμνὸς,  καὶ  πάντες  αὐτὸν  κατέλιπον  οἱ  μαθηταὶ,  καὶ  ὁ  εἷς  μὲν  αὐτὸν προέδωκεν, εἷς δὲ ἠρνήσατο, οἱ δὲ ἄλλοι ἐδραπέτευσαν, καὶ μόνος εἱστήκει γυμνὸς ἐν μέσῳ τῶν ὄχλων ἐκείνων; ἑορτὴ γὰρ ἦν ἡ ἅπαντας συνάγουσα τότε· καὶ ὅτε ὡς πονηρὸν  ἐν μέσῳ κακούργων αὐτὸν ἐσταύρωσαν, καὶ ἄταφος ἐκρέματο, καὶ οὔτε κατήνεγκαν αὐτὸν ἀπὸ τοῦ σταυροῦ, ἕως οὗ τις αὐτὸν ἐξητήσατο, ἵνα αὐτὸν θάψῃ; Μνήσθητι ὅτι ταφῆς οὐκ ἠξιώθη, καὶ ὅτι ψόγον πονηρὸν κατ' αὐτοῦ ἀπεφήναντο,   καὶ   ὅτι   οἱ   μαθηταὶ   αὐτοῦ   ἔκλεψαν   αὐτὸν,   καὶ   οὐκ   ἀνέστη.Ὑπομνήσθητι  δὲ καὶ τοὺς ἀποστόλους, ὅτι  πανταχόθεν  ἐδιώκοντο,  καὶ κατεκρύπτοντο, ἐν ταῖς πόλεσι μὴν δυνάμενοι φανῆναι· πῶς ὁ Πέτρος παρὰ Σίμωνι τῷ βυρσεῖ κατεκρύπτετο, καὶ ὁ Παῦλος παρὰ τῇ πορφυροπώλιδι  γυναικὶ,  ὅτι οὐκ εἶχον παρὰ τοῖς πλουσίοις παῤῥησίαν. Ἀλλ' ὕστερον πάντα ὁμαλὰ ἐγένετο αὐτοῖς. Οὕτω  καὶ  νῦν  μὴ  ἀθυμήσῃς.  Ἤκουσα γὰρ  κἀγὼ  περὶ  τοῦ  λήρου  ἐκείνου  τοῦ Ἀρσακίου, ὃν ἐκάθισεν ἡ βασίλισσα ἐν τῷ θρόνῳ, ὅτι ἔθλιψε τοὺς ἀδελφοὺς ὅλους μὴ  θέλοντας  αὐτῷ  κοινωνῆσαι·  πολλοὶ  δὲ  αὐτῶν  δι'  ἐμὲ  καὶ  ἐν  τῇ  φυλακῇ ἐναπέθανον.  Ὁ γὰρ προβατόσχημος ἐκεῖνος λύκος, ὁ σχῆμα μὲν ἔχων  ἐπισκόπου, μοιχὸς δὲ ὑπάρχων· ὡς γὰρ ἡ γυνὴ μοιχαλὶς χρηματίζει, ἡ ζῶντος τοῦ ἀνδρὸς ἑτέρῳ συναφθεῖσα· οὕτω καὶ οὗτος μοιχός ἐστιν, οὐ σαρκὸς, ἀλλὰ πνεύματος· ζῶντος γὰρ ἐμοῦ ἥρπασέ μου τὸν θρόνον τῆς Ἐκκλησίας. Καὶ ταῦτά σοι ἐπέστειλα ἀπὸ Κουκουσοῦ, ὅπου ἐκέλευσεν ἡμᾶς ἡ βασίλισσα ἐξορισθῆναι. Πολλαὶ δὲ θλίψεις κατὰ τὴν ὁδὸν συνέβησαν ἡμῖν, ἀλλ' οὐδενὸς ἐφροντίσαμεν. Ὅτε δὲ ἤλθομεν πρὸς τὴν χώραν  τῶν  Καππαδόκων, καὶ  ἐν  τῇ  Ταυροκιλικίᾳ,  πολλοὶ  χοροὶ  ἡμῖν  ὑπήντων πατέρων ἁγίων ἀνδρῶν, οὐ μὴν ἀλλὰ καὶ πλήθη μοναχῶν καὶ παρθένων, τὰς ἀθανάτους  πηγὰς  τῶν  δακρύων  ἐκχέοντες.  Καὶ ἔκλαιον  θεωροῦντες  ἡμᾶς ἐν  τῇ ἐξορίᾳ ἀπερχομένους, καὶ ἔλεγον πρὸς ἐαυτοὺς, Συνέφερεν ἵνα ὁ ἥλιος συνέστειλε τὰς ἀκτῖνας  αὐτοῦ, ἢ ἵνα  τὸ στόμα Ἰωάννου  ἐσιώπησε. Ταῦτά με ἐθορύβησε καὶ ἔθλιψεν, ἐπειδὴ ἔβλεπον πάντας κλαίοντας περὶ ἐμοῦ. Ἐπεὶ τῶν ἄλλων πάντων, ὅσα συνέβη μοι, φροντίδα  οὐκ  ἐποίησα. Πάνυ δὲ  ἡμᾶς  ἐδεξιώσατο  ὁ ἐπίσκοπος  τῆς πόλεως  ταύτης, καὶ πολλὴν  ἀγάπην  ἔδειξεν εἰς ἡμᾶς· ὥστε, εἰ δυνατὸν,  καὶ τὸν θρόνον  αὑτοῦ παρεχώρησεν  ἡμῖν,  εἰ μὴ τὸν  ὅρον ἐφυλάττομεν.  ∆έομαι οὖν  καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων  ἅπτομαι τῶν σῶν, ἀπόῤῥιψον τὸ πένθος τῆς ἀθυμίας σου, ὑπὲρ ἡμῶν μνείαν ἔχων πρὸς τὸν Θεὸν, καὶ ἀντιγράψαι ἡμῖν παρακλήθητι.

ΡΚ ʹ. Ῥουφίνῳ πρεσβυτέρῳ.

 Ἦλθεν εἰς ἡμᾶς, ὅτι πάλιν ἀνήφθη τὰ ἐν Φοινίκῃ κακὰ, καὶ ἡ τῶν Ἑλλήνων ηὐξήθη μανία, καὶ πολλοὶ τῶν μοναχῶν οἱ μὲν ἐπλήγησαν, οἱ δὲ καὶ ἀπέθανον.  ∆ιὰ τοῦτό σε μειζόνως  ἐπείγω  μετὰ πλείονος  τοῦ τάχους ἅψασθαι τῆς ὁδοῦ, καὶ στῆναι ἐπὶ τῆς παρατάξεως. Εὖ γὰρ οἶδα, ὅτι φανεὶς μόνον τροπώσῃ τοὺς ὑπεναντίους,  καὶ  εὐχῇ,  καὶ  ἐπιεικείᾳ,  καὶ  καρτερίᾳ, καὶ  τῇ  συνήθει  κεχρημένος ἀνδρείᾳ· καὶ καταλύσεις αὐτῶν τὴν μανίαν, καὶ τοὺς μεθ' ἡμῶν ὄντας ἀνακτήσῃ, καὶ πολλὰ ἐργάσῃ τὰ ἀγαθά. Μὴ τοίνυν μέλλε, μηδὲ ἀναβάλλου, ἀλλὰ πλείονι κέχρησο τῷ τάχει, καὶ ταῦτα τὰ ἀπαγγελθέντα  προθυμότερόν σε ἐργαζέσθω. Οὐδὲ γὰρ εἰ οἰκίαν εἶδες ἀναπτομένην,  ἀνεχώρησας ἂν, ἀλλὰ τότε καὶ μειζόνως ἐπέθου, ὥστε καὶ  προκαταλαβεῖν  τὴν  φλόγα,  καὶ  διὰ  σαυτοῦ, καὶ  δι' ἑτέρων  πάντα  ἂν ἐποίησας ὑπὲρ τοῦ σβέσαι τὸ κακόν. Καὶ νῦν τοίνυν  ἐπειδὴ τοιαύτη ἀνήφθη πυρὰ, ἀμελλητὶ τὰ αὐτόθι καταλαβεῖν σπούδασον, καὶ πάντως ἔσται τι χρηστὸν, καὶ πολλὴ τούτων  διόρθωσις. Τὸ μὲν γὰρ ἐν ἡσυχίᾳ καὶ γαλήνῃ,  καὶ μηδενὸς πολεμοῦντος, κατηχεῖν τινας καὶ τῶν τυχόντων  ἐστίν· τὸ δὲ οὕτω τοῦ διαβόλου μαινομένου, καὶ τῶν  δαιμόνων  ὁπλιζομένων,  στῆναι  γενναίως,  καὶ ἐξαρπάσαι τοὺς  μετ' ἐκείνου τεταγμένους τῶν ἀνθρώπων, καὶ τοὺς ἄλλους κωλῦσαι εἰς τὰς ἐκείνου χεῖρας ἐμπεσεῖν, τοῦτο ἀνδρὸς γενναίου, τοῦτο νηφούσης ψυχῆς, τοῦτο τῆς σῆς διανοίας τῆς ὑψηλῆς,  καὶ διεγηγερμένης,  τοῦτο μυρίων  στεφάνων  ἄξιον, τοῦτο βραβείων ἀφάτων, τοῦτο ἀποστολικὸν κατόρθωμα. Ἐννοήσας τοίνυν ὅτι ὁ καιρὸς οὗτος εὐδοκιμήσεώς  σοι καιρός  ἐστι, καὶ  μυρίας  ἐμπορίας,  καὶ  πραγματείας  ὑπόθεσις, ἅρπασον τοσοῦτον πλοῦτον, καὶ πολλῇ ταχύτητι  χρήσασθαι παρακλήθητι· καὶ διὰ τάχους ἡμῖν ἐπίστειλον, ἐπειδὰν ἀπαντήσῃς αὐτόθι. Ἂν γὰρ πυθώμεθα μόνον, ὅτι τῶν  ὅρων ἐπέβης τῆς Φοινίκης, ἀμέριμνοι λοιπόν  ἐσμεν, ἀναπαυόμεθα, ἐν ἀδείᾳ διάγομεν. Τὰ γὰρ ἑξῆς ἴσμεν, ὅτι καθάπερ ἀριστεὺς γενναῖος, καὶ ἀνδραγαθεῖν εἰδὼς, οὕτως ἅπαντα ἐπελεύσῃ, τοὺς μὲν κειμένους ἀνεγείρων, τοὺς δὲ ἑστῶτας ἑδράζων καὶ πηγνὺς, τοὺς δὲ πλανωμένους  ἐπανάγων,  καὶ τοὺς ἀπολωλότας  ἀναζητῶν  καὶ εὑρίσκων, ἅπασαν τοῦ διαβόλου συγκόπτων τὴν φάλαγγα. Οἶδα γὰρ, οἶδα σαφῶς τὸ ἄγρυπνόν σου τῆς ψυχῆς, τὸ μεμεριμνημένον τῆς διανοίας, τὸ συνετὸν, τὸ ἐμμελὲς, τὸ προσηνὲς, τὸ ἀνδρεῖον, τὸ εὔτονον, τὸ καρτερικόν. Γράφε τοίνυν ἡμῖν συνεχῶς, καὶ πρὶν ἢ τὴν Φοινίκην ἰδεῖν, ἀπὸ τῆς ὁδοῦ πυκνὰ πέμπων τὰ γράμματα, ἐπεὶ καὶ νῦν  ἐθαύμασα πῶς  τῶν  περὶ τὸν  κύριόν  μου τὸν  τιμιώτατον  καὶ εὐλαβέστατον Θεόδοτον τὸν  πρεσβύτερον παραγινομένων,  οὐκ  ἐπέσταλκας.  Ἵν'  οὖν  μὴ πάλιν ἀλγῶμεν,  μὴ δεχόμενοι  γράμματα τῆς σῆς τιμιότητος, εἰ οἷόν τε ᾖ, καθ' ἑκάστην μονὴν  πέμπε ἡμῖν συνεχῶς ἐπιστολὰς, ἵνα μανθάνωμεν  πόσον τε προέκοψας τῆς ὁδοῦ, καὶ  εἰ  πλησίον  γέγονας  τῶν  μερῶν  ἐκείνων.  Πάνυ γὰρ  μεριμνῶμεν,  καὶ φροντίζομεν·  καὶ  βουλόμεθα  ταῦτα  καθ' ἑκάστην  ἡμέραν  μανθάνειν.  Ταῦτ' οὖν εἰδὼς, κύριέ μου τιμιώτατε,  χάρισαι ταύτην  ἡμῖν μεγίστην τὴν χάριν, καὶ πρὶν ἢ ἀπελθεῖν, καὶ ἐπειδὰν ἀπέλθῃς, συνεχεῖς πέμπων ἐπιστολὰς, καὶ πάντα ἡμῖν δηλῶν, ἵνα ἐὰν μὲν κατορθώματα ᾖ, χαίρωμεν, καὶ εὐφραινώμεθα· ἂν δὲ κωλύματα,  παντὶ τρόπῳ, καὶ πάσῃ σπουδῇ πειρώμεθα αὐτὰ ἀνελεῖν. Οὐ γὰρ ἡσυχάσομεν καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, τοῦτο ποιοῦντες, κἂν μυριάκις καὶ εἰς τὴν Κωνσταντινούπολιν ἀποστεῖλαι δέῃ, ὥστε πολλήν σοι γενέσθαι τὴν εὐκολίαν, οὐδὲ τοῦτο παραιτησόμεθα. Ταῦτ' οὖν εἰδὼς, τὰ παρὰ σαυτοῦ πάρεχε ἡμῖν, τὴν ἀγρυπνίαν, καὶ τὴν σπουδήν. Κἂν ἀδελφοὺς δεήσῃ ἀποσταλῆναι, καὶ τοῦτο δήλωσον ἡμῖν. Καὶ τῶν  λειψάνων  δὲ ἕνεκεν  τῶν  ἁγίων  μαρτύρων  ἀμέριμνος  ἔσο· καὶ γὰρ εὐθέως ἀπέστειλα τὸν κύριόν μου τὸν εὐλαβέστατον πρεσβύτερον τὸν Τερέντιον πρὸς τὸν κύριόν μου τὸν εὐλαβέστατον ἐπίσκοπον Ὀτρήϊον τὸν Ἀραβισσοῦ. Αὐτὸς γὰρ ἔχει καὶ ἀναμφισβήτητα, καὶ πολλὰ, καὶ εἴσω ὀλίγων  ἡμερῶν ἀποστελοῦμέν σοι ταῦτα εἰς τὴν Φοινίκην. Μηδὲν τοίνυν ἐλλιμπανέσθω τῶν παρὰ τῆς σῆς τιμιότητος. Τὰ γὰρ παρ'  ἡμῶν  ὁρᾷς  μεθ'  ὅσης  πεπλήρωται  τῆς  προθυμίας.  Σπεῦσον, ἵνα  πρὸ  τοῦ χειμῶνος δυνηθῇς τὰς ἀστέγους ἐκκλησίας ἀπαρτίσαι.


ΡΚΖʹ. Πολυβίῳ.

Ἄλλος μὲν ἄν τις τὸν ἀφόρητον κρυμὸν τὸν ἐνταῦθα, τὴν πολλὴν ἐρημίαν τοῦ χωρίου, τὴν χαλεπωτάτην  ἀῤῥωστίαν καὶ γὰρ καὶ ἀῤῥωστίᾳ ἐντεῦθεν  περιπεπτώκαμεν ἀπωδύρατο ἂν, καὶ ἐθρήνησεν· ἐγὼ δὲ ταῦτα ἀφεὶς, τὸν χωρισμὸν ἀποδύρομαι τὸν ὑμέτερον, ὃ καὶ ἐρημίας καὶ νόσου καὶ χειμῶνος  ἐμοὶ βαρύτερον. Καὶ νῦν  αὐτὸ χαλεπώτερον  ἢ πρότερον ἐποίησεν ὁ χειμών. Καὶ γὰρ ἣν μόνην εἶχον παραμυθίαν τοῦ  πικροτάτου  τούτου  χωρισμοῦ,  τὸ  διὰ  γραμμάτων  ὑμῖν  ὁμιλεῖν,  καὶ  ταύτην ἐπελθὼν ἡμᾶς ἀφείλετο, τὰς ὁδοὺς ἀποκλείσας τῇ πολλῇ τῆς χιόνος φορᾷ, καὶ οὔτε ἔξωθεν   παραγενέσθαι   καὶ   συγγενέσθαι   ἡμῖν,   οὔτε   ἐντεῦθεν   ἀναστῆναι   καὶ ἀποδημῆσαι πρὸς ὑμᾶς ἀφείς. Καὶ νῦν δὲ οὐκ ἔλαττον τῶν Ἰσαύρων ὁ φόβος, ἀλλὰ καὶ πολλῷ πλέον τὸ αὐτὸ δὴ τοῦτο ποιεῖ, τὴν ἐρημίαν ἐπιτείνων,  πάντας ἐλαύνων, φυγαδεύων,  μετανάστας  ποιῶν.  Οὐδεὶς γὰρ  οἴκοι  λοιπὸν  μένειν  ἀνέχεται,  ἀλλ' ἕκαστος τὴν ἑαυτοῦ καταλιπὼν  ἀποπηδᾷ. Καὶ αἱ μὲν πόλεις εἰσὶ λοιπὸν τοῖχοι καὶ ὄροφοι, αἱ δὲ φάραγγες  καὶ αἱ νάπαι πόλεις. Καθάπερ γὰρ τὰ ἄγρια τῶν  θηρίων, παρδάλεις καὶ λέοντες, τὴν ἔρημον τῶν οἰκουμένων  πόλεων ἀσφαλεστέραν αὐτοῖς εἶναι νομίζει· οὕτω δὴ καὶ οἱ τὴν Ἀρμενίαν οἰκοῦντες ἄνθρωποι, καὶ καθ' ἑκάστην ἡμέραν τόπους ἐκ τόπων ἀναγκαζόμεθα μεταπηδᾷν, Ἁμαξοβίων καὶ Νομάδων τινῶν βίον ζῶντες καὶ οὐδαμοῦ στῆναι θαῤῥοῦντες· οὕτω πάντα τὰ ἐνταῦθα θορύβων γέμει καὶ ταραχῆς. Καὶ τοὺς μὲν τῇ παρουσίᾳ σφάττουσι, καίουσι, δούλους ἀντ' ἐλευθέρων ποιοῦσι· τοὺς δὲ τῇ φήμῃ δραπέτας ἐργάζονται καὶ ἀπόλιδας, μᾶλλον δὲ καὶ ἀναιροῦσιν.  Ὅσοι γὰρ  νέοι  κομιδῆ  ἐν  μέσῃ νυκτὶ  πολλάκις  καὶ  κρυμῷ  πάντα πηγνύντι  ἀθρόον τῆς οἰκίας ἐκπηδῆσαι ἠναγκάσθησαν, ὥσπερ τινὸς  καπνοῦ  τοῦ φόβου τῆς  φήμης αὐτοὺς ἐλαύνοντος, οὐκ ἐδεήθησαν μαχαίρας Ἰσαυρικῆς εἰς τὸ καταλῦσαι τὸν βίον, ἀλλ' ἐν τῇ χιόνι παγέντες, οὕτως ἀπέπνευσαν, καὶ γέγονεν αὐτοῖς  τῆς  τοῦ θανάτου  φυγῆς  ἡ πρόφασις  θανάτου  πρόφασις  χαλεπωτάτου·  ἐν τούτοις τὰ ἡμέτερα. Καὶ ταῦτα εἰρήκαμεν, οὐχ ἵνα σε λυπήσωμεν εὖ γὰρ οἶδα ὅτι καθάψεταί σου τὰ εἰρημένα, ἀλλ' ἵνα τὴν αἰτίαν εἴπωμεν τῆς μακρᾶς ταύτης σιγῆς, καὶ τί δήποτε ὀψὲ καὶ βραδέως ἐπεστάλκαμεν. Οὕτω γὰρ πάντες ἡμᾶς ἀπέλιπον, ὡς μηδὲ εὑρεῖν τινα τὸν ἐκεῖσε ἀφικνούμενον,  ἀλλ' ἀναγκασθῆναι τὸν συνόντα ἡμῖν πρεσβύτερον ἀναστῆσαι ἐντεῦθεν,  καὶ πέμψαι  πρὸς τὴν  ὑμετέραν  θαυμασιότητα.∆εξάμενος τοίνυν  αὐτὸν ὥς σοι πρέπον, ταχέως  ἡμῖν ἔκπεμψον  εὐαγγελιζόμενον τὴν  ὑγείαν   τῆς  σῆς  ἐμμελείας.  Οἶσθα γὰρ  ὅπως  ἡμῖν  περισπούδαστον  τοῦτο μανθάνειν.

ΡΚΗʹ. Μαρινιανῷ.

Τοῖς μὲν ἄλλοις ἅπασιν ἀνθρώποις ἡδὺ τὸ ἔαρ, ὅτι τὴν ὄψιν τῆς γῆς ἄνθεσι καλλωπίζει, καὶ πάντα δείκνυσι λειμῶνας· ἐμοὶ δὲ, ὅτι καὶ τοῖς ἐθάσι τοῖς ἐμοῖς συγγίνεσθαι διὰ γραμμάτων εὐκολίαν παρέχει πολλήν. Ἐβουλόμην μὲν γὰρ καὶ αὐταῖς ὄψεσιν ὑμᾶς θεωρεῖν· ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, ὅπερ ἔνι μετὰ πολλῆς ποιῶ τῆς προθυμίας, διὰ γραμμάτων ὑμῖν ὁμιλῶν. Καὶ οὐχ οὕτω ναῦται καὶ πλωτῆρες  μεθ' ἡδονῆς  τὰ θαλάττια  τέμνουσι νῶτα,  ἐκείνης  τοῦ ἔτους τῆς ὥρας ἐπιστάσης, ὡς ἐγὼ κάλαμον, καὶ χάρτην, καὶ μέλαν μεταχειρίζομαι, μέλλων ἐπιστέλλειν ὑμῶν τῇ ἐμμελείᾳ. Παρὰ μὲν γὰρ τὸν τοῦ χειμῶνος καιρὸν τοῦ κρυμοῦ πάντα πηγνύντος, καὶ τῆς ἀφάτου χιόνος τὰς ὁδοὺς ἀποτειχιζούσης, οὔτε ἔξωθέν τις ἡμῖν ἐπιχωριάζειν ἠνείχετο, οὔτε ἐντεῦθεν ἀναστῆναι. ∆ιόπερ καὶ ἡμεῖς, καθάπερ ἐν δεσμωτηρίῳ,  τοῖς  ἐνταῦθα  δωματίοις  καθειργμένοι,  καὶ ὥσπερ τινὶ  γλωσσοπέδῃ κατεχόμενοι, τῇ τῶν γραμματηφόρων ἀπορίᾳ, καὶ ἄκοντες τὴν μακρὰν ἐσιγήσαμεν σιγήν. Ἐπειδὴ δὲ λοιπὸν ἀνέῳξε τὰς λεωφόρους τῆς ὁδοιπορίας ὁ καιρὸς, καὶ ἡμῖν τὰ δεσμὰ τῆς γλώττης  ἔλυσε, τὸν σὺν ἡμῖν πρεσβύτερον ἐντεῦθεν  ἀναστήσαντες, ἀπεστάλκαμεν πρὸς τὴν ὑμετέραν εὐγένειαν,  εἰσόμενοι τὰ περὶ τῆς ὑγείας ὑμῶν.∆εξάμενος τοίνυν  αὐτὸν, δέσποτά μου θαυμασιώτατε, καθώς σοι πρέπον ἐστὶ, καὶ ἰδὼν  μετὰ τῆς σοὶ πρεπούσης ἀγάπης, ἡνίκα  ἂν ἐπανίῃ,  τὰ περὶ τῆς ὑγιείας  σου δηλῶσαι  ἡμῖν  παρακλήθητι,  Οἶσθα γὰρ  ὅπως  ἡμῖν  περισπούδαστον περὶ  ταύτης μανθάνειν.

ΡΚΘʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ.

Ὡς καλὴ ὑμῶν ἡ ξυνωρὶς, καὶ σφόδρα ἡμῖν ποθεινὴ, οὐ νόμῳ φύσεως μόνον, ἀλλὰ καὶ ἀγάπης σφοδροτάτης ἀλύσει συνδεδεμένη. ∆ιὰ ταῦτα καλλωπιζόμεθα ὑμῶν τῇ φιλίᾳ ἐναβρυνόμενοι, καὶ ἐπιθυμοῦμεν καὶ τῆς κατ' ὄψιν συντυχίας μετασχεῖν. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, ὅπερ ἔνι  ποιοῦμεν,  γράφομεν  συνεχῶς,  μεμνήμεθα  διηνεκῶς,  ἐπὶ  διανοίας  ὑμᾶς πανταχοῦ   περιφέρομεν,   ὅπουπερ  ἂν  ὦμεν,  οὐδὲ  μικρὸν  τῷ  μήκει  τῆς  ὁδοῦ διειργόμεθα τῆς ἐμμελείας τῆς ὑμετέρας. Τοιοῦτον γὰρ τῆς ἀγάπης τὸ πτερόν· καὶ ὁδὸν καὶ διάστημα εὐκόλως περᾷ, καὶ πραγμάτων περιστάσεως ὑψηλότερον γίνεται.∆ιὸ καὶ ἡμεῖς, καίτοι  πολλαῖς συνεχόμενοι θλίψεσιν, ἐρημίαις, πολιορκίαις,συνεχέσιν  ἐφόδοις  λῃστρικαῖς, οὐδενὶ  τούτων  ῥᾳθυμότεροι περὶ τὸ φιλεῖν  ὑμᾶς γεγενήμεθα, ἀλλ' ἀνθοῦσαν διηνεκῶς τὴν περὶ ὑμᾶς διατηροῦμεν διάθεσιν. ∆ιὸ καὶ παρακαλοῦμεν  συνεχέστερον ἡμῖν  ἐπιστέλλειν  τὰ  περὶ τῆς  ὑγείας  τῆς  ὑμετέρας εὐαγγελιζομένους.  Ἴστε γὰρ  αὐτοὶ  ὅσην  ἐντεῦθεν  καρπωσόμεθα  καὶ  ἐν  ἐρημίᾳ καθήμενοι  τὴν  παράκλησιν.

ΡΛʹ.  Κάστῳ, Οὐαλερίῳ, ∆ιοφάντῳ,  Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.

Ῥαγδαῖόν  τι χρῆμα καὶ βίαιον  ἡ ἀγάπη, καὶ δανειστοῦ παντὸς σφοδροῦ βιαιότερον. Οὐδὲ γὰρ οὕτως ἐκεῖνοι τοὺς τὰ χρήματα ὀφείλοντας αὐτοῖς ἄγχοντες ἀπαιτοῦσιν, ὡς ὑμεῖς τῆς ἀγάπης τὴν ἄλυσιν περιθέντες, πρὸς τὴν τῶν  ἐπιστολῶν  ἡμᾶς ἔκτισιν  κατεπείγετε,  καίτοι  πολλάκις  τοῦτο  καταθέντας  τὸ ὄφλημα.  Ἀλλὰ  τοιαύτη  τούτου  τοῦ  χρέους  ἡ  φύσις·  ἀεὶ  κατατίθεται,  καὶ  ἀεὶ ὀφείλεται. ∆ιὰ τοῦτο καὶ ὑμεῖς πολλάκις δεξάμενοι γράμματα, οὐ κορέννυσθε. Καὶ γὰρ  καὶ  τοῦτο  ἐκείνης  τὸ  πλεονέκτημα,  καὶ  μιμεῖται  τὴν  θάλασσαν, ἣ  μυρίων πανταχόθεν  εἰς αὐτὴν ῥεόντων ποταμῶν, οὐκ ἐμπίπλαται. Τοιοῦτον καὶ τῆς ἀκοῆς ὑμῶν  τὸ πλάτος· διὰ τοῦτο, ὅσῳ ἂν πλείονα  ἐμβάλωμεν,  τοσούτῳ μειζόνως  τὴν φλόγα  τῆς διαθέσεως ὑμῶν ἐγείρομεν. Μὴ τοίνυν  νομίσητε ὑποπτεύσαντας  ὑμῶν τὴν  φιλίαν,  τὸν  βραχὺν  τοῦτον  σεσιγηκέναι  χρόνον.  Καὶ γὰρ  τοὐναντίον  ἅπαν ἐπάθομεν ἂν, εἴ γε ὑπωπτεύσαμεν, καὶ πλεονάκις ἂν ἐπεστάλκαμεν. Ὥσπερ γὰρ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, οὕτως οἱ ὀλίγωροι καὶ ἀναπεπτωκότες πολλῆς δέονται τῆς θεραπείας. Εἰ τοίνυν  καὶ ἡμεῖς ᾐσθόμεθα χωλευούσης ὑμῶν τῆς διαθέσεως, οὐκ ἂν ἠμελήσαμεν τὰ παρ' ἑαυτῶν εἰσφέροντες, ὥστε αὐτὴν ἀνακαῦσαι μειζόνως. Τῷ δὲ σφόδρα ὑμῖν θαῤῥεῖν, καὶ εἰδέναι σαφῶς, ὅτι καὶ δεχόμενοι, καὶ μὴ δεχόμενοι  γράμματα, παγίαν,  ἀκίνητον,  μόνιμον,  ἄτρεπτον,  ἀκλινῆ,  ἀκμάζουσαν, καὶ  ἀνθοῦσαν  αὐτὴν  διηνεκῶς  διατηρεῖτε,  οὐκ  ἀναγκαίας  εἰς  τοῦτο  ἐνομίζομεν ἡμῶν  τὰς ἐπιστολὰς, ἀλλ' εἰς τὸ διαθέσεως ἀποδοῦναι ὄφλημα. Ἐπεὶ καὶ νῦν  οὐ χρείας,  ἀλλὰ  φιλίας  ἕνεκεν  ἐπιστέλλομεν.  Ὅτι  γὰρ  κἂν  πολλοὶ  πολλαχόθεν  οἱ χειμῶνες  φύωνται,  καὶ μυρία πρὸς ὕψος ἐγείρηται τὰ κύματα, οὐδὲν ὑμᾶς βλάψαι δύναται,  καὶ ἐμβαλεῖν  εἰς τὸ τῆς ἀθυμίας κλυδώνιον,  ἱκανῶς  ὁ παρελθὼν  ἔδειξε χρόνος.  Οὐ τοίνυν  ὡς  προσδεομένοις  τῆς  ἐντεῦθεν  παρακλήσεως  ἐπιστέλλομεν, ἀλλὰ δηλοῦντες, ὅτι χαίρομεν, σκιρτῶμεν, εὐφραινόμεθα ὑπὸ τῆς ἡδονῆς, τοσαύτης καὶ  ἐκ  τοσούτου  διαστήματος  ἀγάπης  παρὰ  τῆς  ἐμμελείας  ὑμῶν  ἀπολαύοντες. Ἐπειδὴ δὲ εὖ οἶδα, ὅτι πολλὴν ὑμῖν φέρει τὴν εὐφροσύνην τὸ μαθεῖν τὰ ἡμέτερα ἐν τίσιν ὁρμᾷ, ἀπηλλάγμεθα τῆς τοῦ στομάχου ἀσθενείας, ὑγιαίνομεν, οὐδὲν ἡμᾶς οὔτε πολιορκίαι, οὔτε ἔφοδοι λῃστρικαὶ, οὔτε ἐρημία χωρίου, οὔτε μυρίων περιστάσεων ὄχλος, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν συστέλλει καὶ θορυβεῖ, ἀλλ' ἀδείας ἀπολαύομεν, ἀπραγμοσύνης, ἡσυχίας πολλῆς καθ' ἑκάστην μερι μνῶντες  τὰ ὑμέτερα, ὑπὲρ τούτων πρὸς τοὺς εἰσιόντας πρὸς ἡμᾶς ποιούμενοι λόγους. Τοιοῦτον γὰρ φιλεῖν  γνησίως· ἐπὶ γλώττης  ἀεὶ τοὺς ποθουμένους ἔχειν παρασκευάζει. Ὃ καὶ ἡμεῖς  ποιοῦμεν,  ἐπειδὴ  σφόδρα φιλοῦμεν,  καὶ  τοῦτο  ἴστε καὶ  ὑμεῖς.  Ταῦτ'  οὖν ἅπαντα λογιζόμενοι, μὴ νομίζετε ἐῤῥᾳθυμηκέναι ἡμᾶς, μηδὲ ὀλιγώρους τῷ χρόνῳ γεγενῆσθαι περὶ τὴν διάθεσιν τὴν ὑμετέραν. Ἡ γὰρ ἀγάπη οὐδέποτε ἐκπίπτει, ἀλλὰ κἂν χρόνος παρέλθῃ μακρὸς, κἂν πραγμάτων αὐξηθῶσι δυσκολίαι, κἂν μακροτέρῳ τῆς  ὁδοῦ  μήκει  διειργώμεθα,  οὐδενὶ  τούτων  αὐτὴ  διακόπτεται,  οὐδὲ  ἐξίτηλος γίνεται, ἀλλ' ἀνθεῖ μειζόνως, καὶ ἐπιδίδωσιν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |